Ἔργον
Θεόδωρος ὁ Στουδίτης – Ἐπιστολαί
Παρηγορητικοί λόγοι και καθοδήγηση προς πνευματικά τέκνα
Επιστολές παραμυθίας και πνευματικής νουθεσίας προς ιεράρχες, ηγουμένες και λαϊκούς για την αντιμετώπιση των πειρασμών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Παρηγορητικοί λόγοι και καθοδήγηση προς πνευματικά τέκνα
Επιστολές παραμυθίας και πνευματικής νουθεσίας προς ιεράρχες, ηγουμένες και λαϊκούς για την αντιμετώπιση των πειρασμών.
Πέτρῳ Νικαίας Εἰδὼς ὅτι φιλεῖς φθέγγεσθαί με, τὸν οὐδενὸς ἄξιον, πρὸς σέ, τὴν ἱεράν μου κορυφήν, φιλίας χάριν, οὐ χρείας ἕνεκα ἤδη φθέγγομαι· φαίνομαι δὲ καὶ προσφθεγξάμενος δι᾽ ἑτέρας ἐπιστολῆς, ἥν, εἰ ἐδέξατο, οὐκ ἐπίσταμαι. ἐν οὖν ἀμφοτέραις εἷς μοι ὁ λόγος, ὑγιαίνειν σε τῷ σώματι, τὸν ἐμὸν πατέρα, τὸν στερεὸν θεμέλιον τῆς ἀληθείας εἰς ἕδρασμα πολλῶν, εἰς σφραγῖδα πίστεως, εἰς ἔπαινον Χριστοῦ, εἰς κλέος τῆς ὅλης ἐκκλησίας· ἐπειδὴ περιφανὴς σὺ ὀφθαλμὸς παρὰ τοὺς ἄλλους, ἀνατολῇ καὶ δύσει γνωριζόμενος, ἔχων μετὰ τοῦ ἱεροῦ βίου καὶ τὸν λόγον πολλοστόν, ἐξ οὗ καὶ βασιλεῦσι γέγονας φιλητὸς καὶ ἄρχουσιν ἐραστὸς καὶ μονασταῖς ἐπαινετός. τῇ δὲ οἰκείᾳ ἐκκλησίᾳ τί δεῖ καὶ λέγειν; μακαρίζουσί σε καὶ ἐπιποθοῦσι δι᾽ ἃ ἔδρασας πλεῖστα ὅτι μάλιστα κατορθώματα ὡς νήπια τοὺς μητρικοὺς μαζούς, ὡς νεοττοὶ τὴν τροφόν, ὡς ἄρνες τὸν ἀληθῶς ποιμένα (καὶ πῶς γὰρ οὔ;), ἔναυλα ἔχοντες τὰ ζωηρά σου ῥήματα, κατ᾽ ὀφθαλμοὺς βλέποντες τοὺς ὑπὸ σοῦ ἀνορθωθέντας ναοὺς θεοῦ. καὶ οὔπω λέγω τὸ δαψιλὲς τῆς ἐλεημοσύνης καὶ τὰ λοιπὰ ὁσιώματα. καὶ μὴ δόξειας φιλίᾳ με χαρίζεσθαι· εἰ γὰρ καὶ μὴ ὄψει ὑπέλαβον, ἀλλ᾽ ὅμως κατήκοος ἐγενόμην παρὰ τῶν εἰδότων.
εἰ δὲ ὅτι νῦν κάθαρμα ὁ ὡς ἀληθῶς ἑτερόφθαλμος καὶ τοῖς ἔξω καὶ τοῖς ἔνδον ὄμμασι κατέχει ταῦτα, μὴ λυποῦ, ὦ μάκαρ, μήτε μὴν θαυμάσῃς· οἱ ἀπόστολοι ἐν τῷ ὑπερῴῳ ἦσαν καὶ τὸν περιβόητον ναὸν οἱ θεοκτόνοι περιελάμβανον. τοιαῦτα καὶ τὰ εἰκονομάχων καὶ ἰουδαιοφρόνων νῦν· οὓς ἐπιστρέψειεν ὁ Κύριος καί σε περιφυλάξειεν προσευχόμενον περὶ ἐμοῦ, τοῦ σοῦ τέκνου.
Θεοφυλάκτῳ Νικομηδείας Πάλαι ἐπεθύμουν ἐπιστεῖλαι τῇ μακαριότητί σου καὶ οὐκ ἐξεγένετό μοι τῷ ταπεινῷ ἀπορίᾳ γραμματηφόρου. νῦν δὲ εὐδοκίᾳ θεοῦ ἐπιτυχὼν τὸν πόθον μου ἀποπληρῶ, ὃν εἰκότως ἐπ᾽ αὐτῇ κέκτημαι, οὐ μόνον διὰ τὴν ἐν Κυρίῳ ὁμολογίαν, ἀλλὰ γὰρ καὶ ἰδίως διὰ τὴν ἐξαίρετόν σου παρὰ τοὺς πολλοὺς ἰδιοτροπίαν, τὸ μειλίχιον, τὸ ἁπλοῦν, τὸ ἐπίχαρι, τὸ γλυκὺ ἐν ταῖς ὁμιλίαις, τὸ εὐπροσήγορον ἐν ταῖς ἐντεύξεσι, τὸ περὶ πάντα ἀγαθοεργές· ἀφ᾽ ὧν ὁ τῆς ἱερᾶς σου ψυχῆς χαρακτὴρ καὶ μὴ ὁρώμενος τεθεώρηται ὡραϊσμένος τῇ ποικιλίᾳ τῶν ἀρετῶν.
Ἀλλὰ περὶ τοῦδε μὲν ἱκανῶς, ὅτι μηδὲ καιρὸς ἐγκωμίων· τί δέ σοι ὦπται, ὦ μάκαρ, τὰ παρόντα; ἀλλ᾽ οὐχὶ μικροῦ δεῖν ἰουδαϊσμός, ἤτοι ἑλληνισμός; ἀφῃρέθη ὁ κόσμος τῆς ἐκκλησίας, ἡ ὄψις τῶν ἱερῶν ναῶν, πυρὶ παρεδόθη τὰ ἅγια· ἄλλο τι σχῆμα γνωρίζεται ἐν τῷ χριστιανισμῷ, εἴ γε χριστιανισμόν, ἀλλὰ μὴ ἰουδαϊσμὸν καλεῖν. εὔκαιρον καὶ νῦν λέγειν, Κύριε τοὺς προφήτας σου ἀπέκτειναν καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν. καί γε ἔκτειναν, καί γε κατέσκαψαν· τὸ γὰρ ξέειν καὶ ἐξορύσσειν τὴν ὄψιν αὐτῶν οὐχὶ κατασκάπτειν ἐστὶν ἐμφανῶς; ἄφελε ὄψιν ἀνθρώπου, καὶ οὐκέτι ἄνθρωπος, ἀλλά τι ἔκτρωμα, εἴγε καὶ ἔστι ζῆν. ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου. καὶ ταῦτα ἀληθῶς, πᾶσαν θείαν εἰκόνα ἐν πάσῃ ὕλῃ χαραχθεῖσαν ἐμπρήσαντες. ἀνέῳκται γλῶσσα βλάσφημος, τὸν Χριστὸν εἴδωλον λέγουσα, τὴν Θεοτόκον, πάντα ἅγιον. καὶ γὰρ τοῦ ἀρχετύπου τὴν κλῆσιν τὸ παράγωγον κέκτηται, ἐπειδὴ καὶ τὴν προσκύνησιν· διὰ τοῦτο καὶ πάντα τύπον σταυροῦ σταυρὸν λέγομεν καὶ προσκυνοῦντες τὸν ζωοποιὸν σταυρὸν προσπτυσσόμεθα.
Ἀλλὰ ταῦτα ἐξετραγῴδησα ὁ ταπεινὸς οὐχ ὡς ἀγνοούσης σου τῆς πανσόφου τελειότητος τῆς πλάνης τὸν ὄλεθρον (μή τι πάθοιμι μωρικόν), τὸ θλιπτικὸν δὲ πάθος παραμυθούμενος τῆς ἐμαυτοῦ καρδίας διὰ τῶν ἀναφορῶν, οἵ πως πεφύκασι λαλούμενοι κουφίζειν τὰ ἐν κρυφῇ ἀλγεινά, καὶ ἅμα ὑποκινῶν αὐτὴν θερμότερον προσιέναι θεῷ, ταχεῖαν ἐπιτίμησιν ποιῆσαι τῇ πονηρᾷ ταύτῃ αἱρέσει εἰς σωτηρίαν τοῦ λαοῦ αὐτοῦ.
Προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ἐλαχίστου σου τέκνου, ἁγιώτατέ μου πάτερ.
Τιμοθέῳ τέκνῳ Οἵα σου ἡ ψυχή, τέκνον μου ποθητόν, τοιαῦτα καὶ τὰ γράμματα, θαρσαλέα, εὔθυμα, εὐπρόθυμα, φιλόθεα, φιλομάρτυρα. καί γε τῆς ψυχῆς εἰκόνες οἱ λόγοι καὶ ἐκ τοῦ περισσεύματος τῆς καρδίας ἕκαστος φέρει τὰ λόγια· ὥστε καὶ ἡμᾶς, ἀκούσαντάς σου τῶν ῥημάτων, ἐπιρρωσθῆναι καὶ μᾶλλον ἀνδρειωθῆναι καὶ πρὸς ἄθλησιν ἐπειχθῆναι. ἐμὲ δὲ καὶ ὁ ἀδελφὸς Ἀδριανὸς ἐξηγησάμενος πλέον ἐξένισεν, ἀναγγείλας σου τὸ εὔθαρσον καὶ σταθερὸν καὶ εὐπαρρησίαστον, καὶ μέντοι καὶ διαλεκτικὸν πρὸς τοὺς αἱρετίζοντας. πόθεν σοι ταῦτα; ἢ οὐχὶ ἐπὶ τῆς προαγούσης ἀγαθῆς διαθέσεως καὶ θείας περιποιήσεως, δι᾽ ἧς ἤνεγκας τὰ προλαβόντα καὶ ἕστηκας τῇ ἐλπίδι τῆς δόξης τοῦ θεοῦ, μέχρι θανάτου εὐτρεπιζόμενος; χαῖρε, εὐφραίνου· ἰσχύσεις σὺν θεῷ πάντα ἐνεγκεῖν, ἀθλοφορικὸν στέφανον ἀναδησάμενος.
Ἀλλ᾽ εὔχου κἀμοί, ἀδελφέ, συνέπεσθαι σοί τε καὶ εἴ τινι ἄλλῳ παραπλησίῳ. ἱκανοὶ δὲ χάριτι Χριστοῦ· καὶ γὰρ ὡς τὸ στάδιον λαμπρὸν καὶ ἐμφανὲς πλεῖστοι καὶ οἱ μάρτυρες. μὴ γὰρ οἴου τι ἄλλο εἶναι τὰ παρόντα ἢ Χριστοῦ ἄρνησιν ἐπὶ τοὺς διώκοντας καὶ Χριστοῦ μαρτυρίαν εἰς τοὺς τὰ ἆθλα φέροντας, καὶ τοῦτο εὔδηλον· ὡς γὰρ ἐν τῇ εἰκόνι τοῦ σταυροῦ ὁ ζωοποιὸς σταυρὸς καὶ ὡμολόγηται καὶ ἤρνηται, οὕτω καὶ ἐν τῇ εἰκόνι Χριστοῦ τὸ αὐτὸ ἀπαραλλάκτως, εἰ καὶ τετύφλωται ὁ κόσμος καὶ Χριστὸν ἀρνούμενος παίζει τὴν ὕβριν διὰ τὴν τοῦ ὑβριζομένου μακροθυμίαν. καὶ τί θαυμαστόν, εἰ ὑπομένει, ζητῶν τὴν τῶν παροινούντων ἐπιστροφήν; μὴ οὐχὶ στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ οἱ στρατευόμενοι; μὴ οὐχὶ καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν, οἳ καὶ ἔλεγον, χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων, καὶ ἐδίδουν αὐτῷ ῥαπίσματα; ὁ δὲ ἔφερεν πάντα, καταγελώμενος, μυκτηριζόμενος καὶ ὅσα ἄλλα πάσχων ἐν τῷ σταυρῷ. τοιαῦτά ἐστι νῦν πάσχων διὰ τῆς εἰκόνος αὐτοῦ καὶ ἐν τῇ εἰκόνι αὐτοῦ, ἐπειδὴ τὸ ἀρχέτυπον ἐν τῇ εἰκόνι ἐκφαίνεται, ὡς εἴρηται τοῖς ἁγίοις.
Ἀλλ᾽ εἴη ἔλεος ἐν τάχει τῇ ἐκκλησίᾳ αὐτοῦ, ἐνδυναμῶν τοὺς ὁμολογοῦντας. ἀκούω ὅτι νηστείαν ἕλκεις καὶ χαίρω μέν, συμβουλεύω δὲ καθ᾽ ἑκάστην σε ἐσθίειν μετὰ τὰ ἑσπερινά· τοῦτο γὰρ ἡ βασιλικὴ ὁδὸς καὶ αὕτη ἐπαινετὴ ἐγκράτεια ἐν τῇ μαρτυρίᾳ.
Ἄννῃ ἡγουμένῃ Ὅτι ἐπέστειλάς μοι, εἰκότως· μᾶλλον γὰρ διὰ τῶν γραμμάτων ἐν γνώσει γέγονα τῆς διασώσεως τῆς τιμιότητός σου καὶ ηὐχαρίστησα τῷ θεῷ, οὕτως ἐπιμενούσης σου τῇ καλῇ προθέσει καὶ ὁμολογίᾳ Χριστοῦ καὶ οὐ κατανοούσης τὴν μόνωσιν, τὴν φυλακήν. μηδέ γε ἀτονήσειας Χριστὸν ἔχουσα ὑφέστιον, ὑπὲρ οὗ καὶ δι᾽ ὃν πάσχεις· ἔχε ἐπὶ νοῦ τῶν μακαρίων γυναικῶν τὰ ἆθλα, τῶν παρθένων τὰ σκάμματα, τὰς ὑπομονάς, τὰ πειρατήρια· ἀναθεώρει τὰ οὐράνια, τὰς ἡτοιμασμένας ἀναπαύσεις τῶν ἁγίων, τὸ φῶς τὸ ἄδυτον, τὴν χαρὰν τὴν ἀνεκλάλητον, τὴν ζωὴν τὴν ἀκήρατον, εἶτα ἀπεναντίας τὰς τιμωρίας τῶν ἁμαρτωλῶν, τὸ σκότος τὸ ἐξώτερον, τὸ τῆς γεέννης πῦρ, τὸν ἰοβόλον σκώληκα, τὰ δεσμὰ τὰ ἄλυτα, τὸ χάος, τὸν τάρταρον. ταῦτα δὴ ἐνθυμουμένη κούφιζε τὰς ὀλιγωρίας, στερεοῦ τῇ ὑπομονῇ, δίωκε τὰ πάθη, φωτίζου τὴν ψυχήν, ἑτοιμάζου πρὸς περισσοτέραν ἄθλησιν· οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. ἐὰν οὕτω διαμένουσα διαμείνοις, θεραπεύσεις θεόν, εὐφρανεῖς ἀγγέλους, αἰσχυνεῖς δαίμονας, μέγιστον κλέος καὶ ὄνομα ἄσβεστον καὶ ἐν τῷ νῦν αἰῶνι ἑαυτῇ περιποιουμένη.
Εὔχου περὶ ἡμῶν τῶν ἁμαρτωλῶν.
Βασιλείῳ ἡγουμένῳ Πάντα καταμαθών, ἅπερ διὰ Κύριον ὑπέστη σου ἡ ὁσιότης σὺν τῷ ἱερῷ ὑπηκόῳ, ἐδόξασα τὸν ἀγαθὸν ἡμῶν θεὸν λίαν, ὅτιπερ ἀνέτειλας καὶ αὐτὸς φωστὴρ ἐν τῷ κόσμῳ σὺν ἄλλοις λαμπτῆρσιν ἐν τῇ νυνὶ νυκτομαχίᾳ τῆς αἱρέσεως, σκεῦος ἐκλογῆς, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας. ὡς θαυμαστὴ ἡ δυὰς ὑμῶν, ὡς ἐραστὴ τῷ Χριστῷ, πληγὰς δι᾽ αὐτὸν ὑπομείνασα, ἀπαγωγάς, φυλακάς, καὶ ταῦτα ἕως τοῦ παρόντος. ἀλλὰ τί ὅτι πρὸ τῆς πείρας ἧκες πρός με τὸν ταπεινόν, καθὰ ἐδίδαξας, μὴ ἐπιτυχών μου τοῦ συνοψισμοῦ; καὶ εἰκότως· ἐπειδὴ γὰρ ὡς ὑπελάμβανες οὐκ ἦν (οἰκτρὸς γὰρ ἐγὼ καὶ σκοτεινός· τί ἵνα καὶ ἐβλάβης;), πλὴν ὅτι συνῆψας ἡμῖν ἑαυτὸν νυνὶ διὰ τοῦ γράμματος. καὶ ὁρῶμεν ἀλλήλους ἤδη τῷ πνεύματι καὶ εἰς ταὐτὸν συνήλθομεν ἐν πνεύματι, μία ψυχὴ ἐν Κυρίῳ γεγονότες, ἐγὼ ὁ ταπεινὸς ἐν ὑμῖν τοῖς ἁγίοις καὶ ὑμεῖς ἐν ἐμοί, ὅτιπερ Χριστὸς ἐν μέσῳ ἀμφοτέρων κατὰ τὴν ἀψευδῆ ἐπαγγελίαν.
Τί λοιπὸν ἔτι; ἵνα, καθὰ ἐνηρξάμεθα ἐν τοῖς ὑπὲρ Χριστοῦ μαρτυρίοις, τελειώσωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, μηδὲν ὑποπτήσσοντες, μὴ πληγὰς αὖθις, μὴ δεσμά, μὴ στρεβλωτῆρας, μὴ πῦρ, μὴ ξίφος, μὴ ὕδωρ μηδὲ μάχαιραν. οὕτω ὑποτίθεται ἡμῖν ὁ λόγος, οὕτως βοᾷ ὁ ἀπόστολος, οὕτως ἡ τελείωσις τῶν μαρτύρων· οὐκ ἐσμὲν ἀγενέστεροι αὐτῶν, κἂν ἐγὼ τάλας, ἐκ θεοῦ καὶ αὐτοὶ ἐγεννήθημεν, τὴν αὐτὴν μητέρα τῆς υἱοθεσίας κεκτήμεθα. ἐκεῖνοι ἠθλοφόρησαν καὶ ἡμεῖς ἀσχημονήσομεν; γυναῖκες καὶ κόραι ἐστέφθησαν καὶ ἡμεῖς φιλοσαρκήσομεν; γέροντες καὶ νήπια νενικήκασι τυράννους καὶ βασιλεύοντας καὶ ἡμεῖς ἰλιγγιάσομεν; οὐδαμῶς. δῶμεν τὰς σάρκας τοῖς σαρκοφίλοις, ἡ ψυχὴ ἄληπτος· μὴ φοβηθῶμεν τοὺς σωματοκτόνους, ἀλλὰ τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἐν γεέννῃ ἀπολέσαι. τανῦν ἀγαλλίασις, θυμηδία· εἴπερ γὰρ συμπάσχομεν, καὶ συνδοξασθησόμεθα. θρηνείτω ὁ διάβολος καὶ οἱ αὐτοῦ ὑπηρέται· τοῦτο γὰρ πάσχουσιν ἐν τῇ ἀκαταπλήκτῳ ἐνστάσει τῶν μαρτυρούντων. φῆς μὴ ἰδέσθαι πώποτε βασιλέα μηδὲ ἄρχουσι παριστάναι, κἀντεῦθέν πως δεδιᾶν· μηδαμῶς, ὦ πάτερ, καταφρόνησον ἀμφοτέρων, ὁ Χριστὸν ἔχων ἐνδεδυμένον. ἐκεῖνός σε πτηξάτω ὥσπερ καὶ δαίμονες· ἄνοιξον σὸν στόμα παρὼν πρὸς αὐτόν· δοθήσεται γάρ σοι λόγος, Χριστὸς ἐπηγγείλατο.
ἔλεγξον αὐτόν, εἰ ματαιολογεῖ· οὐ τὸν Ἀχαὰβ ἤλεγξεν Ἠλίας, οὐ τὸν Ἡρώδην Ἰωάννης, οὐκ ἄλλοι τοὺς ἄλλους, ἵνα μὴ κατονοματίζων μακρολογῶ; ὁ τότε θεός, καὶ νῦν· ὡς ἠγάπησεν ἐκείνους, καὶ ἡμᾶς. μαθητιῶν ἦς τοῖς ἀποστόλοις, μάρτυσι, προφήταις, πατράσιν, ὁσίοις. ὁ καρπὸς τῷ δένδρῳ ἐξομοιούσθω, καὶ εἰ μὴ οὕτω περιπατήσομεν, σκαιοὶ καὶ οὐχὶ μαθηταί, οὐδὲ υἱοί, οὐδὲ καρποί, ἀλλὰ τῆς ἀντικειμένης μερίδος, τῶν φιλοκόσμων δὴ λέγω καὶ δουλοσάρκων· ὧν τὴν μίμησιν φύγοιμεν, ἐπιτύχοιμεν δὲ θεοῦ, τελειοφρόνως ἀγωνιζόμενοι ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν τῷ εἰρηκότι, θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.
Ἰωάννῃ ἡγουμένῳ Αὐτὸς εἰ οὐκ ἐπιστέλλεις, οἶδ᾽ ὅτι οὐκ ὀκνίᾳ, ἀλλ᾽ ἀπορίᾳ τόπου καὶ τρόπου γραφῖδος· ἐγὼ δὲ εἰ ἀπόσχομαι, ὁσάκις ἂν καὶ τύχοιμι γραμματηφόρου, ἐπιστέλλειν τῇ ὁσιότητί σου, δικαίως ἂν ἐγκληθείην παρ᾽ αὐτῆς, ἄλλως τε καὶ τοῦ πόθου βιαζομένου οὐχὶ διὰ τόσου γε χρόνου, ἀλλὰ σχεδὸν εἰπεῖν καθ᾽ ἑκάστην προσφθέγγεσθαί σε, τὸν ἐμὸν πατέρα καὶ ὁμολογητὴν Χριστοῦ πολύαθλον. ἔτι τοίνυν, ὦ μάκαρ, δέρου καὶ νίκα, προσευχόμενος καὶ περὶ ἐμοῦ τοῦ τέκνου σου κατόπιν ἰέναι σου· ἐὰν δέ τινες τῶν συνομολογητῶν πάρεισι, κἀκείνους σὺν σοὶ κατασπαζόμενος αἰτῶ τὰς ἱερὰς προσευχὰς αὐτῶν εἰς σωτηρίας ἐφόδιον.
Νικήτᾳ ἡγουμένῳ τοῦ Μηδικίου Φιλῶ τοῦ δέχεσθαι ἀντίγραφα παρὰ τῆς τιμιότητός σου ὧν ἐπιστέλλω, οὐ μὴν δεχόμενος σιωπήσομαι. διὸ καὶ νῦν προσφθέγγομαι τὴν ὁσιότητά σου, τὸ τῆς ἀγάπης χρέος πληρῶν καὶ τὴν ἐμαυτοῦ ταλαιπωρίαν καταμηνύων ὡς ζῶν εἰμι εὐχαῖς σου ἁγίαις, πταίων μὲν πολλὰ τῷ θεῷ καθ᾽ ἑκάστην, ἐπιθυμῶν δὲ σὺν ὑμῖν τοῖς ἁγίοις Χριστὸν θεραπεῦσαι πίστει δι᾽ ἀγάπης ἐνεργουμένης.
Ἔγνως δὲ πάντως ὡς ἐνεδήμησε πρὸς Κύριον ὁ κοινὸς πατὴρ τῶν πολλῶν κἀμοῦ ἱερὸς ἀνάδοχος, ὁ ὡς ἀληθῶς Θεοφάνης. μακάριος ἐκεῖνος, καλῶς ἐν τῇ ἀσκήσει ἀγωνισάμενος καὶ καλλίστην κορωνίδα τῷ τέλει τοῦ βίου ἀπενεγκάμενος τὴν ὁμολογίαν Χριστοῦ ἐν τοιαύτῃ δυσφορωτάτῃ νόσῳ καὶ ἀνίᾳ καὶ γήρει σώματος· ἀλλ᾽ ὅμως ὡς νεάζων τῷ σώματι ἠθλοφόρησεν, ἵνα γένοιτο στηριγμὸς μὲν τῶν ἑστηκότων καὶ ἀσφάλεια, ἔλεγχος δὲ τῶν προφασιζομένων προφάσεις ἐν ἁμαρτίαις· οὗ ταῖς εὐχαῖς ἅμα καὶ ὑμῶν τῶν πατέρων μου σωθείην κἀγὼ ὁ ἁμαρτωλός.
Τὸν ἐμὸν αἰδέσιμον ἀδελφὸν Ἀρσένιον πλεῖστα ἀσπάζομαι.
Ἰωάννῃ ἡγουμένῳ Ἡδέως ἐδεξάμην σου τὴν ἁγίαν ἐπιστολὴν καὶ ἀνέγνων ἡδύτερον, ἀπὸ πατρὸς ἐμοῦ ὁμοῦ μὲν ἀγαπητοῦ, ὁμοῦ δὲ ὁμολογητοῦ ἀπεσταλμένην. χάρις, ἔλεος, εἰρήνη σοι ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ, ἄνθρωπε τοῦ θεοῦ, ἀνδρικὲ τῷ φρονήματι, στερρὲ τῇ καρδίᾳ. τί οὖν ἤθλησας, πρότερον φυλακῇ ἀπορραγεὶς τοῦ ἀπατηθέντος ἀδελφοῦ ὡς υἱὸς φωτός; πάλιν κράτησις, πάλιν περιορισμός· καὶ ποῦ; ἀφ᾽ οὗ ὀφείλεις στηρίζεσθαι, ἵνα ἐκεῖθεν διαλυθῇς. ἀλλ᾽ οὐχ οὕτως· ἔλεγχόν σε τοῦ προάγοντος καὶ τῶν ἀκολουθούντων ἔθετο ὁ θεός.
Παρακαλῶ οὖν σε, πατήρ μου, μὴ συγκοινωνήσῃς αὐτοῖς ἔν τινι, ἀλλ᾽ ὡς ἀληθῶς ἄμωμος καὶ ὁμολογητὴς Χριστοῦ διαφύλαξον ἑαυτὸν ἀπήμονα, ὡς ἂν ἐκλάμψῃς ἔτι μᾶλλον ἐν ἀρετῇ, φωστὴρ ἐν κόσμῳ καὶ γενόμενος καὶ λεγόμενος. ἐμοὶ δὲ εὔχου τοῦ σῴζεσθαι τῷ ἀχρείῳ παντάπασιν καὶ μηδὲν ἔχοντι ἐπαίνου ἄξιον, κἂν αὐτὸς φιλῶν τοῦτο κἀκεῖνο ἐνεκωμίασας.
Ἀθανασίῳ ἡγουμένῳ Τίνος ἕνεκεν ἐχρόνισα ἐπιστεῖλαι τῇ ἁγιωσύνῃ σου; πολλὰ τὰ αἴτια· πρῶτον μὲν ἡ ἀσφαλὴς φυλακή, ὡς διηγήσεται καὶ ὁ γραμματηφόρος, ἔπειτα ἡ σύλληψις τοῦ οἰκονόμου ἄλλα τε, ἅττα γράφειν ἐργῶδες. ἀλλὰ νῦν, ὅτι ἠξιώθην ῥῆξαι φωνήν, εὐχαριστῶ τῷ θεῷ μου· ἐμοὶ γὰρ φίλον ἀεὶ προσφθέγγεσθαι καὶ ἀκούειν φωνῆς σου, διότι σὺ ἀνὴρ ἀγαθός, ἀθλητὴς Χριστοῦ, σύμψυχος, ταὐτόφρων, ἰδιαίτερόν τι παρὰ τοὺς ἄλλους κεκραμένος μοι τῇ ἐν Κυρίῳ ἀγάπῃ.
Ἀλλὰ δεῦρό μοι, θρήνησον, ὦ πάτερ, τὰ παρόντα. ὁρᾷς ὅπως γεγόναμεν ὡς τὸ πρίν, ὅτε οὐκ ἦρχεν ἡμῶν Κύριος· πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν, πᾶς ναὸς ἠμαύρωται, πᾶν ἱερὸν κεκοίνωται, πᾶς θίασος βλασφημεῖ καὶ Χριστός καθεύδει. καὶ οὐδεὶς ὁ ἀξίως διαναστῆναι αὐτὸν ἱλεούμενος, ἐπιτιμῆσαι τοῖς ἀνέμοις καὶ τῇ πονηρᾷ ταύτῃ θαλάσσῃ τῆς αἱρέσεως· εἰ καὶ ἀξίως, ἀλλ᾽ οὐκ εὐκαίρως· οἶδεν γὰρ αὐτὸς μόνος τὸν ὠφέλιμον καιρὸν καὶ τῆς ἰατρείας καὶ τῆς ἐκτομῆς. διὸ ἀναμονητέον καὶ μακροθυμητέον τὸν ἄριστον καὶ παντεπιστήμονα ἰατρόν, ὃς ἐν τέλει οὐκ ἐάσει τὴν ἐκκλησίαν αὐτοῦ κυμαίνεσθαι.
