Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὸν Θεοφάνην Ὁμολογητήν

Θεόδωρος ὁ Στουδίτης

Εξορία, κοίμηση, θαύματα και εγκωμιαστικός επίλογος

Η εξορία του αγίου στη Σαμοθράκη, το οσιακό του τέλος, οι ιάσεις που επιτελέστηκαν μέσω των λειψάνων του και η τελική προσευχητική ικεσία και δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 4 από 4

Τοιγαροῦν ἐπειδὴ τοιοῦτος στερέμνιος ὁ πατὴρ ἄκμωνι ἐοικὼς ἢ μᾶλλον πέτρᾳ ἀσείστῳ πρὸς πᾶσαν προσβολὴν ἀπειλῆς, λαμβάνει ὅρον ἐξορίας· ἡ δὲ ἦν ὁ τῆς Σαμοθρᾴκης χῶρος καὶ ὁμολογητὴς εὐχάριστος καὶ ἡ εὐπεριορία τῶν δωρεῶν ἐμεγίστει. Ἀφίησι τοίνυν τὴν Κωνσταντινούπολιν ὡς ὄντως διώκτριαν, πλεῖ τὴν Προποντίδα, ὡς τῆς ἐπιθυμίας προπόμπιον, καὶ ἐπικαταλαμβάνει τὴν νῆσον· ὧδε καὶ περαιοῖ ἀποστολικῶς τὸν τῆς ζωῆς δρόμον, τὴν πίστιν τετηρηκώς, διηγωνισμένος τε τὸν καλὸν καὶ μακάριον ἀγῶνα, οὗ ὁ στέφανος ἐν ἐπαγγελίαις αἰωνίοις. Πῶς δὲ ἡ κοίμησις; Μετὰ τὴν ἐκεῖσε ἀποκατάστασιν δὶς ἕνδεκα ἡμέρας ἐπιζήσας καὶ τοῖς συνοῦσιν τὴν τελευταίαν ἡμέραν προειπών, ὡς ἂν κἀντεῦθεν φανῇ δίκαιος, ἐνδημεῖ πρὸς Κύριον ἐν γήρει καλῷ, ἐν ἡδονῇ θείᾳ, ἣν αὐτὸς ἑαυτῷ δι’ ἀρετῆς ἐδημιούργησεν, ἀμείψας ἐν τῇ μοναδικῇ πολιτείᾳ χρόνους τεσσαράκοντα, τὸ δὲ ὅλον τῆς πάσης ζωῆς χρόνους ἑξήκοντα.

Ἀλλ’ ὢ τῆς τοῦ διώκτου ὠμότητος· τί; Ὅτι καὶ μετὰ θάνατον μήνιδι πρὸς τὸν ἅγιον κέχρηται, ὡς οὐ συγκεχωρηκὼς αὐτὸν τῆς ἐξορίας ἀνακομίζεσθαι. Πλὴν ἔδει οὕτω γενέσθαι ταῦτα, ὡς ἂν ἐκ μέσου τοῦ δράκοντος ἀρθέντος θανάτῳ ἐξαισίῳ καὶ τῆς αὐτοῦ ἀποστασίας ὡς ἀληθῶς ἔνδικον, οὕτως τὸ νικηφόρον σῶμα ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως οἴκαδε ἐπαναλύσειεν. Καὶ μέντοι γε καὶ ἐπαναλύει· καὶ τίς ἡ ἐξομολόγησις;

Ἡ τῶν θαυμάτων ποίησις· καὶ τίνα ταῦτα; Πνευμάτων ἀκαθάρτων ἀφ’ ὧν ἐνῴκουν ψυχῶν δρασμοί· αἱμορροούσης ἔκπαλαι διὰ πόσεως τοῦ ἱεροῦ ἀποκανδηλίσματος ἴασις, παραλύτου φοράδην ἀχθέντος διὰ προσψαύσεως τοῦ σεπτοῦ γλωσσοκόμου ἀρτίωσις, κωφοῦ τε καὶ ἀλάλου ἀπὸ πεντεκαιδεκαετοῦς χρόνου ὑγίωσις, ἑτέρων ποικίλοις καὶ διαφόροις νόσοις ἐνισχημένων ἀπαθὴς ἀποκατάστασις καὶ γοῦν καὶ κτηνῶν εὐεργεσίαι τῆς θείας χάριτος καὶ μέχρι τούτων προϊούσης. Τοιαῦτα καὶ τηλικαῦτα ὡς ἐν κεφαλαίῳ τοῦ λόγου τρέχοντος τὰ θαυματουργήματα.

