Ἔργον
Θεόδωρος ὁ Στουδίτης – Ἐπιστολαί
Σταθερότητα στην ορθόδοξη πίστη και αντιμετώπιση των εικονομάχων
Απολογητικές επιστολές υπέρ της Ορθοδοξίας, επικοινωνία με τον πατριάρχη Νικηφόρο και προτροπές προς τους διασκορπισμένους αδελφούς.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Σταθερότητα στην ορθόδοξη πίστη και αντιμετώπιση των εικονομάχων
Απολογητικές επιστολές υπέρ της Ορθοδοξίας, επικοινωνία με τον πατριάρχη Νικηφόρο και προτροπές προς τους διασκορπισμένους αδελφούς.
Τοῖς ἐν τῇ ἁγίᾳ πόλει μονάζουσιν Ἰσαὰκ καὶ Ἀρσενίῳ Ἀγαπητὸν ἡμῖν τοῖς ταπεινοῖς παντὶ πατρὶ τῶν τῆς ἁγίας γῆς προσφθέγγεσθαι, εὐοδωθεῖσιν ἀποστεῖλαι ἕνα τῶν ἀγαπητῶν ἡμῶν ἀδελφῶν ἐν τοῖς αὐτόθι, μὴ ὅτι γε ὑμῖν τοῖς ἁγιωτάτοις πατράσιν, ὧν ἡ ἐπ᾽ ὀλίγον χρόνον συνουσία οὕτως ἐνεφυτεύθη φιλικῶς ἐν τῇ ταπεινῇ ἡμῶν καρδίᾳ, ὡς ἀνεπίληστος εἶναι ταῖς ἀγαθαῖς μνείαις διὰ τὴν ἐν πᾶσι χρηστότητα τῶν τρόπων τε καὶ τῶν λόγων ὑμῶν. οὗ γὰρ ταπεινοφροσύνη, ἐκεῖ πᾶν ἀγαθὸν κατόρθωμα, ἐφ᾽ ᾧ ἡ ἁγία ὑμῶν δυὰς μυρίζουσα οὐ μόνον τηνικαῦτα, ἀλλὰ γὰρ καὶ ἕως νῦν ὀσμὴν εὐωδίας ἡμῖν ἁγιάσματος ἐνίησι.
Τοιοῦτοι ὑμεῖς ὑπὲρ πάντας τοὺς ἐξ ἀνατολῆς ἐπιφοιτήσαντας ὤφθητε ἀξιεπαίνετοι, ἀγαθὰ ὑπομνήματα ἐναφήσαντες τοῖς ἀγαπῶσιν ὑμᾶς. οὗ δὲ εἵνεκα ἡ ἀποστολὴ τοῦ ἀδελφοῦ αὐτὸς διδάξει, οἶμαι δὲ οὐδὲ ὑμῖν ἀγνοούμενον, ἔτι οὖσιν ἐν τῷ Βυζαντίῳ τυρβαζομένης τῆς ὑποθέσεως. ἀνῆψε τοιγαροῦν τὴν κατὰ τῶν σεπτῶν εἰκόνων αἱρετικὴν φλόγα ὁ κρατῶν, ὡς ἐμπρῆσαι πᾶσαν τὴν ἐκκλησίαν καὶ ὀλέσαι σχεδὸν πάντα ἄνθρωπον ὑπαχθέντα τῇ ἀσεβείᾳ, ἄλλος τις Ἀχαὰβ ἤ Ναβουχοδονόσωρ γενόμενος· ὃς καθαιρέσει πάσης ἁγίας εἰκόνος τὴν ἑαυτοῦ μόνην προεστήσατο, ἣν οὐχ ὁ βουλόμενος προσκυνεῖν εὐθὺς παραδίδοται τῇ φλογὶ τῶν βασάνων.
Τὰ καθ᾽ ἕκαστον λέγειν παρέλκον ἡγοῦμαι, ἐν τοῖς πρὸς τὸν ἁγιώτατον ὑμῶν πατριάρχην γράμμασιν ἐμφερόμενα, ἄλλως τε καὶ τοῦ ἀδελφοῦ δυναμένου ἀπαγγεῖλαι, τοῦτο δὲ παρακαλῶ ὁ ἐλάχιστος ὑμῶν ἀδελφός, διὰ τὴν ἐν Κυρίῳ ἀγάπην ἀνοῖξαι τῷ γραμματηφόρῳ σπλάγχνα οἰκτιρμοῦ εἴς τε προσέλευσιν καὶ προσκύνησιν τῆς ἁγίας κορυφῆς καὶ εἰς ὅ τι ἄλλο χρὴ τὸ φιλάδελφον ὑμῶν δοκιμάζειν· ἐπιφέρεται γὰρ καὶ ἑτέρας ἐπιστολὰς πρὸς ἕτερα πρόσωπα, καὶ μέντοι καὶ σύγγραμμα ἡμῶν τῶν ἀμαθῶν. ὡς οὖν σύσσωμοι καὶ συμμέτοχοι τῆς ταπεινώσεως ἡμῶν, μᾶλλον δὲ ὡς τοῦ θεοῦ θεραπευταὶ καὶ τοῦ κοινοῦ κηδεμόνες καὶ προσβλέψαι καταξιώσατε τὸν ἀδελφὸν καὶ εἰσδέξασθαι καὶ τροποφορῆσαι ἐν παντὶ τρόπῳ, ὡς ἂν θεοῦ εὐδοκοῦντος πάλιν ἀναπεμφθείη πρὸς ἡμᾶς. τὸ δὲ ἀποσταλὲν ἡμῖν γράμμα ὑμῶν ἀπεδεξάμεθα καὶ ἔγνωμεν δι᾽ ἣν αἰτίαν ἀπάραντες ἐκ Κωνσταντινουπόλεως οὐκ εὐωδώθητε ἀπελθεῖν εἰς δύσιν.
Νικήτᾳ ἡγουμένῳ Οἷα τὰ συμβεβηκότα τῇ ἁγιωσύνῃ σου κατὰ τὰς ἐμὰς ἁμαρτίας τὸ πρὶν ἐγνωκὼς οὐ μικρὸν ἐστέναξα, ἀλλὰ καὶ μεγάλως ἀπωδυράμην, δάκρυον ἀγάπης ἀποστάξας ἀποφθέγματά τε θρηνητικὰ μελῳδήσας ὁ τάλας. τί γὰρ φίλου συμφορᾶς ἀνιαρώτερον; ὁποῖα δὲ τὰ δεύτερα εὐδοκίᾳ θεοῦ, τοῦ μὴ ἐάσαντος φροῦδα γενέσθαι σου τὰ πάλαι ἀγωνίσματα διὰ τῆς καλλίστης ἀναπαλαίσεως, αὖθις ἀκουτισθεὶς ἔνθους γέγονα, εὐχαριστήσας Κυρίῳ τῷ στρέψαντι τὸν κοπετὸν εἰς χαρὰν πᾶσι τοῖς εὐσεβοῦσιν· οὐδὲ γὰρ εἰς βραχὺ τὸ λυπηρόν, ἐξ οὗ ἤλπιζον κράτος διὰ τὴν ἐνοῦσαν ἀρετήν, ἐντεῦθεν πρόσκομμα εὑρηκέναι.
Ἀλλ᾽ εὖγε, γενναῖε, ὅτι τῆς ἥττης περιφανεστέραν ἐργάζῃ τὴν νίκην, δι᾽ ἧς ἐγνώρισέν σε τρόφιμον αὖθις ἡ τοῦ θεοῦ ἐκκλησία, ἐγκαταριθμήσασά σε τῷ καταλόγῳ τῶν ἑαυτῆς ὁμολογητῶν· τοιαύτη γὰρ ἡ τοῦ θεοῦ φιλανθρωπία, καὶ τοῖς εὐδρομοῦσι φιλοδωροῦσα καὶ τοὺς παλινδρομοῦντας καταστηριζομένη. φεῦ τῆς κακῆς συνεδρίας εἴτουν συνοδίας· ἐντεῦθεν γὰρ οἶδ᾽ ὅτι εἵλω, τιμιώτατέ μοι. καί γε προύλεγον τὸν σκινδαλμὸν ἐκ τῶν προγεγονότων στοχαζόμενος· τοιοῦτος γὰρ ὁ τῶν πάντων προύχων. ὁ γὰρ πάλαι τὰς εὐαγγελικὰς παραβάσεις οἰκονομίας τιθέμενος, καὶ ταῦτα μετὰ διωγμῶν, αὐτὸς καὶ τὴν νῦν κοινωνίαν τῶν αἱρετικῶν, καί γε ἐν προύπτῳ, ἐξ ἧς ἡ κατὰ ἄρνησιν Χριστοῦ, τῆς τε Θεοτόκου καὶ οὑτινοσοῦν ἁγίου διὰ τῶν οἰκείων εἰκόνων ἐν οὐδενὶ τῶν ὀλεθρίων ἔθετο, συλλαβὼν καὶ συλλαμβανόμενος διὰ τοῦ κατ᾽ αὐτὸν ὑποδείγματος ἀεὶ τοὺς ἀστυφελίκτους. καὶ εἰκότως· πῶς γὰρ ὁ ἐπὶ τοῖς πρώτοις ἀσεβήμασι μὴ καταγνοὺς ἑαυτοῦ ἐν τοῖς μεταγενεστέροις ἀγωνίσμασιν ἔμελλε θεῷ παριστᾶν ἑαυτὸν ἀκατάσειστον καὶ μὴ ἠσεβηκέναι;
Διὸ ἐρωτῶ σε καὶ παρακαλῶ, πάτερ μου, ἐν ὁμολογίᾳ ἀθετήσεως τῶν τότε πολυτρόπως πραχθέντων τὴν ἄρτι θείαν ὁμολογίαν διάνυε, εὐχόμενος ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ.
Ἀρσενίῳ μοναχῷ Ἐδεξάμην τὰ γράμματα τῆς ἀγάπης σου, ἃ κατανοήσας ἐμμελῶς ἐστέναξα μὲν ἐπὶ τῇ γεγενημένῃ δραματουργίᾳ, μᾶλλον δὲ ὑποπτώσει τῶν δοκούντων εἶναί τι, ὑφ᾽ ἧς εἵλω καὶ ὁ σὸς πατήρ, ἐμὸς δὲ ὁμόψυχος ἀδελφός· οὗ καὶ ὑπὲρ τοὺς ἄλλους ἤλγυνέν με ἡ πρὶν ἧττα ὡς νῦν ηὔφρανεν ἡ ἀναμάχησις μάλα. ἐπῄνεσα δὲ λίαν τὸ διαπονητικόν σου, ἀδελφέ, περὶ τὸν αὐτὸν καθηγεμόνα, ὅτι ὡς ἀληθῶς μαθητοῦ ἀληθινοῦ ἀγαπήματα καὶ τέκνου ἀψευδοῦς ἀποκλαύματα τὰ ἐγκάρδια καὶ ἔμπυρα ῥήματα τῆς ἐξηγορίας σου· καὶ γὰρ τῷ ὄντι θάνατος ψυχῆς ἡ σύμπτωσις καὶ σωματοποίησις τῆς χριστομάχου αἱρέσεως καὶ ἡ ἅπαξ κοινωνία αὐτῆς τῷ ἑαλωκότι καὶ ταῦτα μετὰ ἔνστασιν γενναίαν, καὶ τοῦτο ἐν βαθμῷ καί γε ἱερατικῷ καὶ ἡγουμενικῷ.
Εἰκότως οὖν, πανσύνετε, ἀπεκλαύσω, εὐεπιγνώστως ἐλεεινολογήσω, ὡς ᾑμαγμένην ἐσθῆτα ὁρῶν τὴν πατρῴαν δυσημερίαν, μᾶλλον δὲ θηριοβρωσίαν νοητήν, ἐκεῖνα οἷον φθεγγόμενος, ‛θηρίον πονηρὸν ἥρπασεν οὐ τὸν Ἰωσήφ, ὃν πάλαι θρηνῶν ἦν Ἰακώβ, ἀπεμποληθέντα ὑπὸ τῶν ἀδελφῶν ἐν πλάσματι τοῦ ὑποδειχθέντος χιτῶνος, ἀλλὰ τὸν ἐμὸν πατέρα, θηρίον ἀνθρωπόμορφον Ἰωσήφ, ὁ εἰθισμένως θηρεύων τοὺς ὁμογνωμονοῦντας ταῖς ἐκείνου ἀσεβείαις, ἀλλ᾽ οὐκ οἰκονομίαις‚. ἐκεῖνος, ἀδελφέ, καὶ τὰ πάλαι εἷλεν ἐν ταῖς τοῦ εὐαγγελίου παραβάσεσιν οὐκ ὀλίγους, ἐκεῖνος καὶ νῦν ἐπὶ ἀθετήσει τῆς Χριστοῦ εἰκόνος τὴν κοινωνίαν οἰκονομίαν δογματίσας τοὺς ἀνόμως πεισθέντας συγκατέπτωσε.
Καὶ τοιοῦτος μὲν αὐτός, σὺ δὲ μεμακαρισμένος, καὶ θρηνήσας, καὶ ἄμφω τὼ χεῖρε συνανελκύσας τὸν πατέρα καὶ εἰς τὴν αὐτὴν ὁμολογίαν πάλιν καθιδρύσας· οὕτω γὰρ ἔχει. καὶ χαῖρε, ὅτι ζῶν ἐστιν ἐν Κυρίῳ, κἂν τεθνήκει πρῶτον· πατάξει γάρ, φησίν, καὶ μοτώσει καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσει. τίς ταῦτα; ὁ Λάζαρον τετραήμερον ἐγείρας ἐκ τάφου καὶ τὸν σὸν νῦν δ᾽ αὖ καὶ ἐμὸν πατέρα ζωοποιήσας. γήθου, γήθου καὶ μηκέτι κλαῖε Μαρθαϊτικά, ἐφ᾽ ὅσον οἷόν τε καὶ ἀπὸ τοῦ δεῦρο βοηθῶν αὐτῷ, ᾧτινι καὶ ἐπέστειλα.
Σεργίῳ ὑπάτῳ τοῦ ἀερικοῦ Πάλαι ἂν ἐπέστειλα τῇ εὐγενείᾳ σου, δεδιδαγμένος μὴ ἀτονεῖν τοῦ φιλικοῦ καθήκοντος, ἀλλ᾽ ἡ τῶν πραγμάτων μεταβολὴ ὑπενάρκησέ μου τὴν χεῖρα, μή πως ἀπευκτὸς ὦ καὶ τοῖς ἄγαν φίλοις, ἀλλοιωθεῖσιν οὐ τὴν καλὴν ἀλλοίωσιν καὶ ἧς ἔργον οὐκ ἐκ τοῦ κατόπιν εἰς τὸ πρόσω φέρεσθαι, ἀλλὰ τὴν ἐναντίαν καὶ πρὸς τὸ ἐναντίως καθυπάγεσθαι. ἐπεὶ δὲ οὐ τῶν τοιούτων ὁ τοσοῦτος τὴν ἀρετήν, πέπεικα ἐμαυτὸν ἐπὶ τὸ γράφειν ἐλθεῖν. καὶ δὴ διὰ τῆσδε τῆς γραφίδος προσφθέγγομαί σε τὸν ἐμὸν δεσπότην καὶ διαφερόντως ἐραστήν, οὗ πολλὴ μὲν ἡ γνῶσις, πατρόθεν δὲ ἠργμένη ἡ εὐσέβεια, καὶ οὗ τὸ συστέλλειν ἑαυτὸν τῶν πολλῶν καὶ θεῷ συγγίνεσθαι μᾶλλον ἐράσμιον, ὀλίγα δὲ φροντίζειν Καίσαρος καὶ τῶν περὶ Καίσαρα ἰδιώτατον. πῶς οὖν, ὦ φιλότης (παρρησιάσεται γὰρ ὁ λόγος), ὁ τηλικοῦτος ἐν τοῖς ὁρωμένοις ὑπήχθης; ἀρκετὸν γὰρ ἐν τοσούτῳ δηλῶσαι τὸ προκείμενον, αἰδοῖ τῆς περιεπούσης σε τιμιότητος.
Ἀλλὰ φεῦ τῆς ὀλισθηρᾶς φύσεως τῶν ἀνθρώπων· ταῦτα μὲν ὁ καιρὸς τοῖς κατὰ καιρὸν τὰς πίστεις μεταμείβουσιν, ἀλλ᾽ οὐ παγίοις καὶ περὶ τοῦ αὐτοῦ ὡσαύτως ἀεὶ ἔχουσι. σὲ δὲ ὅμως εὔχομαι ὁ ταπεινὸς τοῖς ἐν μέσῳ ἐγκαλινδούμενον ὀλίγα μὲν τοῖς κατὰ βίον κύμασιν ἁλμυροῖς ῥαντίζεσθαι, ἄσπιλον δὲ ὁμοῦ καὶ ἄμωμον τὸν τῆς ὀρθοδοξίας χιτῶνα διατηρεῖν.
Ναυκρατίῳ τέκνῳ Βραχέσι συλλαβαῖς ἀμείβομαί σου, τέκνον ἠγαπημένον, τοὺς πλείστους λόγους τῶν ἐγκωμίων, οὓς ἐπαΐω, δεδιὼς σφόδρα μὴ ὢν τοιοῦτος, ἀλλ᾽ οἷος ὁ ἐρριμμένος ἐν τριοδίᾳ διὰ νεκρότητα ἁμαρτημάτων, οὔτε λόγῳ οὔτε ἔργῳ εὐηρεστηκὼς πώποτε τῷ θεῷ μου. εἴη δ᾽ ἂν τῆς ὑμετέρας εὐχῆς ἔργον ἄρξασθαί με ἀπὸ τοῦ δεῦρο θεοσεβεῖν ἐν τῷ κτήσασθαί με καινὴν καρδίαν, μισοῦσαν καὶ βδελυττομένην τὴν ὡς ἀληθῶς μυσαρὰν ἁμαρτίαν καὶ ἀγαπῶσαν τὴν μόνην ἐφετὴν καὶ ἐρασμιωτάτην ἀρετήν, ἥτις ἐστὶν ὁ θεός.
Σὺ δέ, ὦ παῖ καλέ, νῆφε ἐν πᾶσιν, ἔργον ποιῶν εὐαγγελιστοῦ διὰ τῆς καλλίστης σου διακονίας· οἶδα γάρ σε διατεινόμενον ὧδε κἀκεῖ καὶ φροντίζοντα πολλῶν ὡς οἰκονόμον θεοῦ. εἰ καὶ βρέμει ἀπειλῆς ὁ κρατῶν, μὴ πτοοῦ· οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. εἰ καὶ τοῖς σημείοις οὐκ εἴκουσιν οἱ ὑπεναντίοι, μὴ θαυμάσῃς, ἀλλὰ μακροθύμει· οὔτε γὰρ ἐκεῖνοι ἄλλως εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας εἴκουσιν οὔτε οἱ τοῦ θεοῦ εἰς τὸ κομίσασθαι τὴν μισθαποδοσίαν· δι᾽ ἐλπίδος γὰρ καὶ πίστεως καὶ ὑπομονῆς πάντες οἱ ἅγιοι εἰλήφασι τὰς ἐπαγγελίας· ὥστε μὴ ζήτει καιροὺς καὶ προθεσμίας λήξεως τῶν κακῶν· τότε λωφήσουσιν, ὁπόταν συμφέρον ἡμῖν. διὸ τὸν προκείμενον ἡμῖν ἀγῶνα τρέχωμεν, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Χριστόν· ὅς, πέποιθα, τελειώσειεν ἡμῶν τὸν δρόμον, ἱλεούμενος ἱκεσίαις πατρικαῖς σὺν πάσαις ἁγίων.
Προσειπὲ τοὺς ἀδελφοὺς πάντας, ἐξαιρέτως τὸ 〈δ〉, τὸ 〈θ〉, τὸ 〈λ〉. οἱ σὺν ἐμοὶ πλεῖστά σε προσαγορεύουσιν.
Τῷ αὐτῷ Εἰ καὶ οὐκ ἐδεξάμεθά σου γράμματα, τέκνον ἠγαπημένον, διὰ τοῦ ἀδελφοῦ Θεοδούλου, ἀγνοίᾳ σου ἀπάραντος καὶ ὡς ἐπ᾽ ἄλλης ὁδοῦ, ἀλλ᾽ οὖν ἡμεῖς καλῶς ἔχειν ἐνομίσαμεν ἐπιστεῖλαί σοι, γνωρίζοντες ὅτι χάριτι Χριστοῦ ὑγιαίνομεν σωματικῶς. εἴη δὲ καὶ κατὰ ψυχὴν ἐρρῶσθαι ἡμᾶς τοὺς ταπεινοὺς διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπικλήσεως τοῦ μακαρίου μου πατρός, ὅτι οὐκ οἴκοθεν οὐδὲ ἐξ ἔργων μου ἔχω ἰσχύν, δυνατὸς δὲ ὁ θεὸς δι᾽ ὑμᾶς σῴζειν κἀμέ, εἰς ὃν ἀποκρέμασθε ἐν ἀγάπῃ ὥσπερ κἀγὼ ἐν ὑμῖν· τίς γάρ μου ἄλλη δόξα ἢ χαρὰ ἢ προθυμία πάρεξ ὑμῶν, διαφερόντως δὲ σοῦ τοῦ πιστοῦ καὶ ἀγαπητοῦ καὶ τὰ πάντα μοι μετὰ θεὸν ἐν τῇ ζωῇ ταύτῃ ἀνήκοντος;
Διὰ τοῦτο χαίρω ἐπὶ τῇ ζωῇ καὶ προκοπῇ σου, παρακαλῶν τὸν ἀγαθόν μου θεὸν ἵνα ἐπὶ πλεῖον δῴη σοι σύνεσιν ἐν φρονήσει τελείᾳ καὶ ταπεινώσει πληρεστάτῃ εἰς τὸ μὴ διαψευσθῆναι τὰς ἐλπίδας μου μηδ᾽ αὖ τὰς τῶν πολλῶν ἐπὶ σοὶ ὑπολήψεις· καὶ γὰρ ἐν οὐκ ὀλίγων στόμασι κεῖσαι ἐπ᾽ ἀρετῇ λόγου. βλέπε οὖν, τέκνον, τὸ ἔργον σου ὁποῖον, ὅτι ὁ προσθεὶς γνῶσιν προσθήσει ἄλγημα καὶ ὁ δεξάμενος ἔπαινον, εἴπερ θεῖος καὶ σοφός, συνέλαβεν πῦρ ζήλου ἐν πολλῷ τρόμῳ. τήρει σεαυτὸν καὶ πρὸς τὸν ἔσω ἄνθρωπον ἀκαταγώνιστον εἶναι ἐκ τῆς ἀκηρύκτου καὶ ἀνενδότου διαβολικῆς πάλης καὶ πρὸς τὸν ἔξωθεν διὰ τῆς ἐν ἅπασι εὐσυστροφίας καὶ εὐβουλίας. ἤδη ἀπεκδεχόμεθα καὶ τὸν ἀδελφὸν Προτέριον, δι᾽ οὗ πάντως, εἴπερ οἰκονομεῖ θεὸς ἔτι ἐπιμένειν ὑμᾶς ἐν τοῖς αὐτόθι, καὶ δεξόμεθά σου γράμμα καὶ ἀνταποστείλωμεν.
Ὡς εἰρήνης υἱὸς εἰρηνοποίει, τέκνον μου, τοὺς ἀδελφούς σου χριστομιμήτως. γίνωσκε αὐτάρκως ἔχειν ἡμᾶς τὰ κατὰ χρείαν. ὠναίμην σου, τέκνον, ἐν Κυρίῳ, ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν τῷ καὶ σωματικῶς ὑγιαίνειν σε. προσαγορεύουσιν οἱ σὺν ἐμοί. τοὺς ἀδελφοὺς πλεῖστα ἀσπάζομαι. ἡ χάρις μετὰ σοῦ.
Τῷ αὐτῷ Ἕως πότε, τέκνον, οὐ παύσῃ ἀποσεμνύνων ἡμᾶς τοῖς λόγοις; ἕως τίνος οὐ λήξεις ἐπαίρων ἡμᾶς τοῖς ἐγκωμίοις; ἀλλ᾽ οἶμαι ἐκ δυοῖν τρόπων τοῦτό σε πράττειν, ἑνὸς μὲν τοῦ ἕλκεσθαι ὑπὸ τῆς ἀγάπης, ὑφ᾽ ἧς καὶ φιλεῖ συλᾶσθαι ὡς τὰ πολλά, καθά φησιν ὁ Θεολόγος, ἡ ἀλήθεια, ἑτέρου δέ, ὅπερ καὶ μᾶλλον τίθημι, ὡς ἂν διὰ τῶν ἐπαίνων στερεοῖς τὸ ἀνειμένον τῆς ταλαιπώρου μου ψυχῆς. δοίη τοίνυν Κύριος οὐ κατὰ τὰς ὑψώσεις σου (πολλαὶ γὰρ καὶ ὑπὲρ λίαν), ἀλλὰ μικρόν τι δι᾽ εὐχῶν ὑμῶν ἁγίων ἐν κατορθώσει γενέσθαι με καὶ μὴ πάντῃ ἔκπτωτον τῆς τῶν καλῶς ἀγωνιζομένων ἰχνηλατίας.
Ἐδάχθην δὲ οὐ τὸ τυχὸν ἐπὶ ταῖς προλαβούσαις σου θλίψεσι καὶ γε μάλιστα ἐπὶ ταῖ ἀνίαις τοῦ σώματός σου. ἀλλὰ τί λέγει ὁ ἀπόστολος; εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι. εἰς μὲν οὖν τὴν νόσον, παρακαλῶ, χρῆσαι τοῖς θεραπευτικοῖς· χρῄζουσι γάρ σε πολλοὶ ὑγιαίνειν, ἐξαιρέτως ὁ ταπεινὸς ἐγώ. περὶ γὰρ τῶν κρυπτῶν ὁ καὶ ψυχῶν καὶ σωμάτων ἰατρὸς ῥώσειέν σε ὥσπερ καὶ ῥώννυσιν, ὁπόταν καὶ ὑποχαυνώσοιμεν ἐν τῇ ἀνενδότῳ ταύτῃ πάλῃ τοῦ τῆς ταπεινώσεως ἡμῶν σώματος καὶ μηδαμῶς ὀλιγωρήσοιμεν θᾶττον ἀνιστάμενοι· στεφάνων γὰρ ἡ ἀναπάλαισις, οὐ κατακρίσεως.
Σώσοι σε οὖν ἐν πᾶσιν ὁ ἀγαθὸς θεὸς ἡμῶν, ἀδελφὲ τιμιώτατε.
Νικηφόρῳ, τῷ ἁγιωτάτῳ πατριάρχῃ Πολλάκις προθέμενος ἐπιστεῖλαι τῇ ἱερᾷ κορυφῇ τῆς μακαριότητός σου ἐνεκόπην, πῇ μὲν τὴν ἑαυτοῦ ἀναξιότητα ἐπαισθανόμενος, πῇ δὲ ὑποδεὴς ὢν διὰ τοὺς πειρασμούς. νυνὶ δὲ περιφρονήσας ἀμφοτέρων καὶ τῇ Τριάδι ὁ τάλας θαρσήσας λέγων εἰμὶ τάδε. χαῖρε ἀληθῶς νικητήριον ἀσεβείας, ὁ ἐν τεθρίππῳ ἀρετῶν διανύων τὸν τῆς πίστεως δρόμον· χαῖρε ὁ μέγας ἥλιος τῆς ὀρθοδοξίας, οὗ ταῖς ὁμολογητικαῖς ἀκτῖσι φωτοβολεῖται ἡ οἰκουμένη· χαῖρε ὑπέρμαχε τῆς ἀληθείας, κατὰ τοὺς ἔκπαλαι θεοφόρους διαπρέπων τῷ τῆς ἀρετῆς κλέει. ἀπέλιπες τὸν ὑψηλὸν θρόνον διὰ τὸν ἑαυτὸν ταπεινώσαντα μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· ἀπέλιπες ἀρχιερατικὰς ὑπηρεσίας καὶ ἀναπαύσεις, μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ ὁμολογητικῷ τρόπῳ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, ὅμως ὅτι οὐδὲ κατ᾽ αὐτάς, κἂν ἐν αὐταῖς, ζῶν ἦς, νεκρῶν τὰ μέλη τῇ ἐν Κυρίῳ ζωῇ. ἤνεγκας ἁγίας μητρὸς στέρησιν, ἀδελφῶν τιμίων, πάντων ὁμοῦ ἐν ἅπασιν ἀφαιρεθείς. καὶ οὔπω λέγω τοὺς χριστοειδεῖς σου ὀνειδισμούς, τὰς ἐκ τῶν κρατούντων προσβολάς, ἐρεσχελίας, στενοχωρίας καὶ οἱονεὶ ἀποπνίξεις. κατηνέχθης σὺν Χριστῷ ἐν νυκτί, ἐπειδὴ καὶ αὐτὸς προδιδόμενος περιωρίσθης, μεθωρίσθης, ἐν γεωλόφῳ που καθεζόμενος ὁ μάρτυς Χριστοῦ.
Ἀλλ᾽ εὖγε, ὅτι πάντα εἰς καλόν σοι. ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου ἀπὸ τῆς τοῦ νοῦ σκοπιᾶς καὶ ἴδε σου τὰ τέκνα εἴτουν πρόβατα ὁ ποιμὴν ὁ καλός, εἰ καὶ διεσκορπισμένα σώματι, ἀλλ᾽ ἡνωμένα πνεύματι, διειληφότα σχεδὸν ἄλλο κατ᾽ ἄλλο μέρος τὴν ἐκκλησίαν σου πᾶσαν καὶ ταῖς αὐγαῖς τῆς ὁμολογίας δίκην ἀστέρων φρυκτωροῦντα τοῖς ἐν νυκτομαχίᾳ τῆς αἱρέσεως τὸ φῶς τῆς ὀρθοδοξίας, τὰ μὲν τυθέντα θεῷ δι᾽ ἀθλητικῆς τελειώσεως, τὰ δὲ ἀθλοῦντα, μηδὲν ὑποπτήσσοντα τῶν παρόντων, ἀλλὰ ῥωννύμενα ταῖς θεοκλινέσι σου προσευχαῖς. αὕτη ἡ δόξα σου τῆς ἐκκλησίας, τοῦτό σου τὸ σύσσημον τῆς μαρτυρίας· ὅπερ ὁ μέλλων χρόνος ὑποδεξάμενος δοξάσειεν τὸν θεὸν ἐν σοὶ ὡς καὶ τανῦν. πολλά σου τὰ ἐγκώμια ὀφείλεται, τῷ ὑπὲρ τῆς εἰκόνος Χριστοῦ ἐναθλοῦντι.
Ἀλλά μοι σύγγνωθι, ὦ θεομίμητε, τολμήσαντι ἐκ πόθου ἐν οἷς ἐφθεγξάμην, χαριζόμενος τὴν ἱεράν σου προσευχήν, ὡς ἂν μὴ ἀποπέσοιμι τοῦ εἶναί σου ἐλάχιστον τέκνον, ὁ τῶν πάντων ἀχρειότερος διὰ τὰς ἁμαρτίας.
Ναυκρατίῳ τέκνῳ Ἐξ ἀγώνων εἰς ἀγῶνας καὶ ἐκ θλίψεως εἰς θλίψεις τὰ καθ᾽ ὑμᾶς, τέκνον μου Ναυκράτιε, ὁ ἐπιπόθητος καὶ ἀειπόθητος. ἀλλ᾽ ἀνθ᾽ ὅτου ταῦτα; διὰ Χριστόν. οὐκοῦν οὐ λυπηρά, ἀλλὰ καὶ λίαν περιχαρῆ. ἐχαρίσθη καὶ ὑμῖν ἀπὸ θεοῦ τὸ ὑπὲρ Χριστοῦ πάσχειν. νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν (φωνή ἐστι τοῦ ἀποστόλου, συμβαλλομένη καὶ ἡμῖν τοῖς ἀναξίοις), ἐπειδὴ πάντα ἐγράφη πρὸς νουθεσίαν ἡμετέραν, ἵν᾽, ὁπόταν ἐν τοῖς ὁμοίοις καιροῖς ἐμπίπτωμεν, ἔχοιμεν τὰ φάρμακα τῆς σωτηρίας. διεῖλαν καὶ τὸ μοναστήριον, ὡς ἔμαθον, οἱ ἄνθρωποι κατὰ ἄμυναν, ἀλλὰ δύο ταῦτα, ἓν μὲν ὅτι οἶδεν ὁ θεὸς τὰ κακῶς διαιρεθέντα καλῶς ἑνοῦν, ὁπόταν βούλοιτο, ἕτερον δὲ ὅτι ὑπὲρ Χριστοῦ καὶ ὁ ἐν Ἐδὲμ παράδεισος ἡμῖν καταφρονητέος. πλὴν ὅτι καὶ ἡμεῖς καὶ οἱ διειλάμενοι καὶ πᾶς τις ξένοι καὶ παρεπίδημοι πάσης τῆς γῆς.