Σὺ δὲ φράσον ἡμῖν οἵα σου ἡ φυλακὴ καὶ ὅπως ζῇς ἐν αὐτῇ, εἰ ἆρά γε ἔστι λείψανον θεοσεβείας ἐν τοῖς ἔγγιστα, ἢ παρὰ σοῦ ἱεροποιηθὲν νεωστὶ ἢ ἀφ᾽ ἑαυτοῦ ὀρθοδοξοῦν, εἰ ἐν ταῖς χερσί σου βίβλοι, εἰ τρέφει τις Ἠλίαν, εἰ εὐγνώμων μαθητής, εἰ ὡς Πέτρος καὶ Ἰωάννης ἠκολούθηκεν αἰρομένῳ σοι οὐ πρὸς Ἄνναν καὶ Καϊάφαν, ἀλλὰ πρὸς ἴσους ἰουδαιόφρονας. ταῦτα δίδαξον καὶ τὸ λοιπὸν πρόσευξαι διυπνισθῆναι Χριστόν, εἰρηνευθῆναι τὴν ἐκκλησίαν, σωθῆναί με, τὸν πανάθλιον μέν, φιλοῦντα δέ σε λίαν.
Βασιλείῳ μονάζοντι Ὡς ἔμαθον ὅτι καὶ αὐτὸς συλληφθεὶς ὑπὸ τῶν ἀνόμων ἐνήθλησας ὑπὲρ Χριστοῦ, ἱερὲ Βασίλειε καὶ τοῦ Μεγάλου ἀπόγονε Βασιλείου, ἥσθην, ἐδόξασα, ᾔνεσα, ηὐχαρίστησα τῷ Κυρίῳ, τῷ καλέσαντί σε εἰς κοινωνίαν τῶν παθημάτων αὐτοῦ δι᾽ ὧν ἤνεγκας πληγῶν ἐν τῷ νώτῳ καὶ τῆς παρούσης φυλακῆς. ἔδει τοίνυν, ἔδει οὕτω φιλομαθῆ ὄντα καὶ φιλόθεον μὴ ἀγέραστον ὀφθῆναί σε τῆς τῶν ὁμολογούντων θεοδοξίας, ἀλλὰ συμμετασχεῖν τῶν ἄλλων καὶ ὀνομαστὸν γενέσθαι καὶ τεθῆναι εἰς φῶς τῶν ἐν σκότει.
Στῆθι οὖν, ὦ γενναῖε, καὶ πρὸς τὰ μέλλοντα, μὴ δεδοικώς τι· Χριστὸς γὰρ μετὰ σοῦ, ὁ νικῶν ἐν ἡμῖν καὶ νικήσας τὸν ἰσχυρὸν καὶ δοὺς ἡμῖν αὐτὸν ὑποπάτιον.
Μεγαλῷ καὶ Μαρίᾳ μοναζούσαις Τὸ γράμμα ὑμῶν τίμιον καὶ ἡ προσηγορία συνετή· ἡ δὲ ἀγγελία, τί εἴπω, ὀδυνηρὰ ἢ χαροποιός; ὁ ἐμὸς πατὴρ ἐξεδήμησεν, ὁ ὁμολογητὴς Χριστοῦ, ὁ δεύτερος Ἰώβ, τὸ ἐγκαλλώπισμα τῶν μοναστῶν, ὁ τῆς ἀγάπης δημιουργός, ὁ παντοφίλητος ἀνήρ, ὁ τοῦ θεοῦ ἄνθρωπος, ὁ πολύδακρυς ὀφθαλμός, ὁ φιλομαθὴς νοῦς, ὁ θείᾳ γνώσει πεπλουτισμένος, ὁ πολὺς ἐν ταπεινοφροσύνῃ καὶ πολλοστὸς ἐν συνέσει, ὁ περιφανὴς πρὸ σχήματος καὶ μετὰ τὴν μοναχικὴν τελείωσιν ὑπέρτερος, ὁ δεθεὶς ἐν ἀγάπῃ θεοῦ κἀντεῦθεν μισήσας κόσμον δούς τε προῖκα πάντα Χριστῷ, πολύολβον οὐσίαν, εἶτα διαζευχθεὶς περιδόξου ὁμοζύγου γένους τε καὶ φίλων καὶ συνήθων· ὁ καταλελοιπὼς περίγειον ἀξίωμα, οἶκον, πόλιν, πατρίδα, καὶ ταῦτα ἐν ἀκμαζούσῃ ἡλικίᾳ εὐπρεπείᾳ τε προσώπου καὶ ὕψει ἡλικίας, εὐσθενείᾳ τε σώματος καὶ ἀμφοτεροδεξιότητι τρόπων νοητῶν τε καὶ ὁρατῶν. καὶ πλέον τούτων ἄν τις εἰπὼν ἐλάττω ἔλθοι τῆς τοῦ ἀνδρὸς ἀρετῆς. οὗτος ᾤχετο, ἀνῆλθεν πρὸς Κύριον. ποῦ καὶ πῶς; ἀρθεὶς φόρτῳ ἐκ τῆς ποίμνης διὰ τὴν δύσοιστον νόσον, φυλακισθεὶς ἐν ἄστει ἄλλοις δύο ἔτεσι καὶ πρός, ἔπειτα ἐξορισθεὶς ἐν νήσῳ τινὶ κἀκεῖσε τελειώσας τὸν ὁμολογητικὸν δρόμον ὑπὲρ Χριστοῦ.
Οὐκ ὀδυνηρόν μοι οὖν τὸ πάθος, ἀλλὰ καὶ λίαν περιχαρές· οὐ τέθνηκεν, ἀλλὰ μετέστη εἰς αἰώνιον ζωήν, οὐ γῆ αὐτὸν ἐκάλυψεν, ἀλλ᾽ οὐρανὸς ὑπεδέξατο. ὑπέλαβεν αὐτὸν ἡ ὁμολογητῶν χορεία, ἡ ἀσκητῶν ὁμοσκηνία, ὅπου τὸ φῶς τὸ ἀληθινόν, ἔνθα αἱ μακαρίαι ἀναπαύσεις, ἀνθ᾽ ὧν εἵλετο κόπων καὶ πόνων ἐν σαρκὶ ἀσκητικῶς τε καὶ ὁμολογητικῶς. νῦν μοι πανήγυρις, ἑορτή, θυμηδία, ἀλλὰ μὴν καὶ πᾶσιν ὀρθοδόξοις, προστάτην εἰς θεὸν παραπέμψασιν σύνδρομον τῶν προδραμόντων μαρτύρων τανῦν. ἀγαλλιάσθω ἡ ἐκκλησία ὅτι στύλους ἔτι κτᾶται, εὐφραινέσθω ὁ ἱερὸς θίασος ὅτι φωστῆρες ἐν κόσμῳ πάλιν ἀνίσχουσι, φρυκτωροῦντες τοὺς ἐν σκότει τῆς αἱρέσεως. ὤ, ὤ, πάτερ, πάτερ, ὡς καλός σου ὁ δρόμος, ὡς ὅσιον τὸ μνημόσυνόν σου, ὡς μακάριον τὸ ὑπόμνημά σου· ὅλος σὺ φαιδρός, ὅλος χαρίεις. τίς σε ἰδὼν οὐκ ἠγάπηκεν, τίς δὲ συντυχὼν οὐ γεγλύκανται; ἡ συνουσία σου ἐφετή, ἡ ἀρετὴ γνωριστική. τί τὸ λοιπόν; μέμνησο ὡς τῆς ποίμνης σου κἀμοῦ τοῦ σοῦ υἱοῦ, κἂν ἐλαχίστου καὶ ἐρριμμένου. οἶδας τὸν πόθον σου τὸν ἐν ἐμοὶ ὡς κἀγὼ τὸν ἐν σοὶ ἐμοῦ. βόησον ὑπὲρ πάσης τῆς ἐκκλησίας πρὸς Κύριον, δεήθητι καὶ περὶ ἐμοῦ τοῦ οἰκτροῦ τάχει ἐλθεῖν πρὸς σέ, ἐν ᾧ τρόπῳ τετελείωσαι.
Αὗται μέν μοι αἱ φωναὶ πρὸς τὸν κοινὸν πατέρα. ὑμᾶς δὲ παρακαλῶ μὴ προδοῦναι τὴν πίστιν, ὁσίως βιοῦν ὡς ἐκείνου ὄντες θατέρα θατέρως, ἡ μὲν ὁμόζυγος, ἡ δὲ τῆς ὁμοζύγου ὁμαίμων, ὡς ἂν σὺν ἐκείνῳ δόξης τῆς ἀιδίου ἀπολαύσοιτε.
Γενναδίῳ τέκνῳ Ἃ μὲν γέγραφας, τέκνον, ἔγνων, καὶ ἃ γέγραφας πεποιθήσεως καὶ περιποθήσεως δείγματα· ἀλλ᾽ ἡμεῖς οὐχ ὡς νομίζεις καὶ λέγεις, ἁμαρτωλοὶ δὲ καὶ ἐνδεεῖς φωτός. πλὴν ἡ πίστις σου σωσάτω σε ὅπουπερ ἂν ᾖς, τοῦτο μὲν ἐκ τῆς φονοκτονούσης αἱρέσεως, τοῦτο δὲ καὶ ἐκ πάσης ἁμαρτητικῆς ἐνεργείας. καλῶς ἐπιθυμεῖς ῥυσθῆναι τοῦ φθοροποιοῦ κόσμου, λύτρωσις δέ ἐστιν ἡ φυγὴ τῆς ἁμαρτίας, ἧς ἡ πρᾶξις θάνατος αἰώνιος καὶ ἡ ἀποχὴ ἀίδιος ζωή· ὁ οὕτω βιῶν οὐδὲν δέδοικεν, οὐδένα πτοεῖται.
Οὕτως εὔχομαί σε διαζῆν, ταὐτῶς καὶ σὺ περὶ ἐμοῦ, ἠγαπημένε υἱέ μου, τὴν εὐχὴν κράτει.
Καλλίστῳ τέκνῳ Ἐν βραχέσι συλλαβαῖς ἡ ἐπιστολή σου, τέκνον. καὶ εὖγε· ἀρκεῖ γὰρ σημᾶναί σε ὅτι ἔρρωσαι, ἐπειδὴ πυκνάζεις ἡμῖν τὸ γράφειν καὶ πολλαὶ αἱ ἐπιστολαὶ τῶν προσώπων. ἔνθεν κἀμοὶ βραχὺ τὸ γράμμα. ὑγιαίνειν με ἴσθι καὶ εὔχεσθαι ὑπὲρ σοῦ.
Κληδονίῳ τέκνῳ Τί με ἐγκωμιάζεις, ὦ τέκνον, τὸν ἀνεγκωμίαστον; τί δὲ ἐπιζητεῖς τὴν ταχεῖαν ἀπαλλαγὴν τῶν λυπηρῶν; εἰκότως μὲν τὸ δεύτερον, ἀλλ᾽ ὅμως μακροθυμητέον, ἕως ἂν ἐπίδοι Κύριος καὶ τὴν κάκωσιν τοῦ λαοῦ αὐτοῦ ἰάσηται· ὡς γὰρ οὐκ ἐνδέχεται κάμνοντα ἀναρρωσθῆναι, ἕως ἂν ἡ ὑποκειμένη τῷ στομάχῳ ὕλη ὑπὸ πυρετοῦ μὴ ἐκδαπανηθείη, οὕτω δὴ καὶ τὴν εἰρήνην τῇ τοῦ θεοῦ ἐκκλησίᾳ ἀμήχανον ἀναλάμψαι, μὴ τῆς ἐκ τῶν ἁμαρτιῶν ἡμῶν κακώσεως ἐνδίκως ὑπὸ τῆς μαστιγούσης ἡμᾶς αἱρέσεως ἐκτριβείσης· μάστιξ γάρ ἐστι τοῦ θεοῦ, μικρὸν παιδεύουσα τοὺς φιλοῦντας αὐτόν, ἔπειτα καιρῷ τῷ καθήκοντι ἰωμένη. καὶ οὕτως ἄνωθεν καὶ ἀπ᾽ ἀρχῆς τὰ καθ᾽ ἡμᾶς ᾠκονόμηται. εἰ δὲ τοῖς μαθητιῶσι τηλικαύτη ἡ μάστιξ, τί τὸ κρίμα τῶν ἀπειθούντων καὶ διωκόντων; δῆλον ὅτι ἀπέραντον κατὰ τὴν τιμωρίαν.
Διὸ στῶμεν, ἀδελφέ, καὶ ὑπομείνωμεν τὸν Κύριον, ἵνα συνδοξασθῶμεν αὐτῷ. ἥσθην ὅτι οὐ μεμόνωσαι. ἀλλὰ τί πρὸς τὸν Λεόντιον καὶ τοὺς δυοῖν ἀδελφούς; εἶδες ἀμφοτέρων, ὡς εἶπας, κακίαν, τοῦ μὲν τέλεον ἠσεβηκότος καὶ ἰουδαϊκῶς προστατεύοντος, τῶν δὲ ζητούντων ὅπως σὺν αὐτοῖς ὀλέσωσίν σε; ἀλλὰ σύ, ὦ τέκνον ἀγαπητόν, ὡς υἱὸς φωτὸς διάμεινον, μὴ ὁμοιωθῇς τοῖς ἀνόμοις, τοῖς ἀπὸ θεοῦ ἀφεστηκόσι καὶ τῷ σατανᾷ ἑαυτοὺς πεπρακόσι. φύγε ἐκ τῆς πόλεως, ἐπεὶ ἁλώσῃ· ἔχεις τὸν Χριστὸν ἐπίκουρον, αὐτός σε διασώσειεν. εὔχου μοι πλεῖστα.
Μελετίῳ τέκνῳ Ἀφ᾽ οὗ ἔμαθον ἀπατηθῆναι τὸν ἐλεεινὸν Γρηγόριον διὰ τῆς ἀσεβοῦς ὑπογραφῆς, ἐμερίμνων, τέκνον, τὰ κατὰ σὲ πῶς εἴη· καὶ ὡς ἐδεξάμην σου τὸ γράμμα ἀναγγέλλον τὴν ἐξ αὐτοῦ σου διάζευξιν, ἐστέναξα μὲν ἐπ᾽ ἐκείνῳ πῶς ὄλωλεν καὶ ὅπως ἐπιπλάστως ἐδόκουν θεοσεβεῖν οἱ ἀμφότεροι (πάντως γὰρ καὶ ὁ Βασίλειος ἴσα φρονεῖ), εὐχαρίστησα δὲ τῷ θεῷ μου ἐπὶ τῇ σῇ διασώσει, ὅτι σὲ οὐ κατέπιεν ὁ δράκων, ἀλλ᾽ ὡς ἐκ κήτους θαλασσίου ἀνειλκύσθης τῆς φθοροποιοῦ αἱρέσεως.
Μένε οὖν, τέκνον μου ἀγαπητόν, καθὰ διεσώθης, ὑφέλκων πρὸς ἑαυτὸν καὶ ἑτέρους τῶν ἀπαχθέντων ἀδελφῶν ἐν ἀγνοίᾳ (μᾶλλον ἀπειθείᾳ) ἀπ᾽ ἐμοῦ τοῦ ταπεινοῦ, ἀληθὲς δὲ εἰπεῖν ἀπὸ θεοῦ. ὁ γὰρ ἀλόγως τοῦ ἰδίου ποιμένος ἀπορρηγνύμενος πῶς οὐχὶ τῆς ἀληθείας ἐστὶν ἀποσπώμενος; ἀλήθεια δέ ἐστιν ὁ θεός, ὃς καὶ φυλάξειεν καὶ στηρίξειεν. καὶ εἰ εὐδοκήσειεν συλληφθῆναί σε ὑπὸ τῶν χριστομάχων, δῴη δύναμιν καὶ κραταίωσιν ἐνεγκεῖν πάντα μέχρις αἵματος τῶν ὑπὲρ αὐτοῦ παθημάτων.
Ἰακώβῳ τέκνῳ Γέγραφάς μοι τοῦτο κἀκεῖνο πολλοῖς λόγοις ἐπαινῶν με, ἀλλ᾽ ἐγὼ οὐδὲν ἐμαυτῷ συνεπίσταμαι ἀγαθὸν ἔχων. σοὶ δὲ ἐγὼ εὔχομαι ἐναρξαμένῳ καὶ τελειῶσαι τὸ ἔργον τοῦ θεοῦ, τὸ μαρτύριον τῆς ὁμολογίας Χριστοῦ. διὸ καρτέρει, τέκνον μου ἠγαπημένον, τὰ τῆς φυλακῆς, τὸν ἔσω ἄνθρωπον καθαίρων δι᾽ αἰχμαλωσίας τῶν ἐναντίων λογισμῶν· οὕτω γὰρ ἐμπαράσκευος ἔσῃ ἀεὶ πρὸς τὸν ὑπὲρ Χριστοῦ θάνατον. μακάριος οὐχ ὁ ἐναρξάμενος καλῶς ἁπλῶς, ἀλλ᾽ ὁ τελειώσας τὸ ἔργον Χριστοῦ. τὸν ἀδελφὸν Λουκιανὸν κἀγὼ πενθῶ, ἀλλ᾽ ὅμως ἥττηται κατὰ τὰς ἁμαρτίας μου, καὶ τὸ ἀνακαλέσασθαι ἧτταν δυσχερές.
Προσεύχου περί τε αὐτοῦ καὶ ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἀενάως.
Εὐπρεπιανῷ τέκνῳ Ἐγώ, ὦ τέκνον, ἐπειδὴ ἐλθὼν σὺ πρός με εἰς Ἀνατολικοὺς ὑπέμνησας φιλεῖν σε, ἐγκεκλεῖσθαι μὲν τῷ διωγμῷ ἀπέτρεψα τότε, ἡνίκα δὲ διέστης τῶν ἀδελφῶν, ἐδόκουν τὸ πλεῖστον διὰ τὸ ἀγαπᾶν σε ἡσυχίαν τοῦτο πεποιηκέναι καὶ οὐκ εἰς πολὺ ἐλάττωμά σου ἡγούμην αὐτὸ εἶναι· διὸ καὶ ἀνιστόρουν κατὰ νοῦν ἐπὶ τὰ Προυσινὰ ὄρη ἐνδιατρίβειν σε καὶ δουλεύειν τῷ θεῷ, καὶ ἔχαιρον. ὡς δὲ νῦν ἤκουσα οὐδὲν τοιοῦτον, ἀλλὰ κωμάσαντα δῆθεν οἰκονομίας τοῦ μὴ ἁλῶναι τῇ αἱρέσει καὶ ἀσπροφοροῦντα, μόνον τε ὄντα καὶ μειζοτερικῶς ἤγουν κουρατορικῶς τῇ ἡγουμένῃ δουλεύοντα ζῷά τε ἐπαγοράζοντα καὶ φορτοκομεῖν ἐκ τῶν ἔσω ἔξω, ἐξιόντα τε καὶ εἰσιόντα, ἐξέστην, παρείθην, ἐγενόμην ὡσεὶ νεκρός. οὐαί μοι, τῷ ἀθλίῳ· ἀδελφέ, τί πεποίηκας, πῶς ἐτόλμησας τοῦτο ὅλον πρᾶξαι; ὁ πρὶν ὁμολογητὴς ἐπί τε τῶν μοιχειανῶν καὶ νῦν τῶν εἰκονομάχων ἄρτι χριστέμπορος, ἐμπορίαν ἡγούμενος τὰ θεῖα· ὁ πάλαι ἀκριβὴς μέχρι βλέμματος νῦν γυναικόδουλος, ἵνα μή τι χεῖρον εἴπω· ὁ λίαν φυγὰς τῶν ἰδίων ἄρτι ὀπισθόρμητος καὶ σὰρξ καὶ αἷμα ἀδελφοῖς συζῶν· ὁ φυγόπατρις ἄρτι λωποδύτης. φησί που ὁ θεῖος Βασίλειος, καὶ τὸν συγκλητικὸν ἀπώλεσας καὶ μοναχὸν οὐκ ἐποίησας, καὶ ταῦτα διὰ τὸ μὴ ἀκριβῶς αὐτὸν ζῆν, ἀλλὰ παρακατασχεῖν τινα τῶν αὐτοῦ χρημάτων. σὺ δέ, συγχώρησον, οὐκ ἀπώλεσας τὸν μοναχόν, ἀλλ᾽ ἤρνησαι· τί σε καλέσωμεν; μοναχόν;
ἀλλὰ κωμαστὴς σύ. ἀλλά, φησί, λέγεις ἔνδον φορεῖν μαῦρον καὶ ἐν καρδίᾳ μὴ ἐξαρνήσασθαι. τοῦτο καὶ νῦν πάντες καὶ οἱ κοινωνοῦντες τῇ αἱρέσει λέγουσι. κρεῖττόν σοι, ἄνθρωπε, ἦν κοινωνῆσαι τῇ αἱρέσει καὶ μετανοεῖν ἢ ῥίψαντα τὸ ἅγιον σχῆμα ἀμετανόητον εἶναι· ῥίψας γὰρ αὐτὸ τὸν υἱὸν τοῦ θεοῦ κατεπάτησας, τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγήσω, τὸ πνεῦμα τῆς χάριτος ἐνύβρισας. διὸ οὐδὲ τῶν ἁγιασμάτων μετασχεῖν ἄξιος εἶ. ὤ, ὤ, τί ἔπραξας, καὶ ταῦτα ἐπιστήθιος ὤν; κατήγαγές με εἰς τὰ ᾅδου ταμιεῖα, ἐκέρασάς μοι ποτήριον θανάτου· ἔλαβέν σε ὁ διάβολος διὰ τρόπου ὅπου ἐβούλετο.
Ἀλλὰ ἀνάνηψον, τέκνον μου καλόν, Εὐπρεπιανέ· ἐπαίχθης ὑπὸ τοῦ σατανᾶ, δοκήσας παῖξαι αὐτόν, πρὸς ἡμέρας τινὰς κατὰ περίστασιν ὑπακοῇ πατρικῇ καὶ διακονίᾳ ὑποφορῆσαι ἄσπρα καὶ κατακαλῦψαι τὴν κεφαλήν, ὥσπερ ἐποίησας σύ, ἐν ἐμοὶ ἐν τῇ φυλακῇ νύκτωρ ἐλθὼν διὰ τῶν κεραμιδίων. ναί, ἐνδέχεται, καὶ αὖθις ἀπιέναι οἴκοι καὶ ἀπορρῖψαι τὸ κάλυμμα τῆς κεφαλῆς καὶ τὸ ἐπανωφόριον καὶ ἔχεσθαι τῆς θείας ἐργασίας. οὕτως δέ, ὡς σὺ ἦς, ῥιψοσχημία ἐστίν. ἐλέησον σεαυτόν, ἀδελφέ, κἀμέ, τὸν ἀνάξιόν σου πατέρα καί, ἅμα δέξῃ τὰ γράμματα, καὶ τὴν κόμην κεῖρον καὶ τὸ λευκοφόρον ἀπόρριψον καὶ μετὰ ἀδελφοῦ συνδέθητι καὶ ὡς οἱ λοιποί σου ἀδελφοὶ καθέσθητι, ἀντιγράφων μοι εὐθύς, ἵνα πάλιν ἀνταποκριθῶ σοι. οἶδα ὅτι δοκῶν καλὸν ποιεῖν τοῦτο ἔπραξας. ἀλλὰ ἀνάλυσον, τοῦ πονηροῦ ἐστι δρᾶμα.
Σπαθαρίᾳ τοῦ Φλαβίου Ἐν καιρῷ πειρασμοῦ οἱ ἀληθινοὶ φίλοι δοκιμάζονται ὥσπερ καὶ οἱ λιμένες, τοῖς χειμαζομένοις ἐκ καταιγίδος εἰς ὑποδρομὴν φαινόμενοι· καὶ γὰρ εἶ ὡς ἀληθῶς γυναικῶν εὐγενεστάτη καὶ εὐσεβεστάτη, ἄνωθεν καὶ ἐξ ἀρχῆς λιμὴν ὁμοῦ καὶ περιοχὴ πολλῶν ψυχῶν ἀστέγων καὶ ἀτρόφων. καὶ οὐκ ἔστι σχεδόν τις ἐν τοῖς μονασταῖς ὁ μὴ μεγαλύνων σου τὸ ὄνομα καὶ διηγούμενος τὸ φιλόξενον, κἂν αὐτὸς οὐ πέπονθεν, ἀλλ᾽ ἐκ τῶν πεπονθότων ἀκροασάμενος, ὡς καὐτὸς ἐγώ, οὐ μόνον ἔτι ὢν ἐν τοῖς αὐτόθι, ἀλλὰ καὶ ἀπὼν μακροτέρως. τίνες δὲ οἱ ἀπαγγείλαντες; οὓς ὑπεδέξω καὶ ἐτροποφόρησας ἐν τῷ παρόντι καταποντισμῷ τῆς δυσσεβοῦς αἱρέσεως· ἧς ὑπερπλέειν σε εὔχομαι τῷ θεῷ μου, πηδαλιουχουμένην τῷ ἔμφρονι λογισμῷ τῆς εὐσεβείας, ᾗ συνέζησας καὶ ἣν ἐκτήσω ἄνωθεν ὑπερσύμβιον καὶ ἥ σε παραστήσει τῷ θεῷ ἐν τῇ ἐξ οὐρανῶν ἀποκαλύψει αὐτοῦ εὐμενῶς κληρονομοῦσαν τὴν αἰώνιον ζωήν.
Ταῦτά σοι εὔχομαι ὁ ἁμαρτωλὸς διὰ τοὺς περὶ Ἰγνάτιον ἀδελφοὺς ἡμῶν, τιμιωτάτη κυρία.
Μαρίᾳ μοναζούσῃ Ἀγαθὸν ὄνομα ἠκουτίσθη μοι τῆς τιμιότητός σου καὶ πρᾶξις δεξιὰ καὶ βίος ἐνάρετος παρ᾽ ὧν ἀδελφῶν ἡμῶν ξενίζειν καὶ περιέπειν ἀπὸ θήρας τῶν διωκόντων εἵλετο ἡ θεοφιλία σου. καὶ χάρις τῷ θεῷ, ἔχοντι πολλοὺς ἐν ἀφανείᾳ βιωτικῇ περιφάνειαν ἔχοντας θεϊκήν· καὶ γὰρ ὁ Χριστός, παρωσάμενος τὰ ἐν κόσμῳ ἔνδοξα ἐν τῇ διὰ σαρκὸς ἐπιδημίᾳ αὐτοῦ, τὰ ἀσθενῆ καὶ ἐξουθενημένα ἐξελέξατο, ἵνα καταισχύνῃ τὰ πλούσια καὶ ὑψαυχοῦντα κατὰ σάρκα. ἐχέγγυον τῆς πολιτείας σου ταύτης ἡ τῶν ἀδελφῶν ἐστι πρόσληψις· οὓς σκέπουσα νόμιζε Χριστὸν σκέπειν (δι᾽ αὐτὸν γὰρ ἡ φυγαδεία), ἔχουσα καὶ τὴν οἴκοθεν ἀρετὴν εἰς κλέος σωτηρίας. ἐφ᾽ ᾗ φυλαχθείης αὔξουσα ἔτι ἐν ἀγαθοῖς, φρουρουμένη θεοπρεπῶς, πρεσβυτικὴν ἀρετὴν προσφέρουσα Κυρίῳ ὡς ἡ ἀοίδιμος Ἄννα καὶ εἴ τις ἄλλη τῶν ἐπαινετῶν ἐν γήρει πίονι λατρευσασῶν θεῷ.
Συμεὼν μονάζοντι Δεξάμενος ἐπὶ χεῖρας τὴν τῆς ἁγιωσύνης σου ἐπιστολὴν καὶ ἀναγνοὺς καὶ διδαχθεὶς ἕκαστα τῶν συμβεβηκότων αὐτῇ τε καὶ τοῖς σὺν αὐτῇ ἁγίοις πατράσιν ἡμῶν, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς διὰ τὴν ἁπάντων ἱερὰν φυγαδείαν καὶ ἀλλοδαπῇ μετανάστασιν καὶ πειραστικὴν καὶ θλιπτικὴν διὰ τῆς ὧδέ τε κἀκεῖσε ἀπαγωγῆς τε καὶ φρουρητικῆς παρὰ τῶν ἀθέων καταπράξεως, ὁμοῦ μὲν ἐστέναξα ὁ ταπεινός, εἰς οἷα ἤγαγεν ὁ χρόνος πειραστήρια τὰς ἐκκλησίας τοῦ θεοῦ κατασκοπῶν, ὁμοῦ δὲ ἐμακάρισα τὰ ἆθλα τῶν δεδιωγμένων ἕνεκεν Χριστοῦ, ἔπειτα καὶ σέ, τὸν ἄγγελον ἡμῖν γεγονότα ἁπάντων τῶν δραματουργηθέντων, οὐκ ἀποκνήσαντα πρός με τὸν οὐδενὸς ἄξιον καὶ χεῖρα ἐπὶ τὸ γράψαι δοῦναι καὶ ἰχνομυθῆσαι ὅλην τὴν τῆς κακώσεως ὑπόθεσιν. ἀνθ᾽ ὧν εὐλογήσαι σε Κύριος στηρίξαι τε ἐπὶ πλέον καὶ βεβαιώσαι ἐν τῇ ἀμειλίκτῳ ἐνστάσει τῆς μαρτυρίας Χριστοῦ.
