Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὴν προσκύνησιν τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ τῇ μέσῃ τῶν νηστειῶν

Θεόδωρος ὁ Στουδίτης

Τελικό εγκώμιο προς τον τίμιο Σταυρό και δοξολογία

Ο λόγος ολοκληρώνεται με ύμνο, ο οποίος εξαίρει τα ιδιώματα, τη δύναμη και τις πολλαπλές ευεργεσίες του σταυρικού σημείου στη ζωή των χριστιανών, καταλήγοντας στην τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 5 από 5

Ἐπὶ δὲ τὸν σταυρὸν ἐπιτέον καὶ οἱονεὶ ἐντρυφητέον τῇ τῆς ἁγίας προσηγορίας διατριβῇ. Σταυρός, χρημάτων ἁπάντων χρῆμα πολυτιμότερον· σταυρός, Χριστιανῶν ἀσφαλέστατον καταφύγιον· σταυρός, Χριστοῦ μαθητῶν ἐλαφρότατον ἐπωμάδιον· σταυρός, τετρυχωμένων ψυχῶν παραμύθιον εὐπαρηγόρητον· σταυρός, τῆς εἰς οὐρανὸν πορείας ὁδευτήριον ἀνεμπόδιστον. Σταυροῦ στάσις καὶ εὖρος, τοῦ οὐρανίου κήτους περιληπτικώτερον διάμετρον· σταυροῦ σθένος καὶ κράτος, ὄλεθρον πάσης ἀντικειμένης δυνάμεως· σταυροῦ εἶδος καὶ σχῆμα, πάντων σχημάτων εὐσχημονέστερον ὅραμα· σταυροῦ βολὶς καὶ ἔλλαμψις, ἡλίου λαμπρότερον ἔξαλμα· σταυροῦ χάρις καὶ δόξα, χαρίτων ἁπασῶν χαριέστερον δώρημα· σταυρός, οὐρανοῦ καὶ γῆς εἰρηνοβράβευτον συναπτήριον. Σταυροῦ τοὔνομα ἁγιασμός, ὅτι μάλιστα καὶ γλώσσαις λαλούμενον, καὶ ἀκοαῖς ἀκουτιζόμενον. Σταυρῷ νενέκρωται θάνατος, καὶ Ἀδὰμ ἐζωοποίηται· σταυρῷ κεκαύχηται πᾶς ἀπόστολος, καὶ μάρτυς ἐστεφάνωται καὶ ὡσίωται ὅσιος· σταυρῷ Χριστὸν ἐνδεδύμεθα καὶ τὸν παλαιὸν ἄνθρωπον ἀποτιθέμεθα· σταυρῷ σεσημειώμεθα Χριστοῦ πρόβατα, καὶ τῇ ἄνω μάνδρᾳ συνταττόμεθα· σταυρῷ κερατιοῦμεν τοὺς ἐχθροὺς ἡμῶν, καὶ κέρας σωτήριον αἴρομεν· σταυρῷ τὰ πάθη τροπούμεθα, καὶ ὑπερκοσμίως ζῇν προαιρούμεθα.

Σταυρὸν ὁ φέρων ἐπ’ ὤμων, Χριστοῦ μιμητὴς γίνεται καὶ Χριστῷ σαφῶς συνδοξάζεται· σταυρὸν ὁρῶν ἄγγελος ὡραΐζεται καὶ διάβολος καταισχύνεται· σταυρὸν λῃστὴς εὑρηκώς, εἰς Παράδεισον εἴσεισι, καὶ λῃστείας βασιλείαν ἀντηλλάξατο· σταυρὸν ἁπλῶς ὁ τυπῶν διαλύει δείματα καὶ εἰρήνην ἀντασπάζεται· σταυρὸν ὁ ἔχων φρουρόν, διαμένει ἄσυλος καὶ φυλάττεται ἀπήμαντος· σταυρὸν πᾶς τις φιλῶν, μισεῖ κόσμον καὶ ἐραστὴς γίνεται Χριστοῦ.

Σταυρὲ Χριστοῦ, τὸ τῶν Χριστιανῶν πολυθρύλλητον καύχημα· σταυρὲ Χριστοῦ, τὸ τῶν ἀποστόλων περιούσιον κήρυγμα· σταυρὲ Χριστοῦ, τὸ τῶν μαρτύρων βασίλειον διάδημα· σταυρὲ Χριστοῦ, τὸ τῶν προφητῶν ὑπερτίμιον ἐγκαλλώπισμα· σταυρὲ Χριστοῦ, τὸ τῶν περάτων παμφαέστατον ἀγλάϊσμα· σταυρὲ Χριστοῦ καὶ σοὶ ὡς ἐμψύχῳ διαλέγομαι, σκέποις τοὺς θερμοὺς ὑμνολόγους σου, σῴζοις τοὺς πιστῶς περιπτυσσομένους σε, ἄγοις εἰρηνικῶς τε καὶ ὀρθοδόξως τὸ ὑπήκοον, φέροις τὴν Χριστοῦ ἀνάστασιν πᾶσι χαρμόσυνον, φρουρῶν ἱεράρχας τε καὶ ἄνακτας, μοναστὰς καὶ μιγάδας ἅπαντας, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.