Ὢ τί καλὴ τοῦ ἀνδρὸς ἡ ἁπλότης, ἡ ἠπιότης, ἡ προσχαρά, ἡ ἐντυχία, ἡ φιλοφροσύνη, ἡ συνουσία, ὁ λόγος, ὁ τρόπος ἀγάπης ἐντός, ἀπάτης ἐκτός· οὕτω φιλῶν ἅπαντας ὁ θεοφίλητος ὡς ἕκαστον δοκεῖν μόνον φιλεῖσθαι καὶ οὕτω φιλούμενος ὑπὸ πάντων ὡς μηδένα ἡγεῖσθαι ἀντίθετον ἔχειν—τοιαύτη γὰρ ἡ φύσις τῆς ἀγάπης ἐκ τοῦ στέργειν τὸ ποθεῖσθαι ἀντιλαμβάνουσα— ἀόργητος, ἄφθονος, πειθήνιος, αἰδέσιμος, μειλίχιος, χαριστικός, φιλόλογος, εὐνόητος, εὐπροσήγορος, δογματικός—καίτοι γε ἄπειρος ὢν τῆς μωρανθείσης σοφίας, ὅμως καθαρότητι καρδίας εἰληφὼς γνώσεως χάρισμα, πολλοὺς τῶν γραμματίζειν καὶ φιλοσοφεῖν δοκούντων ἐκράτει τοῖς νοήμασι, —μετὰ σοφοῦ σοφιζόμενος καὶ μετὰ ἀγροίκου ἀγροικιζόμενος, μετὰ ἁπλοῦ ἐφαπλούμενος καὶ μετὰ ἐμβριθοῦς ἀνταλλαττόμενος, καὶ τοῖς πᾶσι φιλῶν τὰ πάντα γίνεσθαι ὡς οἷόν τε κατὰ τὸ ἀποστολικὸν παράδειγμα· ὅθεν καὶ τὸ παραβάλλειν αὐτὸν πατράσι καὶ διερωτᾶν περὶ τῶν ἀνηκόντων, οὐχ ὡς ἄν τις οἰηθείη περιακτικῶς ἀγόμενος, ἀλλὰ νόμῳ φιλίας καὶ ἀρχαίῳ ἔθει ἐπερειδόμενος, ὅπερ ἀμειφθὲν ἐν τοῖς παροῦσι χρόνοις ὑπὸ μόνου σχεδὸν τοῦ μακαρίου ἀνανεούμενον ἐβλέπετο.