Ἀλλὰ χαίροις, ὦ μάκαρ μακάρων, τρισμακάριστε Βαρθολομαῖε· χαίροις, τὸ θεοείκελον μίμημα τοῦ καλοῦ διδασκάλου· χαίροις, τὸ θεοφεγγὲς ἀγλάισμα τῆς σεπτῆς Ἐκκλησίας· χαίροις, τὸ εὐηχέστατον ὄργανον τῆς τοῦ Πνεύματος μελῳδίας· χαίροις, ἡ πολύφορος καὶ γλυκύκαρπος κλῆμαξ τῆς τοῦ Χριστοῦ ζωηρᾶς τε καὶ πατρογεωργήτου ἀμπέλου· χαίροις, ὁ ἀξιόχρεος θεράπων τοῦ Δεσπότου τῶν ἁπάντων· χαίροις, ὁ ἀξιοπόθητος φίλος τοῦ ἐπουρανίου νυμφίου· χαίροις, ὁ σοφόρειθρος καὶ πολύαρδος ποταμὸς τοῦ νοητοῦ παραδείσου· χαίροις, ὁ ἐμπειροθήρατος ἁλιεὺς τῶν λογικῶν ἰχθύων· χαίροις, ὁ θεοδύναμος τραυματιστὴς τοῦ λῃστεύσαντος τὸν κόσμον διαβόλου· χαίροις, ὁ εὐτεχνότατος ῥήτωρ τῆς ἀληθινῆς σοφίας· χαίροις, ὁ πολυφανὴς καὶ κοσμοφανὴς ἑωσφόρος τῆς θεολογίας· χαίροις, ὁ θεοφανὴς καὶ πυροειδὴς στῦλος τῆς ὀρθοδοξίας· χαίροις, ὁ ἐξ ἀνατολῶν ἐπὶ δυσμὰς θαλαττοβαδίσας παραδόξως· χαίροις, παμφαέστατε ἥλιε τῆς οἰκουμένης· χαίροις, πυρύγλωσσον στόμα τῆς θεοσοφίας· χαίροις, ἀεναόβρυτε πηγὴ τῶν ἰαμάτων· χαίροις, διωκτὴρ φοβερώτατε τῶν δαιμόνων· χαίροις, τῆς Ἀρμενίας τὸ πολύευκτον ἐγκαλλώπισμα· χαίροις, τῆς Λιπάρεως τὸ ἀσπασίαστον καὶ πολυπροσκύνητον αὔχημα· χαίροις, ὁ τὴν θάλασσαν καθαγιάσας ταῖς πορευτικαῖς μεταβάσεσιν· χαίροις, ὁ τὴν γῆν καταπορφυρώσας τῇ ἐρυθρότητι τῶν παναγίων αἱμάτων σου· χαίροις, ὁ τὸν ἀέρα κατευωδιάσας ταῖς ἱεροπνεύστοις θεορρημοσύναις σου· χαίροις, ὁ εἰς οὐρανοὺς φοιτήσας, καὶ τοῦ ὁμοστοίχου θιάσου μεσόχορος ἐκλάμπων ἐν ἀπροσίτου δόξης λαμπρότητι, ἐν ἀγαλλιάσεως ἀκορέστῳ θυμηδίᾳ.