Οὕτω μὲν ταῦτα. πῶς δὲ ἕξει τὰ καθ᾽ ὑμᾶς ἔτι ἀσχάλλω μαθεῖν· τὰ γὰρ ἡμέτερα ἤδη διέγνωσται καὶ φέρομεν μεθ᾽ ὑπομονῆς Κυρίου ἡμέραν ἐξ ἡμέρας τὴν κάκωσιν. ὅμως τί καὶ πεπόνθαμεν; οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς, ἐάνπερ τελείως ἀγωνισώμεθα, ἀδελφέ. διὸ προσεύχομαι ὁ τάλας στεφανίτας ὑμᾶς ἀναδειχθῆναι, Χριστὸν ἔχοντας συναθλοῦντα ὑμῖν ἐν πᾶσιν. ἐρώτα καὶ αὐτὸς περὶ ἡμῶν τὸν Κύριον σῴζεσθαι ἡμᾶς παντὶ τρόπῳ ἀπὸ τοῦ πονηροῦ.
Προσαγόρευσον τοὺς συνάθλους σου ἀδελφούς.
Σιλουανῷ τέκνῳ Ἀξίαν τῆς εὐλαβείας σου, τέκνον ἐπιπόθητον, ἐχάραξάς μοι τὴν ἐπιστολήν· καί γε ἀνέθην καὶ ἐδόξασα τὸν ἀγαθόν μου θεόν, ὅτι σου ἡ πίστις ἡ εἰς ἐμὲ τὸν ἁμαρτωλὸν ζῇ καὶ ἡ ἀγάπη πυροβολεῖ καὶ ὁ πόθος ἀκμάζει. οὕτω κἀγὼ πρὸς σέ, μικρὸν λυπῶ, μικρὸν καθάπτομαι, καὶ τοῦτο ἐν φόβῳ, ἵνα τὰ προειρημένα συντηρηθείη, εἴπερ ὁ ἀγαπῶν ἐπιμελῶς παιδεύει.
Φυλαχθείης οὖν μοι, υἱέ μου ἀγαπητέ, ὡς υἱὸς φωτὸς ἐν τῷδε τῷ σκοτεινῷ χρόνῳ τῆς χριστομανίας. ὅπως δὲ ἐγκέκλεισμαι μετὰ τὸ δαρῆναί με σὺν τῷ ἀδελφῷ Νικολάῳ ὁρῶν τὸ 〈χ〉 ἀκριβῶς μαθήσῃ· θέλω γὰρ συνοψίζεσθαί σε αὐτὸν ὅπου εὐοδοῦται ὑμῖν, ἐπειδὴ καὶ διὰ στόματος χρεία διαλέξεως. καὶ τί ἀπεσχοίνισας, ἀδελφέ, οὕτως; μή, παρακαλῶ. συνέρχεσθε εἰς ταὐτόν, ἵνα λυσιτελῇ ἀμφοτέροις καί γε ἐμοὶ τῷ ταπεινῷ· ὃν ἀεὶ λαμβάνειν ἐν τῇ προσευχῇ σου μὴ κατόκνει εἰς τὸ εὐαρεστεῖν με Κυρίῳ καὶ διασῴζεσθαι ἀπὸ τοῦ πονηροῦ.
Ὁ ἀδελφὸς Νικόλαος προσαγορεύει σε.
Ἄννῃ μοναζούσῃ Αἱ πρὸς τὰ τέκνα τῶν μητέρων ἀποστροφαὶ πρόσκαιρόν πώς εἰσιν· ὑπὸ γὰρ τῆς φύσεως εὐθὺς συνελκόμεναι πρὸς ἑαυτὰς ὑποστρέφουσιν αὐτά, διπλοῦν τὸ φίλτρον αὔξουσαι καὶ τὰ καταθύμια αὐτοῖς ἐν πᾶσι παριστῶσαι. τί δή μοι βούλοιτο δηλοῦν τὸ προοίμιον; ὅτι καὶ πρὸς ἡμᾶς τοὺς ταπεινοὺς ἡ σεβασμιότης σου μικρὸν ἀγανακτήσασα πάλιν οὐκ ἤνεγκε μὴ τὰ τῆς συνήθους ἀπαθείας ἐνδείξασθαι ἐν Κυρίῳ σπλάγχνα. διὰ τοῦτο μητροπρεπῶς καὶ ἐδωροφόρησε καὶ ἐνέδυσε καὶ ἀπελογήσατο, τὸν οἶκτον διπλασιάσασα τοῦ ἐλέους.
Χάρις οὖν τῷ θεῷ, τῷ διὰ λύπης χαρὰν γεννήσαντι καὶ ἐν ἡμῖν τοῖς ἁμαρτωλοῖς· τίς γάρ ἐστι, φησίν, ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ (εἰ καὶ μὴ ἐσμὲν ἄξιοι τοῦ λόγου ἡμεῖς); χαρισθείης μοι ἐπὶ πολὺ καὶ λυποῦσα καὶ εὐφραίνουσα, καὶ μὴν καὶ προσευχομένη μοι τὴν σωτηρίαν ὡς κἀγὼ ἀεὶ περὶ τῆς ἁγιωσύνης σου.
Ἰγνατίῳ τέκνῳ Ὁσάκις ἂν δέξωμαί σου γράμμα, εὑρίσκων σου τὴν ἀληθινὴν πίστιν καὶ ἀγάπην, ἣν ἔχεις πρός τε τὸν θεὸν καὶ τὴν ταπείνωσίν μου, χαίρω ὁμοῦ καὶ δοξάζω τὸν Κύριόν μου, τέκνον ἠγαπημένον, εὐχόμενός σε προσμένειν ἐν ταύταις, δι᾽ ὧν καὶ ψυχὴ καθαίρεται καὶ παρασκευὴ πάρεστιν ἀθλήσεως· μὴ γὰρ πάντως οἴου ἐκπεφευγέναι σε τοὺς διώκτας, τοὺς ἀδελφούς σου ὁρῶν ἐμπαρέντας. ἑτοιμάζου οὖν λοιπὸν μὴ καταπτήσσων· θεὸς μετὰ σοῦ. τοῦτο δὲ λέγω οὐχ ἵνα ἐπεισάξῃς ἑαυτόν, ἀλλὰ φεύγων μή πως καταλειφθῇς καὶ μὴ εὑρεθῇς ἀπαρασκεύαστος. ἔστω οὖν ὁ θεὸς μετὰ σοῦ, ὅπως ἂν καὶ οἰκονομῇ σου τὴν ζωήν· δέομαί σου, τέκνον, δόξασον τὸν θεὸν ἐν τῷ σώματί σου καὶ ἐν τῷ πνεύματί σου.
Οὗ δὲ εἵνεκα ὑπέμνησας, οὐχ οὕτως ἐγώ, ἀλλὰ ἁμαρτωλός, σαθρός, οὐ ῥιψοκινδύνως ἄρτι λαλῶν, ἀλλὰ γὰρ καὶ μετὰ πολλῆς συνοχῆς καὶ δέους μήτε ὑπερτείνειν μήτε καθυφίεσθαι, εἰ καὶ τανῦν τύψαντες ἡμᾶς ἀσφαλῶς ἐνέκλεισαν σὺν τῷ ἀδελφῷ Νικολάῳ. προσεύχου τοίνυν, υἱέ μου, φρουρεῖσθαί με ἐν Κυρίῳ ἐν τῇ φρουρᾷ καὶ ἕτοιμον εἶναι εἰς ὃ καὶ καλεῖ παθεῖν δι᾽ αὐτὸν ἕτερον.
Προσαγορεύει ὁ ἀδελφός· προσειπὲ τῷ ἀδελφῷ Συνετῷ.
Θεοφάνει ἡγουμένῳ καὶ ὁμολογητῇ Φίλον παιδὶ πατρικὴ προσφώνησις ὥσπερ καὶ τὸ ἔμπαλιν· διὰ τοῦτο καὶ πάλιν μοι τὸ γράμμα, ἐπεὶ ἐγὼ σὸς υἱὸς ἐν Κυρίῳ, ἀλλὰ φεῦ ὅτι οὐκ ἐοικὼς τῇ πατρῴᾳ ἀρετῇ. πλὴν ὅτι δόξα μοι τὰ παθήματα τῆς ὁμολογίας σου. ἄνθρωπος ἐν γήρει, ἐν νόσῳ χαλεπωτάτῃ, κλινήρης ὅλος, ἀλγυνόμενος σφόδρα, θανατούμενος καθ᾽ ἑκάστην, καὶ τῆς ὁσίας μονῆς ἀποικισθῆναι καὶ τῆς ἱερᾶς ἀδελφότητος διαιρεθῆναι καὶ ὑπὸ φυλακὴν τηρεῖσθαι καὶ τῆς ἀναγκαίας ὑπηρεσίας ἀμοιρεῖσθαι καὶ πρὸς μηδὲν τῶν εἰρημένων κατακάμπτεσθαι εἵνεκα τῆς Χριστοῦ ἀγάπης, ἀλλ᾽ ἐνίστασθαι καὶ ὁμολογεῖν, καὶ πρὸς τὰς πεύσεις τὰς ἀποκρίσεις διδεῖν. μαρτυροστεφὴς ὡς ἀληθῶς ὁ τοιοῦτος, ὦ μακάριε πάτερ. ὡς μέγα σου τὸ κλέος, ὡς πολύαθλόν σου τὸ ἀγώνισμα, ἑκούσιά σοι λογιζόμενα παρά τε θεῷ καὶ τοῖς εὐγνώμοσι τὰ ἀκούσια τῆς ἀσθενείας ἀλγήματα διὰ τὴν Χριστοῦ μαρτυρίαν. ἐστήριξας τοὺς ὀρθοδόξους, κατῄσχυνας τοὺς ὑπεναντίους, προσθείην δ᾽ ἂν καὶ τοὺς προφασιζομένους προφάσεις ἐν ἁμαρτίαις εἴτουν ἀσθενείαις ἤ τισιν ἄλλαις αἰτιολογίαις.
Ἀλλ᾽ ὁ ἀρχηγὸς τῆς ὁμολογίας σου Χριστὸς καὶ τελειωτὴς εἴη σοι, προσευχομένῳ περὶ ἐμοῦ τοῦ παιδός σου τὰ αὐτά. εἰ πάρεστιν ὁ πατήρ μου καὶ ἔξαρχος, προσαγορεύω ὁ ταπεινός.
Μοναζούσαις Ἀγαθὴν ἀκοὴν ἐνηχούμενος περὶ τῆς τιμιότητος ὑμῶν χαίρω ὁ ταπεινός, καὶ μάλιστα ὅτι αἷμα καὶ πνεῦμά ἐστε τοῦ ἀνθρώπου τοῦ θεοῦ καὶ κοινοῦ πατρός. ἔτι δὲ περισσοτέρως ἥδομαι καὶ δοξάζω τὸν θεὸν μανθάνων ὅτι ἄχραντοι διαμεμενήκατε ἕως τοῦ νῦν τῆς τῶν αἱρετικῶν κοινωνίας. καί γε δεῖ τοὺς τὰ σώματα ἀνέπαφα ἔχοντας καὶ κατὰ τὴν πίστιν παρθενεύειν· μοιχεία γάρ ἐστιν, ὦ πανσύνετοι, καὶ τὸ τῆς αἱρετικῆς κοινωνίας μετέχειν, ἧς ὑμᾶς Κύριος μέχρι τέλους διατηρήσειεν ἀψαύστους, ὁ νυμφευσάμενος ἑαυτῷ διὰ τοῦ κατὰ τὴν παρθενίαν ἐπαγγέλματος.
Οὗτος ὁ πρῶτός μοι λόγος. διδασκαλίαν δὲ παρ᾽ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἱνατί αἰτεῖσθε; ὑμεῖς θεοδίδακτοί ἐστε χάριτι Χριστοῦ· καὶ γὰρ καὶ ἐκ γονέων εὐσεβῶν ἀμφότεραι καὶ γνώσει διαφέρουσαι καὶ τῷ βίῳ τὸ διδασκάλιον τῶν ἐντολῶν προβαλλόμεναι. εἰ δέ τι καὶ παρ᾽ ἡμῶν δέοισθε τῶν ἀμαθῶν, ὁ φόβος τοῦ θεοῦ τὸ ζητούμενον· οὗτος γὰρ ἐν καρδίᾳ δεχθεὶς φῶς ἔλαμψεν, τὰ πάθη ἐμείωσεν, ἐξ οὗ κατάνυξις, δάκρυον, μῖσος κόσμου, ἐπιθυμία οὐρανῶν. καὶ τί γὰρ οὐ καλὸν ἐντεῦθεν προσγίνοιτο;
Τοῦτο οὖν ἐστιν ἐνοίκησις θεοῦ· οὗ δὲ θεός, ἐκεῖ τῶν ἀγαθῶν ἡ πηγή, εἰρήνη, χαρά, ἀγάπη. παρακαλῶ οὖν ὑμᾶς ὁ ταπεινὸς μὴ πρὸς τὰ τῶν πλησίον ἀποβλέπειν παραδείγματα καὶ μάλιστα τῆς ἐπιπλάστως ἐν ταῖς πλείσταις τῶν μοναζουσῶν ἐπιδεδειγμένης πολιτείας χλιαρᾶς, ἵν᾽ οὕτως εἴπω, καὶ συγκεχυμένης, ἀλλὰ πρὸς τὰ ἀρχέτυπα κάλλη, ὧν οἱ βίοι ἐν χερσὶν ὑμῶν, ἀστραπηφοροῦντες τοὺς θείους ἔρωτας· ἐπεὶ καὶ ζωγράφος οὐκ ἐκ φαύλων, ἀλλ᾽ ἐξ ὡραϊσμένων καὶ ἀρχαιότητι διαφερόντων εἰκόνων μεταγράφοιεν εἰκόνα. τί ἦν ἐν ἐκείναις γνωστὸν ὑμῖν; λύσις τῶν δεσμῶν τῆς προσπαθείας, φυγὴ ἀρρενικῆς ὄψεως ὅσον ἐνδέχεται, καταβεβλημένον φρόνημα, ῥυπῶσα ἐσθής, ὄμμα κάτω νενευκός, οὖς φεῦγον ἀνωφελῆ ἀκούσματα, στόμα λαλοῦν ἔνθεα, ὑποπιεσμὸς σώματος· οὕτω γὰρ περιεγένοντο τοῦ τῆς σαρκὸς φρονήματος, ἐπείπερ ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, ὡς γέγραπται, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός, ταῦτα δὲ ἀντίκειται ἀλλήλοις, καὶ ἀκήρυκτος πόλεμος. καὶ δεῖ ἡμᾶς πᾶσαν ἡμέραν, εἴπω καὶ ὥραν, ὁπλίζεσθαι κατὰ τῶν παθῶν ἀνδρικῶς μετὰ θεοῦ καὶ σὺν θεῷ ἐν πολλῷ ἀγῶνι νικῶντας τὸν ἐχθρόν, τὸν ἀεὶ διψῶντα τὴν ἀπώλειαν ἡμῶν, οὗ αἱ ῥομφαῖαι εἰς τέλος ἐξέλιπον τοῖς προσέχουσιν ἀσφαλῶς.
οὐκ ἔστιν δὲ μὴ ἡττᾶσθαι πάντως καὶ πλήττεσθαι τὸν ἀγωνιζόμενον ἐν λόγῳ καὶ ἐννοίᾳ καὶ ἐν τοῖς ὁμοίοις τοῖς μὴ πρὸς θάνατον ἁμαρτίας, ἀλλὰ τὸ θᾶττον ἀναπαλαίειν χρὴ καὶ ἐπὶ τῆς δεούσης ἵστασθαι καταστάσεως· παραπτώματα γὰρ τίς συνήσει καὶ τίς καυχήσηται τὴν ψυχὴν ἁγνὴν ἔχειν; καὶ ἐν θλίψει μὲν ὁ ἐν Κυρίῳ ζῶν, ἐπειδὴ στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, ὥσπερ καὶ ἡ ἐναντία τοῖς ἐναντίοις· ὅτε δὲ ἔλθοι τὸ πέρας τῶν ἀγώνων, τότε εἴσεσθε, ὦ νύμφαι Χριστοῦ, τί προεξένησεν ὑμῖν ἡ πολιτεία· ἀρθήσεσθε γὰρ ἐν χαρᾷ ἀνεκλαλήτῳ ὑπὸ ἀγαθῶν ἀγγέλων καὶ εἰσελεύσεσθε εἰς τὴν ἀχειρότευκτον παστάδα, εἰς τὸν οὐράνιον νυμφῶνα, πάντοτε σὺν Κυρίῳ εἰς αἰῶνα ἐσόμεναι.
Ἦν μὲν καὶ πλέον τι λέγειν, ἀλλ᾽ ἐπειδὴ στοχάζομαι ὑπερβεβηκέναι τὸ μέτρον τῆς ἐπιστολῆς, ἐνταῦθα καταπαύσοιμι τὸν λόγον· ὑπὲρ οὗ χαρίσασθέ μοι τῷ ἁμαρτωλῷ τὰς ἁγίας ὑμῶν εὐχάς.
Λέοντι πατρικίῳ Ὀφειλέτης εἰμὶ οὐ χάρτην καὶ μέλαν, ἀλλ᾽, εἰ ἐνδέχοιτο, δέρμα καὶ αἷμα ἀποστέλλειν τῇ ἁγίᾳ σου ψυχῇ, οὕτως ἐπιδούσῃ ἑαυτὴν ἔκπαλαι τῇ ταπεινώσει μου καὶ ὁμειρομένῃ οὐ μόνον τὰ κατὰ σῶμα, ἀλλὰ γὰρ καὶ τὰ κατὰ πνεῦμα. καὶ μὴ ἀπιστήσῃς ὃ μέλλω λέγειν, δέσποτα· ἔστι γὰρ ἀληθὲς ὅτι, ἃ μήτε ἱεράρχαι μήτε ἱερεῖς μήτε μὴν μονασταὶ καὶ μιγάδες ἤ τις ἄλλος σχεδὸν οἰκεῖος καὶ φίλος εὐηργέτησεν ἢ ἐφρόντισεν ἐπ᾽ ἐμοί, ταῦτα ἡ σὴ εὐσέβεια ὑπερβαλλόντως ἐνεδείξατο εἰς ἐμέ. καί, εἰ οἷόν τε ἦν ἐπιδεῖν τὴν καρδίαν μου τὴν μεγαλωσύνην σου, ἐθαύμασεν ἑαυτὴν μεγάλως ἄν.
Ἀλλὰ ταῦτα μὲν ἐν τούτοις, καὶ οὔ τί που παύσοιμι ἐπιστέλλειν τάχα γε καὶ μετὰ θάνατον ἀοράτως ἀοράτῳ. νῦν δὲ ἐκεῖνο ὁ τάλας εὔχομαι, διαφυλαχθῆναί σε ἀσινῆ ψυχῇ τε καὶ σώματι καὶ διαφυγεῖν, εἰ καὶ μὴ τοῦ καπνοῦ, ἀλλά γε τοῦ αἱρετικοῦ πυρός. προσεύχου καὶ ὁ δεσπότης μου περὶ τῆς ταπεινώσεώς μου ἵνα, ὃ ἐνήρξατο Χριστὸς δωρεὰν ἐν ἡμῖν τοῖς ἀναξίοις, καὶ τελειώσειεν, ῥυόμενος ἐξ ὁρωμένων καὶ ἀοράτων ἡμᾶς ἐχθρῶν.
Μακαρίῳ ἡγουμένῳ Τί ποιεῖς, ὦ θεῖε πάτερ, ἑαυτὸν ταπεινῶν, τὸν ὑψηλὸν τῇ ἀρετῇ, κἀμὲ ὑψῶν ἐν τοῖς τιμίοις λόγοις σου, τὸν χθαμαλὸν τῇ κακίᾳ ὡς μυρίοις πάθεσι πολιορκούμενον καθ᾽ ἑκάστην; ἐγὼ τοίνυν δοῦλος σὸς καὶ παῖς, μαθητιᾶν μᾶλλον ἐφιέμενος ἢ διδάσκειν δυνάμενος. ὅμως ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας ἐκβάλλει τὰ ἀγαθά· τοιοῦτος σὺ καὶ ὁρώμενος καὶ ἀναγινωσκόμενος.
Περὶ μὲν οὖν τοῦ τῆς Δημητριάδος καὶ τῶν μαθητῶν ὅτι ᾤχοντο, ἵνα γνοίης ἐκ τῶν καρπῶν τὸ δένδρον καὶ εὔξῃ ἐκείνοις μὲν μετάνοιαν, ἐμοί τε τῷ ἀθλίῳ στηριγμὸν πρός τε τοὺς πολεμοῦντας ἀοράτως τε καὶ ὁρωμένως, ὡς ἂν κατόπιν ἀξιωθείην ἐλθεῖν τῶν νυνὶ πάντων ὁμολογητῶν Χριστοῦ· ὁμολογητὴς γὰρ πᾶς ὁ ἐνιστάμενος. περὶ δὲ τῶν δύο ἄλλων κεφαλαίων τοιοῦτον τὸ παριστάμενόν μοι. ὑπογράψας πρεσβύτερος τῇ ἀσεβείᾳ μετανοεῖν ὀφείλει καὶ προσκλαίειν θερμῶς συγχωρηθῆναι αὐτῷ τὸ ἀσέβημα, λειτουργεῖν δέ, κἂν οὐ μνημονεύῃ τοῦ ἀσεβοῦς, οὐδαμῶς, ἀλλ᾽ εἴργεσθαι τῆς ἱερουργίας, ἕως ἂν ἐπίδοι Κύριος καὶ δοίη καιρὸν ὀρθοδόξου συνόδου, ἐν ᾗ λήψεται ἕκαστα τὰ κατ᾽ ἀξίαν θεοκρίτως. ἐγὼ δὲ συμβουλεύω, εἰ μετέσχεν τῆς ἀσεβοῦς κοινωνίας ἐν μεταλήψει, καὶ τῶν ἁγιασμάτων ἀπέχεσθαι μέχρις ἑνὸς ἢ δυοῖν χρόνοιν· γέγραπται γάρ, οὐ δύνασθε ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων, οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων. τὸ δ᾽ αὐτὸ καὶ ἐπὶ τῶν ἐκκλησιῶν· τίς συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων; οὐ δεῖ οὖν εἰσιέναι εἰς τὰ μαρτύρια τῶν αἱρετικῶν προστέτακται ἡμῖν ὑπὸ τῆς ἁγίας συνόδου, οὐκ οἶδα, εἰ μὴ ὑπ᾽ ἐξουσίαν τελέως γίνοιτο ὁ ναὸς ὀρθοδόξου τοῦ μηκέτι λειτουργεῖσθαι ὑφ᾽ αἱρετικοῦ· τότε γὰρ καὶ εἰσιτέον καὶ λειτουργητέον τὸν ὀρθόδοξον, οὐκ ὄντος προκρίματος τὰ προλαβόντα.
Οὕτω φρονῶ, πάτερ μου, ὁ ταπεινός, ἀναθεωρῶν τὰ ὑπὸ τῶν θείων πατέρων παραδείγματα, τῆς σῆς δ᾽ ἂν εἴη τελειότητος τὰ κρείττονα καὶ θεωρῆσαι καὶ ἐμοῖς ὄμμασιν ὑποδεῖξαι. ἐρρωμένος καὶ ἐναθλῶν ὑπὲρ θεοῦ διαφυλαχθείης μοι ἔτι, ὁ ἐξάκουστος ἐν πατράσιν, ὁμοῦ τε καὶ ὑπερευχόμενός μου τῆς ἀναξιότητος· τὸ μὲν ἀγάπης, τὸ δὲ διὰ τὴν κελεύουσαν ἐντολήν.
Γρηγορᾷ λαϊκῷ Ἐπέγνων σου, ἄνθρωπε τοῦ θεοῦ, τὴν ἐπιστολήν· ἀλλ᾽ ἰδού σοι καὶ ἕτεροι ὁμολογηταί, τοὺς περὶ τὸν οἰκονόμον λέγω. ἔχου τοῦ ἁγίου ἔργου σου, τῆς ἐν Κυρίῳ προσφορᾶς σου, ἱερούργησον ἑαυτὸν διὰ τῆς ὑπηρεσίας. εἰ καὶ ὑποκίνδυνον τὸ ἐγχείρημα, ἀλλὰ θεὸς ὁ ἐξαιρούμενος· αὐτὸς γάρ σε κατέστησεν ὑπηρέτην τῶν μαρτύρων αὐτοῦ, ἀλείπτην τῶν ὁμολογητῶν, βοηθὸν τῶν ὀκλαζόντων. διέρχου τὴν θείαν διακονίαν σου, Χριστὸς προπορευόμενός σου, μὴ πτοοῦ.
Τὰς ἰσχάδας λόγῳ ἐδεξάμην ἀλλ᾽ οὐκ ἔργῳ διὰ τὸν ἐγκλεισμόν. ἐπέστειλα τῷ πρεσβυτέρῳ, καὶ χάρις τῷ θεῷ ὅτι συνδιακονεῖ σοι παρὰ θεοῦ κληθείς. προσεύχου περὶ ἡμῶν, ἀδελφὲ καὶ κοινωνὲ τῶν παθημάτων.
Ναυκρατίῳ τέκνῳ Ὅτι ζῇς ἐν Κυρίῳ καὶ διαμένεις ἄτρεπτος τῆς ἐν πίστει θεοῦ ἀληθείας μαθὼν διὰ τοῦ γράμματός σου, τέκνον μου καὶ ἀδελφὲ ἐπιπόθητε, ηὐχαρίστησα περιχαρῶς λίαν τῷ ἀγαθῷ θεῷ ἡμῶν· καὶ γάρ, εἰ καὶ περὶ πάντων μοι μέριμνα τῷ ἁμαρτωλῷ, ὅμως ἐναγώνιος σὺ ὁ διαφερόντως ποθητός τε καὶ τίμιος, οὐχ ἁπλῶς, ἀλλ᾽ ὡς τῶν ἁπάντων προύχων ἐν τῇ ἀδελφότητι καὶ ὅτι ἐν ἄρκυσι μᾶλλον ὑπάρχεις τῶν ἀσεβούντων.
Ἀλλ᾽ ὅπῃ θεὸς καὶ θεοῦ ἀλήθεια, ἐκεῖ ἀσθενῆ τὰ ἀνθρώπινα· οὐδὲν γὰρ οὐδαμῶς δύναιτ᾽ ἂν μετακινῆσαι τὸν οὕτως βεβαιόπιστον, κἂν ἡ γῆ ταράσσοιτο, κἂν μετατίθοιντο ὄρη ἐν καρδίαις θαλασσῶν, καθὼς ᾄδει ὁ ἅγιος Δαυίδ. διὸ διψυχίαν ἀποθέμενοι πᾶσαν δι᾽ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν· ὃς δῴη δύναμιν καὶ κραταίωσιν ἐνεγκεῖν ἡμᾶς τὰ ὑπὲρ αὐτοῦ παθήματα μέχρις αἵματος, ἤγουν θανάτου, καὶ μακάριος ὃς πιστεύσει ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις ὑπ᾽ αὐτοῦ. οὐκ ἐᾷ με ὁ χρόνος μακρηγορεῖν ἕτερόν τι ἢ τοῦτο προστίθημι, τοῦ ἐπὶ πλέον προσκεῖσθαί σε τῷ θεῷ ἐν θερμῇ δεήσει τῆς αὐτῆς σοι μερίδος καὶ τῶν οἷος σὺ μέτοχόν με τὸν ἀνάξιον διὰ τὰς ἁμαρτίας γενέσθαι.
Ὁ σὺν ἐμοὶ ἀδελφός σου προσαγορεύει.
Προτερίῳ τέκνῳ Ὡς βαρεῖα ἡ ἐπιστολή σου, τέκνον, τοιαῦτα καὶ τηλικαῦτα μηνύσασα, ὥστε με ἀκούσαντα καταπλαγῆναι τὰς ἀκοὰς καὶ ὀδυνηρὸν στενάξαι· ἀλλ᾽ ὅμως ἐνεκτέον καὶ προσευκτέον σφόδρα ἵλεω θεὸν ἐκ φιλανθρωπίας γενέσθαι, φείσασθαί τε τῶν ἁγίων ἐκκλησιῶν καὶ μὴ δοῦναι τὴν κληρονομίαν αὐτοῦ εἰς ὄνειδος. ὁ γάρ τοι καπνὸς μεγάλου πυρὸς ἄγγελος· ὅς, εἰ μὴ διασκεδασθείη Πνεύματος Ἁγίου αὔραις, ἐμπρήσειεν ἅπαντα. γρηγορεῖτε, φησὶν ὁ ἀπόστολος, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε· οἱ ἄνεμοι ἔπνευσαν, ἦλθον αἱ βροχαὶ εὐαγγελικῶς, προσρήσσοντες τῇ οἰκίᾳ. μακάριος ὁ ἐπὶ τὴν πέτραν Χριστὸν τεθεμελιωμένος, ὃς οὐ πτοηθήσεται, ἀλλ᾽ ὑπερέξει καὶ μετὰ Χριστοῦ νικήσει καὶ μετὰ μαρτύρων χορεύσει αἰώνια. δεῖ οὖν ἐλθεῖν τὰ σκάνδαλα, ἵνα οἱ δόκιμοι Χριστοῦ φανεροὶ γένωνται.
Δεῖξον οὖν τὴν ἐπιστολήν, εἰ δυνατόν, τοῖς ὁμολογηταῖς ἀδελφοῖς, ἐπεὶ καὶ τοῖς ἀναποκλείστοις· μακάριοι γὰρ κἀκεῖνοι διωκόμενοι καὶ ὑπὸ σκέπην θεοῦ διαφέροντες τὸν διωγμόν. περὶ δὲ ἡμῶν οὐδεὶς λόγος, ἢ μόνον τοῦτο, ὅτι ἐλθὼν ἄνθρωπος τοῦ στρατηγοῦ καὶ ὑπαλλάξας τὸν παραφύλακα ἐζήτησεν ἰδεῖν ἡμᾶς· ἐπεὶ δὲ εἶδεν, οὔτε προσεκύνησεν, ἡμῶν ποιησάντων σέβας διὰ τῆς θυρίδος, οὔτε ἐχαιρέτησεν, ἀλλ᾽ ἅμα τοῦ ἰδεῖν ᾤχετο. ἐάν τι ἄλλο γίνοιτο, δηλώσειεν ὁ χρόνος. τὸ 〈η〉 λαβέτω τὰς ἐπιστολάς, ἃς φέρει ὁ γραμματηφόρος, καὶ ἀπίτω ἐν Κυρίῳ τὴν ὁδὸν αὐτοῦ. αὐτὸς δὲ μετὰ τὸ ἐκστρατεῦσαι τὸν βασιλέα τότε ἴθι, φέρων ἡμῖν τὰ συμβεβηκότα καὶ τὰς τῶν ἀδελφῶν ὑγιείας.
Σῴζοιο καὶ σύ, τέκνον μου ἀγαπητόν, ἐν Κυρίῳ ἀσινὴς ἀπὸ τῶν συνεχόντων πειρασμῶν. οἱ ἐν Κυρίῳ κοιμηθέντες ἀδελφοὶ μακάριοι εὔξονται ὑπὲρ ἡμῶν.
Ἰωάννῃ ἡγουμένῳ Παρὰ τὸ ἀρθῆναι τὸν ἀδελφὸν ἡμῶν, τὸν θεοφιλέστατον ἀρχιεπίσκοπον, τῶν αὐτόθι, εἶτα καὶ τὸ μὴ δέξασθαι ἡμᾶς ἀντίγραφα ὧν ἀπεστείλαμεν τῇ πατρικῇ σου ἁγιωσύνῃ, ἡ ἔλλειψις τῶν ταπεινῶν ἡμῶν γραμμάτων, καὶ τρίτον τὸ κατέχεσθαι ἡμᾶς νῦν ἀσφαλῶς οὐκ ἔδωκεν ἡμῖν καιρὸν τῆς ἐν τοῖς γράμμασιν ἡδίστης σου ὁμιλίας. ἀλλὰ νῦν, εὐοδώσαντος τοῦ Κυρίου, καὶ ἐπιστέλλομεν καὶ προσαγορεύομέν σε γνησιώτατα, οἱονεὶ ἐπὶ προσώπου σε τῇ τοῦ νοῦ θεωρίᾳ λαμβάνοντες καὶ συμπλεκόμενοι τῷ πνευματικῷ σου καὶ ἁγίῳ πόθῳ· καὶ γὰρ οὐκ ἔξω τῆς ταπεινῆς ἡμῶν ψυχῆς ἡ θεοφιλία σου, ἀλλὰ ἄγαν στεργομένη καὶ ἀγαπωμένη καὶ εἰσαεὶ ἀναστρεφομένη. ἐπαινῶ σου τὸ φιλόθεον, δοξάζω τὸ ἐγκρατές, τὸ πρὸς τὸν πλησίον ἀγαπητικόν, τὸ ἁπλοῦν, τὸ εὐχαρές, τὸ εὐαπάντητον· ἔχεις γὰρ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ πλείω ὧν εἴρηκα χάριτι Χριστοῦ. ἄρτι δ᾽ οὖν ὑμνῶ σου καὶ τὸ ἐνστατικὸν ἐπὶ τῇ ὁμολογίᾳ Χριστοῦ, καί γε οὐκ ἦν δίκαιον ἄμοιρόν σε εἶναι τοῦ τηλικούτου ἐγκωμίου τὸν ὑπὸ τοσούτων καλῶν κατωρθωμένον, ἀλλ᾽ ὥσπερ κεφαλίδα τινὰ τοῖς λοιποῖς ἐγκαλλωπίζεσθαι. εἰ δὲ ὅτι ἐκτέταται ὁ διωγμός, μὴ θαυμάζωμεν, πάτερ· οὔπω ὡς ἐπὶ τῶν πάλαι τὰ νῦν. δεῖ ἡμᾶς ἔτι πειρασθῆναι, εἴπερ ἐν ἴχνεσι τῶν ἁγίων ἡμῶν πατέρων ἐφιέμεθα εἶναι.
