Ἔργον
Θεόδωρος ὁ Στουδίτης – Ἐπιστολαί
Δογματική τεκμηρίωση της απεικονίσεως του Χριστού
Εκτενής θεολογική αναίρεση των εικονομαχικών θέσεων μέσω αγιογραφικών και πατερικών μαρτυριών περί της περιγραπτότητος του Λόγου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Δογματική τεκμηρίωση της απεικονίσεως του Χριστού
Εκτενής θεολογική αναίρεση των εικονομαχικών θέσεων μέσω αγιογραφικών και πατερικών μαρτυριών περί της περιγραπτότητος του Λόγου.
Ναυκρατίῳ τέκνῳ Ὅτι ἀνέσφηλας, εἰ καὶ μὴ τελέως, ἧς ἐπάλαισας δυσφορωτάτης ἀσθενείας μαθὼν ηὐχαρίστησα τῷ Κυρίῳ, ἠγαπημένε. ἔστι δὲ ἡ νόσος γυμναστήριον ψυχῆς, συμφερόντως παρὰ τοῦ οἰκονομοῦντος τὰ καθ᾽ ἡμᾶς θεοῦ ἐπαγομένη, ἐφ᾽ ᾗ εὐδοκεῖν ἡμᾶς δεῖν· ὅταν γὰρ ἀσθενῶ, φησίν, τότε δυνατός εἰμι.
Οὕτως μὲν οὗτος ὁ λόγος. τί δὲ ἡ μανία τοῦ ἐλεεινοῦ Λεοντίου καθ᾽ ἡμῶν, οὕτως τοὺς ἀδελφοὺς ἐκθλίβοντος λίαν καὶ χωρὶς αἱματεκχυσίας αἰσθητῆς τὸ αἷμα αὐτῶν κενοῦντος τῇ τῶν σαρκῶν κατατήξει; ὅμως, ἵνα ὁ λόγος τοῦ Κυρίου πληρωθῇ, ὅτι καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ· μὴ γὰρ καὶ αὐτὸς οὐ πρὸς τοῦ οἰκείου μαθητοῦ προδίδοται εἰς θάνατον; ὅρα οὖν οἱ ἀθλοῦντες τίνι ὡμοίωνται, ὅτι Χριστῷ τῷ πρωτομάρτυρι, καὶ τίνι ὁ κολαστὴς ἐπέοικεν, ὅτι οὐ μόνον Ἰούδᾳ τῷ δυσγνώμονι, ἀλλὰ καὶ Πιλάτῳ καὶ Καϊάφᾳ τοῖς θεοκτόνοις. ἐκ προλαβόντων ἧκεν καὶ τὰ παρόντα ἀκόλουθα τῷ δεινῷ Λεοντίῳ, ὡς οἶσθα, ἐκ μοιχειανισμοῦ εἰς τὸ εἰκονομαχεῖν, μᾶλλον δὲ χριστομαχεῖν, καὶ τοσοῦτον εἰς ἀσέβειαν πρὸς τὸν κρατοῦντα, ὅσον καὶ κατὰ τοὔνομα ἐγγίζων τῆς κλήσεως· ὁ μὲν γὰρ Λέων τὸ κύριον, ὁ δὲ Λεόντιος τὸ παράγωγον, ὡς ἐκ πυρὸς φλόξ καὶ ἐκ σιδήρου κέντρον. ἀλλ᾽ ἐγγὺς Κύριος τοῖς ὑπομένουσιν αὐτόν, συντρίψων τὸ κέντρον, λεπτύνων δὲ καὶ τὸν σίδηρον. διὸ μὴ ἐκκακῶμεν τοῖς παθήμασιν, ἀδελφέ, εἰδότες ὅτι καὶ ἡ μακροπάθεια δοκιμῆς ἔργον καὶ στεφάνων πληθυσμὸς πᾶσι τοῖς ἀγαπῶσι τὸν θεὸν γίνεται, καθάπερ ἄνωθεν καὶ ἀπ᾽ ἀρχῆς τοῖς ἁγίοις.
ἐπικρατείτω λοιπὸν ὁ χρόνος, πληθυνέσθωσαν οἱ μάρτυρες, δοκιμαζέσθω ὁ ἀκίβδηλος χρυσός· οὐ γὰρ εἴη ἀξιόδεκτος τῷ χρυσεψητῇ θεῷ τις μὴ κεκαθαρμένος, ταῖς ἀρκούσαις διαπυρώσεσι τὸ δοκίμιον τῆς πίστεως ἀποδεικνύς.
Περὶ τοῦ Εὐπρεπιανοῦ ὅτι οὕτως, λυπηρόν μοι τῷ ἁμαρτωλῷ, πλὴν εὐκτέον τὰ περὶ αὐτοῦ. οὐχ οὕτως δὲ ἔχει, οἶδα κἀγώ, περὶ ὧν ἠρώτησας, ὅμως ὅτι κρυπτάγιοι οἱ τοιοῦτοι, εἰς τὸ ἀεὶ λευκοφοροῦντες ἔξω, κἂν ἔνδοθεν φαιοφόροι ὡς μονάζοντες ἢ μονάζουσαι. τοῦτο γὰρ τρόπος οἰκονομίας, ὁ παρὰ τὴν ὑπόκρισιν λεγόμενος, ἐπὶ μικρὸν καὶ χρόνον καὶ τόπον ὑπαλλάξαι καὶ σχῆμα καὶ ἕξιν καὶ ἀναστροφήν, οὐ τὸ εἰς ἀεί· καὶ τοῦ μὲν πρώτου πράκτωρ ὁ Ἅγιος Ἀβράμιος, τοῦ δευτέρου ὁ Ἅγιος Δαυίδ, τοῦ δὲ τρίτου ὁ Ἅγιος Πέτρος. δυοῖν οὖν προκειμένων κακῶν, πτώσεως καὶ χωλεύσεως, τὸ κουφότερον αἱρετέον, ἤγουν τὸ δεύτερον· συμφέρει γὰρ κρυπτομόναχον εἶναι καὶ ἀμέθεκτον τῆς ἀσεβείας ἐξ ἀδυναμίας προφασιζομένης ἢ ἔκπτωτον γενέσθαι παντάπασιν.