Καὶ γὰρ ἔμαθον ὅτιπερ συμβαλὼν μετὰ τὴν ἔνστασιν τῷ ἀσεβάρχῃ Ἰωάννῃ οὐχ ὑπεστάλης οὐδὲ δεύτερος ἦλθες τῆς εἰς λόγους συμπλοκῆς, ἀλλὰ στερρῶς ἀντικαταστὰς περιεῖλες αὐτὸν καὶ ἀπεστομάτισας νεανικῶς λόγῳ ἀληθείας τῆς δοθείσης σοι ὑπὸ ἐνεργείας τοῦ Ἁγίου Πνεύματος. καὶ γὰρ οὐδὲ πάρεστιν ἐν τοῖς ἠπατημένοις δύναμις λόγου, ἐπεὶ μηδὲ φῶς οὐδὲ ἀληθείας ἀπόδειξις οὐδέ τι εὐθὲς οὐδὲ ὅσιον, ἐν σκότει διαπορευομένοις τῇ ἀσυνέτῳ καρδίᾳ καὶ μεμωραμένῃ σοφίᾳ, τἀληθὲς δὲ εἰπεῖν, ἀσοφίᾳ καὶ ἀμαθίᾳ καὶ τυφλότητι. ἓν δὲ μόνον καὶ πρῶτον καὶ τελευταῖον, ἡ ἐξουσία τοῦ σκότους· τοῦτο αὐτοῖς καὶ λόγος καὶ ὅρος καὶ πίστις καὶ δόξα καὶ ὅπλον. ἐκ τῶν ἔργων αὐτῶν ἐπιγνώσεσθε αὐτούς, ἔφη ὁ Κύριος. τί γὰρ οὐκ ἔδρασαν ἀσεβές τε καὶ ἰουδαϊκόν; Χριστὸν ἐνύβρισαν, τὴν Θεοτόκον, τοὺς ἁγίους· ὧν γὰρ οἱ σωματικοὶ χαρακτῆρες ἀτιμάζονται, αὐτοῖς ἐκείνοις ἡ ὕβρις ἀναπέμπεται τοῖς πρωτοτύποις, καὶ διὰ τοῦτο εἰκότως Ἀντίχριστοι ῥηθεῖεν οἱ εἰκονομάχοι, ἐπειδὴ λέγει ὁ Θεολόγος καὶ εὐαγγελιστής, καὶ νῦν πολλοὶ Ἀντίχριστοι.
Ταῦτα μικρὰ μὲν πρὸς τὴν σὴν σύνεσιν, τῆς ἀγάπης δὲ σύμβολα τῆς ἐν ἑνὶ φρονήματι καὶ μιᾷ ψυχῇ δοθείσης ἡμῖν ὑπὸ θεοῦ. ἀλλά μοι προσεύχου, ἀδελφὲ καλέ, τὰ ἴσα σοι ἐναθλεῖν, καὶ γνωρίσαι μοι πάλιν ἀξίωσον ὅπως σύ τε διάγοις καὶ ὅπως ἔχει καὶ ἕξει τὰ τῆς ἱερᾶς σου συνοδίας.
Ἰωσὴφ ἀδελφῷ καὶ ἀρχιεπισκόπῳ Ὅσον μὲν ἀπὸ γραμμάτων, οὐκ ἔμαθον τὰ τῆς ὑγείας σου. ἀλλὰ φεῦ τῶν ἁμαρτιῶν μου, ὅτι οὕτω γέγονεν· ἐδηλώθη γάρ μοι ὑπὸ τῶν ἀδελφῶν ἡ τούτων μεθ᾽ ἑτέρων ἀπώλεια. καὶ ἴδε, τοῦ διαβόλου ἐνέργεια. ἀλλὰ δόξα τῷ θεῷ τῷ κρύψαντι αὐτὰ ἀπὸ τῶν κρατούντων· ἤμελλον γὰρ πολλοὶ κινδυνεύειν. ἀλλ᾽ ὅτι καὶ οἱ ἴαμβοι συναπώλοντο, οὓς εὖ ποιῶν ἐμέτρησας κατὰ τῶν εἰκονομάχων (οὐ πάντως δὲ ἀμεταγράφους καὶ ἀπαρασημειώτους ἔμελλες αὐτοὺς πέμπειν), ταῦτα μὲν ἐλύπησεν ἡμᾶς, ὡς τὸ εἰκός. ἐγὼ δὲ ὁ ταπεινὸς καὶ αὖθις προσαγορεύω τὴν ἁγιωσύνην σου, γλιχόμενός σου τὸ τίμιον πρόσωπον (καὶ τίνος γὰρ πρὸ σοῦ; καὶ οὐχὶ ἀεί;), οὐ τοσοῦτον ἐκ φύσεως ὅσον ἐκ συμπράξεως, οὐ τῆς χαμόθεν ἐγειρομένης, ἀλλ᾽ οὐρανόθεν ἐνεργουμένης ἐκ πρώτης βαλβῖδος σχεδὸν μέχρι τοῦ δεῦρο, ὡς ἴσασι πάντες καὶ ἐμόρφωσαν οἱ γεννήσαντες, εἴπω καὶ σωματικῶς καὶ πνευματικῶς. εἴη δὲ μένειν ἡμᾶς καὶ πρὸς τὸ ἑξῆς ὡσαύτως καὶ μή με διαιρεῖσθαί σου τῆς ἀρετῆς πλήθει τῶν ἁμαρτιῶν, ἐκ θείας φιλανθρωπίας συγκροτουμένους καὶ ἐντεύξεως τῶν εἰς φῶς ἐνεγκόντων.
Τὰ μὲν δὴ τῆς εὐχῆς τοιαῦτα. τὰ δ᾽ ἄλλα, οἷα καὶ ὅσα ἐπὶ τῆς ἐκκλησίας τοῦ θεοῦ στεναγμῶν καὶ ὀδυρμῶν ἄξια, ἤδη πάντως ἀκούοις· ἃ γὰρ οὐδὲ οἱ πάλαι αἱρετίσαντες ἔπραξαν κατὰ Χριστοῦ, ταῦτα μανικώτερον ἐξείργασται νῦν. καὶ Χριστὸς καθεύδει, καὶ ἡ ἁλμυρὰ τῆς ἀπιστίας θάλασσα κεκορύφωται, πανωλεθρίαν ποιοῦσα. ἀλλ᾽ εἴησαν σὺν σοὶ οἱ γνησιεύοντες τῶν μαθητῶν, Χριστὸν εἰς ἐπιτίμησιν καὶ καταστόρεσιν τῆς κινδυνεύσεως διεγείροντες. οἴχεταί μου καὶ ὁ τοῦ σχήματος ἀνάδοχος, ἀνὴρ ἀγαθός, ὁμολογίας ἆθλον ἀπενεγκάμενος ἐν τοιαύτῃ χαλεπωτάτῃ νόσῳ, ὡς ἐνδεῶς ἔχειν καὶ τοῦ ἐπὶ κλίνης στρέφεσθαι· πῶς; ἐνστὰς καὶ ἀρθεὶς καὶ φυλακισθείς, εἶτα καὶ ἐξορισθείς, καὶ ταύτῃ τὸ μαρτύριον τελέσας. οὐ παρεῖδεν οὖν αὐτοῦ Κύριος τοὺς ὑποτακτικοὺς κόπους, ὁπόσους οἶσθα, κἂν ἑάλω κατὰ τὰς ἁμαρτίας μου ἐν τοῖς μοιχειανοῖς φειδοῖ τοῦ σώματος, οὐ συναιρούμενος τῷ φρονήματι, ὡς τὰ πράγματα ἐδείκνυ. διὰ τοῦτο ὑπὸ θεοῦ καὶ ῥαγεὶς τῆς συμμορίας ἑτεραλκέα τὴν νίκην πεποίηται ὥσπερ καὶ ὁ Μηδικιώτης, ἀλλὰ μὴν καὶ ὁ Νικαίας, ὡς γράμμασιν αὐτοῖς ἐπιστώθην. καὶ τί λέγω τοῦτον κἀκεῖνον; καὶ γὰρ πείθομαι καὶ ἕκαστον τῶν ἐνισταμένων οὕτως ἔχειν· ἀλλὰ γὰρ καὶ αὐτὸς ὁ ἀληθινὸς ἡμῶν πατριάρχης ὁμολογῶν ἐστι τὴν ἀλήθειαν, ὡς ἔμαθον ἐκ στόματος τοῦ παρ᾽ αὐτοῦ ἀκηκοότος καὶ ἐπαινοῦντος τὴν τότε ἔνστασιν.
Εἴρηκα ταῦτα, ὁμοῦ μὲν τὸν ἐκδημήσαντα εἰκότως ἀποτιμῶν, ὁμοῦ δὲ καὶ τῇ σῇ ὁσιότητι γνώριμα καθιστῶν τὰ ὀφειλόμενα. ἀλλ᾽ οἶδας ὅτι τὸ ἐγκόλπιον κακὸν Λεόντιος ὁ ποτὲ ἡμέτερος ὡς συναπήχθη τοῖς μοιχειανοῖς πρότερον καὶ νῦν προστάτης τῶν εἰκονομάχων. διὰ τοῦτο καὶ τὰ Στουδίου παρέλαβεν καὶ τοῦ Σακκουδίωνος ἀνόμως ἄρχει. ἐξ ἀκαθάρτου οὐδὲν καθαρόν· οἷος ὁ φύσας κατὰ σάρκα, τοιοῦτον δὴ καὶ τὸ γέννημα. ὃν ὁ θεὸς μεταστρέψειεν εὐχαῖς σου ἁγίαις κἀμὲ στηρίξειεν τὸν ἁμαρτωλὸν εἰς φόβον αὐτοῦ. τοὺς ἠξιωμένους ὑπηρετεῖσθαι τῇ τιμιότητί σου προσφθέγγομαι. ὁ σὺν ἐμοί σε δουλικῶς προσκυνεῖ.
Ἀθανασίῳ τέκνῳ Χαίρω, τέκνον, δεχόμενός σου γράμμα τῆς ἐμμελείας, ἐξ ὧν οὐ μόνον τῆς φωνῆς σου ἀκούων ἥδομαι, ἀλλὰ καὶ τὴν προκοπὴν τῆς ὑπαγορείας ὁρῶν εὐφραίνομαι. χρῷ τοιγαροῦν τῷ γράμματι, ἐπὰν κατ᾽ ἀμφότερα λυσιτελοίη· ἐπεὶ καὶ τὰ φρέατα ἀντλούμενα εὐρύνεται τοῖς ῥείθροις, ταῦτ᾽ ἤδη καὶ γλῶττα ἐξεργαζομένη τὰς ἐπιστολάς. ἐγὼ δὲ οὐκ οἶδά τι ἐμαυτῷ δεξιόν, κἂν πλείονα τοῖς κατ᾽ ἐμοῦ ἐγκωμίοις διεξερχόμενος εἴης· ἀλλά με τοσοῦτον συστέλλεις, ὁπόσον καὶ ἐπαινοίης, αἰσθόμενον τὰ κατ᾽ ἐμαυτόν. εἰ δέ τι ὑμῖν φαίνοιτο εἰς ὄνησιν τῶν παρ᾽ ἡμῶν λεγομένων, τῷ θεῷ ἀναθετέον τὸ πρᾶγμα, παρ᾽ οὗ δι᾽ ὑμᾶς καὶ ἐν τῷ τυφλῷ φῶς καὶ ἐν τῷ ἀλόγῳ λόγος, μικρός τις καὶ πενιχρός· ὃν οὐ συστελτέον, ἀδελφέ, ἀλλ᾽ ἐξεργαστέον δέει τῆς ἀπειλῆς καὶ ἐλπίδι τῆς ἀποδοχῆς. ὅτι δὲ ὧδέ τε κἀκεῖσε περιέρχῃ, τόπον ἐκ τόπου ἀμείβων φειδοῖ τῶν διωκόντων, πῶς οὐ τοῦ καιροῦ, ὃ καὶ τληπαθὲς καὶ στενακτικόν; ἀλλ᾽ ὅτι διὰ Χριστὸν εἴη, χαρμονικὸν καὶ διανυστικόν.
Εὖ δὲ ποιήσαι Κύριος τῷ ἀγαθῷ σπαθαρίῳ, ξεναγοῦντι καὶ περιέποντί σε διὰ Χριστόν· ὅς γε κἀμοὶ χρηστὸς ὦπται ἐν πολλοῖς. τανῦν ἐπέστειλα τῷ ἀρχιεπισκόπῳ, τὸ δὲ μὴ πρότερον, ὡς ὑπέλαβες, μὴ ἀντίδοσιν τῶν προαγόντων δεξάμενος· ἐπεὶ ἐμοὶ τίς προτιμότερος ἐν κόσμῳ ἐκείνου ἐφ᾽ ἅπασιν, ὡς τὸ εἰκὸς ἔχει καὶ δίκαιον; εἶδες δὲ σκαιωρίαν τοῦ δαίμονος, ὅτι ἀπώλοντο αἱ ἐπιστολαί· ἀλλὰ δόξα θεῷ τῷ μὴ ἔκφορα ποιήσαντι τὰ γράμματα τοῖς κρατοῦσιν. κεκοίμηταί μου ὁ πνευματικὸς πατήρ, καθὰ ἐσήμανας. ἀλλὰ ἀνάγνωθι τὴν ἐπιστολὴν τοῦ ἀρχιεπισκόπου κἀκεῖθεν γνοίης ὅσον ἐστέναξά τε καὶ ἐλάλησα καὶ περὶ ἑτέρων προσώπων. εἴη δὲ ἐν ἀναπαύσει καὶ ὁ στρατηγήσας ὁμώνυμός μου καὶ δι᾽ αὐτὸ τὸ μνημονεῦσαί μου τοῦ ἀναξίου ἐν τοῖς τελευταίοις. ὡς ἐπαινετὸς σύ, παρὰ τοιούτων προσκαλούμενος καὶ ἐπὶ τοιαύταις ὑποθέσεσιν· ὀφθείης ἔτι ὁσιώτερος καὶ αἱρετώτερος ὑπὸ πολλῶν διὰ 〈τὸ〉 τὸν ἕνα σε καὶ μόνον Κύριον τῶν ἁπάντων θεραπεύειν· ᾧ μάλα προσκολλώμενος μᾶλλον ὑψωθήσῃ καὶ τιμηθήσῃ, εἴπερ ἀληθεύει λέγων, ἀλλ᾽ ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ ὁ ἐξουθενῶν με ἀτιμασθήσεται.
