Ἔργον
Θεόδωρος ὁ Στουδίτης – Εἰς τοὺς ἀρχαγγέλους (Νόθος)
Εισαγωγή, φύση και διακονία των αγγελικών ταγμάτων
Εισαγωγή στη σύναξη των ουρανίων ταγμάτων, περιγραφή της φύσεως των ασωμάτων δυνάμεων και των προνοητικών τους λειτουργιών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εισαγωγή, φύση και διακονία των αγγελικών ταγμάτων
Εισαγωγή στη σύναξη των ουρανίων ταγμάτων, περιγραφή της φύσεως των ασωμάτων δυνάμεων και των προνοητικών τους λειτουργιών.
ΕΙΣ ΤΗΝ ΣΥΝΑΞΙΝ ΤΩΝ ΟΥΡΑΝΙΩΝ ΤΑΓΜΑ ΤΩΝ αʹ. Ἀρχιστρατήγων ἡμᾶς νοερῶν περιήχησαν σάλπιγγες, καὶ θείων ἱερῶν λειτουργῶν περιήστραψαν χάριτες· ὑμνολόγων γρηγορῶν πρὸς ὕμνους ἐγρηγορέναι συνήθροισαν τάγματα, καὶ τάξεις ἀΰλων ὑλικοῖς σύνυμνοι χορείαν συνέστησαν· ὁ τῶν ἄνω χοροστάτης καὶ τῶν κάτω, ἐν τῷ αὐτῷ οἴκῳ ταξιαρχεῖ σήμερον. Καὶ τίς γὰρ οὗτος, ὁ τοσοῦτος Μιχαὴλ πρὸς χάριτος Θεοῦ λαμπρυνόμενος καὶ βροτοῖς θείων ἐλλάμψεων μεσίτης γενόμενος;
Νόμοι μὲν οὖν καὶ θεοπαγεῖς ὁμοῦ καὶ πανδίκαιοι, ταῖς ἀρχιδότοις πρὸς ἄνδρας ἐξηφάνθησαν θεοτυπίαις, καὶ μάλιστα πλείστους ἐξ εὐεργετῶν δωρεὰς κομιζομένους, μὴ ἀμνήμονας ὁμοῦ τε καὶ ἀγνώμονας καθίστασθαι πρὸς τοὺς αὐτοῦ προστάτας, ἀλλὰ μὴν τέως ἣν ἔχει πᾶς πᾶσαν φύσεως δύναμιν κηρύττειν τὰς χάριτας· προστάται τοίνυν ὀξεῖς καὶ θερμοὶ πρὸς Θεόν, καὶ πρέσβεις θνητῶν ἄοκνοι ὁμοῦ τε καὶ ἄπαυστοι, οἱ ἐκ φιλανθρώπου Δεσπότου λαβόντες τὸ φιλάνθρωπον, φιλάνθρωποι ἄγγελοι, τὸ πρωτόκτιστον ἐξ ἀκτίστου φωτὸς μεταδοτικῶς τοῦ φωτὸς φωτιζόμενοι· ἄγγελοι, ὁ πρῶτος μὲν πρὸ τοῦ κόσμου ὑπερκόσμιος κόσμος, καὶ τούτῳ τῷ κόσμῳ τὸν ὑπερκόσμιον κόσμον Χριστὸν προκηρύξαντες· ἄγγελοι οἱ ἀμεσίτευτοι μεσῖται πρὸς Θεὸν τῶν βροτῶν, θεοὶ τῇ θεώσει ἐκ Θεοῦ, ἀλλ’ οὐ τῇ φύσει λεγόμενοι· ἄγγελοι τῆς ἄνω πόλεως τῆς ἐλευθέρας ἐλευθεροπολῖται, ἥ γε ἡ ἄνω ἐλευθέρα Ἰερουσαλήμ, ἡ μήτηρ πάντων τῶν συνελευθέρων Χριστοῦ· ἄγγελοι, τὸ ἔμψυχον καὶ νοερὸν πῦρ, ἡ λογικὴ Θεοῦ φλόξ· ἄγγελοι τὰ φαεινὰ καὶ ὑπέρτερα καὶ μετέωρα ὑπερόρια καὶ αἰώνια ὄρη, «δι’ ὧν φωτίζει ἡμᾶς θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων»· ἄγγελοι πρόσκηνοι ἑτοιμασταὶ τῶν ἄνω σκηνῶν καὶ μονῶν· «Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων! Εἰς ἃ ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχὴ ἡμῶν εἰς τὰς αὐλάς σου, Κύριε».