Περὶ οὗ εἴρηκας διὰ στόματος τοῦ γραμματηφόρου ὀγδόου κεφαλαίου ἐλλιπῶς ἔχειν διὰ τὸ ὑπὸ κανόνα κεῖσθαι τοῦ Ἁγίου Πέτρου ἠγνόουν. κρατείτω ὁ κανών· τίς γάρ εἰμι ἐγὼ ὁ τάλας ἵνα ἀντινομοθετῶ; πλὴν ὅτι συμβουλευτικῶς καὶ ἃ ἐν τοῖς ἄλλοις κεφαλαίοις καὶ ἐν οἷς ἄρτι ἐπεζήτησας καὶ ἐφ᾽ οἷς παρ᾽ ἄλλων ἐρωτηθεὶς ἀπεκρίθην, οὐ κανονικῶς, οὐ νομοθετικῶς ὅσον εἰς προῦπτον πρὸς τοὺς ἔξω, ἐπεὶ μὴ θεμιτὸν μηδὲ ἐξουσιαστικόν· ἱερεὺς γάρ εἰμι, εἰ καὶ ἀνάξιος, οὐκ ἱεράρχης· τοῦ τοιούτου γὰρ καὶ τῶν αὐτῷ ὁμοταγῶν καθολικῶς κανονίζειν καὶ νομοθετεῖν.
Πρὸς τοὺς ἀντιλέγοντας μὴ περιγραπτὸν εἶναι τὸν Χριστόν Ὁ μὴ περιγραπτὸν εἶναι σώματος χαρακτῆρι τὸν Χριστὸν λέγων εἱρμῷ τινι πάντως φυσικῷ καὶ ἀποδείξει λογικῇ κεχρημένος τὴν περὶ τούτου ἔνστασιν πεποίηται εἰς βεβαίωσιν ἀληθείας καὶ διασάφησιν τῶν ἀμυήτων. οὐκοῦν παρελθὼν διδασκέτω ὅπως ἔχει φύσεως ὁ λόγος καὶ τίς ἡ αἰτία τῆς ἀγραφίας· ὅτι τῷ καθ᾽ ἡμᾶς εἴδει οὐ μεμόρφωται; ὅτι ὀστέοις τὸ σῶμα οὐ διείληπται; ὅτι βλεφάροις καὶ ὀφρύσι τὰς ὀπτικὰς κόρας οὐκ ἐφήρμοσται; ὅτι ὠσὶ τοὺς ἑλικοειδεῖς πόρους οὐ τετόνωται; ὅτι ῥισὶ τῶν ὀσφραντῶν ἀντιλαμβάνειν οὐκ ηὐθείασται; ὅτι παρειαῖς ἡβώσαις οὐκ ἐξήρτυται; ὅτι στόματι καὶ γλώττῃ χείλεσί τε καὶ ὀδοῦσιν οὐ διείλεκται, βέβρωκέ τε καὶ πέπωκεν; ὅτι ὤμων καὶ ὠλένων καὶ χειρῶν περιθέσει οὐ διέπλασται; ὅτι στέρνα αὐτῷ καὶ νῶτα σὺν κνημῖσι καὶ ποσὶν οὐκ ἐμπέφυκεν; ὅτι παράτασιν χρονικὴν κατὰ προκοπὴν καὶ αὔξησιν ἡλικίας οὐκ εἴληφεν; ὅτι κίνησις αὐτῷ πορευτική, ἡ ἄνω, ἡ κάτω, ἡ ἐντός, ἡ ἐκτός, ἡ δεξιά, ἡ ἀριστερά, ἡ κυκλοφορικὴ οὐ συνεκπέφανται; ὅτι κόποις καὶ ἀχθηδόσι καὶ τοῖς ἄλλοις ἀδιαβλήτοις πάθεσιν οὐ συνουσίωται, θριξὶ τὴν κεφαλὴν κομῶν καὶ χιτῶσι τὸ ὅλον σῶμα σκεπόμενος;
εἰ δὲ ἐν τούτοις ὁμολογουμένως ὦπται, ᾧν ἡ ἄθροισις ἄνθρωπος ἀληθὴς καὶ οὗ ἡ κατὰ τὸν σωματικὸν χαρακτῆρα ἐξεικόνισις γραφὶς ἀψευδὴς καὶ ἧς ἄνευ οὐδὲ συστῆναι πᾶν σῶμα σύνθετον οἷόν τε, εἴπερ ἐν ἁφῇ καὶ χροιᾷ τὸ τοιοῦτον, τίς ἡ ἄγαν τυφλότης καὶ ἄθεος ἔρις, τὸν ἡμῖν ὁμοούσιον καὶ ὅμοιον κατὰ πάντα πεφηνότα ἄγραπτον Χριστὸν λέγειν; πῶς δὲ καὶ τοῦ γραπτοῦ οἰχομένου οὐ συνοιχήσεται ἅπαντα τὰ σύστοιχα ἰδιώματα; ἡ γὰρ ἰδιότης, φησὶν ὁ Θεολόγος, ἀκίνητος· ἢ πῶς μένοι ἰδιότης κινουμένη καὶ μεταπίπτουσα; εἰπάτω ὁ ἀντικείμενος.
Τιμοθέῳ τέκνῳ Ὑπομένων ὑπόμεινον τὸν Κύριον, τέκνον μου πεποθημένον Τιμόθεε· γέγραπται γάρ, εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν αὐτῷ. ἡλίκη ἡ ἐπαγγελία, βασιλέα σε δειχθῆναι ἐν οὐρανοῖς, συμπληροῦντα τὸ μαρτύριον τῆς ὁμολογίας αὐτοῦ. καὶ μὴ ξενόφωνόν σοι εἴη τὸ λεχθέν· βασιλείαν ἡμᾶς ἐποίησεν, ἱερεῖς τῷ θεῷ καὶ πατρὶ αὐτοῦ, φησὶν ὁ Θεολόγος καὶ ἀπόστολος. καὶ τί λέγω τοῦτο; καὶ θεὸν τὸν ἄνθρωπον ὁ θεὸς κεκέλευκεν γίγνεσθαι· ἐγὼ εἶπα θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες. ὥστε ὁ μὴ ἀποθνήσκων τῇ ἁμαρτίᾳ μηδὲ πίπτων τῇ ἀσεβείᾳ εἴληφεν τὸ ἀξίωμα.