Καὶ τοιοῦτον τὸ σκεῦος τῆς ἐκλογῆς, τὸ καταγώγιον τοῦ παναγίου πνεύματος, ὁ ἄνθρωπος τοῦ Θεοῦ, τὸ τῆς δικαιοσύνης ὅπλον, ὁ κεκαθαρμένος ὀφθαλμὸς τῆς χάριτος, ὁ ἡλιώδης νοῦς, ὁ φωτοφόρος χαρακτήρ, ἡ χρυσοειδὴς ψυχή, ἡ χιονοειδὴς καρδία καὶ εἴ τι ἄλλο θεωνυμικὸν ἐπιφράσαι. Σὺ δὲ τί φῄς, ὦ χριστομάχε; Ἀμφιβάλλεις Θεοῦ χάριν ἐν τῷ ὁσίῳ; Οὐ διαλογίζῃ ὅτι εἰ καὶ μή τι ἄλλο μαρτύριον, ὅμως τῶν θαυμάτων μόνον τὸ ἔργον ἀπόδειξις ἀληθείας καθέστηκεν καὶ τὸ ὑπὲρ τῆς εἰκόνος Χριστοῦ παθεῖν περὶ αὐτοῦ Χριστοῦ ἐστιν ἐναθλεῖν; Ὅθεν ὦπται καὶ τὰ τῶν ἰαμάτων χαρίσματα, ὧν γὰρ μία ἡ τιμὴ τοῦ πρωτοτύπου τε καὶ παραγώγου λέγω, τούτων μία δηλονότι, εἰ μὴ μωρίζομεν, καὶ ἡ ὁμολογία, ὡς καὶ τὸ ἔμπαλιν ἐπὶ τῆς ἀρνήσεως· καὶ μή τις οἰέσθω μὴ οὐχὶ ἐπὶ τῆς τεχνητῆς εἰκόνος ἐρρῶσθαι τὸν λόγον, ἀκούων τοῦ Κυρίου λέγοντος: «ὁ ὑμᾶς ἀθετῶν ἐμὲ ἀθετεῖ». Δῆλον δὲ ὅτι καὶ ἡμεῖς ἡ τεχνητὴ εἰκὼν Θεοῦ, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός· ἀλλ’ οὐδὲν τὸ πείθειν δυνάμενον νοῦν προκατειλημμένον τοῖς τῆς ἀσεβείας δόγμασιν, ὥσπερ οὐδὲ τοὺς Ἰουδαίους, ἡνίκα Χριστὸς ἐπὶ τῆς γῆς ἀσεβείας δόγμασιν, ὥσπερ οὐδὲ τοὺς ἄνθρωπον. Οὗτοι μὲν οὖν, ὡς ἐκεῖνοι, ὄψονται εἰς ὃν ἐξεκέντησαν καὶ τότε ὁπότε ἀνθρωποπρεπῶς, ὡς ἀνείληπται, καὶ ἀπ’ οὐρανοῦ ἥξειεν.

Ἐμοὶ δὲ ἐπὶ τέλει τοῦ λόγου, εἰ καὶ τὸ τολμηρὸν ἐκεῖνό ἐστι λέξαι: «Πάτερ, πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ, πῶς εἰς ὕψος τηλικοῦτον ἤρθης; ἦ πάντως ταῖς ἀρεταῖς ὀχηματίσας, κατὰ μίμησιν Ἡλιοῦ τοῦ θεσπεσίου.» Ποῦ δὲ νῦν πέλεις; Ἦ δῆλον ὅτι ἐν τόπῳ σκηνῆς θαυμαστῆς, ἐν ᾧ ἦχος ἑορταζόντων ἐν Κυρίῳ. Εἶχον οὖν οἱ πάλαι τοὺς τότε σημειοφόρους εἰς περιποίησιν σωτηρίας, εἰς ἔπαινον δόξης Θεοῦ, ἔχει σε νῦν ἡ γενεὰ αὕτη τοῖς σοῖς χαρίσμασιν διαλάμποντα, χαίρουσα, αὐχοῦσα, καταστέφουσα μετὰ ὁμολογητῶν, γεραίρουσα μετὰ ὁσίων, συντάττουσα μετὰ θαυματουργῶν, προβάλλουσα τὸν περίδοξον, τὸν φιλάγαθον, τὸν πᾶσιν ἐράσμιον· ἀλλ’ ὡς ἐν οὐρανοῖς πολεύων καὶ ἀγγέλοις συναγαλλόμενος, ὦ μακάριε, ἐκεῖθεν ἡμᾶς, εὐμενῶς ἐπιβλέποις, ἐμὲ τὸν ἀχρεῖον καὶ ὑμνῳδὸν υἱέα, τό τε ἱερόν σου ποίμνιον καὶ τὸν καθηγεμόνα, ὃν κατηρτίσω πόνοις πολλοῖς εἰς ἄνδρα τέλειον διέπειν μετά σε τοὺς ἄρνας σου καὶ διεξάγοις ταῖς σαῖς πρεσβείαις ἅπαντας κατ’ ἴχνος σου ἰέναι, ὡς ἂν ἐνθένδε μεταναστάντας ἔχοις ἡμᾶς ὑπὸ σὴν σκηνὴν τελεῖν καὶ ὁρᾶν σε, εἴπερ θέμις εἰπεῖν, τὸν καλὸν ἀρχιποίμενα ἡμῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις σὺν τῷ παναγεστάτῳ πατρὶ καὶ ζωαρχικῷ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας.