Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὸν ἅγιον Βαρθολομαῖον ἀπόστολον (Νόθος)

Θεόδωρος ὁ Στουδίτης

Προοίμιο και ισοτιμία του αποστόλου Βαρθολομαίου

Εισαγωγικές σκέψεις σχετικά με τη δυσκολία του εγκωμιασμού των αποστόλων, η σύγκριση του Βαρθολομαίου με τον απόστολο Πέτρο και η αρχική επίκληση του συγγραφέα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 1 από 5

Μέγιστος ἀγών, προσθήσω δ’ ὅτι καὶ κλέος, οὑτινοσοῦν τῶν ἁγίων ἔπαινον ἐξυφάνασθαι· καθ’ ὅσον μείζων ὁ μάρτυς ὀφείλων τοῦ μαρτυρουμένου καθίστασθαι, ἐνδεέστερός ἐστιν ἐνταῦθα ἅπας ἐγκωμιάζων τοῦ τὸν μακαρισμὸν διὰ τῆς ἐκβιώσεως ἀνεπίληπτον ἔχοντος. Τὸ δὲ καὶ ἀπόστολον ἐπαινέσαι, καὶ τοῦτον τῶν ἐπισήμων, πόσης ἂν εἴη τῆς ἐργωδίας, ὥστε τοῦ πνεύματος ἐπαρθῆναι ταῖς θεωρίαις καὶ κροτῆσαι ταῖς μεγαλοφωνίαις; οὗ γὰρ ὁ φθόγγος εἰς πᾶσαν τὴν γῆν ἐξελήλυθεν, ὡς τῇ τῶν ῥημάτων δυνάμει ἐν τοῖς τῆς οἰκουμένης διᾴττειν πέρασιν, δεήσειεν ἂν εἰκότως καὶ ὁ ἔπαινος ἐπ’ ἴσης ἐξακουτίζεσθαι. καὶ πρὸς ταῦτα τίς ἱκανός; τίς εὔελπις; τίς εὐσθενής; μὴ γὰρ ὅτι οὐ Πέτρος οὐδὲ Ἰωάννης, ὁ θεῖος Βαρθολομαῖος ἤδη μικρολογητέος καὶ οὐ πολλῆς χρηματίζων τῆς εὐφημίας; μαθητὴν Χριστοῦ ἀκούεις ὅλως, καὶ οὐ φρίττεις τὸν προιόντα; μάρτυρα τῆς ἀληθείας ἐπαΐεις, καὶ οὐ τέθηπας τὸν ᾀδόμενον; καὶ μὴν εἰ καὶ τῶν πολλῶν εἷς ἦν, ὅμως θεοῦ θεραπόντων προφερέστερος τῶν ἐπαίνων, μὴ ὅτι τῆς θείας δωδεκάδος ὁ μεσαίτατος, τῶν φωστήρων τοῦ κόσμου ὁ διαπρύσιος;