Διὸ στῶμεν, ἀδελφέ, καὶ μήποτε ἀποθάνοιμεν, ἵνα θεοὶ καὶ βασιλεῖς χρηματίσωμεν. πρὸς ταῦτα φυλακαί, θλίψεις, στενοχωρίαι, λιμοί, πῦρ, ξίφος, μυρίοι θάνατοι, τῆς ἀγάπης τοῦ θεοῦ οὐδὲν τὸ χωρίζον· κεχρήσθωσαν οἱ ἀσεβοῦντες οἵοις βούλοιντο κολαστηρίοις. ἐμοὶ μὲν ἰσχὺς οὐδεμία, ἀλλὰ πᾶσα ἐξ ἁμαρτιῶν ἀπορία, ὁ δὲ τῆς ἀληθείας λόγος ὑπέδειξε τὸ ζητούμενον· οὗ σὺ χάριτι Χριστοῦ καὶ ἀπήρξω καὶ μάλα προθυμῇ, ὡς ἀκούω.
Ἀλλ᾽ εὔχου καὶ περὶ ἐμοῦ τοῦ οἰκτροῦ κατόπιν σου προθυμηθῆναι ἐλθεῖν. ὁ σὺν ἐμοὶ προσαγορεύει σε.
Βασιλείῳ μονάζοντι Τίς οὗτος ὁ ἀπὸ δύσεως ἡμῖν ἀνατείλας ἀστὴρ τῆς εὐσεβείας, οὗ ἡ αὐγὴ τοῦ λόγου περιφαὴς καὶ ἡ ἀκτὶς τοῦ βίου διαγλαής; αἱ ἀναβάσεις σου ἀναβάσεις ἡλιακαὶ καὶ αἱ ὁμολογίαι σου ὁμολογίαι μαρτυρικαί, εἰ καὶ μὴ παρεχωρήθη τῇ τοῦ ὁμολογουμένου οἰκονομίᾳ τῆς δαρτικῆς σε ἀθλήσεως τέως μετασχεῖν, τάχα ἵνα τῇ ὑποκρατήσει τοῦ δώρου πλείονα τὸν πόθον ἀναφθῆναι τῆς λήψεως εὐοδώσειεν ὁ ἀγαθὸς 〈θεὸς〉 ἐν τῇ τιμίᾳ σου ψυχῇ, οἷα τὰ τῶν μητέρων πρὸς τὰ ἔγγονα, ταῖς ἐφ᾽ ἑτέροις τῶν ὁμαιμόνων διαδόσεσιν ἐκκαίοντες τῶν ἐλλειφθέντων τὸ φιλόδωρον· ἢ πάλιν, ἵνα μὴ λείπῃ τὸ τῶν μαρτύρων αἷμα χεόμενον πρὸς τὸ ἑξῆς, ἀφ᾽ οὗ καὶ χρόνος λαμπρύνεται καὶ ἔδαφος ἁγιάζεται καὶ ὁ τῶν ὀρθοδόξων θίασος ἐστερέωται.
Χαίρω οὖν καὶ συγχαίρω σου τῇ συνεισφορᾷ τοῦ καταλόγου τῶν ὁμολογούντων καί, ὡς ἰδὼν κατ᾽ ὀφθαλμούς, περιφὺς ἀσπάζομαί σε τῷ πνεύματι καὶ ὡς ὁμογνώμονα κρίνω καὶ ὡς πατέρα εἴτουν ἀδελφόν, οὐχ ὡς αὐτὸς ἐκ πολλῆς ταπεινώσεως φῆς. ἔχω καὶ περιέπω καὶ δεξιὰς ὑπὸ μάρτυρι θεῷ ἀοράτως δίδωμι τῆς ἐπὶ τὸ αὐτὸ συμφρονήσεως καὶ συνομολογήσεως μέχρις αἵματος, οὐχ ὡς ἔτυχεν, ἀλλὰ τοῦ μὴ ἐξαρνήσασθαι ἡμᾶς τὸν ποιήσαντα ἡμᾶς Χριστὸν τὸν θεὸν ἡμῶν μήτε μὴν τὴν Θεοτόκον μήτε τινὰ τῶν ἁγίων· δῆλον γὰρ ὅτι τῇ τῆς εἰκόνος ἑκάστου ἀρνήσει ὁ εἰκονιζόμενος ἤρνηται ἀπαραλλάκτως, εἴπερ ταὐτὸν ἀμφότερα, ἀρχέτυπον καὶ εἰκών, τιμῇ τε καὶ τῷ κράτει. εἰ δὲ τοῦτο οὕτως, ὥς φασιν οἱ θεοφόροι, δῆλα δὴ καὶ τῇ ὁμολογίᾳ καὶ ἀρνήσει. ἐπεὶ οὐδὲ ἤρνηται ὁ ζωοποιὸς σταυρὸς ἐκπτυομένου τοῦ τύπου αὐτοῦ; ἀλλ᾽ ἤρνηται σαφῶς· οὐδὲ ἠθέτηται ἀντιρρητικῶς τῆς εἰκόνος αὐτοῦ; ἀλλ᾽ ἠθέτηται ἀσφαλῶς. τί φησιν ὁ Κύριος; ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ. καί γε εἰκὼν ἄνθρωπος θεοῦ καὶ ἔγγυος μᾶλλον ἡ τέχνη [τῇ] τοῦ σωματικοῦ χαρακτῆρος αὐτοῦ ἢ ἄνθρωπος, καθόσον πλείστη ἐμφέρεια ἐπὶ θατέρας τοῦ πρωτοτύπου Χριστοῦ ἢ μίμησις ἐπὶ τῆς ἑτέρας τῆς ἀνεμφεροῦς ἐν πᾶσι τοῖς οὖσι θεότητος, κἂν κατά τι ἐνδεχόμενον λέλεκται ὡμοιῶσθαι.
τοιγάρτοι αὐτὸς ὁ Κύριος εἴρηκεν κατὰ τὸ ἀκόλουθον τῆς διανοίας δυνάμει, ὁ ἀθετῶν τὴν εἰκόνα μου ἐμὲ ἀθετεῖ· καὶ ἀλλοίως οὐκ ἔστιν, εἰ καὶ μὴ δοκοίη τοῖς ἀρνησιχρίστοις.