πλὴν πιστεύω ὅτι οὐ χρονιεῖ Κύριος ἐπισκοπὴν ποιήσασθαι, μόνον εἰ ἡμεῖς τὸ εὐχάριστον ἐν τοῖς θλιβεροῖς πρὸς αὐτὸν ἀποσῴζοιμεν.
Γράφε οὖν ἡμῖν καὶ αὐτός, παρακαλῶ, ὁμοῦ τε καὶ προσεύχου διασῴζεσθαι ἡμᾶς τοὺς ἀναξίους, ὡς ἂν ἔχωμεν ἀφορμὰς τοῦ ἀντεπιστέλλειν. τοὺς δὲ ἠξιωμένους τῇ ὁσιότητί σου ὑπηρετεῖν πλεῖστα προσαγορεύω.
Νικολάῳ μάγκιπι Ὅτι μνημονεύω σου, φίλε καλέ, ἰδοὺ τὸ γράμμα μάρτυς· πῶς δέ σου καὶ ἔστιν ἐπιλαθέσθαι, οὕτω περὶ ἡμᾶς λίαν καλῶς διακειμένου, μᾶλλον δὲ πρὸς Χριστόν; τί τοῦτο; ὅτι ἐν μέσῳ πυρὸς τῶν αἱρετικῶν διαμένεις ἄφλεκτος, πηγαζομένην ἐν τῇ σεαυτοῦ καρδίᾳ ἔχων τὴν ὀρθοδοξίαν, ἐν ᾗ καὶ διαφυλαχθείης μέχρι τέλους. τοῦτο τὸ πρῶτον καὶ μέγιστον· δεύτερον τὸ τοὺς ἀδελφοὺς ἡμῶν εὑρίσκειν σε εἰσερχομένους ἐν τοῖς αὐτόθι λιμένα σωτηρίας ἐκ τῆς κυμαινούσης αἱρέσεως τοὺς πάντας· ἐν ᾧ ἀναψύχοντες διὰ τῆς ἐν ἅπασί σου φιλοφρόνου δεξιώσεως πάλιν ἀφίκονται πρὸς ἡμᾶς. πόσης οὖν ἡμᾶς εὐφροσύνης τοῦτο ἐμπίπλησι, πόσης δὲ οὐ θείας θεραπεύσεως μισθός σοι λογισθήσεται, εἴπερ φησὶν ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται.
Χριστὸν οὖν, ἀδελφέ, εἰσδέχῃ διὰ τῶν ἀδελφῶν κἀκεῖνον ἀναπαύεις· κἀκεῖνός σε προσλήψεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἀνθ᾽ ὧν ἐνταῦθα αὐτὸν ξενίζεις διὰ τῶν ἀδελφῶν. ἔρρωσο ἐν Κυρίῳ.
Κωνσταντίνῳ λαϊκῷ Πολυτρόπως ὁ θεὸς τὰς τῆς σωτηρίας ὁδοὺς ἤνοιξεν ἡμῖν ἐν παντὶ μὲν καιρῷ, νῦν δὲ μάλιστα, ὁπότε τὰ σκάνδαλα εἰσῆλθον ἐν τῇ ἐκκλησίᾳ τοῦ Χριστοῦ καὶ δοκιμάζονται οἱ πιστοὶ τοῦ θεοῦ ὡς ἐν χωνευτηρίῳ. οἱ μὲν οὖν ἀθλοῦσιν ἐν φυλακαῖς τηρούμενοι διὰ τὸν λόγον τῆς ἀληθείας, τυφθέντες καὶ ἐτασθέντες ἕτεροι, ἄλλοι τὴν φυγαδείαν εἵλαντο, δευτερεύοντες τοῖς παθήμασι. τινὲς μὲν διατρέχουσι, λόγον ἐπιφερόμενοι βοηθείας, ἔνιοι δὲ κρύβδην διακονοῦσι τοῖς φρουρουμένοις, οἱ δὲ καθ᾽ ὁδὸν ὑποδέχονται τοὺς διερχομένους κατὰ Κύριον.
Αὗται αἱ ὁδοὶ καὶ ἔτι πλείους· σὺ οὖν, ὦ ἄνθρωπε τοῦ θεοῦ καὶ πιστὲ θεράπων, ὡς μανθάνω, εἷς ἐκ τῶν τοιούτων ὑπάρχεις, ξεναγῶν τοὺς ἀδελφοὺς ἡμῶν ὁδοιποροῦντας ἐν Χριστῷ. μακάριος εἶ καὶ καλόν σοι ἔσται· θεῷ προσφέρεις τὴν χάριν. ἔχου, παρακαλῶ, τῆς ἐργασίας ἧς κρατεῖς, ὅπως συναθλῶν τοῖς πονοῦσιν ἐν τούτῳ καὶ συναπολήψῃ τοὺς μισθοὺς παρὰ τοῦ πάντα μετροῦντος θεοῦ τὰ γινόμενα.
Θεόδωρος τοῖς διὰ Κύριον ἐν διαφόροις φυλακαῖς τηρουμένοις ἀδελφοῖς ἀγαπητοῖς ἐν Κυρίῳ χαίρειν Τί τὰ παρόντα; χαρὰ καὶ ἀγαλλίασις, ὅτι ἐν τοῖς ὑπὲρ Χριστοῦ μαρτυρίοις ἐναθλεῖν ἠξιώμεθα, ὅτι φυλακαῖς τε καὶ θλίψεσι διὰ τὸν λόγον τοῦ θεοῦ παρεδόθημεν, ὅτι πληγαῖς τε καὶ ὕβρεσι διὰ Χριστὸν τὸν ὑπὲρ ἡμῶν μαστιχθέντα καὶ ὀνειδισθέντα, ἔπειτα καὶ σταυρωθέντα ὑπεβλήθημεν. τίς οὐκ αἰνέσειεν; τίς οὐ δοξάσειεν; ἀνατολὴ ἥδεται, δύσις εὐφραίνεται, πᾶσα ἐκκλησία τῆς τετραπεράτου κτίσεως ἀγάλλεται. καὶ τί λέγω τὸν περίγειον κόσμον; ὁ οὐρανὸς αὐτὸς θυμηδίας πεπλήρωται, ὅτι οὐ μόνον ὁ κορυφαῖος τῶν καθ᾽ ἡμᾶς ἱεραρχῶν, ἱεράρχαι τε καὶ ἱερεῖς, καθηγεμόνες τε καὶ φοιτηταί, ἀλλὰ καὶ μονάζουσαι σὺν προεστώσαις εἵλαντο τὰ τῆς μαρτυρίας σκάμματα, ἐῶ λέγειν τοὺς ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς ἐκ φυγαδείας θλιβομένους, ὑστερουμένους, κακουχουμένους διὰ τὸν ὑπὲρ Χριστοῦ διωγμόν.
Εἰκότως οὖν, ἀδελφοί μου ἠγαπημένοι καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, χαίρω καὶ συγχαίρω ὑμῖν, τὸ δ᾽ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι. Παύλου μὲν τοῦ μακαρίου αἱ φωναί, τῷ καιρῷ δὲ πρέπουσαι, ἐπειδὴ εἰς ἡμετέραν νουθεσίαν πάντα γέγραπται καὶ μιμητὰς αὐτοῦ ἐκλιπαρεῖ γίνεσθαι ἡμᾶς. πρῶτον μὲν ἐκεῖνο ἀληθὲς εἰπεῖν, ὅτι οὐχ ὅσον προαιροῦνται καὶ βούλονται οἱ κακοῦντες ἡμᾶς ταῖς θλίψεσι καὶ περιστάσεσι παραδιδόμεθα (οὕτω γὰρ ἂν ἀνύποιστος ἦν ἡ πεῖρα, καθὰ καὶ ἡ παρὰ τῶν δαιμόνων ἀοράτως ἡμᾶς προσβάλλουσα), ἀλλὰ καθόσον παραχωρεῖ ὁ ἀγωνοθετῶν καὶ συναθλῶν ἡμῖν Χριστός, μέτρῳ καὶ σταθμῷ τῆς ἑκάστου δυνάμεως ἐν κρίσει δικαίᾳ τοὺς ἀγῶνας ἐπαφεὶς ἢ εἰς ἔκτισιν ἁμαρτιῶν (εἰ καὶ αὐθαιρέτως ἥκομεν πρὸς τὸ πάσχειν) ἢ ἐπὶ στεφάνων ἀθλοφορικῶν ἀμοιβήν, ἐκ δόξης εἰς δόξαν προερχομένοις· μὴ γὰρ ὡς Πέτρος ἢ Παῦλος σὺν τοῖς ὁμοταγέσιν ἢ Γεώργιος καὶ Θεόδωρος σὺν τοῖς ὁμοκλεέσιν ἢ Θέκλα καὶ Φεβρωνία σὺν τοῖς ὁμοδόξοις βεβασανίσμεθα, οἷς πολὺ ἀγαπήσασιν ἀναλόγως περιέσσευσε καὶ τὰ Χριστοῦ παθήματα δεδωρημένα; οἷς δὲ τὸ τῆς ἀγαπήσεως ὀλίγον, ἐνδεέστερον καὶ τὸ πάσχειν, ὥστε λυπεῖσθαι καὶ δυσφορεῖν ὅτι μὴ πολλὰ πανθάνομεν, οὐκ ἀλλοιοῦσθαι δεῖν καὶ ἀποκάμνειν, ἐν οἷς μετρίως ἐσμὲν τιμωρούμενοι.
Εἰ δὲ ἐκπέσοιμεν (ὅπερ ἀπείη καὶ ἐννοεῖν), οὐ παρὰ τὴν θεόκριτον ἐπαφήν, παρὰ δὲ τὴν τοῦ καταμαλακισθέντος ἀτονίαν καὶ ἀκαρδίαν καὶ ἀθεΐαν· ὁ μὲν γὰρ δέδωκε τὸ ἰσχύειν κατὰ τοῦ πονηροῦ κράτους, νικηφόρον βουλόμενος τὸν ἀγωνιστὴν ἔσεσθαι, ὁ δὲ ὀλιγωρίᾳ ῥίψας τὰ τῆς ὑπομονῆς ὅπλα ὤλετο. μάρτυς τοῦ λόγου ὁ κράζων, πιστὸς ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν. ὧδε ἡ ὑπομονή, ὦ ἀδελφοί, ὧδε οἱ θεόπλοκοι στέφανοι τῆς εὐπιστίας. μὴ οὖν ἐπαισχυνθῶμεν τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν μηδὲ ἀπολειφθῶμεν Θαδδαίου τοῦ νεοκλήτου μάρτυρος καὶ τῶν συνομολογησάντων καὶ συνεκδημησάντων ὀπίσω αὐτοῦ, ὧν ἴστε δὴ τὰ ὀνόματα. αἵματι μαρτύρων ἠρδεύθη καὶ νῦν ἡ ἐκκλησία τοῦ θεοῦ, ἐπεὶ καὶ ἀρδεύεται διὰ τῶν ἔτι ἀθλούντων καὶ πολυτρόπως ἐκπιεζομένων ταῖς θλίψεσιν. αἷμα κενοῖ ὁ καθειργμένος, ὁ μεμονωμένος, ὁ στενοχωρούμενος, ὁ ἀφηρπασμένος ἐκ παντὸς προσώπου, ὁ ὑστερούμενος τῶν κατὰ χρείαν, ὁ πεινῶν, ὁ διψῶν, ὁ μὴ τὴν τοῦ ἡλίου ἀκτῖνα δεχόμενος, καθ᾽ ἡμέραν ἀποθνήσκων, ὡς βοᾷ ὁ Παῦλος, καὶ ὅλην τὴν ἡμέραν θανατούμενος, ὡς ᾄδει Δαυίδ. ἀλλ᾽ εἰ ἀποθάνωμεν, καὶ συζήσομεν Χριστῷ· εἰ ὑπομείνωμεν, καὶ συμβασιλεύσομεν αὐτῷ.
ἐν τοῖς ἄνω χρόνοις ἐξελέξατο ἡ χάρις οὓς ἐξελέξατο εἰς τὸ Χριστοῦ μαρτύριον, κατὰ γενεὰν καὶ γενεὰν ἀνίσχουσι μάρτυρες· ἀνάγκη γὰρ ἐλθεῖν τὰ σκάνδαλα, Χριστὸς ἔφησεν, ἵνα οἱ ἐκλεκτοὶ ἐκλάμψωσιν ἡλιοειδῶς καὶ τὰ ζιζάνια φανερὰ γένηται νυκτοειδῶς.
Γενοίμεθα, ὦ ἀδελφοί, ἐν τῇ γενεᾷ ταύτῃ τῇ σκολιᾷ καὶ διεστραμμένῃ ὡς φωστῆρες αὐγάζοντες τοῖς ἐν σκοτομήνῃ τῆς αἱρέσεως, καθὰ ἡμᾶς ἐξελέξατο Χριστὸς εἰς καύχημα αὐτοῦ, εἰς κλέος ὀρθοδοξίας. ὡς ἡμῖν οἱ ἀνέκαθεν, οὕτω ἡμεῖς τοῖς μετέπειτα στηριγμὸς καὶ ὑπογραμμὸς ὑποδειχθείημεν καὶ εἰς ἡμέραν Χριστοῦ εὑρεθείημεν χορεύοντες. καίτοι γε τῶν προσεχῶν ἡμεῖς μᾶλλον φανερώτερον τὸ μαρτύριον ἔχομεν· οὐδὲ γὰρ περὶ τῶν ἐν Χριστῷ φύσεων ἢ θελημάτων καὶ ὅσα πρὸς τούτοις ἀμφισβητούμενα, ὧν ἡ διαμάρτησις, κατὰ τὰ νοήματα οὖσα, οὐδὲν αἰσθητῶς παρεῖχε τὴν ἀπόδειξιν, νῦν δὲ σὺν τοῖς νοήμασι καὶ κατ᾽ ὀφθαλμοὺς τὸ ἀμφισβητούμενον ἤτοι ἀσεβούμενον. τὸν γὰρ Χριστὸν οἱ ἀντικείμενοι οὐ μόνον οὐκ εἰκονίζεσθαι λέγουσί τε καὶ λοξονοοῦσι σὺν τῇ Θεοτόκῳ καὶ οὑτινοσοῦν τῶν ἁγίων, ἀλλὰ γὰρ καὶ ἐγγεγραμμένους ἐξαφανίζουσι, πλάνην καὶ ὄλεθρον ψυχῶν τοὺς θείους χαρακτῆρας δογματίζοντες. ὢ τῆς ἰουδαϊκῆς καὶ ἑλληνικῆς ἀντιπεπονθότως ἀσεβείας. οὐδὲν οὖν ἄρα τὸ καθόλου ἢ παρὰ τὸ τῆς οὐσίας διάφορον ἡ ἐξαλλαγή, ἐν ᾧ ὁ λόγος· φῆ ὁ Ἰουδαῖος ἤτοι ὁ Ἕλλην τῷ χριστιανῷ, ἄρνησαι τὸν Χριστόν, τὴν Μαρίαν· τοῦτο καὶ ὁ εἰκονομάχος. ἡ γὰρ εἰκὼν Χριστοῦ ὥσπερ καὶ τῆς Θεοτόκου ὁμωνύμως Χριστὸς καὶ Θεοτόκος λέγεται. ὥστε λέγων τὴν εἰκόνα ἀρνεῖσθαι, τὸν οὗτινος ἡ εἰκών, ἐκεῖνον διαρρήδην ἐξαρνεῖσθαι ἀπαιτοίη.
μὴ γὰρ ἐμοῦ τοῦ οὐδαμινοῦ ὁ λόγος; ἄκουε τί φησι τῷ Μωυσεῖ ὁ τῶν ὅλων θεός· ποίησον Χερουβίμ. καίτοι εἰκόνα Χερουβὶμ ποιῆσαι προστέταχεν· οὐ γάρ τοι φύσιν χερουβικὴν φρονῶν τις παραστῆσαι αὐτὸν φαῖεν ἄν. καὶ αὖθις· ποίησον ὄφιν χαλκοῦν. καὶ μὴν κἀνταῦθα εἰκόνα ὄφεως ποιεῖν προστάσσει.
Ἀλλὰ αὕτη ἡ φύσις πρωτοτύπου καὶ παραγώγου, τὸ παραχθὲν ἤγουν τὸ εἰκονισθὲν τοῦ ἀρχετύπου τῷ ὀνόματι καλεῖσθαι καὶ τῇ θατέρου ἀναιρέσει θάτερον ἀναιρεῖσθαι ὡς τῶν ἅμα ὄντων. ἦν ἄγγελος; διὰ τοῦτο καὶ εἰκὼν ἀγγέλου· ἦν ὄφις; διὰ τοῦτο καὶ εἰκὼν ὄφεως καὶ οὑτινοσοῦν ἄλλου τῶν ὄντων. καὶ καλοῦνται πῇ μὲν εἰκόνες ὧνπερ καὶ εἰσί, πῇ δὲ διὰ τὴν σχέσιν ὡς αὐτὰ τὰ ἀρχέτυπα ὀνομαζόμενα καὶ οὐκ εἰκόνες αὐτῶν. οὕτω φησὶ καὶ ὁ ἱερὸς ἀπόστολος, ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον, τῷ ὀνόματι τῶν πρωτοτύπων χρησάμενος ἐπὶ τῶν εἰκόνων. ἄκουε καὶ τοῦ Μεγάλου Βασιλείου· ἐγγραφέσθω τῷ πίνακι καὶ ὁ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός. μὴ γὰρ εἶπεν, ‛ἐγγραφέσθω ἡ εἰκὼν τοῦ τῶν παλαισμάτων ἀγωνοθέτου Χριστοῦ‚, ἀλλὰ ‛Χριστός‚. ἄκουε καὶ Γρηγορίου τοῦ Νυσσαέως, πρόκειται Ἰσαάκ, τὴν εἰκόνα τοῦ Ἰσαὰκ Ἰσαὰκ ὀνομάσαντος. ἄκουε τοῦ Χρυσοστόμου· εἶδον ἄγγελον ἐν εἰκόνι· μὴ γὰρ ἀγγέλου εἰκόνα ἔφη ἐν εἰκόνι ἰδεῖν, ἀλλὰ ἄγγελον. ἐν γὰρ τῇ εἰκόνι τὸ ἀρχέτυπον ἐκφαίνεται ὡς ἐν τῷ τύπῳ τοῦ σταυροῦ ὁ ζωοποιὸς σταυρός, καθὸ καὶ ἀχώριστόν ἐστι θάτερον θατέρου τῇ προσκυνήσει. διὰ τοῦτο καὶ τὴν κλῆσιν τοῦ πρωτοτύπου ἔχει τὸ εἰκόνισμα· σταυρὸς γὰρ ὁ τύπος τοῦ σταυροῦ κέκληται.
οὕτω καὶ ἐπὶ βασιλέως καὶ παντὸς ἀνθρώπου καὶ παντὸς εἴδους ἀληθὲς ἡμῖν λέγειν ὅτι βασιλεὺς λέγεται καὶ ἡ τοῦ βασιλέως εἰκών. φησὶν ὁ θεῖος Βασίλειος· καὶ Πέτρος ἡ Πέτρου εἰκών. εἴπω τι καὶ ὑψηλότερον; καὶ θεὸς ὁ ἄνθρωπος ὡς θεοῦ εἰκών. τοιγαροῦν βασίλειος ἔφη, καὶ Χριστὸς ἡ Χριστοῦ εἰκών· εἶπεν γάρ, καὶ αὖθις λέγω, ‛ἐγγραφέσθω τῷ πίνακι‚ οὐχὶ ‛ἡ εἰκών Χριστοῦ‚, ἀλλὰ ‛Χριστός‚. εἰ δὲ οὐκ ἀνέχονται οἱ δύσερεις, πρῶτον μὲν ἀθετοῦσι τὰς θείας φωνάς, ἔπειτα ἐντεῦθεν μὴ ἄνθρωπον γενέσθαι τὸν Χριστὸν ἔργῳ, κἂν λόγῳ οὔ, δογματίζουσιν. εἰ γὰρ ἄνθρωπος, καὶ εἰκονίζεται δῆλον ὅτι· ἀνθρώπου γὰρ τὸ εἰκονίζεσθαι πρῶτον ἰδίωμα. εἰ δὲ οὐκ εἰκονίζεται, οὐκ ἄνθρωπος ἀλλὰ ἄσαρκος, καὶ οὔπω ἧκεν Χριστός, ὡς Ἰουδαῖοι φενακίζονται. διὰ τοῦτο καὶ τὴν Θεοτόκον εἰκονιζομένην ἐξορίζουσι καὶ πάντα ἅγιον ὡς οὐ μητέρα θεοῦ οὐδὲ θεράποντας ὄντας Χριστοῦ. καὶ βοᾷ ὁ χρυσορρήμων, τῶν λόγων σου τὰ ἔργα ἐμοὶ πιστότερα.
Συνῆκται οὖν ἐξ ἀληθείας ἰουδαΐζειν τοὺς εἰκονομάχους, καὶ ὁ πανθάνων ὑπ᾽ αὐτῶν διὰ Χριστὸν καὶ ὑπὲρ Χριστοῦ πάσχοι, διὰ τὴν Θεοτόκον καὶ ὑπὲρ τῆς Θεοτόκου, διὰ πάντα ἅγιον καὶ ὑπὲρ πάντων ἁγίων· μάρτυς ἀπαράγραπτος καὶ ὁμολογητὴς Χριστοῦ ὁ ἐναθλῶν καὶ ἐνιστάμενος. καὶ οὐδεὶς ἀντερήσει λόγος. οἱ Μακκαβαῖοι μάρτυρες, μὴ κρεῶν ὑείων ἀνασχόμενοι παρανόμως γεύσασθαι· ὁ Πρόδρομος μάρτυς ὑπὲρ ἐλεγμοῦ ἀληθείας, καὶ ἄλλος ὑπὲρ τοῦ μὴ καταβαλέσθαι ὀβολὸν εἰς οἰκοδομὴν εἰδωλείου, καὶ ἕτερος δι᾽ ἕτερον ἔνταλμα. τί γὰρ δεῖ τὰ πολλὰ λέγειν; καὶ ἐνταῦθα προδήλως ὁ διὰ Χριστὸν ἐναθλῶν οὐ μάρτυς, ὥς φασί τινες τῶν δυστήνων; μάρτυς ἀληθής, μηδ᾽ ὁτιοῦν ἐνδέων τῶν ἐφ᾽ Ἑλλήνων ἢ Ἰουδαίων μαρτυρησάντων· καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός. ὅλως οὖν, εἰ ὁ τὸν τύπον τοῦ σταυροῦ ἀθετῶν εἰς Χριστὸν ἀναφέρει τὴν ἀθέτησιν, πολλῷ μᾶλλον ὁ τὴν εἰκόνα Χριστοῦ ἀρνούμενος εἰς Χριστὸν ἀναπέμπει τὴν ἄρνησιν. οὕτως καὶ ὁ ἐφ᾽ ἑκάτερα μαρτυρῶν μάρτυς ἀληθέστατος, καὶ μᾶλλον ἐν τῇ εἰκόνι, ὅτι ὁ μὲν σημεῖον, ἡ δὲ μορφὴ Χριστοῦ.
Παρακαλῶ δέ, ἀδελφοί μου ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, πρῶτον μὲν μνήμην μου ποιεῖσθαι τοῦ ταπεινοῦ, οἷς λέγω ἔργῳ ἀποδειχθῆναί με εὐχόμενοι, μηδαμῶς ὑποχαυνούμενον ἔκ τε τῶν ἀοράτων καὶ ὁρωμένων προσβολῶν, ἔπειτα προσέχειν ἑαυτοῖς καὶ τῇ ἐνισταμένῃ ἀθλήσει, ἀλλὰ μὴ τοῖς λογισμοῖς ἐμπυρίζεσθαι διὰ πτωχείαν συνέσεως ἐν τῇ τῶν πραγμάτων δείξει, ὑπὸ τῆς προνοίας διοικουμένων βαθέως καὶ ὡς οὐκ ἐφικτὸν ἀνθρώπου διανοίᾳ. μηδὲ ὃ ψάλλετε πάθοιτε, ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρ᾽ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, τὸ καὶ τὸ θεωρῶν, ἀλλὰ μᾶλλον ἀκούειν τοῦ Κυρίου λέγοντος, ὑπόμεινόν με εἰς ἡμέραν ἀναστάσεώς μου καὶ ὅτι ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Τοῖς ἀποῦσι πᾶσιν ἀδελφοῖς Πάντοτε μὲν διατίθεσθαι τὰ πρὸς θάνατον χρὴ τὸν χριστιανόν, μάλιστα δὲ ὁπόταν πειρασμοῖς περιπαρεὶς θάνατον ἀπειλοῦσιν. ἐπεὶ οὖν τοιοῦτον τὸ καθ᾽ ἡμᾶς διὰ τὴν σφύζουσαν τῶν διωκτῶν μανίαν εἵνεκα τῆς Χριστοῦ ἀγάπης, τοῦ προκειμένου δὴ μαρτυρίου τῆς περὶ αὐτὸν ὁμολογίας, καὶ οὐκ οἶδα τί μοι ἀποβήσεται ἀθρόως ὄντι μεμονωμένῳ καὶ περιειργμένῳ μακράν που ἀφ᾽ ὑμῶν τῶν ἁπάντων ἀδελφῶν μου καὶ πατέρων, ἔδοξα καλῶς ἔχειν τελευταίαν οἱονεὶ φωνὴν ταύτην τὴν ἐπιστολὴν παραθέσθαι ὑμῖν καὶ δι᾽ ὑμῶν πάσῃ τῇ ἀδελφότητι· καλὸν γὰρ πολλάκις διατίθεσθαι καὶ ἐπιμένειν ἢ προσδοκίᾳ ζωῆς ἐξάπινα ἀνάρπαστον γινόμενον ἀδιάθετον ἀβούλως ἐγκαταλιμπάνεσθαι. τί τοίνυν τὸ παρόν; ἐπειδὴ πολλάκις ὅσα ἔδει εἰπεῖν εἴτε βαρέως νοσήσας εἴτε διωγμῶν προκειμένων καὶ διεθέμην καὶ ὑπεμνημάτισα καὶ οὔπω χρεία περὶ τῶν ἤδη λεχθέντων δευτερολογεῖν, ἐκεῖνο πρῶτον, ἀδελφοί μου, ἵνα μοι συγγνώμην δοίητε ἐφ᾽ οἷς παρὰ λόγον διὰ τῆς καθηγήσεως ἔλεξα ἢ ἔδρασα εἰς ὑμᾶς λογικῶς καὶ πραγματικῶς· ἁμαρτίας γὰρ τίς συνήσει; καί, πταίομεν ἅπαντες, καί γε μάλιστα ἐγὼ ὁ πάντων ἀχρειότερος ἀνθρώπων.
Διὸ καὶ ἐξαιτοῦμαι ὑμῶν τὴν προσευχὴν εἰς ἐπίτευξιν σωτηρίας τῆς ταλαιπώρου μου ψυχῆς, ἔπειτα διὰ τοὺς κατὰ τὰς ἁμαρτίας μου ἀπορραγέντας τῆς ἐν Πνεύματι Ἁγίῳ συναφείας ἡμῶν ἀδελφούς. ἔστι μὲν οὖν, ἔστι δεδηλωμένον ἅπασι τὸ ἔνδικον αὐτοῖς παρὰ θεῷ κρίμα, ἀλλ᾽ ὅμως, ἐπεὶ τέκνα καὶ μέλη, συμπαθητέον καὶ διαμαρτυρητέον αὐτοῖς ἔτι· λέγω δὴ τῷ ἀδελφῷ Λεοντίῳ, Μαξίμῳ, Κλήμεντι, τοῖς ἄλλοις ἅπασι καθ᾽ οἱονδήποτ᾽ οὖν τρόπον προφασιλογίας ματαίας ἀποσχισθεῖσιν. τὰ εἰς ἐμὲ καὶ εἶπον πάλαι καὶ λέγω ἄρτι· συγχωρητέον αὐτοῖς. ἀλλ᾽ ἐπειδὴ τὰ εἰς θεὸν οὐκ ἀνθρώπου λύειν ἀμετανόητα μένοντα (οὐ δήπου δὲ μετανενοηκότες φαίνονται, ἀλλὰ καὶ προσεξεργασάμενοι τοῦτο κἀκεῖνο, ἃ ἴσασι), παρακαλῶ δι᾽ ὑμῶν ἢ νῦν εἴτε μετὰ θάνατόν μου φόβῳ τῶν πειρασμῶν δοθῆναι αὐτοῖς τὸν λόγον ὅτι ‛βλέπετε, ἀδελφοί, φοβερὸν τὸ κρίμα καὶ ἀπαραίτητον, εἰ μὴ μετανοίᾳ ἀξιολόγῳ ἐξιλεώσησθε τὸν θεόν· τὸ γὰρ ἐν ἐμοὶ τῷ ἁμαρτωλῷ συγχωρητέον ὑμῖν‚.
Τοῦτό ἐστι τὸ ὑπολυποῦν με καὶ παριστάμενον, ὃ διατελέσαι πρὸς πάντας δυσωπῶ ὑμᾶς. ἔρρωσθε ἐν Κυρίῳ.
Προτερίῳ τέκνῳ Ἐθροήθην, τέκνον μου ἠγαπημένον, ἐν τῇ παρουσίᾳ σου· ἀλλ᾽ ἐπὰν ἀνέγνων τὴν ἐπιστολήν σου (οὐκ οἶδα, εἰ ἰδιόχειρόν σου· ταχὺ γὰρ ἐξέμαθες, καὶ χάρις Κυρίῳ), τῆς θροήσεως ἀπηλλάγην εὐχαριστήσας τῷ θεῷ καὶ ἀνεπαυσάμην ἐφ᾽ οἷς καλῶς ἐβουλεύσασθε, ὁ μὲν ἀπᾶραι ἐν ἄστει, ὁ δὲ πρὸ τοῦ Πάσχα παραγεγονὼς καί γε μετὰ τῶν ἐφοδίων τῆς ἑορτῆς. ἀνθ᾽ ὧν θρέψειέν σε ὁ Κύριος τοῖς πνευματικοῖς χαρίσμασιν, οὕτως περιπονούμενον εἰς τὴν ταπείνωσιν ἡμῶν.
Ὑγιαίνομεν οὖν σωματικῶς, εἰ δὲ προσεύχεσθε, καὶ πνευματικῶς, ὥστε τῆς ἐφ᾽ ἡμῖν ἀγωνίας σου ἀφέμενος μετ᾽ ἐλπίδος καὶ χαρᾶς θερμότερος ἔσο τῇ προσευχῇ· θεοῦ γὰρ χάριτι καὶ εὐχαῖς τοῦ μακαρίου μου πατρὸς σὺν ἱκεσίᾳ καὶ ὑμῶν διανύομεν εὐχαρίστως καὶ μακροθύμως καὶ ὑπομονητικῶς τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἕτεροι ἐξ ἑτέρων γεγονότες παρ᾽ ἐλπίδα, καὶ τοσοῦτον ὡς οὐκ ἄν ποτε ἐγενόμεθα, ἐξ ὅτε γινώσκομεν καλόν τε καὶ κακόν. θεοῦ τὸ δῶρον, οὐκ ἐξ οἰκείων ἔργων, μόνον ἐάνπερ καὶ πρὸς τὸ ἑξῆς μὴ ἐκκακήσητε παρακαλεῖν τὸν θεὸν ὑπὲρ ἡμῶν ὥσπερ καὶ ἡμεῖς ὑπὲρ ὑμῶν.
Τὸ πρόβλημα, ἐπεὶ ἄπορον εἴασεν ὁ πατήρ, πῶς δυνάμεθα ἡμεῖς διαλῦσαι οἱ ἀμαθεῖς; πλὴν ἡ παροῦσα αἵρεσις ἄρνησις Χριστοῦ ἐστιν ἀσφαλῶς· καὶ δῆλον μὲν καὶ ἐξ ἄλλων, δῆλον δὲ καὶ ἐκ τοῦ λέγειν ἐν τῷ πατερικῷ πρὸς τὸν πολεμούμενον ὑπὸ τῆς πορνείας· συμφέρει σοι μηδεμιᾶς ἑταιρίδος ἀποσχέσθαι ἢ τὴν εἰκόνα Χριστοῦ μὴ προσκυνεῖν. ὥστε οὐχ ἡ τυχοῦσα αἵρεσις, ἀλλὰ ἀρνησίχριστος· καὶ τοὺς προβαλλομένους τὸ τοῦ Κλίμακος ἄπορον ἐπὶ τοῦ ἐμπεσεῖν εἰς πορνείαν ἢ αἱρέσει ἁλῶναι, ὡς θατέρου αἱρετωτέρου ὄντος μᾶλλον, φοβείτω ἡ ἐν τῷ πατερικῷ ἀπόφασις καὶ μήτε εἰς πορνείαν μήτε ἐν τῇ χριστομάχῳ αἱρέσει ἐμπαρείτωσαν· καθ᾽ ἑκάτερον γὰρ μοιχεία. καὶ ἔτι πλείονα εἶχον λέγειν, ἀλλ᾽ οὐ χωρεῖ τὸ γράμμα.
Ὑγιαίνων ὑπόστρεφε προσαγορεύων τοὺς ἀδελφοὺς καὶ πάλιν ἐρχόμενος, ὅτε εὐδοκήσει Κύριος φθάσαι τοὺς ἀδελφούς.
Ζαχαρίᾳ ὑπάτῳ Ἐγὼ καὶ γράφω πάλιν καὶ γράφειν οὐ παύσομαι, ἀπολογούμενος καὶ ὑπερευχαριστῶν τῇ θεοφιλεῖ σου ἀγάπῃ εἵνεκα τῆς κατὰ Χριστόν σου σπουδῆς καὶ φιλαρέτου γνώμης πρὸς τὴν ἡμῶν ταλαιπωρίαν, ἣν ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐνεδείξω, δωρεὰν εὐεργετῶν, δωρεὰν κατελεῶν, δωρεὰν ὑποτιθεὶς ἑαυτὸν μικροῦ δεῖν εἰς κινδύνους, οὐ τὸν καιρὸν τῆς δυσκολίας εὐλαβούμενος, ἀλλὰ τὸν ὅρον τῆς ἀγάπης ὑποφαινόμενος, οὐ τῷ πλήθει τῶν θεραπευομένων καταβαρούμενος, ἀλλὰ τῇ ἐλπίδι τῶν θείων δωρεῶν ἀναπτερούμενος· ὅπερ ἐστὶν ἀληθινοῦ χριστιανοῦ ἰδίωμα, φοβουμένου τὸν θεόν, ἡμέραν θανάτου καὶ κρίσεως ἐπὶ τοῦ φοβεροῦ δικαστηρίου Χριστοῦ ἐναργῶς διαμεριμνῶντος. τοιαύτης ἀρετῆς καὶ ἡ παρὰ θεῷ ἁρμοσθεῖσά σοι ὁμόζυγος, ἀλλὰ γὰρ καὶ οἱ παῖδες· καὶ εἰκότως, ἐπειδὴ ἀγαθῆς ῥίζης ἀγαθὰ εἶεν ἂν καὶ τὰ βλαστήματα. δοκῶ δὲ καὶ τοὺς ὑπὸ χεῖρα τοιούτους εἶναι, διότι οἷον τὸ ἄρχον τοιοῦτον καὶ τὸ ἀρχόμενον ὡς τὰ πολλὰ πέφυκεν ὑπάρχειν.
Τί οὖν ἐστιν εἰπεῖν πρὸς ταῦτα ἢ ὅπερ ὁ θεῖος Δαυίδ, ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον; εὐλογήσαι σε Κύριος ἐκ Σιὼν καὶ ἴδοις τὰ ἀγαθὰ τῆς ἄνω Ἱερουσαλὴμ πανέστιος, ὁ παμπόθητός μου δεσπότης.
Ἡγουμένῳ Ἐβράδυνα ἐπιστεῖλαι τῇ πατρικῇ σου ἁγιωσύνῃ, οὕτω πως ἐμποδισθεὶς ὑπὸ τῆς περιεχούσης με ἀσφαλείας· ἐπεὶ πάλαι ἀκηκοώς εἰμι τῆς διὰ Κύριον φυλακῆς καὶ ἐναθλήσεώς σου τὸν ἀγῶνα. ἀλλ᾽ εὐλογητὸς ὁ θεός, ὁ καὶ τὴν σὴν ὁσιότητα καλέσας εἰς τὴν ὁμολογίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ, τοῦ Κυρίου καὶ θεοῦ ἡμῶν. οὐ γάρ τι ἄλλο ἐστὶν τὸ ὑπὲρ τῆς εἰκόνος τοῦ σωματικοῦ αὐτοῦ χαρακτῆρος ἐναθλεῖν ἢ τὸ περὶ αὐτοῦ μαρτυρεῖν· ἐπειδὴ ἓν καὶ ταὐτὸν τῇ ὁμοιωτικῇ ὑποστάσει ἡ εἰκὼν πρὸς τὸν εἰκονιζόμενον. ὅτι δὲ εἰκονίζεται Χριστὸς καὶ οἱ λίθοι κεκράγασι, διότι ὅμοιος ἡμῖν γέγονε κατὰ πάντα πλὴν ἁμαρτίας, καθὰ γέγραπται, ἁμαρτίας δέ, ὅτι ἄνευ σπορᾶς εἴληφε τὴν σάρκα καὶ ἐκυήθη παρθενικῶς ἐκ τῆς παναγίας αὐτοῦ μητρὸς καὶ Θεοτόκου.
Ἐπεὶ οὖν ἡμεῖς εἰκονιζόμεθα ἅπαντες (ὃς γὰρ οὐκ εἰκονίζεται, οὐκ ἄνθρωπος, ἀλλά τι ἔκτρωμα, ὅτι καὶ πᾶν ζῶον εἰς φῶς ἐλθὸν εἰκονίζεσθαι πέφυκεν), εἰκόνισται δῆλον ὅτι καὶ Χριστός, κἂν τοῖς ἀθέοις οὐ δοκῇ, ἀρνουμένοις ἐντεῦθεν τὸ τῆς σωτηρίου οἰκονομίας μυστήριον. πῶς γὰρ ἂν ὁμολογηθείη ὁ υἱὸς τοῦ θεοῦ ἄνθρωπος χρηματίσαι καθ᾽ ἡμᾶς, ὧν καὶ ἀδελφὸς ἠξίωσε κληθῆναι, μὴ ἐφίσης ἡμῖν περιγραφόμενος; πῶς δὲ γεννηθῆναι νόμῳ φύσεως, μὴ ἐμφερὴς ὢν τῇ οἰκείᾳ μητρί; εἰ οὖν οὐ περιγέγραπται, οὐκ ἐκ τῶν παρθενικῶν αὐτῆς αἱμάτων, ἐξ ὧν ἐπλαστούργησεν ἑαυτῷ ναόν, ἀλλ᾽ οὐράνιον φέρων σῶμα, καθὼς Μαρκέλλῳ τῷ αἱρετικῷ δοκεῖ καὶ τοῖς πρὸ αὐτοῦ πάλαι ἀσεβέσιν. ἐντεῦθεν λοιπὸν οὐδὲ μήτηρ ἀληθὴς ἡ μήτηρ ἀλλὰ ψευδώνυμος, οὐδ᾽ ἡμῖν ὅμοιος ἀλλ᾽ ἑτερούσιος. οὐ μὴν οὔτε Ἀδὰμ ἀνακέκληται· πῶς γὰρ ἂν ἑτερογενεῖ ἀναστήσεται σώματι τὸ χοϊκόν; διότι τῷ ὁμοίῳ τὸ ὅμοιον ἀνασῴζεσθαι δέδεικται. οὔτε οὖν ὁ θάνατος κατεπόθη κατὰ τὸ ἀκόλουθον οὔτε ἡ νομικὴ λατρεία πέπαυται· χρεία περιτομῆς καὶ τῶν λοιπῶν.
Ὁρᾷς, ὦ τοῦ θεοῦ ἄνθρωπε, εἰς ὃ βάραθρον ἀσεβείας ἐληλακότες ἐνεπάρησαν ἐκ τοῦ μὴ ἐγγράφεσθαι τὸν Χριστὸν ἐν πίνακι δοξάζειν οἱ εἰκονομάχοι; ἰουδαΐζουσιν ἄρα ἀσφαλῶς. ἐντεῦθεν οὔτε τὴν Θεοτόκον οὔτε τινὰ τῶν ἁγίων παραδέχονται, διὰ τῆς τῶν οἰκείων αὐτῶν χαρακτήρων ἀρνήσεως τοὺς χαρακτηριζομένους βδελυττόμενοι· ἡ γὰρ τῆς εἰκόνος τιμὴ καὶ ἀτιμία ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει, ὥς φησιν ὁ Μέγας Βασίλειος. βδέλυξαι τὸν τύπον τοῦ σταυροῦ· καὶ τίνα βδελύσσῃ; οὐχὶ τὸν ζωοποιὸν σταυρόν; οὕτως τοῦ βασιλέως, οὕτως οὑτινοσοῦν ἀνθρώπου· οὕτω καὶ τοῦ Χριστοῦ, τῆς τε μητρὸς αὐτοῦ καὶ παντὸς ἁγίου. ἤρνηται νῦν ὁ Χριστὸς καὶ δεδίωκται καὶ ἐξουδένωται. καὶ μακάριος εἶ, πάτερ, ἐναθλῶν καὶ ἀντεχόμενος τῆς ὀρθοδοξίας.
Ἀλλὰ προσεύχου καὶ περὶ ἐμοῦ τοῦ οἰκτροῦ κατόπιν ἰέναι τῆς ἁγιωσύνης σου καὶ μὴ ἀπωσθῆναι διὰ τὰς ἁμαρτίας μου.
Οἰκονόμῳ Ἤκουσα περὶ τῆς τιμιότητός σου ὅπως καλῶς ὑπὲρ Χριστοῦ ἠγωνίσατο, μάστιξιν ὑποβληθεῖσα καὶ φυλακῇ τηρουμένη, καὶ ηὐχαρίστησα πάλιν τῷ καλέσαντί σε εἰς τὴν αὐτοῦ ὁμολογίαν δεσπότῃ Χριστῷ, οὐ μόνον διὰ τὸ εἶναί σε τοῦ ἁγίου σχήματος, ἀλλ᾽ ὅτι καὶ ἐν ὑποτακτίταις τελοῦντα, προσθείην δ᾽ ἂν ὅτιπερ καὶ τοῦ ἐμοῦ μοναστηρίου· τὸ γὰρ ἐκ Συμβόλων εἶναι, ἐν ᾧ ὁ μακάριός μου πατὴρ καὶ ὑπετάγη τῷ ἱερῷ Θεοκτίστῳ καὶ ἠσκηκὼς ἐξέλαμψεν ἐν ἀρετῇ, ἐμοί ἐστι τῷ ταπεινῷ λογίζεσθαι τὸ σὸν κλέος καὶ μαρτύριον. εὖγε τοίνυν, ὦ καλὲ οἰκονόμε, στρατιῶτα Χριστοῦ, ἡγουμένους πολλοὺς ὑπερακοντίσας, μᾶλλον δὲ καταισχύνας, εἴ γε σὺ μὲν προβάτου τάξιν ἔχων ἀνάλωτος τῆς τῶν αἱρετικῶν θήρας ἀνεφάνης, οἱ δὲ τὸ δοκεῖν ποιμένες ὄντες, ὑπὸ τοῦ νοητοῦ λυκωθέντες θηρός, ἐλεεινὸν θέαμα πρόκεινται τοῖς πᾶσιν, αἱρέσει τῶν τῇδε καὶ φειδοῖ τῆς σαρκὸς προδεδωκότες διὰ τῆς συμπτώσεως εἴτε κοινωνίας εἴτε καὶ ὑπογραφῆς τῶν αἱρετιζόντων Χριστὸν τὸν θεὸν ἡμῶν, τὴν μόνην ἀλήθειαν.
Χαῖρε λοιπόν, ποιμὴν ὡς ἀληθῶς τοῖς ἔργοις, χαῖρε, μάρτυς Κυρίου· τὸ τελεώτερον ἀνδρίζου πρὸς τὸ ἑξῆς. ἐμαστίχθης σὺν Χριστῷ, φυλακίζῃ ὡς αὐτός· δεῦρο δέξαι καὶ ῥαπίσματα, ἥλοις ἐμπάρθητι, λογχεύθητι, ὑψώθητι τῷ σταυρικῷ πάθει. μέχρι τοῦδε καλεῖ ἡμᾶς ὁ λόγος καὶ ἀπαιτοίη τὸ χρέος· εἰ ἀποθάνωμεν, καὶ συζήσομεν Χριστῷ, εἰ ὑπομένωμεν, καὶ συμβασιλεύσομεν.
Τοιαῦται αἱ ἐπαγγελίαι τοῦ ἀψευδοῦς· σὺ δέ μοι, ὦ καλὲ ἀδελφὲ καὶ πατὴρ ποθητέ, μεμνῆσθαι διὰ παντὸς μὴ ἐπιλήσῃ, τυχεῖν με αἰτούμενος σὺν σοὶ θεοῦ τοῦ κεκληκότος.
Τιμοθέῳ τέκνῳ Τί ἀκήκοα; καὶ σύ, τέκνον Τιμόθεε, μετὰ μαρτύρων ἠράσθης θεοῦ; ζηλῶν ἐζήλωκας τῷ Κυρίῳ· χαίρειν εἰπὼν τῇ φυγαδείᾳ παραδέδωκας σεαυτὸν εἰς μαρτύριον. ὡς μακάριόν σου τὸ βούλευμα, ὡς θεόληπτόν σου τὸ τῆς καρδίας διάπυρον, ὧ καὶ πάλαι ὑπαστράπτων ἐν πολλοῖς κατορθώμασιν ἐγνωρίζου. νῦν δὲ ἀνέλαμψας τελεώτερον, μάρτυς ἀναδειχθεὶς ὡς ἀληθῶς· λέγειν ἔστιν καὶ σοὶ ἐν χαρᾷ, τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας καὶ τὸ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων, ὡς Χριστὸς διὰ Χριστόν, εἰ καὶ οὐχ οὕτως δοκεῖ τοῖς χριστοδιώκταις. εὐλογητὸς ὁ θεὸς ὁ ἐνισχύσας σε καταξανθῆναι ἐν ἑκατὸν καὶ πεντήκοντα μάστιξι καὶ μὴ πρόεσθαι τὴν σωτηρίαν, ἀλλὰ τοὐναντίον ἐλέγξαι τὸν τεκταίνοντα δυσσεβέστατον, οὗ αἱ μάστιγες μενοῦσιν αἰωνίζουσαι, μὴ μεταμελομένου δῆλον ὅτι. μιᾷ ῥοπῇ, ἀδελφὲ καλέ, δριμυχθεὶς οἷον αἰώνιον κλέος ἦρας· συνεβλήθης ὡς λίθος ἅγιος τῇ ἐνδομήσει τῆς ὁμολογίας Χριστοῦ, εἰς χαρὰν τῶν ἀδελφῶν καὶ συνάθλων σου, εἰς καύχημα ἐμοὶ τῷ ἁμαρτωλῷ καί γε τῷ θεοφιλεστάτῳ ἀρχιεπισκόπῳ, ἀλλὰ γὰρ καὶ πάντων τῶν εὐσεβούντων. τίς ἀκούσας σου τὸν ἀγῶνα οὐκ ᾄσεται; τίς τῶν γνωριζόντων οὐ μακαρίσει σε; ἐστεφάνωσέν σε Χριστὸς οὐρανόθεν, ἠσπάσατό σε ὁ χορὸς τῶν ἁγίων.
Ἀλλ᾽ ἐπειδὴ οὐ τὸ καλῶς ἄρξασθαι μόνον μακαριστόν, τὸ δὲ τελειῶσαι τὸν ἀγῶνα τὸ ζητούμενον, στῶμεν, τέκνον ἀγαπητόν, πρὸς τὸ ἑξῆς ἀνδρειούμενοι, φέροντες τὰ κατὰ τὴν φυλακὴν δυσχερῆ γενναίως. Χριστὸς ὁ συμπαρών, ὁ μὴ ἐῶν ὑπὲρ ὃ δυνάμεθα ὑπενεγκεῖν πειρασθῆναι, ἀλλὰ διδούς σοι καρτερίαν μέχρι θανάτου καὶ τοὺς τῆς ἀθλήσεως στεφάνους ἐπὶ τέλει τῶν ἀγώνων χορηγῶν σοι. ὦ καλὲ Τιμόθεε, προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ἀναξίου ἵνα σῴζοιμι ἐν Κυρίῳ σὺν ὑμῖν τοῖς ἁγίοις.