Τί δὲ τοσαύτην ἕλκεις νηστείαν, ἀδελφέ, τριημερίζουσαν; εὖ ποιεῖς, δουλαγωγῶν τὴν σάρκα καὶ ὑποπιέζων· ἀλλὰ τήρησον μέτρον, ὃ δύνῃ ἀποπερᾶναι μεθ᾽ ὑγείας τοῦ σώματος, καὶ τοῦτο κράτιστον. τὸ λοιπὸν προσεύχου περὶ ἐμοῦ τοῦ ταπεινοῦ εἰς τὸ σῴζεσθαι. ὁ σὺν ἐμοὶ προσαγορεύει. τοὺς σὺν σοὶ ἀσπάζομαι.
Ἄνθῳ τέκνῳ Καὶ γράφων σοι, τέκνον, καὶ μὴ γράφων ἀληθάργητόν σε ἔχω ἐν τῇ ταπεινῇ μου ψυχῇ οὐ μόνον διὰ τὴν ἐκ παιδὸς ἐπιμέλειάν σου τῆς ψυχῆς, ὅτι οὐ παιδικὰ καὶ νηπιάζοντά σου τὰ φρονήματα, γηράλεα δὲ καὶ ἀνδρικά, οὐκ ἐμπαρέντος ἐν ἀκαθέκτοις ὁρμαῖς καὶ φαύλοις δράμασιν, ἀλλὰ γὰρ καὶ διὰ τὸ συνεῖναί σε τῷ ἐμῷ μόνῳ ἀδελφῷ καὶ σοῦ πατρί· ἀρετῆς γάρ σου οὐ τῆς τυχούσης δεῖγμα, ἐκ πάντων εἰλῆφθαι αὐτῷ εἰς συγκακοπάθησιν εἴτουν ὑπηρεσίαν. ἔχου τῆς διακονίας σου, ὡς ἐν ὀφθαλμοῖς Κυρίου πάντα ποιῶν καὶ λέγων, ἐν ᾧ ὁ μισθός σου πολὺς καὶ ἡ δοκιμή σου χρυσῆ καὶ ἡ πίστις σου ἀκραιφνής, καὶ ἡ ἐμὴ τοῦ ταπεινοῦ πρὸς σὲ ἀγάπη Χριστοῦ γνησιωτέρα καὶ ἀποδοχὴ τῷ ὄντι πολυτελεστέρα.
Βραχέα ταῦτα, ἀλλὰ δυνάμεως ἱκανῆς. προσεύχου, τέκνον ἠγαπημένον, περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ σου πατρὸς θερμῶς.
Εὐχαρίστῳ τέκνῳ Καὶ πάνυ σοι χρεία ἐπιστεῖλαί με, ὦ τέκνον, κἂν αὐτὸς σὺ οὐκ ἐπεζήτησας· ἆρα γὰρ οὐκ ἐπαινετὸς καὶ ἀξιόδεκτος, ὅτι μόνος σχεδὸν ἀνατλᾷς κόπους καὶ ὁδοιπορίας κινδύνους τε καὶ περιστάσεις, διακονῶν τῷ ἁγίῳ ἀρχιεπισκόπῳ; ὡς μακαριστόν σου τὸ ἔργον, ὡς ἀθλητικόν σου τὸ δρᾶμα· ἐν μέσῳ παγίδων εἵλω διαβαίνειν, ἐπ᾽ ἀνθράκων πυρὸς περιπατεῖν· τοιαῦτα γὰρ τὰ τῶν δυσσεβούντων.
Ἀλλ᾽ ἔτι ἴσχυε, τέκνον, καὶ ἀνδρίζου· τὴν διακονίαν σου πληροφόρησον, πολυπλασίασον τὸ τάλαντον, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακαριζόμενος εἰς αἰῶνας. τὸ λοιπὸν προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ταπεινοῦ σου πατρός.
Λέοντι Εὖ πεποίηκας, τέκνον πνευματικόν, ἐπιστείλας ἡμῖν, εἰ καὶ βραχέα, πλὴν ὅτι ἀρκοῦσαν ἔχοντα δύναμιν τῆς συνέσεώς σου καὶ ὑποδεικνύντα ὅτι, εἰ καὶ τῷ σχήματι πρὸς ἡμᾶς πτόρθος, ἀλλ᾽ οὐ τῷ τρόπῳ. σὺ δὲ καὶ ἄλλως δίκαιος ἂν εἴης συνάπτεσθαι ἡμῖν υἱικῶς, τέκνον χρηματίζων τοῦ ἀδελφοῦ ἡμῶν καὶ θεοφιλεστάτου ἀρχιεπισκόπου, καὶ τέκνον γνησιώτατον· τὸ γὰρ ὀπαδὸν αὐτοῦ γενέσθαι ἐκ παντὸς τοῦ κληρικοῦ πληρώματος μόνον καὶ συναθλεῖν καὶ συνδιώκεσθαι τοῖς ὑπερέχουσι τῶν ἀδελφῶν ἀπόδειξιν πολλῆς γνησιότητος ἔχει, καὶ μὴν πρὸς θεὸν ἀγάπησιν κραταιάν. διὰ τοῦτό σε καὶ ἡμεῖς οἱ ταπεινοὶ καὶ ἀγαπῶμεν καὶ περιέπομεν καὶ ἐν τῷ καταλόγῳ τῆς ἀδελφότητος ἡμῶν ἀριθμοῦμεν.
Κωνσταντίνῳ Τίς ἡ αἰτία τοῦ ἐπιστεῖλαί με τῇ τιμιότητί σου; ἡ καλή σου περὶ τὴν πίστιν ὀρθότης, ὅτι οὐ συναπήχθης τοῖς χριστοδιώκταις, ῥίψας τοὺς λογισμοὺς φέρεσθαι ὅπῃ ἄγουσιν, ἀλλ᾽ ὡς ἐπιστήμων κυβερνήτης καθέζῃ ἐπὶ τῶν νοητῶν οἰάκων, εὐθύνων τὴν ψυχικὴν ὁλκάδα εἰς καλοὺς τῆς ὀρθοδοξίας λιμένας, πρύμναν κρουσάμενος τὰς αἱρετικὰς τρικυμίας αὔραις τοῦ πνεύματος. τοῦτο ἐπεὶ ἐδιδάχθην παρὰ τοῦ ἐπιδιδοῦντός σοι τὰ γράμματα ἀγαπητοῦ ἡμῶν ἀδελφοῦ, καλῶς ἔχειν ἔδοξα ἐπιστεῖλαι, συνάπτων ἐμαυτὸν τῇ ἀγάπῃ σου, ὅπερ ποιεῖν τὸν χριστιανὸν ἀναγκαῖον, μάλιστα δὲ ὅταν τέτμηται αἱρέσεως μαχαίρᾳ ὑπὸ τοῦ διαβόλου ὡς νῦν τὸ σῶμα Χριστοῦ.
Φυλάττοιο δὴ οὖν, ὦ ἀγαθὲ ἄνερ, προμηθείᾳ θεοῦ ἀπήμων, ἐποικοδομῶν τῷ θεμελίῳ χρυσόν, ἄργυρον, ἤγουν λίθους τιμίους, ὡς ἂν ναὸς Κυρίου χρηματίσοις. εἶεν.
Πρεσβυτέρθῳ Ἐν χειμῶνι εἴ τις ἴδοιεν ῥόδον, εἰκότως προστρέχοι ὡς ξένου ὄντος θεάματος καὶ τῷ ὑποδείξαντι χάριν ὁμολογεῖ· τοιοῦτος σύ, ὦ ἱερὲ ἄνθρωπε τοῦ θεοῦ, ἐν τῷ τῆς ἀπιστίας χειμῶνι ἐγνώσθης ἡμῖν, καὶ ὁ ὑποδείξας σέ, τὸ ἔμψυχον ῥόδον καὶ ὀρθόδοξον, ὁ γραμματοδότης, ἐμὸς υἱὸς ἀγαπητός. εἶδον δὲ οὐκ αἰσθητῶς, τῇ τοῦ νοῦ δὲ θεωρίᾳ, καὶ προσέδραμον οὐ ποσίν, ἀλλὰ γράμμασι, καὶ ὠσφράνθην οὐ ῥισίν, ἀλλὰ πνεύματι, καὶ ἡδεῖά μοι ἡ ὀσμὴ μάλα, μᾶλλον δὲ Κυρίῳ· ὃς καὶ διαφυλάξειέν σε ἄδρεπτον ἐξ αἱρετικῶν χειρῶν, ὡς ἂν εὑρεθείης ἐν τῷ νοητῷ ἔαρι παριππεύσει τοῦ τῇδε πικροῦ κρυμοῦ εἰς πλοκὴν στεφανώσεως τῆς δόξης αὐτοῦ.
Χαρίζου ἡμῖν ὧν ἔχεις τὸ κάλλιστον, τὰς ἱερὰς προσευχάς.
Θαλελαίῳ τέκνῳ Καλῶς ἐποίησας ἐπιστείλας μοι, τέκνον ἠγαπημένον· ἔδειξας γὰρ ἐν τούτῳ τὴν πίστιν καὶ ἀγάπην σου. ἀλλὰ τί μοι ἐπαίνους ᾄδεις, ὧν ἀμοιρῶ κατὰ πάντα; οὐκ οἶδας ὅτι ἁμαρτωλὸς ἐγὼ καὶ ἰδιώτης τῷ λόγῳ; ἀλλ᾽ ἡ ἀγάπη κλεπτίστατος, τὰ μὴ ὄντα τοῖς ἀγεράστοις παρὰ τῶν φιλούντων προσάπτουσα. ἀφέμενος οὖν τὸ ἐπαινεῖν προσεύχου μᾶλλον, τέκνον, στηρίζεσθαί με ἐν Κυρίῳ καὶ σῴζεσθαι ἐν παντὶ τρόπῳ ἀπὸ τοῦ πονηροῦ. ἡ σωματική σου ἀσθένεια ἐν εὐχαριστίᾳ εἴη πρὸς θεὸν καὶ μὴ λυποῦ τὸν τρόπον ἐξ οὗ ἦλθεν. οἶδεν Κύριος τὰ συμφέροντα ἑκάστῳ τιθέναι, πλὴν ἀγνοῶ ὅθεν σοι ἧκεν· ἡ βλασφημία καταφρονείσθω καὶ οἰχήσεται θᾶττον, φοβοῦσα δὲ μᾶλλον παραγίνεται. ἧς ῥυσθείης θεοῦ ἐπιρρώσει. εἰ καὶ καταπόνησις πολλὴ παρὰ τῶν διωκτῶν, ἀλλὰ τὸ βραβεῖον οὐράνιον. εἴπερ οὖν συμπάσχομεν, καὶ συνδοξασθῶμεν· οὐ γὰρ εὐπαθείας ὁ καιρός, ἀλλὰ μαρτυρίου.
Τὸ πρόβλημα περὶ τοῦ πρεσβυτέρου τοῦ ὀρθοδοξεῖν δοκοῦντος, συνεσθίοντος δὲ ἐπισκόπῳ, καθὰ εἴρηκας, εἰ μὲν παύσοιτο τῆς τοιαύτης συνεστιάσεως μετ᾽ ἐπιτιμίου ἀπείρξεως τῆς ἱερουργίας ἕως τινὸς χρόνου μηκέτι εἰς τὸν αὐτὸν ὄλισθον ὑποπίπτειν, ἔχει ἴασιν τοῦ ἱερουργεῖν θεῷ· εἰ δὲ ἀδιαφοροίη, μὴ γένοιτο λύτρον ἀνδρὸς ὁ ἴδιος πλοῦτος τοῦ φυγεῖν τῇ δόσει καὶ αἱρετικῆς κοινωνίας καὶ ἁμαρτητικῆς ἄλλης πράξεως, οὐ μὴν τῇ ἀνταλλαγῇ δοῦναι τὸ καλὸν καὶ λαβεῖν τὸ χεῖρον, οἷον δοῦναι φῶς καὶ λαβεῖν σκότος. οὐδ᾽ ἂν τὰ ὅλα χρήματα τοῦ κόσμου παρέξει τις καὶ κοινωνοίη τῇ αἱρέσει, φίλος θεοῦ καθίσταται, ἀλλ᾽ ἐχθρός. καὶ τί λέγω κοινωνίας; κἂν ἐν βρώματι καὶ πόματι καὶ φιλίᾳ συγκάτεισι τοῖς αἱρετικοῖς, ὑπεύθυνος· τοῦ Χρυσοστόμου ἡ ἀπόφασις, ἐπεὶ καὶ παντὸς ἁγίου. πῶς δὲ ἀκούσιον καὶ οὐκ ἔργον τῷ δοκοῦντι ὀρθοφρονεῖν, κοινωνοῦντι δὲ ὅμως τῇ αἱρέσει; ἀκούσιόν ἐστιν, ὅταν τὸ στόμα τις ὀρθοδόξου βιαίως ἀναχάνας ἐγχέῃ τὴν αἱρετικὴν κοινωνίαν, ὅπερ ἐποίησαν οἱ πάλαι αἱρετικοὶ καὶ ποιοῦσιν, ὡς ἔμαθον, οἱ νυνὶ χριστομάχοι· τὸ δὲ ἀφ᾽ ἑαυτοῦ μετασχεῖν ἑκούσιον. εἰ δὲ ὅτι δέει (τοῦτο γάρ ἐστι τὸ ζητούμενον), οὐδὲ οὕτως ἕξει ἀπολογίαν· μὴ φοβεῖσθε γὰρ ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, ἀλλὰ θεόν, τὸν τὸ συναμφότερον γεέννῃ αἰωνίου πυρὸς παραπέμποντα, ἀκούομεν.
ἀληθῶς ὁ κόσμος ὅλος ἀντάξιος μιᾶς ψυχῆς οὐκ ἔστιν, τῆς φυλαττούσης ἑαυτὴν ἀμέτοχον καὶ αἱρετικῆς κοινωνίας καὶ παντὸς κακοῦ· οἱ δὲ ἀμφοτέρων μέτοχοι χόρτῳ ἰσότιμοι, ξύλοις, καλάμῃ. ἃ κατακαύσειεν τὸ δοκιμαστικὸν πῦρ τῆς κρίσεως, τοὺς δ᾽ αὐτῶν πράκτορας συντηρήσει ἀιδίως φλογιζομένους καὶ μὴ χωνευομένους.
