Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὸν ὅσιον Ἀρσένιον (Νόθος)

Θεόδωρος ὁ Στουδίτης

Εγκωμιαστικός επίλογος και πνευματική κληρονομιά

Σύνοψη της πολιτείας του αγίου, η μίμησή του από τον Μέγα Ευθύμιο και τελικοί ρητορικοί έπαινοι για τις ασκητικές του αρετές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 7 από 7

Οὐδέποτε ἠθέλησε λαλῆσαι ζήτημα τῆς Γραφῆς, καίπερ δυνάμενος λαλῆσαι, εἰ ἤθελεν· ἀλλ’ οὔτε ἐπιστολὴν ταχέως ἔγραφεν. Ὅτε δὲ ἤρχετο εἰς τὴν ἐκκλησίαν διὰ χρόνου, ὀπίσω τοῦ στύλου ἐκαθίζετο, ἵνα μηδεὶς ἴδῃ τὸ πρόσωπον αὐτοῦ, μή τε αὐτὸς ἄλλου προσχῇ. Ἦν δὲ τὸ εἶδος αὐτοῦ ἀγγελικός, ὥσπερ τοῦ Ἰακώβ, ὁλοπόλιος, ἀστεῖος τῷ στόματι, ξηρὸς δὲ ὑπῆρχε καὶ μακρός, ἀλλ’ ἐκυρτώθη ἀπὸ τοῦ γήρως. Εἶχε δὲ τὸν πώγωνα μέγαν, φθάνοντα ἕως τῆς κοιλίας, αἱ δὲ τρίχες τῶν ὀφθαλμῶν αὐτοῦ ἔπεσον ἀπὸ τοῦ πολλοῦ κλαυθμοῦ. Τελευτᾷ δὲ ἐτῶν ἐνενήκοντα πέντε· ἐποίησε δὲ εἰς τὸ παλάτιον τοῦ τῆς θείας μνήμης Θεοδοσίου τοῦ μεγάλου ἕως τοῦ τεσσαρακοστοῦ ἔτους τῆς αὐτοῦ ἡλικίας, καὶ ἐν τῇ Σκήτει ἔτη μʹ, καὶ δέκα εἰς Τρώην τῆς ἄνω Βαβυλῶνος κατέναντι Μέμφεως, καὶ ἔτη γʹ εἰς τὸν Κάνωπον τῆς Ἀλεξανδρείας, καὶ ἄλλα δύο ἔτη ἦλθε πάλιν εἰς Τρώην, καὶ ἐκεῖ ἐκοιμήθη, τελέσας ἐν εἰρήνῃ καὶ φόβῳ Θεοῦ τὸν δρόμον αὐτοῦ· ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος ἁγίου καὶ πίστεως.

Κατέλιπε δέ μοι τὸν χιτῶνα αὐτοῦ τὸν δερμάτινον, καὶ τρίχινον κάμισιν λευκόν, καὶ σανδάλια σεβέννινα, καὶ ἐγὼ ὁ ἀνάξιος ἐφόρεσα αὐτά, ὅπως εὐλογηθῶ. Τοῦτο τὸ πέρας τοῦ βίου τοῦ μακαρίου Ἀρσενίου, ὡς ἐν ὀλίγοις δὲ διηγημένον, οὐ κατὰ τὸ πλῆθος τῶν ἀξιαγάστων αὐτοῦ πρακτικῶν, ἀλλὰ κατὰ τὸ φθᾶσαι βραχυμερὲς γραφῇ παραδοθῆναι παρὰ τῶν ὁσίων γερόντων. Ἡμεῖς δὲ καὶ τὰ περὶ ἑαυτῶν ληψόμενοι, οὐκ ὀκνήσομεν τόλμῃ χρώμενοι προσθῆναί τι τοῖς εἰρημένοις, τῆς μὲν πενιχρολογίας ἡμῶν δήλωσιν, τοῦ δὲ πρὸς τὸν Ἅγιον πόθου ἀποπλήρωσιν.