Στήτω ὁ λόγος ἐνταῦθα, μὴ ὑπεραλλόμενος τοῦ τῆς ἐπιστολῆς μέτρου· καὶ προσευχέσθω ἡ ἁγιωσύνη σου περὶ τῆς οὐθενότητός μου, ἀφεμένη τῶν κατ᾽ ἐμοῦ ἐγκωμίων, οὐδὲν ἔχοντος ἀγαθὸν οὔτε μὴν πράξαντος. εἰ δὲ ὅτι ὁ φοιτητὴς ἡμῶν ἀδελφὸς Ὑπάτιος ἐπαινετέος σοι, χάρις τῷ ὅρπηκι, οὐ τῇ ῥίζῃ· πολλοὶ γὰρ καὶ εὐθύκομοι βλαστοὶ ἐκ κακορρίζων καὶ μάλιστα ἐπὶ τῶν προαιρετικῶν.
Μακαρίῳ ἡγουμένῳ Αὐταρκῶς διιππεύων ὁ τῆς σιωπῆς χρόνος· διὸ ἀναγκαῖον ἡγησάμην ἀφῆσαι φωνήν μου οἰκτρὰν μέν, ὅμως ἀγαπητικὴν πρὸς τὴν πατρικήν σου ὁσιότητα. τίς γὰρ καὶ ὁ συναπτικώτερός σου ἡμῖν εἰς τὰ πρὸς Κύριον, ἔκ τε τοῦ βίου καὶ τοῦ λόγου κατηγλαϊσμένου, προσθείην δ᾽ ἂν καὶ τῆς ταὐτοπαθείας ἔκπαλαι συνημμένου;
Τί δέ σοι, πατέρων ἄριστε, δοκεῖ τὰ παρόντα, ἀλλ᾽ οὐχὶ προεισόδια τῆς τοῦ Ἀντιχρίστου ἐλεύσεως; ἤρθη Χριστὸς ἐκ μέσου γραφόμενος σὺν μητρὶ καὶ θεράπουσιν, ὅπερ ἐστὶν ἰουδαϊσμοῦ ἤτοι ἑλληνισμοῦ. ἄρχουσιν οὐ ποιμένες ἀλλὰ λύκοι, ὅλους τοὺς ὑπὸ χεῖρα ὁμοίους ἔχοντες καί, εἴ που πρόβατον Χριστοῦ εὑρεθῇ, σπεύδουσι θηριάλωτον αὐτὸ ἀπεργάσασθαι. δυοῖν τῶν ποτέ μου μαθητῶν νῦν ἀθέως ποιμαίνοντες ἀγριώτερον τῶν ἄλλων μαίνονται, τοὺς συμμαθητὰς οὓς μὲν κατεσθίοντες τῇ ὑφαρπαγῇ τῆς αἱρέσεως, οὓς δὲ κολάζοντες ὡς οὐκ ἄλλος τῶν κολαζόντων. καὶ τί δεῖ καταλέγειν; τὰ πάντα συγκέχυται καὶ ἠφάνισται, τῇ τῶν προϋπαρξάντων κακῶν συμπλοκῇ συναπαρτηθέντα εἰς ὑπερβολὴν καθ᾽ ὑπερβολὴν τὰ νῦν ἀσεβούμενα.
Τίνος εἵνεκα ἐξεῖπον ταῦτα; τὸ μὲν ὡς ἂν ῥᾳστώνην τινὰ λάβοιμι διὰ τῆς ἀναφορᾶς τῶν τὴν ταπεινήν μου ψυχὴν λυπούντων, τὸ δὲ ὅπως προσεδρευτικώτερον ποιήσαιμι τῇ νύξει τοῦ λόγου τὴν ἁγιωσύνην σου ἐντυγχάνειν εἰς λύσιν τῶν κατεχόντων τῷ ἀγαθῷ ἡμῶν θεῷ· εὐιλατεῖται γὰρ δικαίου σου ὄντος, οἶδ᾽ ὅτι, ὁ φιλάνθρωπος.
Κωνσταντίνῳ ἡγουμένῳ Προστίθημι τῇ προτεραίᾳ ἐπιστολῇ καὶ τήνδε, προσαγορεύων τὴν πατρικήν σου ἁγιωσύνην, ἣν ἐγὼ ἔχω διὰ πάσης ἀγαπητικῆς διαθέσεως οὐ μόνον διὰ τὴν ἀρχῆθεν κραθεῖσαν ἡμῖν ἐν Χριστῷ σχέσιν, ἀλλὰ γὰρ καὶ διὰ τὴν ταὐτοπάθειαν τῶν ὑπὲρ Χριστοῦ μαρτυρίων. πρότερον οὗν ἐν ἄστει σε εἶναι ἔμαθον, διαγωνιζόμενον τὴν ὁμολογίαν κάλλιστά τε καὶ θερμότατα, εἶτα ἐξωρίσθαι ἐν τῇ Θρᾳκῴων χώρᾳ, ἄρτι πάλιν ἦρθαι καὶ μεθορισθῆναι ἐν τῇ Βυζαντίδι. διαυλεῖς, ὦ μάκαρ, τὸν τῆς εὐσεβείας δρόμον.
Ἀλλὰ χαῖρε, ὅτι σοι στέφανοι θεόπλοκοι καὶ ἔπαθλα ἄφθαρτα αἰωνίως ταμιευόμενα. φθέγξαι καὶ αὐτὸς ἡμῖν τοῖς ταπεινοῖς ῥήματα ζωῆς (τοιαῦτα γὰρ τὰ παρὰ σοῦ, εἰ καὶ βραχυλογούμενα), εἰ δὲ μή, ἀλλὰ γε τὸ ὑπερεύχεσθαι τῆς ἀθλιότητός μου μὴ διαλείποις εἰς τὸ σῴζεσθαι.
