Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὸν Θεοφάνην Ὁμολογητήν

Θεόδωρος ὁ Στουδίτης

Κοσμικός βίος, μοναχική αφιέρωση και ασκητικοί αγώνες

Η ευγενής καταγωγή του οσίου, η διατήρηση της παρθενίας κατά τον έγγαμο βίο, η μοναχική κουρά και η ίδρυση της μονής στη Σιγριανή, καθώς και η περιγραφή των αρετών και των πειρασμών του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 2 από 4

Οὗτος δὴ οὖν ὁ ἀοίδιμος—φέρε γὰρ ἄνωθεν ἀρκτέον τοῦ λόγου— ῥίζης οἵας ὦπται βλάστημα, οὔ τι που σπουδαῖον λέγειν. Ὅμως ἵνα καὶ πατράσιν εἴη δόξα ἐγκωμιαζομένου παιδός, καλὸν καὶ τούτων ἐπιμνησθῆναι· ὧν τὰ ὀνόματα Ἰσαάκιος καὶ Θεοδότη, καὶ ὦν τὸ εὐγενὲς ἐπίσημον καὶ ἡ περιουσία ὄλβιος καὶ τρίτον τὸ ἐν βασιλείοις κλέος ἐπιφέρεσθαι οὐ μικρὸν εἰς βίου σεμνολόγημα. Ἀφ’ ὧν ἀνατεταλκὼς ὁ θαυμάσιος καὶ τοῖς κατὰ σάρκα συμβαλὼν τὰ κατὰ πνεῦμα, διαφανοῦς ὑποθέσεως πρόκειται ἡμῖν ἀφήγημα· καὶ οὐκ οἶδα πότερον τὸ τῆς ψυχῆς πλάσμα ἢ τὴν τοῦ σώματος θέσιν ὑπογράψοιμι.

Εἰ γὰρ καὶ τοῦ δευτέρου οὔ τί που λόγος τοῖς κατὰ πνεῦμα ὡραϊσμένοις τῇ κεραστικῇ τῶν ἀρετῶν εὐμορφίᾳ—ἐφ’ ᾧπερ μόνῳ κάλλει Θεὸς τέρποιτο, ἐρῶν ὡς ἐραστὴς τοὺς ἀντερῶντας καὶ συμμόρφους ἀποτελῶν τῆς οἰκείας δόξης τοὺς ὡς μαθητὰς πεφιλημένους, —ἀλλ’ ὅμως ἐκείνῳ οὐ μικρὸν καὶ τοῦτο εἰς εὐφημίαν, παριδεῖν μετὰ τῶν ἄλλων κἀκεῖνα ἅπερ τοὺς πολλοὺς ἕλκει πρὸς μοχθηρίαν τῇ φύσει οἱονεὶ δεδουλωμένους καὶ οὐ δήπου τῶν κατ’ αἴσθησιν δελεασμάτων ὑπερανεστηκότας.

Τίνα ταῦτα; Εὐθύτης προσώπου, μελῶν συμμετρία, μέγεθος ἡλικίας, χειρῶν εὐστροφία, ποδῶν ὠκύτης κἀν τοῖς στρατιωτικοῖς κἀν τοῖς ἄλλοις ἐπιχειρήμασιν, οἷς ὁ γενναῖος τῶν συνηλικιωτῶν ὑπεραστράπτων γίνεται μὲν εὐθὺς γνώριμος βασιλεῖ, αἴρεται δὲ εἰς κλέος στρατωρικόν, διαπρέπει δὲ ἐν βασιλείοις αὐλαῖς ὡς ἀληθῶς τυραννίδος ἔχων εἶδος καὶ ἐκ τῶν ἤδη φθασάντων εἰς μείζους λαμπρότητας προσαγόμενος.

