Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὸν ἅγιον Βαρθολομαῖον ἀπόστολον (Νόθος)

Θεόδωρος ὁ Στουδίτης

Μαρτύριο και απόρριψη του ιερού λειψάνου στη θάλασσα

Η καρποφορία του κηρύγματος, οι διωγμοί, το σκληρό μαρτύριο του αγίου και η απόρριψη της λάρνακάς του στη θάλασσα από τους απίστους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 3 από 5

Σκέψαι μοι τὰς πόλεις καὶ τὰς κατοικεσίας, ἃς πάλαι ὁ λαοπλάνος τῇ ἀπιστίᾳ κατεῖχεν ἠλίβατος, πυργωθείσας ἐν θεογνωσίᾳ, καὶ τὰς τῶν ἐναντίων ἐπιβουλὰς ῥᾷον ἀποπεμπομένας, τὰ λήϊα τεθηλότα, τοὺς ἀμπελῶνας περκάζοντας, τοὺς παραδείσους κυπρίζοντας, τοὺς νοσοῦντας πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν τεθεραπευμένους. Τοιαῦτα τὰ τοῦ Ἀποστόλου, ὡς ἂν εἴποι τις, πρωτόλεια καὶ ἐκφόρια, τηλικοῦτοι οἱ ἀγῶνες, οἱ ἱδρῶτες, οἱ πόνοι, καὶ ταῦτα ἐν λιμῷ καὶ δίψῃ, ἐν ψύχει καὶ γυμνότητι, ἐν ὕβρεσιν καὶ ὀνείδεσιν, ἐν φυλακαῖς καὶ δεσμοῖς, ἐν διωγμοῖς καὶ ἀπαγωγαῖς ἐκ τόπου εἰς τόπον, ἐκ πόλεως εἰς πόλιν, ἐκ θεάτρου εἰς θέατρον, ἐν βασάνοις καὶ αἰκισμοῖς, ἐν φόνῳ καὶ μαχαίρᾳ, τὸ τελευταῖον· ἀφ’ ὧν γὰρ ἐχρῆν αὐτοὺς ἀμείβεσθαι ἀγαθοῖς τὸν διδάσκαλον, τὸν σωτῆρα, τὸν ἰατῆρα, ὑπὲρ τούτων εἰσπράττονται τὰ δεινά· προπηλακίζουσιν, παίουσι, πλήττουσι, κολάζουσι, ξέουσι· τί οὐ λέγοντες; τί οὐ πράττοντες; τί οὐκ ἐπινοοῦντες; τί οὐκ ἐπεξευρίσκοντες τῶν ὅσα εἰς δριμυτέραν κάκωσιν καὶ ἀνίας ἐπαύξησιν; βαβαὶ τῆς ἀπηνείας! φεῦ τῆς θηριομανίας! οἵους τοὺς μισθοὺς τῷ θεραπευτῇ προσήγαγον οἱ ἀναβλέψαντες, οἱ εὐηκοήσαντες, οἱ οἰκοδομηθέντες, οἱ καταρτισθέντες, ἀντὶ τιμῆς ἀτιμίαν, ἀντὶ εὐλογίας κατάραν, ἀντὶ δώρων ποινάς, ἀντὶ ἀναπαυστικῆς ζωῆς τὸν πικρότατον μόρον.

Φασὶ γὰρ αὐτὸν μετὰ τὸ πολλὰς καὶ ἀνηκέστους ὑποῖσαι κολάσεις, ἐκδεδάρθαι ὑπὸ τῶν ἀσεβῶν εἰς θυλάκου εἶδος, εἶθ’ ὕστερον ὑπὸ τῶν πιστῶν τετάφθαι, ἵνα κἀνταῦθα πρύτανις καὶ μετὰ πότμον φανείη ὁ μέγας τοῦ θεοῦ κῆρυξ. Οὐ γὰρ ἐπεὶ μετῆλθεν τῶν τῆδε, ἠμέλει τῶν κτεινάντων, ἀλλ’ ὡς ποιμὴν ἀγαθός, ὅσον ἦν τοῦ καιροῦ, ἐξεκαλεῖτο ταῖς θαυματουργίαις τοὺς ἀπολισθαίνοντας, προσοικειοῦτο τερατουργίαις τοὺς ἀπεστραμμένους· τὴν δὲ θηριότροπον γνώμην, τὴν ἀμείλικτον καρδίαν, οὐδὲν τὸ ἀνακτοῦν, οὐδὲν τὸ ἀνασειράζον, ἡνίκα εἰς βάθη κακῶν εἴη ἐμπεπτωκυῖα. Τί γὰρ τὰ ἑξῆς; μαίνονται κατὰ τοῦ ἱεροῦ ἐκείνου σώματος· θυμομαχοῦσι κατὰ τοῦ ἰαματουργοῦντος λάρνακος· ἀποπέμπονται τὸ ἰατρεῖον οἱ ἀσθενοῦντες, οἱ τυφλοὶ τὸν χειραγωγόν, οἱ μυωπάζοντες τὸν φωτοδότην, οἱ ναυαγοῦντες τὸν κυβερνήτην, οἱ θανατούμενοι τὸν ζωοποιοῦντα. Καὶ τοῦτο πῶς; ῥίπτουσι κατὰ πόντον, ὡς ἂν μὴ εἴη τις ὁ πρὸς αὐτοῦ εὐεργετηθησόμενος· τοιοῦτον γὰρ τῶν βασκαινόντων τὸ πάθος, μηδὲ τὴν ἐθελούσιον ἀπώλειαν σωτηρίαν ἑτέρων ἀναινομένων γενέσθαι.