Μιχαὴλ Συννάδων Πάλαι ἔμαθον ὅτι σέ, τὸν στῦλον καὶ ἑδραίωμα τῆς ἀληθείας, μεθῆκαν τοῦ προτέρου περιορισμοῦ οἱ καταλύται τῆς εὐσεβείας, ἐν ἄστει κατέχοντες· καὶ ἐβουλόμην ἐπιστεῖλαι τῇ μακαριότητί σου, ἐπέσχον δὲ ἐμαυτὸν ἐκ τοῦ ἅπαξ καὶ δὶς φθέγξασθαι καὶ μὴ ἀξιωθῆναι ἀντακοῦσαι. ἀλλ᾽ ἐπεὶ ἔκρινα εἰς ἑαυτὸν μέγα εἶναί μοι τῷ σμικρῷ καὶ εὐτελεῖ τὸ καὶ μόνον προσηγορίαν ἀκοῦσαι παρ᾽ αὐτῆς, ἣν νῦν ἐδεξάμην ὑπὸ τοῦ συνάθλου σου πατρός μου ἁγίου τῶν Καθαρᾶ διὰ γράμματος, εὐθύμως ἀφορμηθεὶς ἦλθον ἐπὶ τὸ γράφειν, οὐδεμίαν ὄνησιν φέροντος τοῦ λόγου τῇ θεοτελεῖ σου ἀρετῇ, ἐπεὶ πενιχρὸς καὶ ἀσύφηλος, ἐμοὶ δὲ τῷ ἁμαρτωλῷ παρηγορίαν ἐμποιοῦντος, ὡς παιδί τινι πατρὶ ἀξιαγάστῳ διαλεγομένῳ, ἐναθλοῦντι γενναίως ὑπὲρ Χριστοῦ· συνίημι γὰρ τὸν τόπον, ἐν ᾧ κατέχῃ, κολαστήριον εἶναι, ἐκλελεγμένον οὐ τῇ θέσει τοῦ τόπου, ἀλλὰ τῇ κακώσει τοῦ κρατοῦντος. καὶ συνῆλθεν εἰς ταὐτὸν δόκιμος κολαστὴς πρὸς δοκιμώτερον ἀνταγωνιστήν, καὶ τὸ θέατρον κοινόν, τοῖς μὲν ἀσεβέσι κατ᾽ ἐλπίδα τεύξεσθαι τῶν ἐφετῶν, ἣν ὁ Κύριος ἀπορραπίζει, ἡμῖν δὲ ἐναγώνιον (πῶς γὰρ οὔ;), ὅμως καὶ ἑδράσιμον, ἐν τῇ εὐανδρίᾳ στομουμένοις πρὸς τὴν ἄθλησιν.
Αὕτη μου ἡ βραχεῖα προσφώνησις, ἣν συγκαταβατικῶς δεξάμενος ἀνταμείψεταί μοι τὰς ἱερὰς προσευχὰς εἰς ψυχῆς σωτήριον, ἁγιώτατε ὁμοῦ καὶ τριπόθητε.
Τιθόῃ τέκνῳ Καλῶς καὶ προσηκόντως, ἀδελφέ, τὸ γράμμα σου, οὔτε πολυλογίαν ἔχον οὔτε ἐλλεῖπον τοῦ δέοντος, ὥστε με ἡδέως ἀναγινώσκοντα εὐλογεῖν σε καὶ εὔχεσθαι διαρκῆ εἶναι καὶ λόγῳ καὶ ἔργῳ. ἴσχυε οὖν ἔτι καὶ ἀνδρίζου, ἑαυτὸν ἀεὶ παρασκευάζων εἰς τὸν ὑπὲρ Κυρίου θάνατον, τεχνούμενος ἐν ἀναγνώσει, ἐν τῇ καταλήψει τῶν τῆς ἀληθείας δογμάτων καί γε τῆς προκειμένης εὐσεβείας. χαῖρε καὶ μὴ λυποῦ, ἀλλ᾽ εὐχαρίστει τὸν ἠγαπηκότα σε Χριστὸν ἐν τοιούτῳ μέτρῳ φθάσαι τῆς ὁμολογίας αὐτοῦ, ἐφ᾽ ᾗ ζωὴ αἰώνιος καὶ χαρὰ ἀνεκλάλητος, κἂν μελοκοπώμεθα, οὐχ ὅτι ἐὰν ἐγκεκλείσμεθα καὶ μονούμεθα καὶ ῥιγῶμεν καὶ ὀλιγοψωμιζώμεθα· ὁ γὰρ μὴ οὕτως παρεσκευασμένος ξηραίνεται ὡσεὶ χόρτος ἤγουν ἐκπίπτει, ὡς ἐξέπεσαν οἱ ἐκπεπτωκότες.
Σὺ οὖν, ὦ τέκνον μου, στῆθι, κακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ, τὴν ὁμολογίαν σου ἐκπλήρωσον, ὀρέγων χεῖρα, καθὰ καὶ γέγραφα πρότερον, τοῖς εἰς τὰ Στουδίου ἀδελφοῖς, εἰ ἔτι σῴζονται ἐν Κυρίῳ, ἐπειδὴ ἐξαιρέτως ἀνήκουσί σοι ὡς σύναθλοι καὶ σύνοδοι. ὁ Κύριος χρυσώσοι σε τῇ καθαρότητι τῆς καρδίας. προσεύχου περὶ ἡμῶν τῶν ἁμαρτωλῶν, ἠγαπημένε.
Σιλουανῷ τέκνῳ Ἤινεσα τὸν θεόν μου, μαθών σου διὰ τοῦ γράμματος, τέκνον, τὴν ὑγιείαν, ἥσθην δὲ καὶ πάνυ ὅτι ἐξέδραμες τῶν ἐν ἄστει, συναφθεὶς τῷ ἀδελφῷ σου Λουκιανῷ· καὶ ζῆτε ἐν τοιούτῳ τόπῳ, οὗ ἀπέδρα κόμπος καὶ τάραχος καὶ ἡ τῆς αἱρέσεως φλόξ, ἐναυλίζεται δὲ ἡσυχία καὶ ἀταραξία, ἀφ᾽ ὧν ἐγγίνεται ἕξις ἀγαθὴ τῇ ψυχῇ, μάλιστα δὲ καὶ σοὶ ἔμμισθον ὁμοῦ καὶ φιλάδελφον ἐν τῇ λύπῃ τοῦδε καὶ ἐμοὶ εὐπαρήγορον, οὐκ ἀπαθῶς φέροντι. εὐλογημένος εἶ, ἀγαπητέ, καλῶς διανοηθείς. εὐοδωθείη ὑμῶν τὸ σύνταγμα ἐν Κυρίῳ, κατευθυνθείη ὑμῶν τὸ ἔργον ὁσίως, εὐκτικῶς ἐχόντων καὶ περὶ ἡμῶν τῶν ἁμαρτωλῶν ἵνα σῳζοίμεθα κατὰ πάντα.