Οὐ πολὺ τὸ ἐν μέσῳ καὶ τοῦ πατρὸς ἐνθένδε μεταστάντος τῆς τε μητρὸς τὰ εἰκότα τελούσης, ἄγεται ὁ ἱερὸς ἔτι ὢν ἴουλος τὴν ὄψιν—ἐπείπερ ἦν ἐννεακαιδέκατόν που ἔτος ἄγων—εἰς κοινωνίαν βίου· καὶ ἡ νεᾶνις ἦν ἑνὸς τῶν ἐπὶ κλέει καὶ πλούτῳ περιφανῶν θυγάτηρ. Ἀλλ’ οὐ γὰρ ἀφίησιν ὃν προέγνω καὶ προώρισε Θεὸς εἰς χαρίσματα ἰαμάτων ἔσεσθαι τοῖς ἐπὶ γῆς ὑπὸ σαρκὸς ἐπὶ πολὺ καλινδεῖσθαι. Τί γὰρ τὸ ἐντεῦθεν; Ὡς μὲν ἐνίων λόγος, ἐπειδὴ τὰ μυστικὰ οὐ πολλοῖς ἔκφορα, μήπω ἐγνωκότες ἀλλήλους οἱ σὺν ἀλλήλοις ἀπ’ αὐτῆς τῆς νυμφικῆς παστάδος, ὃ καὶ ὑπεραινετόν· ὡς δὲ πᾶσι γνώριμον, ἄπαιδες διατελοῦντες δυοῖν μεσολαβούντων χρόνων ἢ καὶ πρός, βουλῆς γίνονται ἀμφότεροι ἐνθεαστικῷ νῷ τμηθῆναι διὰ Χριστὸν τῆς ἀλλήλων συναφείας ἐπὶ αἱρέσει τοῦ μοναδικοῦ σχήματος.

Καὶ τὸ ὅραμα ξένον καὶ τὸ διήγημα θεῖον. Πῶς καὶ τίνα τρόπον; Ὅτι εἰ καὶ προὔλαβε τὸ ὑπόδειγμα τελεσθὲν ὑπερφυῶς πρὸς ἄλλων ἱερῶν ἀνδρῶν, ἀλλ’ οὖν ἄρτι τότε ὁπότε ἠμείφθη ἐκ διωγμοῦ πικροτάτου τὸ μοναδικὸν σύστημα χειρὸς Βριάρεω, καρδίας θεοστυγοῦς, Κωνσταντίνου φημὶ τοῦ παμπονήρου, οὗ ἀνυπέρβλητος ἡ μανία, καὶ κράτος θείᾳ νεύσει εἰρηνόχυτον ἀνατέταλκε τῇ καθ’ ἡμᾶς οἰκουμένῃ, Εἰρήνης δὴ λέγω τῆς συνωνύμως βασιλευσάσης, τηνικαῦτα ἀνίσχουσιν οἱ ἀοίδιμοι. Ὃ πῶς οὐκ ἀγαστόν; Πῶς δ’ οὐ σεβαστόν; Καὶ θέα μοι τῶν τελουμένων τὰ αἴσια· ἐνικᾶτο φύσις τῇ ἐφέσει τοῦ ὑπὲρ φύσιν· ἐσκορπίζετο πλοῦτος εἰς θησαυρὸν ζωῆς αἰωνίου· διεπτύετο ἀξίωμα εἰς δόξαν ἀκήρατον· ἐθρυλλεῖτο πανταχοῦ τὸ δρώμενον. Ὢ τοῦ θαύματος· οἱ τὴν ὥραν στίλβοντες τὸν ὡραῖον ἐννοοῦντες ἔστενον· οἱ τῷ πλούτῳ βρίθοντες τὸν πολύολβον διαβλέποντες ὑπεσμύχοντο· πλήττειν γὰρ οἶδεν ὁ φιλόθεος τὸν μισάρετον, ὡς ἔμπαλιν παρακαλεῖν ὁ μισόκοσμος τὸν φιλάρετον. Τί δὲ φῶμεν; Οἱ ἐν συζυγίαις κατειλημμένοι, ὁρῶντες τὸν ὑμνούμενον μετὰ συνοίκησιν διὰ Θεὸν ἄζυγα οὐ τῷ ἰδίῳ σκεύει ἐν ἁγιασμῷ καὶ τιμῇ χρησόμεθα; Οὐκ ἐγκρατείας καὶ προσευχῆς καιρὸν γνωρίσομεν; Ἀλλ’ ὁ μὲν ἀγγελικῶς, ἡμεῖς δὲ ἐθνικῶς· καὶ ὁ μὲν οὐδὲ τῆς ἰδίας σαρκὸς ἀπολελαυκώς, ἡμεῖς δὲ καὶ ἀλλοτρίοις ἐπιμαινόμενοι γάμοις ἐφ’ ἕτοιμον πῦρ ἄσβεστον ὁδεύσομεν.

