Ἐμοὶ δὲ ἐπὶ τέλει τοῦ λόγου, εἰ καὶ τὸ τολμηρὸν ἐκεῖνό ἐστι λέξαι: «Πάτερ, πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ, πῶς εἰς ὕψος τηλικοῦτον ἤρθης; ἦ πάντως ταῖς ἀρεταῖς ὀχηματίσας, κατὰ μίμησιν Ἡλιοῦ τοῦ θεσπεσίου.» Ποῦ δὲ νῦν πέλεις; Ἦ δῆλον ὅτι ἐν τόπῳ σκηνῆς θαυμαστῆς, ἐν ᾧ ἦχος ἑορταζόντων ἐν Κυρίῳ. Εἶχον οὖν οἱ πάλαι τοὺς τότε σημειοφόρους εἰς περιποίησιν σωτηρίας, εἰς ἔπαινον δόξης Θεοῦ, ἔχει σε νῦν ἡ γενεὰ αὕτη τοῖς σοῖς χαρίσμασιν διαλάμποντα, χαίρουσα, αὐχοῦσα, καταστέφουσα μετὰ ὁμολογητῶν, γεραίρουσα μετὰ ὁσίων, συντάττουσα μετὰ θαυματουργῶν, προβάλλουσα τὸν περίδοξον, τὸν φιλάγαθον, τὸν πᾶσιν ἐράσμιον· ἀλλ’ ὡς ἐν οὐρανοῖς πολεύων καὶ ἀγγέλοις συναγαλλόμενος, ὦ μακάριε, ἐκεῖθεν ἡμᾶς, εὐμενῶς ἐπιβλέποις, ἐμὲ τὸν ἀχρεῖον καὶ ὑμνῳδὸν υἱέα, τό τε ἱερόν σου ποίμνιον καὶ τὸν καθηγεμόνα, ὃν κατηρτίσω πόνοις πολλοῖς εἰς ἄνδρα τέλειον διέπειν μετά σε τοὺς ἄρνας σου καὶ διεξάγοις ταῖς σαῖς πρεσβείαις ἅπαντας κατ’ ἴχνος σου ἰέναι, ὡς ἂν ἐνθένδε μεταναστάντας ἔχοις ἡμᾶς ὑπὸ σὴν σκηνὴν τελεῖν καὶ ὁρᾶν σε, εἴπερ θέμις εἰπεῖν, τὸν καλὸν ἀρχιποίμενα ἡμῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις σὺν τῷ παναγεστάτῳ πατρὶ καὶ ζωαρχικῷ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας.