Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τοὺς ἀρχαγγέλους (Νόθος)

Θεόδωρος ὁ Στουδίτης

Η υπουργία των αγγέλων στο μυστήριο της ενσάρκου οικονομίας

Η παρουσία και διακονία των αγγέλων στα γεγονότα της Καινής Διαθήκης, από τον Ευαγγελισμό και τη Γέννηση έως τη Βάπτιση και τον ζωοδόχο Τάφο του Κυρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 3 από 4

θʹ. Οὐκοῦν δεῦρο ἀπὸ τῆς σκιᾶς ἐπὶ τὴν Καινὴν Διαθήκην διάβηθι, καὶ τὰς ἀγγελικὰς τρανότερον διακονίας κατόπτευσον· ἥκει μὲν οὖν ποτε χοράρχης καὶ τῶν προκρίτων ὁ ἔξαρχος τῆς ἀνωτάτω φύτλης τῶν ἀσωμάτων λειτουργῶν, ἐκφάντωρ θεομύστης τῶν ἀπορρήτων τοῦ Θεοῦ πρὸς ἀνθρώπους μυστηρίων, Γαβριὴλ ὁ θεοείκελος λάτρις φερέχαιρος χαροποιὸς πρὸς τὴν βροτείαν φύσιν, καὶ πρὸς πανάφθορον κόρην· πρὸς ἣν εἰσῄει τὴν μορφὴν αὐτοῦ κατ’ οὐσίαν, ὡς ἔστιν ἐπιδεικνὺς τῇ πανσέμνῳ· μόνη γὰρ ἡ ἁγία Θεοτόκος, ὥς φασιν, ἀγγελικὴν ὡς ἔστι καὶ ὡς γέγονεν, ἰδέσθαι δεδύνηται, ἵν’ ἐκ τοῦ κάλλους τοῦ δουλικοῦ ὑπερθαυμάσῃ τὸ κάλλος τὸ Δεσποτικόν· διὸ καὶ προστάξει θείᾳ εἰσῄει πρὸς αὐτὴν ὁ ἀρχιστράτηγος, κάλλος ἀμήχανον αὐτῇ ἐνδεικνύμενος, καὶ μορφὴν αὐτῶν τῶν ἡλιακῶν ἀκτίνων λαμπροτέραν τυγχάνουσαν, ἠρέμα προσδιανοίγων τῇ ἀφθόρῳ τὴν πανάφθορον τῆς οἰκείας μορφῆς ἰδιότητα· ὅθεν καὶ εἶδεν εἶδος μικροῦ καὶ ἀϊδίου ἀπορροῆς ἀνταπαύγασμα· εἶδεν ὥραν ὑπὲρ ὥραν ὡραϊσμένην ὡραιότητος· εἶδε κάλλους λαμπηδόνα ξένην ἢ κατὰ συνήθειαν· εἶδεν οὐσίας ἀσωμάτου μαρμαρυγὰς ὑπερβαλλούσας τὰς ἡλιακάς· εἶδε λογικοῦ ἑωσφόρου ἀείζωον αὐγήν· εἶδε φλόγα ψυχικήν, νοεροῦ φάους συναστράπτουσαν αἴγλην· ὅθεν ὡς οὐκ ἄϋλον κατατέθεικεν ἡ πάνσεμνος τοῦ ἀγγέλου τὴν θεωρίαν ὁμοῦ καὶ συντυχίαν, ὡς ἰδοῦσα ὃ ἄλλη οὐκ ἐδέξατο φύσις.

ιʹ.

Δεσμεῖται δὲ καὶ Ζαχαρίας τῇ ἀφωνίᾳ ἁγίου ἀπιστήσας ἀγγέλου· ἐπεὶ γὰρ ἔμελλεν εἰς φῶς προέρχεσθαι ἐκ γαστρὸς ὁ τοῦ φωτὸς Πρόδρομος τοῦ ἀληθινοῦ Ἰωάννης, ἡ φωνὴ δηλονότι τοῦ βοῶντος ἐν τῇ ἐρήμῳ ἡμῖν τοῖς ἐξ ἐθνῶν Ἐκκλησίας, τοῦ νόμου γέροντα λέγων· οὗ τύπον ἐκκληρῶν ὁ πατὴρ Ζαχαρίας, προτίκτει τοῦ Χριστοῦ μῆνας ἓξ τὸν Ἰωάννην· «Οὐκ ἦν γὰρ ἐκεῖνος τὸ φῶς»· καὶ διὰ τοῦτο πρὸ ἓξ ἔχει τὸν Ἰωάννην, μεθ’ ὃν Χριστὸς ἐτέχθη, ὡς ἑβδόμη τις ἡμέρα· αὐτὸς γάρ ἐστιν ὡς ἀληθῶς ἡμῶν μυστικὴ τῶν Σαββάτων ἀνάπαυσις, ἣν εὐλόγησεν ὁ τῶν ὅλων Θεὸς καὶ ἡγίασεν· ὅτι ἐν αὐτῇ καὶ δι’ αὐτῆς κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὑτοῦ· καὶ αὐτός ἐστιν ὄντως ἀληθὴς τῆς μεγάλης βουλῆς τοῦ Πατρὸς Ἀρχάγγελος, καὶ αὐτὸς Κύριος ὁ Θεὸς δυνάμεων· διόπερ αὐτῷ ὑπείκουσι καὶ δουλεύουσι καὶ διακονοῦσιν ἐν παντὶ τρόπῳ καὶ τόπῳ τῆς ἐνσάρκου οἰκονομίας αὐτοῦ οἱ ἅγιοι καὶ φιλάνθρωποι ὡς φιλανθρώπῳ Δεσπότῃ οἱ ἄγγελοι· καί ποτε μὲν αὐτοῦ γεννηθέντος τὸ κατὰ σάρκα, ἄγγελοι πρωτογνώστως τοῖς ποιμέσιν ἐπέστησαν, μυσταγωγοῦντες τούτους τῇ ἐν Βηθλεὲμ αὐτοῦ φατνοθέτῳ γεννήσει· καὶ αὖθις ἁγιασθέντες τὸ μέγα καὶ παράδοξον αὐτοῦ τῆς πτωχοπρεποῦς ἐνανθρωπήσεως μυστήριον, τό, «Δόξα», λαμπρῶς, «ἐν ὑψίστοις Θεῷ», διαπρυσίως ἐκέκραγον· καὶ ἄγγελος ὡς φωστὴρ οὐράνιος εἰς ἀστέρος τύπον μορφωθείς, τὴν ὁδὸν ὡδοποίει μάγοις καλῶν πρὸς τὴν ὁδὸν τὴν λέγουσαν· «Ἐγώ εἰμι ὁδός»· χρησμοδοτεῖ δὲ καὶ πάλιν αὖθις ἄγγελος, ἀναχωρησάντων τῶν μάγων, Ἰωσήφ, σὺν τῇ Μητρὶ καὶ Ἰησοῦ τὴν ἔπαρσιν ποιεῖσθαι ἐπ’ Αἴγυπτον· καὶ οἴχεται φυγὰς Θεὸς ἐκ βροτοῦ οἰκονομικῶς, οὐ φρίττων τὴς τῶν βροτῶν, ἀλλά σοι τύπον καὶ εἰκόνα διδούς, καὶ ὅρους δειλίας καὶ ἀνδρείας, πότε καὶ ποῦ καὶ καιρὸν εἰδέναι τοῖς πᾶσιν· οὐ μέχρι δὲ Αἰγύπτου ἡ τῶν ἀγγέλων πρὸς τὸν ἑαυτῶν Δεσπότην λειτουργία, ἀλλὰ καὶ ἀπ’ Αἰγύπτου ἄγγελος τῷ Ἰωσὴφ μηνύει τὴν ἔξοδον.

ιαʹ. Εἶτα τί; Καὶ τὰ ἄλλα περὶ ἀγγέλων εὕροις· ἄγγελοι μὲν τῷ Ἰησοῦ βαπτισθέντι ἐν τῇ ἐρήμῳ εἰς διακονίαν προσέρχονται· οὐχ ὅτι πώποτε τοῦ ἑαυτῶν Δεσπότου ἀπέστησαν, ἀλλ’ ὅπως σὺ πιστωθῇς ὁ πιστός, ὅτι βαπτισθεὶς καὶ φυλάττων τὴν κάθαρσιν, ἀγγέλους ἀοράτως πρὸς διακονίαν καὶ τήρησιν κομίζεται· ὅθεν καὶ ἐν τῇ Προβατικῇ κολυμβήθρᾳ εἰς τύπον τοῦ βαπτίσματος ἄγγελος τὰς ἰάσεις ἐνεδείκνυτο, ἐν ᾗ ὁ τῆς μεγάλης βουλῆς Ἄγγελος ὁ Χριστός, διὰ τριάκοντα καὶ ὀκτὼ ἐτῶν τῷ παραλύτῳ ἐχαρίσατο ἴασιν· τριακονταέτης βαπτιζόμενος, καὶ τὰς πέντε τούτου αἰσθήσεις τῇ πίστει τῆς Τριάδος παραδόξως ἰώμενος. Μικρῷ καὶ αὐτὸ τὸ πάντων κορυφαιότατον καὶ θαυμασιώτερον ἐν πράγμασιν ἱεροῖς περὶ ἀγγέλων φερόμενον, τῷ λόγῳ παρέδραμον. Ποῖον δὲ τοῦτο; Τοὺς κατὰ τὸν τῆς ζωῆς Χριστοῦ ζωηφόρον τάφον παραδόξους τε καὶ πολυτρόπους ἀγγέλους, ὧν ὡς ἀληθῶς ξένα καὶ ὑπὲρ λόγον τὰ κατὰ τόπον κηρύγματα καὶ θαυμάσια, ἐν οἷς σκοπήσεις ἐπιμελῶς πρὸ τῶν ἄλλων ἐκεῖνο, πῶς μὲν ἅπαντες οἱ Χριστῷ προσφιλεῖς γηγενεῖς τρέχειν ἐκεῖ λέγονται, αἱ δὲ φύσεις αἱ ἀνώτεραι ἀδρομὶ καθέζεσθαι φαίνονται.

Ὁ μὲν οὖν Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, ὁ δὲ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου· καὶ Μαρία ἡ Μαγδαληνὴ τρέχει καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον, καὶ αἱ ἄλλαι Μαρίαι ἔδραμον ἀπαγγέλλουσαι τοῖς μαθηταῖς· καὶ αἱ κατὰ τὸν Μάρκον ὁμοίως ἐν δρόμῳ ἔφυγον ἀπὸ τοῦ μνημείου· ἀλλ’ οὐχ οὕτως ἐνθάδε δρόμῳ ἐμφαίνονται καθήμενοι, ὁ δὲ πρὸς τῇ κεφαλῇ, καὶ ἄλλος πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ οἱ μὲν ἐντός, οἱ δὲ ἐκτὸς ἐπάνω τοῦ λίθου καθήμενοι.

ιβʹ. Τί οὖν διὰ τούτων μανθάνομεν; Ὅτι οἱ μήπω τὰ θεῖα καταλαβόντες μυστήρια, ὡς γηγενεῖς, δικαίως τρέχουσιν, ὡς καὶ Παῦλός φησιν, ἵνα καταλάβωσι· πρὸς γὰρ τὸ ποθούμενον ὁ τρέχων τρέχει· διὸ καθῆσθαι λέγονται ἐν τῷ τάφῳ οἱ πανάγιοι ἄγγελοι, ὡς ἤδη γινώσκοντες τὰ θεῖα τῆς ἀναστάσεως μυστήρια· ἀλλ’ ὁ μὲν πρὸς τῇ κεφαλῇ κάθηται, ἴσως ὡς τὰ ὑψηλότερα μεμυημένος μυστήρια· ὁ δὲ πρὸς τοῖς ποσί, τάχα τῶν κατωτέρων τινῶν μυστηρίων καὶ διακονιῶν λειτουργὸς γινόμενος· καὶ οἱ μὲν ὁρῶντες ὡς τὰ κρυπτότερα διασκοποῦντες θαυμάσια τῆς θεότητος, οἱ δὲ ἐκτός, ἴσως ὡς τὸ τῆς σαρκώσεως Χριστοῦ θαῦμα κηρύττοντες, καὶ ἄλλος ἐν τοῖς δεξιοῖς κάθηται, ψυχῶν δικαίων καὶ δεξιῶν Θεοῦ μυσταγωγὸς γινόμενος.