Ταῦτα οἱ τὸν ναὸν τοῦ Θεοῦ φθείροντες, οὓς φθερεῖ ὁ Θεός, καθά φησιν ὁ ἱερὸς ἀπόστολος· ὁ δὲ ὑπερανεστὼς καὶ αὐτῆς τῆς φύσεως, ὡς ἀληθῶς γενναῖος ἀγωνιστὴς καὶ στρατιώτης Χριστοῦ, συνεργίᾳ τῆς κρατούσης, ἧς καὶ μάλα κατένυξε τὴν καρδίαν τὸ δρᾶμα, ἀποκαθιστᾷ μὲν τὴν ὁμόζυγον ἐν σεμνείῳ τινὶ οὐ πολὺ ἀπέχοντι τοῦ Βυζαντίου κατὰ τὴν ὀνομαζομένην τῆς Πριγκήπου νῆσον, ἑαυτὸν δὲ μακράν που διάρας ἐν ἑτέρᾳ δὴ Κλωνύμῳ κεκλημένῃ νήσῳ ἀφιεροῦται τὴν μοναδικὴν ἐπίκλησιν καρθεὶς ὑπό τινος περιβοήτου ἀνδρός, οὗ τοὔνομα Θεόδωρος καὶ οὗ ἐπίκλην Μονοχειράριος· παρ’ οὗ δεξάμενος ἱερὸν καθηγεμόνα, παρ’ αὐτῷ τελεῖ ἄριστα καὶ ὑποτάττεται κράτιστα, τῷ τῆς ὑπακοῆς ἐπερειδόμενος κατορθώματι καὶ τῷ τῆς ταπεινοφροσύνης καλλωπιζόμενος ἀγλαΐσματι, οὐ μᾶλλον κέντρου ἢ χαλινοῦ διὰ τὸ τῆς προθυμίας εὔψυχον δεόμενος. Εἶτα μικρὸν ὕστερον τὸν παιδοτρίβην πρὸς τὸν ἐν οὐρανοῖς δεσπότην παραπέμψας αὐτὸς ἡγεῖται μετὰ τὴν πεῖραν τῆς μονῆς. Ἔπειτα, ἐντεῦθεν μεταβὰς εἰς ὑπώρειάν τινα τοῦ Σιγριανικοῦ ὄρους, ὡς φιλήσυχος, συνιστᾷ κάλλιστον φροντιστήριον καὶ τῆς γε ἐπιθυμίας ἄξιον, οὗ τῆς τερπνότητος ἡ ὄψις μᾶλλον διδάσκαλος.

Ἐνταῦθα μᾶλλον τοὺς ἀσκητικοὺς ἀγῶνας ὑποδύεται τεθωρακισμένος τῇ πίστει καὶ κατωχυρωμένος τῇ ἐλπίδι, νηστείαν ἕλκων σύμμετρον, προσευχὴν ἐπίμονον, δάκρυον εὐκατάνυκτον, ἐργόχειρον ἐπίπονον, ἐξ οὗ τὰ πολλὰ δελτία καὶ τἆλλα ἐξ εὐφυοῦς χειρὸς ἀπεργάσματα· ἐντεῦθεν καὶ ἡλικία αὔξουσα καὶ τῷ ποιμνιαρχικῷ ὑποδείγματι ἀριστεύουσα, ὥσπερ δὴ καὶ νόμος προστασίας, οἴκοθεν ἕλκειν τοὺς ἑπομένους εἰς εὐστάθειαν καὶ τοῦ λόγου τὸ ἔργον ἔχειν μάρτυρα. Εἰ δὲ ὅτι πληθωρικὸς ἦν καὶ οὐ δήπου κατατετηγμένος τὰς σάρκας οὐ θαυμαστόν, ὥς γε νομίζω, τὸ μὲν οὕτω κράσεως ἐχούσης ἔν τισι, τὸ δέ τι καὶ τῆς ἀπονήρου φύσεως λιπαίνειν εἰωθυίας κἀν τοῖς τυχοῦσι βρώμασι· καὶ ἄλλως ὅτιπερ ἅσγε πρότερον εὐπαθούσας ἑώρα σάρκας, ταύτας ἐπὶ τέλει τοῦ βίου, ἐκ μακρᾶς ἀσθενείας, οὕτως εἶχε δαπανηθείσας, ὡς τῆς τῶν ὀστέων συνθέσεως σχεδὸν εἰπεῖν κάτοπτρα ὑπάρχειν.