Εὐοδίῳ καὶ Ἰωάννῃ τέκνοις Μικρᾷ συλλαβῇ τὴν ὑγείαν καὶ σεσωσμένην ὑμῶν δυάδα εἴδομεν ὡς κατ᾽ ὀφθαλμοὺς καὶ χαίρομεν ὅτι ζῆτε ἐν Κυρίῳ κἂν θλιπτικῶς (πῶς γὰρ οὔ;) τῷ διωγμῷ. ἀλλ᾽ ἡ ἐλπὶς κουφιζέτω τὰ λυποῦντα· οὐδεὶς χαίρων τὴν τοῦ κόσμου χαρὰν χαρήσεται εἰς οὐρανοὺς καὶ οὐδεὶς θλιβόμενος διὰ Κύριον ἔνθεν ἀποτεύξεται τῆς αἰωνίου ἀγαλλιάσεως. στερεοῦτε ἑαυτούς, παρακαλεῖτε, συμφράττεσθε, γνωσιματίζεσθε, ὡς ἂν ἔργῳ καὶ λόγῳ δοῦλοι θεοῦ χρηματίζοιτε, τῆς τοῦ θεολέκτου μακαρισμοῦ καταξιούμενοι.
Ἀεὶ γράφετε, ἵνα καὶ ἀεὶ δέχησθε ἐπιστολῇ ἐπιστολήν. προσεύχεσθε καὶ περὶ ἡμῶν τῶν ἁμαρτωλῶν εἰς τὸ σῴζεσθαι.
Συμεὼν τέκνῳ Ἐπειδὴ ἀνέγνων σου τὴν ἐπιστολὴν καὶ κατέμαθον ὅπου καθέζῃ καὶ ὅπως καὶ μεθ᾽ ὅσους καὶ οἵους ἀδελφούς σου, τέκνον ἠγαπημένον, πάνυ ἀνεπάην ὁ ταπεινὸς καὶ εὐλόγησα ἀμφοτέρους καὶ πρό γε τῶν ἄλλων σέ, τὸν καλῶς προηγούμενον καὶ ἐξ ἀγαθῆς καταστάσεως ὑφ᾽ ἑαυτὸν ἑλόντα καὶ τοὺς λοιπούς. τοιγαροῦν φυλαχθείητέ μοι ἐπὶ τὸ αὐτό, συζῶντες ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ καὶ τὸν τοῦ διωγμοῦ καιρὸν διανύοντες σωτηρίως καὶ μεμακαρισμένως· καὶ γὰρ μακαρίους ὑμᾶς εἴρηκεν ἐν εὐαγγελίοις ὁ Κύριος. ἡ εὐφημία μεγάλη, ἡ ἐλπὶς ἀνυπέρβλητος· καὶ γὰρ βασιλεία οὐρανῶν.
Στῆτε οὖν, παρακαλῶ, ἀδελφοί μου, στῆτε ἀκαταγώνιστοι ἔκ τε τῶν ὁρωμένων ἐχθρῶν καὶ ἀοράτων, παρασκευαζόμενοι μήπως καὶ συλληφθῆτε καὶ ἵνα ἀθλοφορήσοιτε δυνάμει θεοῦ, καθὰ καὶ πολλοὶ τῶν ἀδελφῶν ὑμῶν. τέως δέ, ἕως ἂν οἰκονομῇ Κύριος ἀσυλλήπτους μένειν, μένοιτε εὐζωοῦντες, τοῦτο μὲν ἀγαπητῶς ἔχοντες πρὸς ἀλλήλους καὶ ἀπαρρησιάστως, τοῦτο δὲ ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ, δῆλον ὅτι κεφαλῆς σοῦ, ἀδελφέ, προηγουμένου· πᾶν γὰρ τὸ ἀκέφαλον καὶ ἄναρχον ἄτακτον καὶ στασιῶδες, οὗ λυτρωθείημεν. προσεύχεσθε περὶ εἰρήνης τῆς τοῦ θεοῦ ἐκκλησίας, περὶ πάντων τῶν διεσπαρμένων ἀδελφῶν ὑμῶν, καὶ μάλιστα τῶν εἰς τὰ Στουδίου ὑπὸ τοῦ ἀθέου Λεοντίου πιεζομένων καὶ λίαν τετρυχωμένων καὶ μέντοι ἐνισταμένων κραταιότατα, ἔπειτα καὶ περὶ ἡμῶν τῶν ἁμαρτωλῶν, ἵνα σῳζοίμεθα ἐν Κυρίῳ. ὁ ἀδελφὸς ὑμῶν Νικόλαος πλεῖστα προσαγορεύει.
Κωνσταντίνῳ λαϊκῷ Εὐλογία Κυρίου ἐπὶ σὲ καὶ ἐπὶ πάντα τὸν οἶκόν σου ἀνθ᾽ ὧν ἀποστέλλεις τῇ ταπεινώσει ἡμῶν, ἄνθρωπε τοῦ θεοῦ, κρίνον ὀρθοδοξίας, φίλε διάπυρε. εἰ κτᾶσαι φίλον, ὥς φησιν ὁ λόγος, ἐν πειρασμῷ αὐτὸν κτῆσαι, ἐπειδήπερ ἐστὶ κοινωνὸς θλίψεως, πίστεως φύλαξ, οὗπερ οὐκ ἔστι σταθμὸς τῆς καλλονῆς. τοιοῦτος σύ, ἐξ ὧν ποιεῖς καὶ λέγεις πιστούμενος τὸν λόγον. ἀλλ᾽ ἄνες, παρακαλῶ, μὴ ὑποπιέζεις σεαυτόν. εἰ δὲ οὐκ ἀνέχῃ, μηδὲ σὲ ὁ ἀγαθὸς θεός, ἀοράτως εὐεργετῶν· ὃς καὶ διαφυλάξειέν σε ἔτι ἀσινῆ πανοικί.
