Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν εὐαγγελιστήν

Θεόδωρος ὁ Στουδίτης

Καταγωγή, κλήση και η αλληγορία της πνευματικής αλιείας

Αναφορά στην πατρίδα και τη συγγένεια του Ιωάννη με τον Χριστό, καθώς και αλληγορική προσέγγιση της αλιευτικής του τέχνης ως μέσου του ευαγγελικού κηρύγματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 2 από 5

γʹ. Πατρίδα μὲν εἴ τις ἐπιζητήσοι ἐγκωμίων νόμοις ἐπερειδόμενος, ἀφ’ ἧς ὁ ἀπόστολος εἰς φῶς ἐλήλυθεν, οὐ περιφανῆ ταύτην εὑρήσοι, ἀλλὰ γὰρ καὶ λίαν ἄσημον, τὴν Γαλιλαίαν· κοινοτέρως γάρ· ὅμως κἀνταῦθα περίβλεπτος ὁ ἀπόστολος· πῶς καὶ τίνι τρόπῳ; ὅτι ἐξ ἧς οὐδένα προφήτην ἐγηγέρθαι, οὐδ’ οὐ μήν τι ἀγαθὸν εἶναι Ἰουδαίοις τε καὶ τῷ ἀληθῶς Ἰσραηλίτῃ ᾤετο, ἐνταῦθα Χριστός, ἡ πηγὴ πάσης ἀγαθότητος, ἐν γαστρὶ Παρθένου τῆς ἀρχιπροφήτιδος συλλαμβάνεται· ὧδε μορφωθεὶς τῷ καθ’ ἡμᾶς εἴδει ἐντέθραπται, τοῖς γονεῦσιν ὑποτασσόμενος, τῆς πόλεως ἀφ’ ἧς τὴν κλῆσιν εἴληφεν· (Ναζωραῖος γὰρ) ὑπὸ τὴν Γαλιλαίαν, ὡς τῆς κώμης Βηθσαϊδὰ ὑποτελούσης μάλιστα. Ὡς ἀξιάγαστον τὸ ἔδαφος! ὡς μακαριστὴ ἡ πατρίς! τῆς Ἀδαμιαίας πατρίδος αἰδεσιμώτερον διαλάμπουσα, ὡς τὸν ἐξ οὐρανοῦ δεύτερον Ἀδὰμ σὺν τῷ Ἰωάννῃ προικοφορήσασα.

Γένος οὐδ’ αὐτὸ εὐκαταφρόνητον· πῶς; ὅτι ἀπὸ Ζεβεδαίου καὶ Σαλώμης ὁμαίμονος Χριστοῦ κατὰ σάρκα ὁ εὐφημούμενος. Ὢ πῶς εὐαγῶς ἀμφότερα εἰς ταυτὸν συνέδραμεν, τὸν υἱὸν τοῦ νυμφῶνος ἀδελφιδοῦν Χριστοῦ ἐξευρεθῆναι ἁρμοδιώτατον! καί γε τῶν ἀφ’ ἡλίου ἀνατολῶν Ἰωάννης εὐγενέστερος, γένος Θεοῦ χρηματίζεται ἀμφοτέρωθεν. Ὁρᾶτε ἡλίκα ἀνεφάνη τὰ δόξαντα εἶναι φαυλότερα τῇ φιλοπόνῳ ἐργασίᾳ πλεκόμενα; τίς ἡ ἀνατροφή; ἐπιτήδευμα, ἥτις καὶ οἷον ἐπιδεικτέον, εἰ ἄρα κἀντεῦθεν καθ’ εἱρμὸν βαίνει ὁ λόγος.

δʹ. Οὐδὲν ἀπορώτερον ὧν ἴσμεν ἐν βίῳ μεθόδων ἁλιευτικῆς τέχνης, οὔτε μὴν τῆς περὶ αὐτὴν ἀνατροφῆς ἀγροικότερον· διότι τῶν μὲν ἄλλων τεχνῶν αἱ προχειρίσεις πρὸς τῷ ἐμπολιτεύεσθαι καὶ πλείονα πορισμὸν τῷ τεχνίτῃ εἰσφέρουσιν, ἄν τε λογικῶς ἄν τε πρακτικῶς εἴποιέν τις· τῆς δέ, πρὸς τῷ ἰδιάζων, καὶ ἡ τῶν ἐδωδίμων σπάνη ἐφάμιλλος, ὡς πληροῦσθαι τὸ τοῦ γράμματος πᾶς, Μόχθος ἀνθρώπου εἰς τὸ στόμα αὐτοῦ· καὶ γάρ εἰσι ῥακοδυτοῦντες καὶ ἐρικνωμένοι, αὐχμηροὶ τὴν κόμην καὶ ὀψίκαυστοι, γυμνοποδοῦντες ὁμοῦ καὶ ἀναθέοντες, ἀκταῖς τε καὶ ἐρημικωτέροις τόποις ἐνδιατρίβοντες· πῆ μὲν πέτραις ὑπερκαθεζόμενοι, πῆ δὲ βυθοὺς διορῶντες, κἀντεῦθεν τὴν ἄγραν ἀνέχοντες. Τίνος οὖν ἕνεκεν περιεργότερον ὑπεῖπον ταῦτα; ὅτι εἰ καὶ ταύτην τὴν τέχνην μέτεισιν ὁ Ἰωάννης, οὐ νεμεσητόν. Μετάβηθι ἐπὶ τὸν τῆς μεταφορᾶς τρόπον θεωρητόν, καὶ εὑρήσεις συμβαίνουσαν τῷ γένει τὴν ἐπιστήμην. Δαβὶδ ποιμὴν πρότερον προβάτων, εἶτα ὑπὸ Θεοῦ ποιμαίνων τὸν δοῦλον αὐτοῦ καὶ Ἰσραὴλ τὴν κληρονομίαν αὐτοῦ.

