Ἔργον
Θεόδωρος ὁ Στουδίτης – Εἰς τὸ ἅγιον Πάσχα
Η μαρτυρία της κτίσεως και η τελική δοξολογία
Η αντίδραση της δημιουργίας κατά τη Σταύρωση, η ερήμωση του ιουδαϊκού ναού, η ανακεφαλαίωση του πασχαλινού εορτασμού και η καταληκτήρια ομολογία πίστεως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η μαρτυρία της κτίσεως και η τελική δοξολογία
Η αντίδραση της δημιουργίας κατά τη Σταύρωση, η ερήμωση του ιουδαϊκού ναού, η ανακεφαλαίωση του πασχαλινού εορτασμού και η καταληκτήρια ομολογία πίστεως.
ζʹ. Ταῦτα μὲν οὖν οἱ Χριστομάχοι ἐποίουν, ἀγνοοῦντες τὸν ἐσταυρωμένον, ἡ δὲ κτίσις οὐκ ἠγνόησε τὸν ἑαυτῆς Δεσπότην καὶ Δημιουργόν· ἔτι γὰρ τοῦ Σωτῆρος ἐπὶ τοῦ σταυροῦ κρεμαμένου, θεωρήσας ὁ αἰσθητὸς ἥλιος τὸν Ἥλιον τῆς δικαιοσύνης ὑπὸ τῶν ἀνόμων ὑβριζόμενον, καὶ μὴ φέρων τὸ τόλμημα, φεύγει σκοτίσας τὴν γῆν, ἄτοπον ἡγησάμενος συνεργεῖν καὶ φωτίζειν ὀφθαλμοὺς τὴν μεγίστην ἀσεβοῦντας ἀσέβειαν· οὐ μόνον δὲ ὁ ἥλιος ἔφευγεν, ἀλλὰ καὶ ἡ γῆ ἐκινεῖτο μὴ φέρουσα τὴν ἀνομίαν τῶν δρωμένων, ἐνδεικνυμένη δὲ καὶ διδάσκουσα, ὅτι Θεὸς ἦν ὁ σταυρούμενος· διὸ οὐδὲ ἠνείχετο, ἀλλ’ ἐχαλέπαινε μὴ θέλουσα φέρειν ἐφ’ ἑαυτῆς τοὺς θεοστυγεῖς Ἰουδαίους· οὐχ οὕτω γὰρ ἀδελφοκτονήσας ἔχρανε τὴν γῆν ὁ Κάϊν, οὐδ’ οὕτως ἐβάρησεν αὐτὴν ἡ τῶν γιγάντων πυργοποιία, οὐδ’ οὕτως αὐτὴν ἐμίαναν ἀθεμιτουργήσαντες Σοδομῖται, οὐδ’ αὐτοὶ οἱ τὰ εἴδωλα ἐξ αὐτῆς πλάσαντες, οὐ τὸ αἷμα ἀπὸ Ἄβελ ἕως Ζαχαρίου ἐκχυθὲν ἐποίησεν αὐτὴν οὕτως, ὅσον οἱ Ἰουδαῖοι τὸ μέγα τοῦτο τολμήσαντες ἀσέβημα· διὰ γὰρ τοῦτο καὶ αἱ σκληραὶ πέτραι ἐσχίζοντο, ἵνα μάθωσιν, ὅτι οὗτός ἐστιν ἡ πνευματικὴ καὶ ζῶσα πέτρα· «Ἔπινον», γάρ φησιν, «ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός». Ὢ τῆς Ἰουδαίων ἀγνωμοσύνης!
Αἱ πέτραι διαρρήγνυνται, καὶ αὐτοὶ ἀναισθητοῦσι· τὰ ἄψυχα κλονεῖται, καὶ οἱ ἔμψυχοι ἀπιστοῦσι· τὸ καταπέτασμα τοῦ ναοῦ ῥήγνυται, ἵνα λοιπὸν ἡ ἐρήμωσις αὐτῶν δειχθῇ· ἐσχίσθη γὰρ τὸ καταπέτασμα καὶ ἐγυμνώθη τὰ ἐν τῷ ναῷ, διὰ τὸν εἰπόντα Χριστόν, «Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος»· καὶ γὰρ ἠρήμωται μετὰ τὴν Χριστοκτονίαν πάντα τὰ τῶν Ἰουδαίων σεμνά· καὶ οἱ παραμένοντες τῇ πόλει καὶ τῷ ἱερῷ ἄγγελοι μετέβησαν ἐκεῖθεν, καὶ ἦλθον εἰς τὴν Ἐκκλησίαν· πολλὰ δὲ καὶ σώματα τῶν κεκοιμημένων συνανέστη τῷ Χριστῷ, ἵνα μάθωμεν ἡμεῖς, ὅτι Χριστὸς ἀποθανών, μόνος οὐκ ἀνίσταται, ἀλλὰ πάντας τοὺς εἰς αὐτὸν πιστεύοντας ἐκ νεκρῶν ἀνίστησι.
ηʹ. Αὕτη ὡς ἐν κεφαλαίῳ ἐστὶν ἡ σεμνὴ τοῦ Πάσχα ἑορτή, καὶ ταῦτα Χριστιανῶν τὰ μυστήρια περὶ ἀναστάσεως νεκρῶν καὶ ζωῆς αἰωνίου πανηγυρίζομεν. Τοιγαροῦν ἑορτάσωμεν μὴ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας, πιστεύοντες εἰς Πατέρα καὶ Υἱὸν καὶ Πνεῦμα τὸ ἅγιον, εἰς Τριάδα ὁμοούσιον καὶ ἄκτιστον, πιστεύοντες τῇ ἀναστάσει, προσδοκῶντες τὸν Κύριον πάλιν ἐρχόμενον, οὐκέτι μὲν ταπεινῶς, ἀλλ’ ἐνδόξως μετὰ λαμπρότητος οὐρανίου, μετὰ φωτεινῶν ἀγγέλων, μετὰ σαλπίγγων καὶ φόβου καὶ χαρᾶς, χαρᾶς μὲν τῶν ἁγίων, φόβου δὲ τῶν καταδίκων καὶ ἁμαρτωλῶν. Ὁ δὲ Θεὸς τῆς εἰρήνης καταξιώσῃ πάντας ἡμᾶς μετὰ ἁγίων ἀναστάσεως, ἐν ἔργοις καὶ λόγοις εὑρεθέντας καὶ πίστει ὀρθοδόξῳ, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.