Κασσίᾳ Οἷα ἡμῖν καὶ αὖθις ἐφθέγξατο ἡ κοσμιότης σου ὁμοῦ μὲν σοφά, ὁμοῦ δὲ καὶ συνετά, ὥστε με εἰκότως ἐστὶ ξενολογεῖσθαι καὶ εὐχαριστεῖν τῷ Κυρίῳ, ἐπὶ κόρῃ ἀρτιφυεῖ τηλικαύτην γνῶσιν ἐνορῶνταν, οὐ μὲν οὖν κατὰ τὰς πάλαι (πολλοῦ γὰρ ἀποδέομεν καὶ ἄπειρον καὶ ἄνδρες καὶ γυναῖκες τῆς ἐκείνων σοφίας καὶ παιδεύσεως οἱ νῦν), ὅμως δ᾽ οὖν ὅτι κατὰ τὸ παρὸν ὑπερῆρας ὅτι μάλιστα καὶ κόσμος σοι ὁ λόγος, πάσης ἐπικήρου εὐπρεπείας ὡραιότερος. ἀλλὰ τὸ ζητούμενον ὅτι σύνδρομος καὶ ὁ βίος τῷ λόγῳ καὶ οὐ σκάζοις περὶ θάτερον, εἴπερ οὕτω προείλου ἐν τῷ νυνὶ διωγμῷ πάσχειν ὑπὲρ Χριστοῦ, οὐχ ὅτι ἐμαστιγώθης πάλαι ἀρκουμένη, ἀλλὰ γὰρ καὶ αὖθις σφαδάζουσα οἱονεὶ καὶ φέρειν οὐκ ἰσχύουσα τὸν πυρπολούμενον ἔρωτα τῆς καλῆς ὁμολογίας. ἐν ᾗ φυλαχθείης διαζέουσα· ὄντως γὰρ οἶσθα τί καλὸν καὶ τί τερπνὸν ἀλλ᾽ ἢ τὸ πάσχειν ὑπὲρ ἀληθείας καὶ πλεονεκτεῖν ἐν τοῖς παθήμασι. χρυσὸς δὲ καὶ ἄργυρος, δόξα καὶ εὐπάθεια καὶ πᾶν ὁτιοῦν δοκοῦν εὖ ἔχειν τῶν ἐπιγείων οὐδὲν οὐδαμῶς, κἂν ἐξωνόμηνται τῶν καλῶν εἶναι, ἐπείπερ ἐν ῥοῇ καὶ ἀπορροῇ, ὀνειρόμοια καὶ σκιόεντα.
Τί τὸ ἑξῆς; ἡ φιλομόναχός σου αἵρεσις τοῦ βίου, ὡς φῆς, μετὰ τὴν παῦλαν τοῦ διωγμοῦ. ὅπερ οὐκ ἐξένισέν με, εἰ καὶ ξένον· διατί; ὅτι ἐκ τῶν προηγουμένων τὰ ἑπόμενά τις τεκμαίρεται καὶ διάλληλος ἡ δεῖξις. εἰ καπνός, πάντως πῦρ προελεύσεται· κἀνταῦθα, ἐπεὶ ὁμολογία Χριστοῦ, δῆλον ὅτι βίος τῆς μοναχικῆς τελειότητος ἀναλάμψειεν. ὡς μακαρία σὺ κατ᾽ ἀμφότερα. πλὴν ἐπιβολὴν ἐμῆς χειρὸς μὴ ἀποκαραδόκει, ἐπειδὴ ἁμαρτωλός, ἀλλ᾽ ἐκείνης, ἧς τῇ σεπτῇ ἐπιθέσει καθαγιασθήσῃ.
Τὴν ἐνεγκοῦσάν σε εἰς φῶς διαπλάσει τοῦ ἀληθινοῦ φωτὸς ὡς ἡμέρας μητέρα πλεῖστα προσαγορεύω· ἧς σὺν τοῖς ἀπὸ σοῦ εἰληφὼς τὰ δῶρα δῶρον ἀνεθέμην τῷ Κυρίῳ μου τὴν εὐχαριστίαν καὶ τὴν ὑπὲρ ἀμφοτέρων ἔντευξιν. πλὴν ὅτι πολὺ ὑμᾶς κατεβάρησα· ἀλλὰ κουφίσειεν ὑμᾶς νοουμένου φορτίου ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
Μακαρίῳ ἡγουμένῳ Πάνυ ἐφιέμενος μαθεῖν ποῦ ποτ᾽ ἂν μεθορισθεῖσά σου ἡ ὁσιότης τηρεῖται, ἐπειδὴ ἐδεξάμην αὐτῆς τὸ γράμμα καὶ κατέμαθον, χαρᾶς ἐνεπλήσθην ὁ ταπεινὸς καὶ πρὸ τῆς ἀναγνώσεως· ἐπειδὴ δὲ καὶ ἀνέγνων, πῶς οὐκ ἂν ἔμελλον γήθειν, ὅτι μου ὁ πεφιλημένος πατὴρ ζῇς ἐν Κυρίῳ, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνιζόμενος, τὸν θεοστιβῆ δρόμον διαυλίζων καὶ τὴν πίστιν ἀποστολικῶς τηρῶν; μακάριος εἶ φερωνύμως, ὦ Μακάριε, καὶ μακαριστέος σου ὁ ἄεθλος, καὶ πάλαι γνωριζόμενος καὶ ἄρτι ἀκουτιζόμενος, ὅτι τῆς ἀγάπης τοῦ θεοῦ οὐδὲν προέκρινας οὐδὲ ἐθέλχθης ὑποσχέσεσι τῶν τῇδε πρὸς τοῦ κρατοῦντος εἰσποιουμέναις, οὔτε μὴν ἐχαυνώθης ἀπειλαῖς ὑπανακρουομέναις, ἀλλ᾽ ἔμεινας ὁ αὐτός, στρατιώτης Χριστοῦ, ὁμολογητὴς ἱερός, μάρτυς ἐτίζωος, μὴ καταισχύνας τὸν πάλαι βίον, τοὐναντίον δὲ λαμπρύνας τοῖς φθάσασιν ὅτι μάλιστα.
Τὸ δὲ ἡμέτερον οὐχ ὡς ἐξ ἀγάπης καὶ ἄγαν ταπεινώσεως φῆς ἔχει, ὦ πατέρων κράτιστε, ἀλλ᾽ ὡς αὐτοὶ ἡμεῖς ἐν ἑαυτοῖς ἴσμεν· πῶς; ὅτι ἀνάξιοι καὶ τοῦ καλεῖσθαι ὑμῶν τοῦ ἀριθμοῦ διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν. πλὴν ὅτι στένομεν ἐπὶ τοῖς προκειμένοις, πῶς ἀπελάκτισαν οἱ ἠγαπημένοι, πῶς καὶ οἱ δοκοῦντες εἶναί τι ἐξ ἐναντίας ἔστησαν· οὕς, κἂν μὴ ἐξονοματίσοιμι, ἐπίσταταί σου ἡ ἁγιωσύνη. προσθείην δ᾽ ἄν, καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ, καὶ Ἀβεσσαλὼμ οὐχ εἷς, ἀλλὰ πολλοί· καὶ ἄνθρωποι πονηροὶ καὶ γόητες προκόπτοντες ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι· καὶ τὰ σπήλαια τοὺς διωκομένους ἔχουσι καὶ γελᾶται τὸ μέγα τῆς εὐσεβείας μυστήριον καὶ κωμῳδεῖται Χριστὸς ἐγγεγραμμένος σὺν μητρὶ καὶ θεράπουσι.