Σκέψαι μοι καὶ Ἰωάννην ἀπὸ τῆς ἀλόγου εἰς λογικὴν ὑπὸ τοῦ μεγάλου Λόγου μετενηνεγμένον θεοπρεπῶς ἁλείαν· οὐ γὰρ ποιμαίνειν τήνδε ἢ τήνδε καί τισιν ὁρίοις διειλημμένας φυλάς, ἀλλὰ γὰρ τὴν οἰκουμένην ἁλιεύειν ἅπασαν· Δεῦτε γάρ, φησίν, ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων· εἰ δὲ ὅτι κατὰ κοινοῦ ἡ κλῆσις, ἀλλ’ ἡμῖν τε ἀκτέον ταύτην ἐπὶ τὸν περὶ οὗ ὁ λόγος· ὥσπερ καὶ ἐπί τισιν ἄλλαις γενικωτέραις φωναῖς, οὐ πλεονεκτοῦσι παρὰ τοὺς λοιποὺς ἀποστόλους τῷ θεολόγῳ τὰς δὲ διὰ τῆς μερικωτέρας ἀναλήψεως, ἄπαγε· ὅτι μηδὲ πλεονεξία τοῖς ἀπὸ κοινοῦ φωτὸς ἀναφθεῖσι λαμπτῆρσιν, ἡ ὑφ’ ἑνὸς ὁλικὴ τῆς λαμπρότητος μέθεξις.

εʹ. Ἐπεὶ δὲ κατέστη ὑπὸ Θεοῦ ἀλιεὺς ὁ μέγας ἀπόστολος, δεῦρο ἴδωμεν αὐτὸν ἀλληγορικῶς ὡς ἐν πλοίῳ ἐν τῷδε τῷ σαρκίῳ καταρτίζοντα οὐ διεῤῥωγότα δίκτυα, ἀλλὰ τὰ εὐαγγελικὰ ἀπαρτίζοντα ἀμφίβληστρα· τίς ὁ κάλαμος; ὁ δογμάτων δόναξ· τίς ἡ ὁρμιά; ἡ πλοκὴ τῆς θεολογίας· τί τὸ ἄγκιστρον; ὁ τρίμερος σταυρός· τί τὸ δέλεαρ; ἡ θεοφόρος σάρξ, ἐν ᾗ δελεασθεὶς ἐχειρώθη τὸ μέγα κῆτος ὁ Βελίαρ.

Ζητεῖς ἐν ᾗ ὑπερκαθίζεται πέτρᾳ; νόει μοι τὴν στερεὰν ἕδραν τῆς πίστεως. Ὢ τοῦ θαύματος! ῥίπτει τὸ ἀμφίβληστρον οὐκ εἰς τόνδε τὸν κόλπον καὶ τόνδε, ἀλλ’ εἰς τοῦ βίου τὴν θάλασσαν· ἐκτείνει τὸν κάλαμον οὐκ εἰς μικρόν που διάμετρον, ἀλλ’ εἰς αὐτὰ τῆς οἰκουμένης τὰ τέρματα· ἐνίεισιν τὴν ὁρμιὰν οὐκ εἰς βάθος ἐπιμετρούμενον, ἀλλ’ ἐπ’ αὐτὴν τῆς ἀσεβείας τὴν ἄβυσσον. Θέα μοι τὴν ἄγραν πλούσιον ἐκ μοναδικῶν τε καὶ μιγαδικῶν συνηθροισμένην, τοὺς ἁδρούς φημι τοῦ λαοῦ καὶ ἀγελαίους, πολυειδῆ τε καὶ ποικίλον, ἔθεσι λέγω καὶ πάθεσιν, ἐκ μικρῶν τε καὶ μεγάλων, ἡλικίαις δηλαδὴ καὶ τάξεσιν· οὓς μὲν τετραχυνομένους δόγμασι μοχθηριῶν, ὡς ἐξ ὑφάλων τῆς ἀθεΐας πετρῶν λαμβάνων· οὓς δὲ λεληϊσμένους ἀφελότητι διανοίας οἷα πελαγοδρομοῦντας σαγηνεύων· καὶ ταῦτα οὐ θανατῶν, ἀλλὰ καὶ ζωογονῶν, οὐκ ἐν ἁλμυροῖς ὕδασι τῆς ἁμαρτίας συνέχων, ἀλλ’ ἐν γλυκέσι νάμασι τοῦ βαπτίσματος ἐνδιαιτῶν· οὐδ’ οὐ μὴν ἀργυρίοις φθαρτοῖς ἐπεμπολῶν, ἀλλ’ ὑπογραφῇ υἱοθεσίας ἐκ τῆς τοῦ διαβόλου δουλείας ἐλευθερῶν, προεζωγρημένους ὑπ’ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα. Ὢ τοῦ δράματος! τίς ἠκουτίσθη τοιοῦτον θήραμα ἐξ αἰῶνος; τίς ἔγνω τηλικοῦτον μεγαλέμπορον ἁλιέα;

ὅτι μὴ ἑκατοντάδας μόνον καὶ χιλιάδας, ἀλλὰ γὰρ πάντα τὰ ἔθνη ἂ μαθητεύειν ἐπιστεύθη προσάγοντα τῷ πρωθαλιεῖ Δεσπότῃ Χριστῷ· οὐκ ἆρα εἰκότως προὔλεγον μὴ οἷόν τέ με ἐφικνεῖσθαι τῆς ὑποθέσεως, κἂν ἄκρῳ οἱονεὶ δακτύλῳ;