Ἰγνατίῳ τέκνῳ Ἃ γέγραφας, τέκνον ἠγαπημένον, ἔγνων, καὶ χαίρω ἀκούων σου τῆς φωνῆς, οὐ μὴν ὡς σὺ ὑπολαμβάνεις τὰ κατ᾽ ἐμέ· ἕωλα γὰρ καὶ μηδαμινά. πλὴν εἰ λέγοις ὠφελεῖσθαι ἐν τοῖς λόγοις μου, γράφε καὶ δέχου, καὶ φθόνος οὐδείς.
Συνίημι βίον ἕλκειν σε στενοχωρητικὸν ἐν τῷ παρόντι διωγμῷ ὥσπερ καὶ οἱ ὁμότροποί σοι κρυπτόμενοι, ἀλλ᾽ ἡ ἐλπὶς κουφιζέτω· ἔχε τὰ κατὰ σὲ ἀσφαλῶς μετὰ τοῦ καλοῦ Εὐσεβίου, ὃν καὶ προσαγορεύω. ἡ παρὰ τῶν αἱρετικῶν κοινωνία οὐ κοινὸς ἄρτος, ἀλλὰ φάρμακον, οὐ σῶμα βλάπτον, ἀλλὰ ψυχὴν μελαῖνον καὶ σκοτίζον. ῥίπτειν δὲ καὶ κρύβδην οὐκ ἐμοὶ τὸ λέγειν, ἀλλὰ τῶν ποιούντων φόβῳ, περὶ ὧν ἐκεῖνο λέγειν ἔστιν, ὅτι πολλοὶ τῶν ἀρχόντων ἐπίστευον εἰς αὐτόν, ἀλλ᾽ οὐχ ὡμολόγουν διὰ τοὺς Φαρισαίους, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἢ τὴν δόξαν τοῦ θεοῦ· ὅτι ὀρθοδόξῳ αἱ εὐχαὶ τῆς ἱερουργίας. τί τοῦτο, εἰ παρὰ αἱρετικῶν γίνοιντο, συμβάλλεται; οὐ γὰρ ὡς ὁ ποιήσας αὐτὰς φρονοῦσιν οὐδὲ ὡς αὐταὶ αἱ φωναὶ σημαίνουσι πιστεύουσιν, ἐπείπερ πᾶσα ἡ μυσταγωγία Χριστὸν ἄνθρωπον ἀληθῶς γεγενῆσθαι δοξάζει. οἱ δὲ ἀρνοῦνται, κἂν λέγωσι, διὰ τὸ φρονεῖν μὴ ἐξεικονίζεσθαι αὐτόν, ὡς ἂν εἰ καὶ λέγων τις ‛πιστεύω εἰς πατέρα καὶ υἱὸν καὶ Ἅγιον Πνεῦμα‚, φρονῶν δὲ ὅτι ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ Ἅγιον Πνεῦμα μία ὑπόστασίς ἐστι τριώνυμος, ὅπερ ὑπάρχει δόγμα Σαβελλίου τοῦ ματαιόφρονος. τί οὖν; εἴπωμεν τὸν τοιοῦτον πιστεύειν εἰς Τριάδα; οὐδαμῶς, κἂν λέγῃ.
οὕτως οὖν οὐδὲ ἐνταῦθα πιστεύει ὡς λέγει, κἂν ὀρθόδοξος ἡ μυσταγωγία, ἀλλ᾽ εἰκαιολογεῖ ἑκάτερος, μᾶλλον δὲ ἐνυβρίζει, παίζων τὴν λειτουργίαν· ἐπεὶ καὶ γόητες καὶ ἐπαοιδοὶ χρῶνται θείαις ᾠδαῖς ἐν τοῖς δαιμονιώδεσι.
Συμφέρει τὸν ἀβάπτιστον, εἰ μὴ εὑρίσκοιτο ὀρθόδοξος ὁ βαπτίσων, ὑπὸ μοναχοῦ, ἢ καὶ τούτου μὴ ὄντος, ὑπὸ λαϊκοῦ βαπτισθῆναι, λέγοντος ‛βαπτίζεται ὁ δεῖνα εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος‚ ἢ ἀφώτιστον ἐκδημῆσαι. καὶ ἀληθῶς ἐβαπτίσθη· ἐξ ἀνάγκης γὰρ καὶ νόμου μετάθεσις, ὡς γέγονε πάλαι καὶ ἀποδέδεκται.
Μαρίᾳ αὐγούστῃ Ἐνέτυχον καὶ αὖθις τῇ ἐπιστολῇ τῆς σεμνοπρεπείας σου καὶ ἐναθλητικῆς ὑπομονῆς καὶ εὐχαρίστησα τῷ Κυρίῳ, ὅτι διαμένεις τῇ αὐτῇ προθέσει, τῇ αὐτῇ ὁμολογίᾳ Χριστοῦ, ἔχουσα καὶ λόγον εὐπροσήγορον μετὰ γνώσεως καὶ βίον ἐνάρετον κατηρτισμένον διὰ πίστεως. αὐτῇ τοίνυν πρέπει αἶνος καὶ ἔπαινος ὡς ἀληθῶς τῇ βασιλίσσῃ τῶν παθῶν, οὐχ ἡμῖν τοῖς ἁμαρτωλοῖς καὶ οὐδαμινοῖς, εἰ καὶ οὕτω κελεύεις λέγειν.
Ἃ δὲ περὶ τοῦ ἀδελφοῦ προέγραψα, οὐχ ὡς ἐπ᾽ ἀτόπῳ τινὶ (μὴ γένοιτο), ἀλλ᾽ ἐπειδὴ τὸ παρ᾽ ἄλλων γινόμενον ὑγιῶς ἑτέροις σκανδάλου ἐστὶν αἴτιον· ἐντετάλμεθα δὲ παρὰ τοῦ ἀποστόλου μὴ τιθέναι τῷ πλησίον πρόσκομμα ἢ σκάνδαλον. διὰ τοῦτο οὐ προϊσχόμην ἐκφυλακίζεσθαι τὸν ἀδελφόν, ὅπου γε, κἂν ἄφετος ἦν, οὐ λυσιτελὲς αὐτῷ ἐν παρθενῶσιν εἰσέρχεσθαι. καὶ τοῦτο οὐκ ὀφείλει σε λυπῆσαι, κυρία μου, εἰδυῖαν ὅτι σοῦ φροντίζω τὸ ἄψεκτον καὶ τὸ εὐκλεὲς ὡς μητρὸς οἰκείας, ὅπερ καὶ ἔστι· μήτηρ γάρ μου σύ, ἐπείπερ τοῦ Κυρίου εἶ· εἰ μὴ γὰρ οὕτως εἶχόν σε, οὐκ ἂν τὰ πρότερα ἐπέστελλον, οὐκ ἂν ἐποίουν τὰ κατὰ σέ.
Ταῦτα γνοῦσα ἄφες τὴν λύπην καὶ πρόσθες τοῦ προσεύχεσθαι περὶ ἐμοῦ τοῦ ταπεινοῦ ὡς κἀγὼ ὑπὲρ σοῦ.
Εὐοδίῳ καὶ Ἰωάννῃ τέκνοις Ἥσθην, τέκνα, ἐπὶ τῇ ἀμφοτέρων προσφωνήσει, ὅτι συνημμένοι ὄντες ὁμοῦ καὶ ἐφθέγξασθε, ἃ καὶ τὴν ὑγείαν ὑμῶν ἐδήλωσεν καὶ τὴν ὑποκρυβὴν ὑμῶν ἐσήμανεν καὶ τὸν περὶ ἡμᾶς τοὺς ἁμαρτωλοὺς πόθον ἔδειξεν καὶ τὴν ἑτοιμασίαν ὑμῶν τῆς ὁμοτρόπου τῶν ἀδελφῶν ὁμολογίας διεσάφησεν καὶ τὸ ὅλον μαθητὰς ὑμᾶς εἶναι Χριστοῦ κατεμήνυσε. πῶς οὖν ἡμᾶς ἔμελλεν μὴ χαίρειν καὶ γάνυσθαι ταῦτα ἀκηκοότας; ἀλλ᾽ ὁ ἐν σκέπῃ αὐτοῦ τῆς τοῦ φιλανθρώπου προνοίας περιέχων, αὐτὸς καὶ πρὸς τὸ ἑξῆς περιθάλψειεν, ἐκθρέψειεν, παραγάγοι ὡς ἂν βούλοιτο, εἴτε ἀπροσλήπτους εἴτε καὶ προσληφθέντας ὑπὸ τῶν διωκόντων. μὴ οὖν, εἰ τὸ δεύτερον γένοιτο, δειλανθῆτε· ὁ γὰρ παραχωρήσας ἐμπαρεῖναι, αὐτὸς παράσχοιεν ἰσχὺν ὑποῖσαι τὰ ὑπὲρ αὐτοῦ ἀθλήματα.
Ἐμοὶ δὲ τῷ ταπεινῷ μὴ διαλείποιτε εὐχὴν σωτηρίας ποιεῖσθαι. καθὰ ᾐτήσασθε, ἐπέστειλα ταῖς δυσί. σωθείητε, ἀδελφοὶ πολυπόθητοι.
Ἀνατολίῳ τέκνῳ Ἡ βραδυτής σου τῶν γραμμάτων, ὦ ἱερὸν τέκνον, εἰς λογισμούς με ἤγαγεν οὐκ εὐαγεῖς, ἐπεὶ καὶ ἡ μετάστασίς σου καὶ ἡ ἄφεσις αὕτη· καὶ ὅσον μὲν ἐξ ἀμφοτέρων ἔστιν ἐννοεῖν, πτῶσις (πῶς γὰρ ταῦτα οὕτως, οὐκ ἐχούσης φύσεως ἄφετόν τινα εἶναι καὶ ὅπῃ θέλοι πορεύεσθαι ἐν τῷ διωγμῷ τῷ παρόντι; ὅθεν μοι οὐχ ἡ τυχοῦσα περιωδυνία), ὅσον δὲ ἐκ τῶν γραμμάτων διδαχθείς, ἀνέθην ὁ ταπεινός, ἐσκίρτησα, ἐδόξασα τὸν θεόν μου. καί γε Κύριος ὁ θεός μου ἄπτωτόν σε τῇ προνοίᾳ αὐτοῦ διαφυλάξοι, ἀμέτοχον τῆς αἱρετικῆς κοινωνίας· βλέπε δὲ πῶς καθέζῃ καὶ ποῦ καὶ δίδαξον δι᾽ ἑτέρας ἐπιστολῆς ἐντελέστερον τὸν τρόπον τῆς ἀφέσεως καὶ τὸ σῶσμα τῆς τιμίας σου ψυχῆς· καὶ φρόντισον καὶ σπούδασον ἐγγίζειν θεῷ τῷ μακρυσμῷ τῶν παθῶν· ὁ θάνατος γὰρ ἐγγύς. ἴδε, τέκνον, ᾤχετο καὶ ὁ τίμιος ἀνάδοχός μου, μακαρίως τελειωθεὶς ἐν τῇ ὁμολογίᾳ Χριστοῦ, ἄνθρωπος ἐν νόσῳ χαλεπωτάτῃ ἐξορισθεὶς καὶ μὴ ἁλοὺς ὑπὸ τῶν ἀσεβῶν. τί ἡμεῖς εἴπωμεν; οὐ στερεοκαρδήσομεν; οὐ στομωθησόμεθα φόβῳ καὶ ἀγάπῃ θεοῦ πάντα ἐνεγκεῖν καθὰ καὶ οἱ ἀδελφοὶ ἡμῶν; ναί, ἀντιβολῶ, υἱέ μου ἠγαπημένε, κλέος μου καὶ αὔχημα, μὴ τοῖς ὁρωμένοις θελχθῶμεν, ὅτι παρερχόμενα, ἀλλὰ τοῖς οὐρανίοις κρατηθῶμεν· ταῦτα γὰρ τὰ αἰώνια.
Οὕτω ταῦτα. περὶ τοῦ Σαββατίου, ὅτι οὕτως ἤχθη καὶ ἠγρίωται καί γε μετὰ πτῶσιν, πῶς οὐ λυπηρόν μοι; ἀλλὰ τί ἄλλο ἢ καὶ σὲ ὑπομεῖναι, ἃ σοὶ κατεπράξατο, καὶ ἡμᾶς τοὺς ταπεινοὺς προσεύχεσθαι τὴν ἀνακάλεσιν αὐτοῦ;
Ἰωάννῃ Καλχηδόνος Καὶ ὡς πατὴρ ἠξίωσας τέκνον ἐλάχιστον προσειπεῖν καὶ ὡς σοφὸς τὰ θεῖα ἐδίδαξας τοὺς ἀμαθεῖς ἡμᾶς, ἐπαινέσας τοὺς ἀγεράστους, ὡς διδάσκαλος πολυειδὴς κέντρον ἀγάπης ἐνθεὶς ἡμῖν. ἤλυθας διὰ ταπεινοτέρων φωνῶν τὸ ὕψος τῆς ἀρετῆς σου, καὶ μὴ βουλόμενος ὑποδείξας ἄριστα· ὅτι δὲ προετρέψω καὶ αὖθις ἐπιστεῖλαι ἡμᾶς καὶ μὴ ἐγκόπτειν, τοῦτο ἡμᾶς τέλεον εὔφρανεν καὶ εἰς πίστιν ἤγαγεν εὑρηκέναι σε οἷον ὁ λόγος ζητεῖ καὶ ὁ ποιμαντικὸς χαρακτηρίζει τρόπος. οὐδεὶς γάρ που οὕτω διείλεκται οὐδὲ ἐφέλκεται τῶν ὁμοταγῶν σου, ὡς ἔοικεν, ὅτι μηδὲ δεχόμενοι γράμματα ἀξιοῦσιν ἀντεπιστέλλειν· καὶ ὁ λόγος αὐτοῖς τὸ παρὰ τῆς ἐξουσίας ἐντετάλθαι μὴ διδάσκειν, μὴ χαράττειν γράμμα. καὶ συγγνώσειάς μοι, μακαριώτατε, σκινδαλμὸν δεξαμένῳ· εἰ γὰρ ἃ πράττει ὁ κρατῶν ἀπεναντίας θεοῦ δεῖ φυλάττειν, τί μὴ καὶ συναιρετίσωμεν αὐτῷ, ἀλλ᾽ ἐξ ἡμισείας ὀρθοδοξοῦμεν;
Ἀλλ᾽ αὐτοὶ μέν, οὐκ οἶδ᾽ ὅπως, οὕτω φέρονται· σὺ δὲ καὶ ἐφώτισας καὶ ἐστερέωσας καὶ καθωδήγησας, πάντα εἰπών, ὅσα εἰκὸς τὸν ὡς ἀληθῶς ἱεράρχην ἔστιν φάναι. οὐ μὴν ἡμεῖς, ἱερὰ κορυφή, ὡς ἐκθειάζεις, πενιχροὶ δὲ καὶ ἁμαρτωλοὶ καὶ εὐχόμενοι μὴ πάντῃ ἀποστῆναι τοῦ ἱεροῦ πληρώματος τῶν ἐνισταμένων ἐν Κυρίῳ. ἃ δὲ εἴρηκας περὶ τῆς αἱρέσεως, οὕτως ἔχει· πραγματικῶς γὰρ μάχεται τῇ ἀληθείᾳ, ἓν ὅπλον κτωμένη, τὴν ἐξουσίαν· ἧς ἀναιρουμένης ἀκαμάτως συναναιρεθήσεται καὶ αὐτὴ τηνικαῦτα, ὁπόταν ἐκτριβείη ἡ ἀνομία, δι᾽ ἣν καὶ ἡ μάστιξ. ἐμὲ δὲ λυπεῖ ὅτι ἀσθενὲς τὸ σῶμα τῆς ἁγιωσύνης σου ὑποφέρειν τὰς ἐκ τῆς περιορίσεως κακοπαθείας· ἀλλ᾽ ἰσχύς σοι παρὰ θεῷ, ᾧ πέποιθας καὶ δι᾽ ὃν τὰ πάντα ἡγήσω σκύβαλα, πρότερον μὲν διὰ τῆς ἀναλήψεως τῆς μοναχικῆς τελειώσεως, νυνὶ δὲ διὰ τῆς ὁμολογητικῆς ἐνστάσεως.
Προσεύχεσθαι ὑπὲρ τοῦ ἐλαχίστου τέκνου σου, ἁγιώτατέ μου πάτερ, μὴ διαλείποις.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.