Ὢ τί καλὴ τοῦ ἀνδρὸς ἡ ἁπλότης, ἡ ἠπιότης, ἡ προσχαρά, ἡ ἐντυχία, ἡ φιλοφροσύνη, ἡ συνουσία, ὁ λόγος, ὁ τρόπος ἀγάπης ἐντός, ἀπάτης ἐκτός· οὕτω φιλῶν ἅπαντας ὁ θεοφίλητος ὡς ἕκαστον δοκεῖν μόνον φιλεῖσθαι καὶ οὕτω φιλούμενος ὑπὸ πάντων ὡς μηδένα ἡγεῖσθαι ἀντίθετον ἔχειν—τοιαύτη γὰρ ἡ φύσις τῆς ἀγάπης ἐκ τοῦ στέργειν τὸ ποθεῖσθαι ἀντιλαμβάνουσα— ἀόργητος, ἄφθονος, πειθήνιος, αἰδέσιμος, μειλίχιος, χαριστικός, φιλόλογος, εὐνόητος, εὐπροσήγορος, δογματικός—καίτοι γε ἄπειρος ὢν τῆς μωρανθείσης σοφίας, ὅμως καθαρότητι καρδίας εἰληφὼς γνώσεως χάρισμα, πολλοὺς τῶν γραμματίζειν καὶ φιλοσοφεῖν δοκούντων ἐκράτει τοῖς νοήμασι, —μετὰ σοφοῦ σοφιζόμενος καὶ μετὰ ἀγροίκου ἀγροικιζόμενος, μετὰ ἁπλοῦ ἐφαπλούμενος καὶ μετὰ ἐμβριθοῦς ἀνταλλαττόμενος, καὶ τοῖς πᾶσι φιλῶν τὰ πάντα γίνεσθαι ὡς οἷόν τε κατὰ τὸ ἀποστολικὸν παράδειγμα· ὅθεν καὶ τὸ παραβάλλειν αὐτὸν πατράσι καὶ διερωτᾶν περὶ τῶν ἀνηκόντων, οὐχ ὡς ἄν τις οἰηθείη περιακτικῶς ἀγόμενος, ἀλλὰ νόμῳ φιλίας καὶ ἀρχαίῳ ἔθει ἐπερειδόμενος, ὅπερ ἀμειφθὲν ἐν τοῖς παροῦσι χρόνοις ὑπὸ μόνου σχεδὸν τοῦ μακαρίου ἀνανεούμενον ἐβλέπετο.

Ἐπιδημῶν ἠγαπᾶτο ὡς χαριούμενος, καὶ ἀποδημῶν μνήμης ἐμπύρευμα τὸ ἀγαθὸν ἦθος κατελίμπανεν· οὔτε οὖν δεξιούμενος σχεδίως ἀηδίζετο— μεμψιμοίρων γὰρ τὸ πάθος, —οὔτε αὐτὸς ἄλλους φιλοφρονούμενος ἠρκεῖτο μὴ οὐχὶ καὶ τὰς σάρκας δαπανᾶν εἰς ἀνάπαυλαν, ὅπερ τῆς ἐκείνου ἁγίας ψυχῆς ἰδιότροπον.

Τὸ δὲ τῷ τοῦ πατρὸς ὀνόματι καλεῖσθαι αὐτὸν πρός τινων ἐκ συνηθείας ἡ παράληψις, ἐπεὶ τὸ κύριον Θεοφάνης, ἐφ’ ᾧ καὶ βεβάπτισται. Ἐπειδὴ δὲ καὶ τοῖς ἁγίοις πειρατήριον ὁ βίος, οὐδ’ αὐτῷ ἐπέλειπον οἱ πειρασμοὶ νοητῶς καὶ αἰσθητῶς ἀναπτόμενοι καὶ μάλιστα παρὰ τῆς ἀδελφῆς ἀνωμαλούσης περὶ τὸ καθῆκον, ἐφ’ ᾧ καὶ μᾶλλον ἡ συνοχὴ τῆς καρδίας καὶ ἡ διὰ γραμμάτων ὁμιλία παρακαλοῦσα γρηγορεῖν, στήκειν ἐν τῇ πίστει, ὑπομένειν, ἀνδρίζεσθαι, συνθηκῶν ὑπομιμνήσκουσα ὑπὸ μάρτυρι Θεῷ δεδομένων καί—ὢ τοῦ ἀκούσματος—μὴ ἀνασχομένῳ ταύτην ἰδέσθαι ἐξ αὐτῆς ἀφιερώσεως μέχρις ἀποβιώσεως.