Θεοδούλῳ τέκνῳ Ἡδέως ἔχω, τέκνον μου, δεχόμενός σου γράμματα, ἐλυπήθην δὲ ὅτι ἐν πόνοις εἶ τοιούτοις μετὰ καὶ τῆς φυλακῆς· ἀλλ᾽ ὅτι διὰ Χριστόν, ὑπομονητέον πάντα. ἆρα δὲ ἐάσει σοι τὸν συνόντα ἀδελφὸν ὁ ἀγνώμων μαθητὴς καὶ προδότης τῆς ἀληθείας Λεόντιος; αὐτὸς γὰρ παρέλαβεν καὶ τὸ Βοσκοίτιον, ὡς Ἰούδας τὴν ἀγχόνην κληρωσάμενος· ὅς γε καὶ τοὺς ἀδελφοὺς ἔσω ἐστενοχώρησεν, καὶ σὲ τὸ αὐτὸ οἴομαι αὐτὸν ποιεῖν.
Ἀλλὰ στῆθι, ἀδελφέ μου, μέχρις αἵματος κατὰ τοὺς μακαρίους ἀδελφούς σου, ἵνα σὺν αὐτοῖς σωθείης ἐν Κυρίῳ. εὔχου μοι θερμῶς. προσειπὲ τὸν ἀδελφόν.
Συμεὼν τέκνῳ Ἄρτι ἔφθασα ἐπιστεῖλαί σοι, τέκνον μου ἠγαπημένον· δι᾽ ἣν αἰτίαν ἐβράδυνα οἱ ἀδελφοὶ ἀπαγγελοῦσιν. ἃ μὲν οὖν προέγραψας, ἔγνων καὶ ἀπεδεξάμην ἐν πᾶσιν, ὅτι ἀγαθῆς διαθέσεως πάντα· καὶ ἐπαινετὸς εἶ, ὅτι καλῶς καθέζῃ ἐπὶ σωτηρίᾳ μὲν σαυτοῦ καὶ τῶν ὄντων μετὰ σοῦ, ἐπ᾽ οἰκοδομῇ δὲ τῶν ἔξω, μὴ ἀστατῶν μηδὲ γυροκοπῶν, ἀλλ᾽ ἐν ἡσυχίᾳ καὶ εὐχαριστίᾳ καὶ ὑπομονῇ τὸν διωγμὸν παραπέμπων. διὰ τοῦτο καὶ ἀσπαστὸς γέγονας τοῖς ξενίζουσί σε καὶ ἀκούουσιν. ἔτι οὖν ἔχου τῆς ἐργασίας σου, σοφιζόμενος τὰ θεῖα, φωτιζόμενος τοὺς νόας, φεύγων τὸν ἐχθρόν, ἐγγίζων τῷ θεῷ, ἵνα ἐπιτυχὼν αὐτοῦ κληρονομήσῃς βασιλείαν οὐρανῶν. βοήθει, καθὼς καὶ προέγραψά σοι, εἴ τις τῶν ἀδελφῶν κακοτροπεῖ, γράφων αὐτῷ ἢ καὶ ἀπιὼν πρὸς αὐτόν. ὁ Ἀκάκιος, ὁ κατὰ σάρκα ἀνεψιός σου, μετὰ τῶν ὑπηρετούντων μοί ἐστι καὶ ἔγραψέν μοι· ὁ γὰρ οἰκονόμος συνελήφθη.
Προσεύχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. ὁ σὺν ἐμοὶ ἀδελφὸς προσαγορεύει. τοὺς σὺν σοὶ ἀσπάζομαι. ὁ Κύριος μετὰ σοῦ.
Εὐθυμίῳ τέκνῳ Χαῖρε ἐν Κυρίῳ, καλὲ Εὐθύμιε· ἠξίωμαι καὶ αὖθίς σε ἰδεῖν διὰ τοῦ γράμματος, ὁμοῦ δὲ καὶ περιπτύξασθαι ὡς ὀφθαλμόν μου, ὡς σπλάγχνον μου, ὡς υἱὸν φωτός, ὡς ὁμολογητὴν Χριστοῦ. εἰ δὲ ὅτι βραδύ, διηγεῖται ὁ γραμματηφόρος τὰς αἰτίας. ἔτι οὖν καιρὸς ὑπομονῆς. διὸ μακροθυμήσωμεν, ἀδελφέ, ἵνα τὰς ἐπαγγελίας τοῦ θεοῦ κομισώμεθα, βιοῦντες εὐσχημόνως εἰς δόξαν θεοῦ διὰ πάσης φυλακῆς τῶν ἐντολῶν αὐτοῦ.
Προσεύχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σῴζοιμι. ὁ σὺν ἐμοὶ ἀδελφὸς προσαγορεύει σε. ὁ Κύριος μετὰ σοῦ.
Ἐφραὶμ τέκνῳ Χάρις σοι παρὰ Κυρίου, τέκνον Ἐφραίμ· ἰδοὺ καὶ πάλιν ὁρῶ σε τῷ γράμματι. πῶς ἔχεις; πῶς ἡ ὑπομονή; πῶς ἡ ἐργασία; οἶδα ὅτι καλῶς, ἐπείπερ διὰ Χριστὸν ἡ ἐξορία καὶ ὁ περιορισμός. ἐβράδυνα ἐπισκέψασθαι, ἀλλὰ τὴν αἰτίαν ἀπαγγελοῦσιν οἱ ἀδελφοί. ὑπομένων ὑπόμεινον τὸν Κύριον, διαβιβάζων διαβίβαζε πᾶσαν ἡμέραν ὡς στρατιώτης Χριστοῦ, καθαίρων λογισμούς, φωτίζων τὴν ψυχὴν τῇ μνήμῃ θεοῦ καὶ τῶν αἰωνίων ἀγαθῶν. ὁ κόσμος ὄναρ, ἡ ἀρετὴ ζῶσα· ταύτην διώξωμεν, ἵνα δοξασθῇ ὁ θεὸς ἐν ἡμῖν καὶ σωθῶμεν ἡμεῖς.
Προσεύχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. ὁ ἀδελφὸς Νικόλαος προσαγορεύει σε. ὁ Κύριος μετὰ σοῦ.
Ἀφροδισίῳ τέκνῳ Εὖγε, τέκνον μου Ἀφροδίσιε, εὖγε, τέκνον μου ἠγαπημένον· εἰρήνη σοι ἐν Κυρίῳ, ἐν ᾧ ἡ ἐλπίς σου, δι᾽ οὗ ἡ ἐξορία καὶ ὁ περιορισμός. πῶς δή, καλῶς ἔχεις; ὑπομένων ὑπομένεις τὸν Κύριον; καί γε προσσχοίη σοι καὶ εἰσακούσοι τῆς δεήσεώς σου, φυλάττων καὶ σκέπων σε ὡς κόρην ὀφθαλμοῦ.
Ὅτι βραδεῖα ἡ ἐπίσκεψις, ἀπαγγελεῖ ὁ ἀδελφός. ἔτι στῆθι, ἔτι μακροθύμησον, ἔτι δεήθητι, ἐγγιεῖ Κύριος, ταχυνεῖ τοῦ ἐπισκέψασθαι τὸν λαὸν αὐτοῦ. μόνον ἡμεῖς φόβῳ καὶ τρόμῳ δουλεύσωμεν αὐτῷ. δεῖξον ἑαυτὸν τοῖς ὁρῶσί σε καὶ ἀκούουσιν ἄγγελον ἐν σώματι, φωστῆρα θεοφανῆ, ἵνα δοξάζηται διὰ σοῦ ὁ θεός. προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σῴζωμαι. προσαγορεύει ὁ σὺν ἐμοὶ ἀδελφός. ὁ Κύριος μετὰ σοῦ.
Ὑπερεχίῳ τέκνῳ Εὖγε, εὖγε, Ὑπερέχιε τέκνον μου· φέρε, φέρε τὸν χαλεπὸν καιρόν, τὴν ἐξορίαν, τὴν κάκωσιν. διατί βραδεῖα ἡ ἐπισκοπή, διδάξουσίν σε οἱ ἀδελφοί· πλὴν ἐγὼ καὶ ἄλλην σοι ἐπιστολὴν ἔπεμψα, ἐν ᾗ ἔδωκά σοι τὴν συγχώρησιν, καὶ νῦν ὁ θεὸς συγχωρήσει σοι καὶ ἐκεῖνο καὶ πάντα.
Ἀπόθες τὴν λύπην· πᾶς πατὴρ καὶ παιδεύει καὶ πάλιν παρακαλεῖ, καὶ ὁ ἀπαίδευτος καὶ ἀνεπιτίμητος ἄχρηστος. σὺ οὖν γίνοιο χρηστός, δόκιμος, καθὼς καὶ ἔπαθες ὑπὲρ Χριστοῦ. βλέπε, τέκνον, σεαυτὸν πῶς καθέζῃ, πῶς διαζῇς, φύγε τὰς τῶν πτωμάτων ἀφορμὰς καὶ τοὺς τρόπους καὶ τοὺς τόπους, ἵνα σῴζῃ ὡς υἱὸς φωτός. ὑπόμεινον ἔτι. προσεύχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. προσαγορεύει σε ὁ σὺν ἐμοί. ὁ Κύριος μετὰ σοῦ.
Ἀμμωνᾷ τέκνῳ Καλὲ Ἀμμωνᾶ, χαῖρε χαρᾷ μεγάλῃ, ὅτι διὰ Χριστὸν ἡ ἐξορία καὶ ὁ περιορισμός σου. ἰδοὺ καὶ πάλιν γράφω, εἰ δὲ ὅτι βράδιον, ἀπαγγελοῦσιν τὴν αἰτίαν οἱ ἀδελφοί. πλὴν ὅτι ἀεὶ βλέπω σε τῷ πνεύματι καὶ προσεύχομαι ἵνα σῴζῃ· τοῦτο καὶ αὐτὸς ποίει ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. μόνος εἶ ἆρα ἢ μετὰ τοῦ ἀδελφοῦ; ἀγαπῶ αὐτὸν εἶναι μετὰ σοῦ, ἐπειδὴ ὡς σὺ κἀκεῖνος, τέκνον μου. μανθάνω ὅτι καλῶς καθέζῃ καὶ ἀναστρέφῃ, καὶ χαίρω. καί γε οὕτως ἔσο ἐπὶ πλέον εἰς ὑπόδειγμα καλὸν τοῖς ἀδελφοῖς σου· λάμπειν γὰρ δεῖ τὸ ἔργον ἡμῶν τοῖς πᾶσιν ὡς χριστομαρτύρων εἰς δόξαν θεοῦ. ἰσχύς σοι παρὰ Κυρίου, ἔλεος, εἰρήνη, εὐλογία, σωτηρία αἰώνιος. περὶ ἐμοῦ τὸν ἀδελφόν. προσαγορεύει σε ὁ σὺν ἐμοί. ὁ Κύριος μετὰ σοῦ.
Στεφάνῳ τέκνῳ Χαῖρε, Στέφανε, τέκνον μου τιμιώτατον· ἀπὸ θεοῦ σοι χάρις, ἔλεος, εἰρήνη πληθυνθείη. εἰ καὶ ἐβράδυνα ἐπισκέψασθαι, τὴν αἰτίαν ἀπαγγελοῦσιν οἱ ἀδελφοί· ἐγὼ δὲ καὶ μὴ γράφων ἐν τῇ καρδίᾳ μου ἔχω σε ἀεί. ἀνδρίζου οὖν ἔτι καὶ ἴσχυε ἐν Κυρίῳ, φέρων γενναίως τὰ παρόντα λυπηρὰ διὰ τὰ μέλλοντα ἀγαθά. ἡμέραν ἐξ ἡμέρας εὐθύμως πορεύου εἰς ὁδὸν εὐθεῖαν θεοῦ· δίωκε τὰ πάθη, κάθαιρε τὴν καρδίαν, εὐαρέστει θεῷ, ᾧ ἀνέθου σεαυτόν, δι᾽ ὃν καὶ ἐμαστίχθης, ὑπὲρ οὗ καὶ ἡ ἐξορία. αὐτὸς οὖν ἀνταποδώσει σοι ἀνταπόδομα τὴν βασιλείαν αὐτοῦ, ἐὰν μέχρι τέλους ὑπομείνῃς αὐτόν.
Προσεύχου περὶ ἡμῶν. ὁ ἀδελφὸς ὁ σὺν ἐμοὶ ἀσπάζεται. ὁ Κύριος μετὰ σοῦ.
Συμεὼν τέκνῳ Χαίροις, Συμεὼν τέκνον μου. ἰδού σοι πάλιν ὁ λόγος· εἰ δὲ ὅτι βραδύ, διηγήσονται οἱ ἀδελφοί. πῶς ἔχεις, πῶς διαζῇς; βλέπε, τέκνον, ἐποικοδόμησον ἐν τῷ ἔργῳ τοῦ θεοῦ, ὃ ἐχαρίσθη σοι ὑπ᾽ αὐτοῦ, τὴν καλὴν ἀναστροφήν, τὴν ὑπομονήν, τὴν μακροθυμίαν, τὴν ἐν τῷ περιορισμῷ ἀκινησίαν· ἐπειδὴ ἤκουσα ὅτι προόδους ποιεῖς καὶ ἐλυπήθην, ὅτι οὐκ ἔστι θέλημα θεοῦ οὐδὲ συμφέρον τῇ ψυχῇ σου. ὁ Χριστός σε ἐκάλεσεν εἰς μαρτύριον αὐτοῦ, οὐκ εἰς τὸ ἰατρεύειν σώματα, εἰς τὸ καθέζεσθαι καὶ καθαίρειν ἑαυτὸν ἀπὸ παντὸς κακοῦ, οὐκ εἰς τὸ γυρεύειν καὶ φαντασιοκοπεῖσθαι.
Μὴ λυπηθῇς ὅτι ὑπομνήσκω, ἀλλὰ φύλαξαι, τέκνον μου, ἀπὸ τοῦ νῦν καὶ εὐαρέστει τῷ θεῷ καὶ εὔχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. ὁ ἀδελφὸς Νικόλαος προσαγορεύει σε. ὁ Κύριος μετὰ σοῦ.
Παρθενίῳ τέκνῳ Ὦ καλὲ Παρθένιε, χαῖρε, τέκνον μου ποθητόν, υἱὲ φωτὸς ἀληθινοῦ. πάλιν ὁμιλῶ σοι διὰ τοῦ γράμματος, αὖθις ὁρῶ σε καὶ προσπτύσσομαι· ὅτι ἐβράδυνα, ἀπαγγελοῦσιν οἱ ἀδελφοὶ τὴν αἰτίαν, ὅμως ὅτι ἀληθάργητόν σε ἔχω ἐν τῇ καρδίᾳ, εὐχόμενός σε διαμένειν σῶον, κατηρτισμένον εἰς πᾶν ἔργον ἀγαθόν. ὡς καλός σου ὁ δρόμος· ὁμολογία γὰρ Χριστοῦ. ὡς αἰνετόν σου τὸ ὑπομονητικόν· πρόξενον γὰρ βασιλείας οὐρανῶν.