Ἔστιν γάρ, ἔστιν αὕτη καθ’ ἑαυτὴν ἡ δυοκαιδεκὰς ὥσπερ ἐπὶ κιθάρας ἐναρμονίου ἐφάμιλλος, ἴσον καὶ ὅμοιον ἀμφοτέρωθεν τὸν ἦχον τῆς θεολογίας ἀναπέμπουσα, εἰ βούλει δὲ ὥσπερ ἐπὶ ἐνιαυσιαίου κύκλου, ἑκάστου μηνὸς ἐπ’ ἴσης τὸ χρήσιμον ἐν τῷ παντὶ συνεισφέροντος, κἂν ἰδίᾳ ἕτερος ἑτέρου ποσότητί τε καὶ ποιότητι ἔχοι τὸ διάφορον. Οὔκουν ὀλιγοστὸς ἡμῖν ὁ εὐφημούμενος, ἀλλὰ καὶ λίαν ἐπηρμένος τῇ δυνάμει τοῦ πνεύματος, ἔχων τι καὶ ἐν αὐτῇ τῇ ἀπαριθμήσει μυστικὸν θεώρημα κατὰ ἀριθμητικὴν μέθοδον· μόνος γὰρ ὁ ἓξ ἀριθμὸς τῶν ἀπὸ μονάδος τέλειός ἐστιν τοῖς ἑαυτοῦ μέρεσι, συμπληρούμενος ἐκ τῶν αὐτῶν, ἡμίσεως μὲν τριάδος, τρίτου δὲ δυάδος, ἕκτου δὲ μονάδος. Εἰ δὲ καὶ κατὰ τὴν τῶν Πράξεων ἀριθμοθεσίαν ἕβδομον θείημεν, ἀρχὴ πάλιν ἐστὶν καὶ κορυφὴ τῆς δευτέρας ἑξάδος, ὡς ἐντεῦθεν τεκμαίρεσθαι πρὸς Πέτρον αὐτὸν τὴν ἀναφορὰν ἔχειν, ἐκ μὲν τῆς πρώτης ἑξάδος ἀναλογούσης τῆς ἀρχῆς τῷ τέλει, ἐκ δὲ τῆς δευτέρας ὅτι κορωνὶς τῶν μετ’ αὐτὴν ἀριθμουμένων.

Ἄθρει γάρ, ἀγαπητέ. Πέτρος μαθητεύει τὰ ἔθνη, ἀλλὰ καὶ Βαρθολομαῖος μετιχνᾶται τὰ ἴσα. Πέτρου ὡραῖοι οἱ πόδες τὰ ἀγαθὰ εὐαγγελιζομένου, ἀλλὰ καὶ Βαρθολομαίου ἰσοτερπεῖς τὰ μετέωρα θεολογοῦντος. Πέτρος τερατουργῶν τὰ μεγάλα, ἀλλὰ καὶ Βαρθολομαῖος θαυματουργῶν τὰ ῥαγδαῖα. Πέτρος ἀνασταυροῦται, ἀλλὰ καὶ Βαρθολομαῖος ἀντίποινα πάσχων καρατομεῖται· ὅσα δρᾷ Πέτρος, τοσαῦτα ἐνεργεῖ Βαρθολομαῖος· ἐφ’ ὅσα χωρεῖ μυστήρια Πέτρος, ἐπὶ τοσαῦτα ἐμβατεύει Βαρθολομαῖος· ἐπ’ ἴσης εἰς τὸ τῆς θεολογίας ἄνεισιν ὄρος· ἐπ’ ἴσης θεμελιοῖ τὴν Ἐκκλησίαν· ἀντίρροπα ἔσχεν τὰ λοιπὰ θεῖα χαρίσματα.

Δεῦρο δὴ οὖν μειλισσόμενος, γενοῦ ἔφορος τοῦ λόγου, ὦ μάκαρ· τράνωσόν μου τὴν γλῶτταν τοῦ μογιλάλου· δίδου μοι τὰς ἀφορμὰς τῶν ἐγκωμίων τῆς σῆς μεγαλωσύνης· οὐχ ἵν’ αὐτὸς προσλάβοις τι, ἔχων οἴκοθεν τῶν μακαρισμῶν τὸ πλῆρες, ἀλλ’ ἵν’ ἀφοσιωθῇ ὁ πόθος τοῦ προστεταχότος καὶ ἵν’ ἐγὼ πενιχρότατος παῖς σου πατρικαῖς εὐχαῖς ἀπολαύσαιμι ἐπαίνου τὸν σὸν ἔπαινον συγκροτοῦντος· οὐ γὰρ οἷόν τε ἀμέτοχον φωτισμοῦ μεμενηκέναι τὸν πρὸς τὰς αὐγὰς τῆς ἡλιακῆς ἀκτῖνος ἀνανεύοντα τὰς κόρας.