Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν εὐαγγελιστήν

Θεόδωρος ὁ Στουδίτης

Η Αποκάλυψη, η μετάσταση και καταληκτήρια προσευχή

Αναφορά στη συγγραφή της Αποκαλύψεως στην Πάτμο, τη μετάσταση του Ιωάννη και θερμή ικεσία για την κατάπαυση της Εικονομαχίας, με τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 5 από 5

οὕτω τοιγαροῦν ὑπερανεστώς ἐστι πάσης τῆς ἐν λόγοις ἐγκωμιαστικῆς δυνάμεως, ὡς μόνου Θεοῦ εἶναι ἐκεῖνον ἐπαινέσασθαι, εἰ καὶ τολμηρὸν εἰπεῖν, παρ’ οὗ καὶ πλεονάζει τὴν ἔφεσιν· ὑφ’ οὗ καὶ τὰ ἐγκώμια ἔστεπται, φῶς καὶ βροντὴ καὶ τὰ τοιαῦτα προσαγορευόμενος· ἀλλ’ ἐπείπερ ταῦτα οὕτως, καὶ πέρας εἴληφεν ἡ ἀκήρατος ἀνθολογία, καθ’ ὅσον ἐφικτὸν ἡμῖν δρέψασθαι τοῖς πενολόγοις, δεῦρο καὶ ἡμεῖς ἐν τούτοις συγκαταπαύσωμεν τὸν λόγον, μικροῖς μεγάλα ἀμείψαντες· ἐκεῖνο προσθέντες τοῖς εἰρημένοις, ὡς οὐ μικρὸν ἂν εἴη γέρας αὐτῷ εἰς φιλοτιμίαν καὶ ἡ φρικωδεστάτη ἀποκάλυψις, ἣν ἐν Πάτμῳ περιορισθεὶς διὰ τὸν λόγον παρὰ τοῦ τηνικάδε κρατοῦντος, θεόθεν μυηθεὶς ἐκδέδωκεν· καὶ τοῦτο ἐκ πλεονασμοῦ τῆς ἀγάπης ἰδιαίρετον παρὰ τοὺς λοιποὺς εἰληφώς· φασὶ δὲ αὐτὸν μετὰ τὰς ἱερὰς ἐκείνας περιόδους καὶ τὴν εὐαγγελικὴν περίληψιν τῶν περάτων, ὧδέ που μέσον εἰς τὴν Ἀσιάτιδα χθόνα, ἐν ᾗ καὶ τὸν διδακτικὸν θρόνον μᾶλλον καθιδρύσατο, τὸ ἱερὸν αὐτοῦ σῶμα ἀποθέσθαι· ταφὴν μὲν κατὰ τύπον θανάτου, μεταστὰς δὲ ὑπὲρ φύσιν ἀνθρωπίνην, ἵνα κἀν τούτῳ δοξάσῃ Θεὸς τὸν ἑαυτοῦ ἐραστὴν μάλα· ἀλλὰ τὸ μὲν σῶμα ἐν τούτοις τὸ καθαρὸν καὶ εὐῶδες καὶ τὰ στίγματα τοῦ Χριστοῦ φέρον· τῇ δὲ ψυχῇ οὔσῃ ὡς ἀληθῶς ἡλίου φωτοειδεστέρᾳ, ἀναπτὰς τῶν ἐνθένδε ἀγγελικῇ δορυφορίᾳ εἰς ἐκεῖνον τὸν χῶρον μετελήλυθε τὸν αὐτῷ πρέποντα τῆς ἀῤῥήτου καὶ πρωτοφανοῦς ἀγαλλιάσεως.

ιβʹ. Ἀλλ’ ὦ μακαριώτατε, καὶ τρισμακαριώτατε, καὶ παμμακαριώτατε Ἰωάννη, ὁ μέγας τοῦ Εὐαγγελίου ἥλιος, ὁ βρυὴρ τῆς θεολογίας ὁ ἀένναος, τῶν ἀποστόλων ἀκρέμων, ἰσόπετρε, σὺ ἡμᾶς οὐρανόθεν εὐμενῶς ἔπιδε, ὅσης τὰ ὧδε κατηφείας, ἠφάνισται θυσιαστήρια ἐστεμμένα θείοις ἀγάλμασιν, ἀφῄρηται ναῶν ἱερῶν εὐπρέπεια· ἡ εἰκὼν Χριστοῦ καθύβρισται· ἐξουδένωται καὶ ἐν πόλεσιν καὶ ἐν χώραις καὶ κατ’ οἴκους· πρὸς δὲ καὶ τῆς Θεομήτορος, καὶ οὗ τινος οὖν ἄλλου τῶν οἷος σὺ καὶ μείων σοῦ θεοφόρων. Ὀδυρμοῦ τὰ πάντα.

Λάβε Πέτρον, συμπαράλαβε Ἰάκωβον, δεόμεθα· οἱ τρεῖς ἀεὶ Χριστῷ συμπάρεδροι, μεταμορφουμένῳ, θαυματουργοῦντι τὰ πολλά, ἀγωνιῶντι, προσευχομένῳ· ὡς ἤδη τῶν ὁμοχώρων μυστικώτεροι, αὐτοὶ καὶ νῦν σὺν τῇ λοιπῇ σεβασμίᾳ ἐννάδι τὴν ἁγίαν Τριάδα εὐμενῆ ἡμῖν καταστήσασθε, ἐπιτιμῆσαι Χριστὸν τῇ πονηρᾷ ταύτῃ θαλάσσῃ, ὥς ποτε τῇ Τιβεριάδι, γαλήνης εἰρηνοδώρου ἀντανισχούσης, ἐπαναδραμεῖν τὰς ἑαυτοῦ Ἐκκλησίας εἰς τὴν ἀρχαίαν καὶ ἀρεσθεῖσαν τῆς ὀρθοδοξίας ὡραιότητα· ἐμοὶ δὲ σὺ τῷ τολμητίᾳ, ὦ μάκαρ, ἵλεως ἔσο ὀφλήσαντι οὐκ ἐπαινέσαντι· καί γε δέξαιο τοὺς τόνδε σοι τὸν ναὸν ὁμοῦ μὲν περικαλλῶς, ὁμοῦ δὲ καὶ περιουσίως ἐγείραντας· ἐν ᾧ καὶ τὰ σώματα οἱ πλείους ἀσκητικῶς εἴασαν εἰς τὰ προαύλια, ὡς ἐνταῦθα τῆς σῆς φανοτάτης οὐρανίου σκηνῆς παραῤῥιπτεῖν δεῖ τοσοῦτον ἀξιουμένους σε ὁρᾷν σὺν παντὶ τῷ ποιμνίῳ κατὰ διάμετρον ἀξίας, ὅσον οἱ πρὸς αὐτὸν τὸν ἥλιον ἀποβλέποντες· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμή, καὶ προσκύνησις, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.