Μὴ δὴ ὀλιγωρήσειας, ὦ παῖ μου· ἔτι μικρὸν μακροθύμησον, ἐγγὺς Κύριος τοῖς ὑπομένουσιν αὐτόν. οἵαν χαρὰν μέλλεις ἔχειν ἐν τῇ ἀναλύσει ἢ τοῦ τόπου ἢ τοῦ σώματος. ἀλλὰ τίς ἄξιος ἄρτι τοῦ δευτέρου ἐπιτυχεῖν; φοβοῦ τὸν θεόν, πρόσεχε σεαυτῷ, μίσει τὴν ἡδονὴν ὡς λίαν ὀδυνηράν, φίλει τὸν θεὸν ὡς μόνην χαράν· ὅς σε καὶ διατηρήσειεν μέχρι τέλους ἀσινῆ. εὔχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. ὁ σὺν ἐμοὶ ἀδελφός σου προσαγορεύει. ὁ Κύριος μετὰ σοῦ.
Ἡγησίμῳ τέκνῳ Ἡ χάρις σοι ἀπὸ θεοῦ, Ἡγήσιμε, τέκνον μου ἠγαπημένον· ἐβράδυνα τοῦ ἐπισκέψασθαί σε, ἀλλὰ τὴν αἰτίαν διηγοῦνται οἱ ἀδελφοί. ἐρωτῶ σε καὶ παρακαλῶ ἐπιμένειν καὶ μακροθυμεῖν τὴν ἐξορίαν, τὸν περιορισμόν. ὅρα τὸν τόπον καὶ τὸν τρόπον τοῦ καθίσματός σου, ἵνα ἐν Κυρίῳ ᾖ· βλέπε τοὺς ἀοράτους ἐχθρούς, ἵνα μὴ λάβωσι χώραν ἐν σοὶ δι᾽ ὑποδοχῆς τῶν πονηρῶν λογισμῶν. καθ᾽ ἡμέραν πόλεμος ἀλλὰ καὶ στέφανοι, μὴ ὑποπιπτόντων ἡμῶν.
Οὕτως βίωσον ὡς ἄγγελος, ὡς μάρτυς Χριστοῦ· κἂν ὑποχαυνοῦσαι καὶ τιτρώσκεσαι ὑπὸ τοῦ ἐχθροῦ, ἀλλὰ θᾶττον ἀνάστηθι, καθάρθητι, ἀσφαλίσθητι, καὶ οὕτω διεξιὼν διασῴζου, προσευχόμενος καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. ὁ σὺν ἐμοί σε ἀσπάζεται. ὁ Κύριος μετὰ σοῦ.
Δωροθέῳ τέκνῳ Εὐλογηθείης ὑπὸ Κυρίου, τέκνον μου Δωρόθεε· χάρις σοι καὶ ἔλεος, ἰσχὺς καὶ κραταίωσις. τὴν βραδυτῆτα τῆς ἐπισκέψεως ἀγγελοῦσιν οἱ ἀδελφοί. βλέπε, ἀδελφέ, πῶς ἀναστρέφῃ, πῶς διαζῇς· μὴ ἀθύμει, ἀλλὰ μακροθύμει· μὴ ὀλιγώρει, ἀλλ᾽ ὑπόμενε. μὴ ἄνοιγε θύραν τοῖς πονηροῖς λογισμοῖς, ἀλλ᾽, ὅταν ἐπαναστῶσιν, ἀνθίστα, βρῦξον πρὸς αὐτούς, καὶ αὐτοὶ ἐν ὀνόματι Κυρίου οἰχήσονται φυγαδευθέντες. ψάλλε οὓς οἶδας ψαλμούς, εὔχου πλεῖστα· ἐν τῇ καρδίᾳ φόβος Κυρίου, ἐν τῷ στόματι δόξα θεοῦ, ὅπως φυλαχθείης ἀσινής.
Τὸ λοιπὸν εὔχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. ὁ σὺν ἐμοὶ ἀδελφὸς προσαγορεύει. ὁ Κύριος μετὰ σοῦ.
Πέτρῳ τέκνῳ Αὐτὸς οὐ διαλιμπάνεις δι᾽ ἑκάστης ἐπιστολῆς ἐγκωμιάζειν ἡμᾶς τοὺς ἀγεράστους, ἡμεῖς δέ, τὰ καθ᾽ ἑαυτοὺς ἐπαισθανόμενοι, στένομεν μᾶλλον ἢ χαίρομεν, μὴ ὄντες οὕτως. πλὴν ἀποδεχόμεθά σου, τέκνον ἠγαπημένον, τὴν πίστιν, ἐξ ἧς καὶ οἱ λόγοι σοι τοιοῦτοι. ἃ δὲ ἐπεζήτησας ἀποκριθῆναί με, ἐν ἐξαιρέτῳ πιττακίῳ ἐσήμανα κοινῇ πᾶσι· πολλοὶ γάρ εἰσιν οἱ τὰ αὐτὰ ἐρωτῶντες καὶ κόπος μοι πρὸς πάντας ἀποδιδόναι λόγον. αὐτὸς δέ θερμοτέρως προσεύχου τῆς ταπεινώσεώς μου ἵνα σῴζοιμι ἐκ Κυρίῳ ὁ ἁμαρτωλός. καὶ πάλιν τὰς ἀποστολάς σου ἐδεξάμην· καὶ ἕως πότε οὐ μὴ ἀνῇς; ὅλως ἀνταμείψεταί σοι Κύριος ἃ φιλεῖς.
Ὁ σὺν ἐμοὶ προσαγορεύει σε, τοὺς σὺν σοὶ κἀγώ.
Τῷ οἰκονόμῳ τῆς Συμβόλου Ἀπεδεξάμην τὴν ἐπιστολὴν τῆς ἀγάπης σου καὶ ἀνέγνων καὶ ἐπέγνων τὴν ταπεινοφροσύνην σου, δι᾽ ἧς ὑψοῖ θεὸς τοὺς ἀγαπῶντας αὐτόν· ἔνθεν καὶ ἠξίωσαι κοινωνὸς τῶν παθημάτων αὐτοῦ γενέσθαι ἐν τῇ νυνὶ μαρτυρίᾳ. εἰ δὲ ὅτι ἡττηθέντες οἱ χριστομάχοι τῇ καρτερᾷ σου ὑπομονῇ ἀπέλυσάν σε, τοῦτο οὐδέν σοι ἐλάττωμα, ἀλλὰ νίκη. εὐαρέστει οὖν τῷ θεῷ ἐν ᾧ τόπῳ καθέζῃ· μαρτύριον γὰρ καθ᾽ ἑκάστην ἐστὶ τὸ κατὰ συνείδησιν τῷ ἀγωνιζομένῳ καὶ καθαίροντι ἑαυτὸν ἀπὸ τῶν ἐπανισταμένων δαιμονικῶν λογισμῶν.
Φυλαχθείης μοι εὔθυμος, εὔσωστος, εὐκλεής, προσευχόμενος περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἀνεπιλήστως. τοὺς σὺν σοὶ ἀδελφοὺς προσκυνῶ.
Ἰωσὴφ ἀδελφῷ καὶ ἀρχιεπισκόπῳ Ὅτι ἤκουσα τῆς φωνῆς σου, ὦ τριπόθητε, ἐσκίρτησεν τὸ ταπεινόν μου πνεῦμα καὶ ἔδοξα ἐν ὀφθαλμοῖς σε ὁρᾶν, περιφὺς ὅλος τῷ ἱερῷ σου προσώπῳ, οὗ τὰ ἰνδάλματα οὔποτε ἀπολήγει μοι οὐδ᾽ ἂν ἀπολήξοι, κἂν ἐπέκεινά σε Γαδείρων ἀποίσωσιν οἱ σώματι διατέμνειν ἡμᾶς ἐξουσιάζοντες, οὕτω τοῦ πόθου βιαζομένου, ὡς τὸ εἰκός. σὺ δὲ ἡμᾶς, ἁγιώτατε, ὡς ἀδελφὸν μὲν ποθῶν καὶ ἐπαινῶν οὐκ ἂν δέξαιο κατηγορίας ἔγκλημα (φέρει γὰρ ἡ φύσις), ἄλλως δέ πως εὐφημῶν τὴν ἀλήθειαν ἀδικοίης· εἰμὶ γάρ, ὡς οἶσθα, ἁμαρτωλός, ἐνδεὴς φωτός, οὐ φωτίζων, οὐδέ τι μεγαλειότερον τῶν σῶν, οὔ τινος ἄλλου τῶν νῦν ἐνισταμένων ὑπὲρ Χριστοῦ φέρων.
Εἴθε τὰ ἴσα. ἀλλὰ πῶς ὁ καιρὸς ἤνεγκε τὰ τῆς καθ᾽ ἡμᾶς ἐκκλησίας, πῶς δοκιμάζονται οἱ πάντες ὡς ἐν χωνείᾳ· καὶ ὅμως ὀλίγοι οἱ χρυσοειδεῖς, τῶν ἁπάντων σχεδὸν μολυβδιώντων. τοῦ Κυρίου ὁ λόγος· ἀλλ᾽ ὅτι καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ. λάβε μοι τὸν Λεόντιον πρὸς τῶν ἄλλων· οἷα θὴρ ἀνήμερός ἐστι διώκων τοὺς συμμαθητὰς καὶ πορθῶν τὰς ἐκκλησίας τοῦ θεοῦ· ὃν ὁ Κύριος ἐπιστρέψειεν καὶ ἡμᾶς ἐνισχύσειεν εἰς τὸν προκείμενον ἀγῶνα, ὃν οὐκ ἄλλο τι ἡγητέον ἢ μαρτύριον Χριστοῦ ἰσόρροπον τοῖς πάλαι.
Προεδιώχθης ὑπὲρ ἀληθείας, ἐφυλακίσθης, ἐμονώθης, οὐχ ἅπαξ ἀλλὰ καὶ δὶς τληπαθήσας πολλά· τρισσεύεις τοῖς πάθεσι νῦν, φέρων ἃ φέρεις, τρίπλοκόν σοι παρὰ τῆς Ἁγίας Τριάδος τὸ στεφάνωμα, ὁσιώτατε. ἐχέτω ἡ Θεσσαλονίκη τοῖς προλαβοῦσι καὶ τὰ σὰ καλλωπίζεσθαι αἰωνίως, ἐχέτω καὶ Θεόδωρος ἐπ᾽ ἀδελφῷ τοιούτῳ γάννυσθαι καὶ αὐχεῖν, μηδὲν οἴκοθεν φέρων αἰνέσιμον. τοῦτο ἡ εὐγένεια τοῦ πνεύματος, ζῆν καὶ μετὰ θάνατον, αὕτη ἡ ζητουμένη παρὰ θεῷ πρᾶξις, τοῦτο ὁ ἀρραβὼν τῆς ἀτελευτήτου βασιλείας· ἧς σὺν σοὶ ἀξιωθείην κἀγὼ ὁ τάλας, συνεπόμενος ὀρθοδόξως καὶ ὀρθοβίως.
Ὁ σὺν ἐμοί σε καὶ μάλα δουλοπρεπῶς ἀσπάζεται, ὡς κἀγὼ τὸν ἱερὸν Ἄνθον.
Λιτοΐῳ τέκνῳ Μετὰ τὸ ἀπαρτίσαι με τὴν ἀνατροπὴν ἐδεξάμην πάλιν τοὺς ἰάμβους καὶ ἐγένετό μοι εἰς κόπον, πλὴν καλῶς ἐποίησας, τέκνον, δήλους αὐτοὺς γνωρίσας. ἡ οὖν διὰ μέσου ἀκροστιχὶς οὐ διασῴζεται· οὐ γὰρ ἐπὶ πάντων τῶν στίχων ἐκ τῆς ἑβδόμης συλλαβῆς ἄρχεται, ἀλλὰ ἐξ ἄλλης καὶ ἄλλης, διατέμνει δὲ καὶ τὴν ὀπίσω συλλαβήν, καὶ τοῦτο οὐκ ἔστιν ἀκροστιχίς. πλὴν ἴδε πῶς ἐποίησα καὶ γνώσῃ τὸ σαφές. δέξαι τοίνυν τὰ τετράδια καὶ ἀνάγνωθι καὶ εὐθὺς μετάγραψον, ἀποδιδοὺς πάλιν ταῦτα. ἀσφαλῶς δὲ κάτεχε, μὴ ἐκφερομυθῶν αὐτὰ εἰς τοὺς ἀσεβεῖς· θανάτου γὰρ παραίτιον. ἐὰν δέ τις πιστὸς ἀναγνοὺς εὕροι τι ἐλλιπὲς ἢ ἀντίστοιχον, ἤγουν λέξιν ἤτοι νόημα, ἢ καὶ αὐτὸς διερχόμενος ἐπανορθώσει, μᾶλλον δὲ δηλοποιήσει μοι· οὐ γὰρ ὡς ἔτυχεν ἔγραψά τι, ἀλλὰ καὶ πολὺς λόγος ῥεῖ ἀληθείας, ὡς δοκῶ, ἐν αὐτοῖς.
Μνημόνευε ἡμῶν, τέκνον, ἀεὶ ἐν Κυρίῳ σῴζεσθαι, ὥσπερ καὶ ἡμεῖς περὶ σοῦ.
Θεοδούλῳ τέκνῳ Ἐφ᾽ ὅσον ᾠκονόμησεν ὁ θεὸς οὕτω γενέσθαι, οὐδὲν ἥμαρτες, τέκνον, ὑποχωρήσας ἐκ μέσου, εἰ καὶ ὅτι τελειότητος ἔργον οὐκ ἔστιν. πλὴν στέρξον μεθ᾽ οὗ εἶ ἀδελφοῦ, ὃν καὶ προσαγορεύω, διασῳζόμενοι ἀμφότεροι καὶ εἰς ἑαυτοὺς διὰ φόβου θεοῦ μεσιτεύοντος, καὶ μὴν καὶ ἀπὸ τῶν αἱρετικῶν θηρῶν ὧδέ τε κἀκεῖσε, ἐν ὄρεσιν, ἐν σπηλαίοις κρυπταζόμενοι καὶ τελειοῦντες τοῦ μακαρισμοῦ τὸν δρόμον, εὐχόμενοί τε καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ εἰς τὸ σῴζεσθαι.
Ὁ σὺν ἐμοὶ προσαγορεύει.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.