κδʹ. Τίς λόγος δυνηθείη φράσαι τοῦ πανολβίου τούτου καὶ τρισμάκαρος ὁσιωτάτου ἀνδρὸς τὰ κατορθώματα διηγήσασθαι, ἃ οὐ μόνον ἡ καθ’ ἡμᾶς γενεὰ θαυμάζει καὶ πειρᾶται τὰς τούτου ἀθλητικὰς ἐν ἀσκήσει παλαίστρας ζηλοτυπῶν, ἀλλὰ καὶ οἱ ἀκρέμονες καὶ κορυφαῖοι τῶν ἁγίων ἀρχαίων Πατέρων τὴν τοῦ ἐμιμήσαντο πολιτείαν; Λέγω δὴ τὸν μέγαν Εὐθύμιον, ὃς πᾶσαν σπουδὴν ἐποιεῖτο τούτου μιμεῖσθαι τὰς ἀρετάς, τήν τε ἡσυχίαν αὐτοῦ καὶ σιωπὴν καὶ ταπεινοφροσύνην, τὸ τοῦ ἐνδύματος εὐτελὲς καὶ τὴν τῶν βρωμάτων ἀποχήν, καὶ τὴν εἰς πάντα καρτερίαν τὸ ἑαυτῷ προσέχειν, κατὰ τὸ ὑπ’ ἐκείνου λεγόμενον·

Ἀρσένιε, διὸ ἐξῆλθες; Ἐζήλου δὲ αὐτοῦ καὶ τὴν κατάνυξιν καὶ τὰ δάκρυα καὶ τὰς παννύχους ἀγρυπνίας, τὸ φιλέρημόν τε καὶ μισόδοξον καὶ μισοσύντυχον, τὸ εἰς προσευχὴν πρόθυμόν τε καὶ εὔτονον, τό τε συμπαθὲς καὶ διακριτικόν.

Ἐπειδὴ τοίνυν πάσῃ σπουδῇ τὴν ἐκείνου ἐμιμήσατο πολιτείαν, καὶ τῶν ἐκείνῳ προσόντων χαρισμάτων ἠξιώθη ἐν ἀπολαύσει γενέσθαι τῆς τε τοῦ παναγίου Πνεύματος μεταδοσίας, καὶ τῆς τοῦ θείου φωτὸς ἐλλάμψεως, καὶ τοῦ διορατικοῦ χαρίσματος.