Διότι «φῶς ἀγαλλιάσεως καὶ σωτηρίας ἐν ταῖς ἀγγελικαῖς σκηναῖς τῶν δικαίων», καὶ «ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως, ἐν ἤχοις ἑορταζόντων, ἐν τόπῳ σκηνῆς θαυμαστῆς, ἕως τοῦ οἴκου τοῦ Θεοῦ, ἐν ᾧ πάντες ἄγγελοι Θεοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, ἐν ᾧ ἁπλότης ζωῆς εἰρηναία καὶ ἀστασίαστος, ἐν ᾧ μέγας καὶ φοβερός ἐστι ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ»· ἐν ᾧ ἡ κρυφιόμυστος σιγὴ τῶν ἐπινικίων ὕμνων· ἐν ᾧ αἱ ἀόρατοι θεοφωτίαι τῶν ἀφθέγκτων καὶ διαπρυσίων ὑμνολογιῶν· ἐν ᾧ ἡ ἀνέσπερος φωτοχυσία τὰ ἄϋπνα τῶν ἀσωμάτων καταυγάζουσα ὄμματα· ἐν ᾧ οἴκῳ Θεοῦ νοερῷ ἐκείνων τῶν ἀστέρων ἄγυρις, ἀγγελικῶν, λέγω, δυνάμεων συνεργουσῶν ἡμῖν πρὸς τὰ κρείττονα, ἀεὶ πρὸς διακονίαν πρὸς ἡμᾶς ἐκ Θεοῦ ἀποστελλόμενοι, διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν.
βʹ. Ἀγγελικῶν δυνάμεων τῶν ἀσωμάτων, στρατευμάτων ἀθανάτων, ἐν οἷς Θεοῦ ὑπουργοὶ ὁμοῦ καὶ λειτουργοὶ διάφορος ἡ στάσις, διάφοροι αἱ προσηγορίαι, διάφοροι αἱ ἀξίαι, μία ἡ οὐσία, πολυτρόπους ἔχουσα τὰς ἐργασίας· τάξεις ὑμνολογικαὶ καὶ οὐρανῶν φυλακτικαὶ καὶ Θεῷ ἀμέσως παραστατικαί, τάξεις ἐσώτεραι, τάξεις ἐξώτεραι, αἳ καὶ πύλαι οὐρανῶν προσαγορεύονται· τάξεις ὑψηλότεραι, τάξεις κατώτεραι, αἳ πρὸς τὰς ἀνωτέρας ποτὲ ἔλεγον· «Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν»· τάξεις ἀποστέλλουσαι, τάξεις ἀποστελλόμεναι, τάξεις μυσταγωγοῦσαι, τάξεις μυσταγωγούμεναι· διαφόρων ἀγγέλων διάφοροι αἱ τάξεις· ἄγγελοι τῷ ἀέρι ἐφίπτανται, τὰς ψυχὰς τῶν ἁγίων ἐκ τῶν πνευμάτων τοῦ ἀέρος διασῴζοντες· καὶ τοῦτο δηλῶν ὁ πατριάρχης Ἰακώβ, φησὶ τελευτῶν· «Ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν»· διὸ καὶ ἄγγελοι τὴν ἐπιγείου κόσμου διοίκησιν ἐμπιστεύονται, νεύματι Δεσποτικῷ ποιούμενοι τὴν πρέπουσαν πρόνοιαν· ἄγγελος πάσῃ ψυχῇ Χριστιανοῦ ἀληθοῦς ἐμπεπίστευται ὑπὸ Θεοῦ εἰς τήρησιν καὶ ἀντίληψιν· «Μὴ δῴης», γάρ, φησίν, «εἰς σάλον τὸν πόδα σου, καὶ οὐ νυστάξει ὁ φυλάσσων σε».
Καὶ πάλιν· «Ὁρᾶτε», φησί, «μὴ καταφρονήσατε ἑνὸς τῶν ἐλαχίστων τούτων τῶν πιστευόντων εἰς ἐμέ· λέγω γὰρ ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς»· ἀλλ’ ἑκάστῃ μὲν ψυχῇ ὡς θεοσεβεῖ ἄγγελος ὑπὸ Θεοῦ δεδώρηται· ἑκάστῳ δὲ ὅλῳ πιστῷ ἔθνει εἷς ἄγγελος εἰς πρόνοιαν ὑπὸ Θεοῦ παραδέδωται· «Ἔστησε» γάρ, φησίν, «ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ»· δι’ ἀγγέλων οὐρανίων, Θεοῦ μυστηρίων ἐπὶ γῆς μετάδοσις· δι’ ἀγγέλων, ὑδάτων καὶ πηγῶν τήρησις ὁμοῦ τε καὶ ἴασις· δι’ ἀγγέλων τοῖς ἀξίοις πειρασμῶν λύτρωσις· «Παρεμβαλεῖ» γάρ, φησίν, «ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν, καὶ ῥύσεται αὐτούς»· δι’ ἀγγέλων καὶ μαρτύρων τῶν λειψάνων τήρησις· «Κύριος φυλάσσει πάντα τὰ ὀστᾶ αὐτῶν», εἰ καὶ μυστικώτερός πως τούτων τῶν ὀστέων ὁ λόγος· δι’ ἀγγέλων καὶ Θεοῦ τηροῦνται θυσιαστήρια, καὶ ναοὶ τῶν πιστῶν διαφυλάσσονται· δι’ ἀγγέλων δεήσεις καὶ προσευχαὶ ἀπὸ γῆς πρὸς οὐρανὸν τῷ Θεῷ προσάγονται, ὁμοῦ τε καὶ αἱ θεῖαι δωρεαὶ τοῖς ἀνθρώποις παρέχονται· καὶ πᾶν μικροῦ δεῖν ἐπὶ γῆς Θεοῦ δι’ ἀγγέλων τελεῖται μυστήριον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.