Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὴν προσκύνησιν τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ τῇ μέσῃ τῶν νηστειῶν

Θεόδωρος ὁ Στουδίτης

Οι προτυπώσεις του τιμίου Σταυρού στην Παλαιά Διαθήκη

Εκτίθενται τα βιβλικά παραδείγματα από την ιστορία των πατριαρχών και των προφητών, τα οποία προετύπωσαν θαυμαστώς τη δύναμη του Σταυρού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 3 από 5

Ὅρα γάρ, ὁ φιλομαθής! Οὐχὶ ξύλῳ μικρῷ Νῶε σὺν υἱέσι καὶ γυναιξί, πρὸς δὲ παντὶ γένει ζώων κατακλυσμοῦ ὄλεθρον θεοκρίτως ἐκπέφευγεν; Οὐχὶ ξύλοις παρέθηκεν Ἰακὼβ ἐκλελεπισμένοις ἐν τοῖς ληνοῖς, κατὰ τὴν ἐπίτεξιν τῶν θρεμμάτων τεθαυμασμένως εἰς ἑαυτὸν ἀπηγάγετο; Τί δέ, ἡ ῥάβδος Ἰωσήφ, ἧς προσεκύνησεν ἐπὶ τὸ ἄκρον Ἰακὼβ ὁ πατριάρχης, πάντως τι ἄλλο ἢ σύμβολον τοῦ νῦν προσκυνουμένου παρ’ ἡμῖν ζωοποιοῦ ξύλου; Τί δὲ πάλι ἡ τοῦ Μωϋσέως ῥάβδος; Οὐ τύπος σταυροῦ, πῇ μὲν τὸ ὕδωρ εἰς αἷμα μεταβάλλουσα, πῇ δὲ τοὺς ψευδωνύμους ὄφεις τῶν ἐπαοιδῶν κατεσθίουσα, καὶ ἄρτι μὲν κρούσματι τὴν θάλασσαν τέμνουσα, ἄρτι δὲ ἐπιστρεπτικῶς τὴν ὑγρὰν συνάπτουσα, καὶ τοὺς μὲν δυσμενεῖς καταποντίζουσα, τοὺς δὲ γνησιεύοντας διασῴζουσα; Τοιαύτη καὶ ἡ Ἀαρωνῖτις ῥάβδος, ἀντίτυπος σταυροῦ, αὐθήμερον ἐξανθήσασα καὶ τὸν γνήσιον τῆς ἱερωσύνης ὑποδείξασα. Καί γε μακροεπεῖν δόξαιμι, συνάγων τοῦ σταυρικοῦ τύπου τὰς ἐμφάσεις. Τοῦτο μέν, ἡνίκα Ἀβραὰμ συμποδήσας Ἰσαὰκ τὸν υἱὸν αὑτοῦ, ἐπέθηκεν αὐτὸν ἐπάνω τῶν ξύλων· τοῦτο δέ, ὁπόταν Ἰακώβ, εὐλογῶν τοὺς υἱοὺς Ἰωσήφ, ἐναλλὰξ τὰς χεῖρας μετεσχηματίσατο. Δεῦρό μοι λάβε καὶ αὐτὸν δὴ Μωϋσέα τῇ τῶν χειρῶν ἐκτάσει τὸν Ἀμαλὴκ τροπούμενον.

Φέρε δή, φέρε καὶ τὸν Ἐλισσαιὲ καθιέντα ἐφ’ ὕδωρ τὸ ξύλον, καὶ τὸν σίδηρον ἐκ βάθους ἀνέλκοντα. Τούτου δὴ τοῦ τύπου οὐ μόνον ἐν τῇ Παλαιᾷ Διαθήκῃ, ἀλλὰ καὶ ἐν τῇ χάριτι πολλὰ τὰ τεράστια· ἐν νίκαις δὴ βαρβάρων, ἐν δρασμοῖς δαιμόνων, ἐν ἀπαλλαγαῖς νόσων, ἐν ἅπασιν ἄλλοις, ὧν οὐκ ἔστι τῆς ἀναμνήσεως ἀριθμός.