κεʹ. Ὦ μακαρίων μακαριώτατε Ἀρσένιε, τὸ καθαρὸν τοῦ Πνεύματος καταγώγιον. Τίς ἀξίως ἐφηγεῖται λόγος τῶν σῶν κατορθωμάτων; ποῖον δὲ εἶδος ἀρετῆς πρῶτον ἐν σοὶ ἐπαινέσομαι; Ἀναχώρησιν κόσμου; Καὶ τίς οὕτως ἐπακηκοὼς φωνῆς θείας κατέλιπε θᾶττον κόσμον ὅλον; Πρὸς τὸν τρόπον καὶ τὸν τόπον τῆς σωτηριώδους καταπαύσεως προσδραμὼν Ἀβραὰμ ὁ πατριάρχης, ἀλλὰ σὺν γυναικὶ καὶ ἀποσκευῇ· σὺ δὲ μονώτατος καὶ ἄσκευος καὶ ἀπέριττος, μόνον τοῦ Χριστοῦ τὸν σταυρὸν ἐπωμάδιον φέρων ηὐλίσθης ἐν τῇ ἐρήμῳ. Βασίλειοί σε αὐλαὶ οὐ καθείλκυσαν, ὑπεροχαὶ ἀξιωμάτων οὐ περικράτησαν. Ὅσον ταῦτα ἐκείνου θαυμασιώτερα προσέτυχεν ἐργασίαν. Τίς οὕτω συστραφεὶς τῶν αἰσθήσεων ἔξω κόσμου, καὶ τῶν κάτω φαντασιώντων χαρακτήρων γενόμενος, Θεῷ συλλαλῆσαι ἠξίωται; Μωσῆς ὁ μέγας ἀναχθεὶς ἐν τῷ Σιναίῳ· ἀλλὰ καὶ σὺ ἐν τῷ τῆς προσευχῆς στύλῳ ἐφθακὼς ὁμιλεῖν Θεῷ ἠξίου ἑκάστοτε. Κἀκεῖνος τὸ πρόσωπον ἐντεῦθεν δόξῃ περιήστραπτο· σὺ δὲ οὐκ ὅλος πῦρ τῷ ὁρῶντι ἐδείκνυσο; Ὢ τοῦ θαύματος· τῇ δι’ εὐχῆς πρὸς Θεὸν συναφείᾳ φλὸξ δεικνύμενος, ἐφόμοιος ὢν τοῦ μετεχομένου ὁ μετέχων, ἄγγελος πυριφλεγέθων, καὶ εἰ μὴ τολμηρῶς εἰπεῖν, τῆς Μωσαϊκῆς δόξης ὑπερφερέστερος. Τί δὲ ἡ στάσις ἡ πάννυχος; ἡ νὺξ ὡς ἡμέρα ταῖς προσευχαῖς ἐπεφώτιστο, ὡς ὁ θεῖος Δαβὶδ ἐμελογράφησεν.

Ἥλιός σε παρεστῶν τῇ εὐχῇ ἡλίῳ παρέπεμπε, τὴν κυκλικὴν περιδρομὴν ποιούμενος. Ὦ ἥλιε καὶ τοῦ ὄντως νοητοῦ Ἡλίου ἐφάμιλλε· ἡ διάνοιά σου φωτὸς ἐγκύμων ὑπάρχουσα ἡλιακῶν ἀκτίνων καθαρώτερον, τοὺς λογισμοὺς εἰς οὐρανὸν ἠφίη καὶ ὑπὲρ τοῦ οὐρανοὺς ἀνατρέχοντας.

κϛʹ. Ἡσυχίας τερπνότητα; Καὶ τίς σου ὦπται φιλησυχώτερος, τῶν ἀνθρωπίνων θορύβων ἀφιστάμενος, καὶ πρὸς Θεὸν μόνον μετεωριζόμενος; Πυθαγόραν φασὶ τὸν φιλόσοφον ἄλλῳ μὲν οὐδενί, βουσὶ δὲ καὶ ὀρνέοις προσλαλεῖν ἡσυχίας ἔρωτι. Σὺ δὲ τοῦδε τὸ ἀφιλόσοφον διήλεξγας ὡς σμικροπρεπές, μηδὲ φωνῆς ὀρνέων ἐπαΐοντα τὸν ἡσυχαστὴν ἠρεμεῖν. Ἔοικέ σου ἡ καθαρὰ καρδία πελάγει κατεστορεσμένῳ γαλήνῃ βαθείᾳ, πόρρω τῶν τῆς πονηρίας πνευμάτων βαλλομένων ἐπιπνοίᾳ τοῦ παναγίου Πνεύματος, ἐν ᾧ τὸν πλοῦν διαπεράνας, εἰς τὸν ἀκύμονα λιμένα τῆς ἄνω βασιλείας κατέπαυσας. Ταπεινοφροσύνης ὕψος; Καὶ τίς οὕτως ἐταπείνου ἑαυτὸν ἐν εὐτελείᾳ ἐσθῆτος; Τίς οὕτω τὰ πρῶτα ἔχων ἐν βασιλεῦσι καὶ πολὺς ἐν παιδεύσει, ὕστατος ὤφθη ἐν ἀποκρύψει εὐγενείας τε καὶ σοφίας τῆς ἀπολλυμένης; Ὁ χρυσοστόλιστος πενιχροφόρος, ὁ πολύσοφος ἀγροικιζόμενος· ὁ πολυμαθέστατος μαθητευόμενος ταῖς ἐρωτήσεσιν καὶ ταῖς ἐκμαθήσεσι προσπαθείας νεκρότητα, καὶ παρῆκες ἑτέρῳ πλέων ἔχειν. Τὸ πρὸς τοὺς ἀγχιστεύοντας αἰσθέσθαι;

