Ἔργον
Θεόδωρος ὁ Στουδίτης – Εἰς τὴν ὕψωσιν τοῦ τιμίου σταυροῦ
Ωδές Ζ'-Η' και κατάληξη του Κανόνος
Οι τελικές ωδές, τα Τριαδικά, τα Θεοτοκία και οι Καταβασίες που ολοκληρώνουν τον ύμνο προς τον ζωοποιό σταυρό.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ωδές Ζ'-Η' και κατάληξη του Κανόνος
Οι τελικές ωδές, τα Τριαδικά, τα Θεοτοκία και οι Καταβασίες που ολοκληρώνουν τον ύμνο προς τον ζωοποιό σταυρό.
ῼΔΗ Ζʹ. Μύρα ἐν χερσὶ τί κατέχετε ὅλως; τίνα δὲ ἐκζητεῖτε; Νῦν ὁ φανεὶς νεανίαις, ἐν τῷ τάφῳ βοῶν, ἐξανέστη ὁ Χριστὸς καὶ Θεὸς ἡμῶν, ἀναστήσας φύσιν βροτῶν ᾅδου κευθμώνων. Χαίροις, τὸ τρισόλβιον ξύλον, καὶ θεῖον, σταυρέ, φῶς τοῖς ἐν σκότει, ὁ τετραπεράτῳ κόσμῳ τῇ ἐλλάμψει τῇ σῇ ἐγέρσεως Χριστοῦ προδεικνὺς τὰς αὐγάς.
Ἀξίωσον πάντας πιστοὺς φθάσαι τὸ Πάσχα. Ταύτῃ τῇ ἡμέρᾳ μυρίζει τὰ μύρα τῆς θείας μυροθήκης, τὸ ζωομύριστον ξύλον ὁ σταυρὸς τοῦ Χριστοῦ. Ὀσφρανθῶμεν τῆς αὐτοῦ θεοπνεύστου ὀδμῆς, αὐτὸν προσκυνοῦντες πιστῶς εἰς τοὺς αἰῶνας.
Δεῦρο, Ἐλισσαῖε προφῆτα, εἰπὲ ἐμφανῶς, τί τὸ ξύλον ἐκεῖνο, ὃ εἰς τὸ ὕδωρ καθῆκες; Ὁ σταυρὸς τοῦ Χριστοῦ, δι’ οὗ βάθους τῆς φθορᾶς ἀνειλκύσθημεν, αὐτὸν προσκυνοῦντες πιστῶς εἰς τοὺς αἰῶνας. Πάλαι Ἰακώβ, προτυπῶν τὸν σταυρόν σου, Χριστέ, Ἰωσὴφ προσεκύνει τῆς θείας ῥάβδου τὸν ἄκρον, σκῆπτρον ταύτην φρικτόν, βασιλείας τε τῆς σῆς προορώμενος, ὃν νῦν προσκυνοῦντες πιστῶς εἰς τοὺς αἰῶνας.
Τριαδικόν. Μίαν ἐν τρισὶ χαρακτῆρσιν οὐσίαν δοξάζω ἀσυγχύτως, μονοπροσώπως τὰ τρία. Οὐδὲ τέμνω μορφῇ τὸν Πατέρα καὶ Υἱὸν σὺν τῷ Πνεύματι. Εἷς γὰρ ἐπὶ πάντων Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτόκιον. Μόνη ἐν μητράσιν ἐδείχθης, Παρθένος θεόνυμφε Μαρία, ἄνευ ἀνδρὸς τετοκυῖα τὸν Σωτῆρα Χριστὸν τῆς ἁγνείας τὴν σφραγίδα φυλάξασα. Σὲ μακαριοῦμεν πιστοὶ εἰς τοὺς αἰῶνας.
Καταβασία. Χεῖρας ἐν τῷ λάκκῳ βληθεὶς τῶν λεόντων ποτέ, ὁ μέγας ἐν προφήταις σταυροειδῶς ἐκπετάσας Δανιὴλ ἀβλαβής, ἐκ τῆς τούτων καταβρώσεως σέσωσται, εὐλογῶν Χριστόν, τὸν Θεὸν εἰς τοὺς αἰῶνας.
ῼΔΗ Ηʹ. Ἐν τάφῳ κατῆλθες, ὁ ζωοδότης καὶ Θεός, καὶ συνέτριψας πάντα, κλεῖθρά τε καὶ τοὺς μοχλούς, καὶ τοὺς νεκροὺς ἐξανέστησας, δόξα τῇ σῇ ἐγέρσει, βοῶντας, Χριστὲ Σωτὴρ παντοδύναμε Ὁ τάφος ζωήν μοι, Χριστέ, ἀνέβλυσεν ὁ σός. Ὁ κρατῶν τῆς ζωῆς γάρ, ἐπιστὰς ἐβόησας τοῖς κατοικοῦσιν ἐν μνήμασιν· Οἱ ἐν δεσμοῖς, λύθητε. Ἐγὼ γὰρ τοῦ κόσμου λύτρον ἐλήλυθα.
Ἐν ὕμνοις σκιρτάτω πάντα τὰ ξύλα τοῦ δρυμοῦ, τὸ ὁμώνυμον ξύλον τοῦ σταυροῦ θεώμενα κατασπαζόμενον σήμερον. Οὗ ὁ Χριστὸς ὕψωσε τὴν κάραν, ὡς προφητεύει ὁ θεῖος Δαβίδ. Ἐν ξύλῳ τεθνήξας ξύλον σε εὕρηκα ζωῆς, Χριστοφόρε σταυρέ μου. Φυλακτήρ μου ἄῤῥηκτε, κατὰ δαιμόνων ἰσχὺς κραταιά, σὲ προσκυνῶν σήμερον κραυγάζω·
Ἁγίασόν με τῇ δόξῃ σου. Εὐφραίνου, ἀγάλλου, ἡ Ἐκκλησία τοῦ Θεοῦ, τὸ τρισόλβιον ξύλον προσκυνοῦσα σήμερον τοῦ παναγίου σταυροῦ τοῦ Χριστοῦ, ᾧ ὡς λειτουργοὶ τάγματα ἀγγέλων καὶ μετὰ φόβου παρίστανται.
Τριαδικόν. Τριάδα προσώποις, μονάδα φύσει προσκυνῶ σε, Θεότης ἁγία, τὸν Πατέρα, καὶ τὸν Υἱὸν σὺν τῷ ἁγίῳ τε Πνεύματι, μίαν ἀρχήν, μίαν βασιλείαν τὴν τῶν ἁπάντων δεσπόζουσαν.
Θεοτόκιον. Τὸ ὅρος τὸ μέγα, ἐν ᾧ κατῴκησε Χριστός, σὺ ὑπάρχεις, Παρθένε, ὡς Δαβὶδ ὁ θεῖος βοᾷ, δι’ ἧς ἡμεῖς ἀνυψώθημεν πρὸς οὐρανὸν υἱοθετηθέντες τῷ πνεύματι, παμμακάριστε.
Καταβασία. Ὦ Μῆτερ Παρθένε, καὶ Θεοτόκε ἀψευδής, ἡ τεκοῦσα ἀσπόρως Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἐν σταυρῷ ὑψωθέντα σαρκί. Σὲ οἱ πιστοὶ ἅπαντες ἀξίως σὺν τούτῳ νῦν μεγαλύνομεν. Τέλος τοῦ κανόνος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.