Ἐντεῦθέν σοι τὸ λέγειν· Ἐγὼ πρὸ ἐκείνου ἀπέθανον, τῷ προαιρετικῷ δηλαδὴ θανάτῳ τοῦ φυσικοῦ προτεθνηκότος σου. Ἐντεῦθεν τὸ μακάριόν σου ἐπίφθεγμα· Ἀρσένιε, διὸ ἐξῆλθες; ὃ ᾄδουσι χοροὶ μοναστῶν, φέροντες σωτηρίας ἐφόδιον· ἁμαρτίας γάρ ἐστιν ἐμπόδιον, τὴν αἰτίαν, δι’ ἣν κόσμου ἐπερράγημεν, ἐπαναμιμνῄσκειν, καὶ πρὸς μηδὲν ἄλλο, ἢ περὶ τοῦδε μόνου φροντίζειν.

κζʹ. Τί δὲ ἡ ἀγαλλίασις τῆς θείας κατανύξεως, μελέτη θανάτου διηνεκής, ἀενάως πελαγίζουσα ἐν τῇ καθαρᾷ καρδίᾳ σου, ἐξ ἧς τὰ ῥεῖθρα τῶν δακρύων ἀνελλειπῶς προχέοντα πυρσόν σοι ἀνῆψε θείας ἀγαπήσεως; Τῇ σωφροσύνῃ δεύτερον Ἰωσὴφ εἰκότως καλέσαιμι· ἀλλὰ καὶ τὸ τῆς θήλεος μνημόσυνον εἰς ἅπαν ἐξαίρων ἐξ ἁγνῆς καρδίας σου. Ὁ ὄντως Φερώνυμος ἄρσην, καὶ οὐδὲν θηλυπρεπῶς ἐπιφερόμενος. Τῇ ἐγκρατείᾳ τὰ πάθη πτερνίζων, τὸν πατριάρχην Ἰακὼβ ἐζήλωσας, ἐσθίων διὰ τὸ ζῇν, οὐ ζῶν διὰ τὸ ἐσθίειν· ὃ γὰρ τοῖς ἔξω λόγῳ πεφιλοσόφηται, τοῦτό σοι ἔργῳ ἑκάστοτε ἐπεπλήρωτο. Τῇ ἀγρυπνίᾳ ὡς ἀσώματος διετέλεσας, κοιμίζων τοὺς ἀστέρας ταῖς ἐγρηγόρσεσι, παραπέμπων τὴν νύκτα ταῖς ἐπικλήσεσι, πάσης ἀρετῆς ἀνάπλεως, παντὸς κατορθώματος ἐραστὴς ἀκριβέστατος.

Ὦ φωστὴρ τῆς ὑπ’ οὐρανὸν φωτεινότατε. Ὦ ἀστὴρ ἡσυχαστῶν αὐγοειδέστατε. Ὦ κλέος μοναστῶν πολυευκτότατον. Εὖγε, ἄγγελε, ἐπίγειε, ἀπαθείας ὡραιότησιν ἐπτερωμένε. Εὖγε, ἀρετῶν παράδεισε, παντὸς ὡραίου κατορθώματος πεφυτευμένε.

Εὖγε, οὐρανὲ κατάστερε, ποικίλοις κάλλεσι ... δεδημιουργημένε ἐφ’ ὕψει τοῦ καθαρωτάτου βίου ...