Ταῦτα πῶς οὐ λυπηρὰ καὶ δακρύων ἄξια; ἀλλ᾽ ὦ ἱερώτατε, δίδου χεῖρα πρεσβευτικὴν τῇ πεπτωκυίᾳ ἐκκλησίᾳ, ὅπως ἐξεγερθεῖσ᾽ ὡς ὁ ὑπνῶν Κύριος ἐπιτιμήσειεν τῷ νοητῷ λαίλαπι καὶ καταστορέσειεν εὐδίαν εἰρηνόδωρον. προσεύχου περὶ τοῦ παιδός σου καί γε περὶ τοῦ συνόντος μοι ἀδελφοῦ, ὃς καὶ προσαγορεύει, διασῴζεσθαι ἡμᾶς ἐν Κυρίῳ.
Εἰρήνῃ πατρικίᾳ Τί σοι κόπους παρέχω, ὦ φιλόθεε καὶ φιλομόναχε; αἱ ἀποστολαί σου ὑπὲρ τὴν ἀξίαν μου. ἤρκουν αἱ πάλαι καὶ πρόπαλαι πολλαὶ καὶ ἡλίκαι· τί καὶ αὗται; ἀλλ᾽ ἔοικας τῇ Σολομωντείῳ βδέλλῃ, τῇ περὶ τὸ εὖ ποιεῖν οὐ κορεννυμένῃ, καὶ οἱονεὶ ἐκπιέζουσα τὸ οἰκεῖον αἷμα εἰς τροφὴν ἄλλων. καίπερ οὐ τοῦτό σοι μόνον γνώριμον, ἀλλὰ πολλὰ τὰ συντρέχοντα, ζῆλος, πόθος, ἔρως εἰς θεόν· κἂν μικρὸν ὑποπεπτώκαμεν, πάλιν οὖν ἀνακλητέον καὶ τὴν ὁδὸν Κυρίου πορευτέον. πάρες τὸ λυπηρόν, ἀνάλαβε χαρὰν πνευματικήν, ἐπείπερ ἐγγὺς Κύριος τοῖς ὑπομένουσιν αὐτόν, ὅς, ἔτι λαλούντων ἡμῶν τὰ τῆς προσευχῆς ῥήματα, ἐρεῖ ‛ἰδοὺ πάρειμι‚.
Τῇ κυρίᾳ Εἰρήνῃ εἰρήνη θεοπάροχος, ἧς ἀπεδεξάμην καὶ τὴν εὐλογίαν, ἣν ἐλπίζω εἰς τὸν ὑψηλὸν βίον τῆς μοναδικῆς πολιτείας ἀναδραμήσεσθαι, ὁπότε μεταστρέψειεν Κύριος τὴν καταιγίδα εἰς αὖραν.
Παύλῳ τέκνῳ Ἀνέγνων σου τὴν ἐπιστολήν, τέκνον, καὶ εὑρὼν ὅτι ὑγιαίνεις καὶ σώματι καὶ πνεύματι ηὐχαρίστησα τῷ Κυρίῳ· καὶ καλῶς ἐποίησας ὅτι ἔγραψας, μάλιστα σημάνας ὅτι σου καὶ ὁ νοῦς ἡδραίωται ἐν τῇ πίστει. ἀλλ᾽ εἴη καὶ ἐν τῇ πράξει· διὸ πρόσεχε σεαυτῷ, φεύγων γυναικείας ὄψεις, φεύγων πᾶσαν παρρησίαν ὡς ὄλεθρον ψυχῆς· ἀπέχου καὶ τῶν πονηρῶν λογισμῶν ὡς ἐμπυρισμὸν καρδίας καὶ ἀπώλειαν· φοβοῦ τὸν θεὸν καὶ ἐν τρόμῳ δούλευε αὐτῷ, τελῶν τὰς καθηκούσας ψαλμῳδίας καὶ ἀγρυπνίας· μὴ ἔσο ἀργὸς ἀλλὰ καματηρός, μὴ γελοιαστὴς ἀλλὰ θρηνητής, μὴ ἀργολόγος ἀλλὰ χρησιμορρήμων.
Ταῦτα οὐ σοὶ μόνῳ, ἀλλὰ καὶ τῷ Ἀντιπάτρῳ καὶ τῷ ἑτέρῳ ἀδελφῷ λέγω· οὓς καὶ προσαγορεύω καὶ εὔχομαι ὡς ἁμαρτωλὸς σῴζεσθαι ἀμφοτέρους.
Λιτοΐῳ τέκνῳ Χαίρω ἀκούων σου τῆς φωνῆς, τέκνον, ὡς αἱ μητέρες τῶν νεοττῶν, καὶ μάλιστα ὅτι ἐγγιώτερον μᾶλλον ἡ παροικία σου, ἤγουν ἡ φυγαδεία, τῇ φυλακῇ ἡμῶν κατέστη, ἀφ᾽ οὗ γέγονεν οἰκονομία μεταγράψαι σε τὰς προλαβούσας ἐπιστολάς. ἀλλὰ δέξαι καὶ ἑτέρας. οἶδα δὲ ὅτι πολὺ κεκοπίακας, ἀλλὰ καὶ ἔτι, ἀγαπητέ, κοπίασον, εἰδὼς ὅτι μισθός σοι οὐχ ὁ τυχών, ἡμισεύοντί μοι τῷ ἁμαρτωλῷ εἰς κέρδος ψυχῆς. εὖ δὲ ποιήσειεν Κύριος τῷ ξενοδοχοῦντί σε, ὅτι ἐμνήσθη φιλίας καὶ ἔχεται εὐσεβείας· ὃν διὰ σοῦ πλεῖστα προσαγορεύω, ἀπολογουμένου ὡς ὅτι ἐμοὶ τὴν ἐλεημοσύνην ποιεῖται.
Τὰ κεφάλαια ὅτι ἐκστηθίζεις, καλῶς· μᾶλλον γὰρ εἴσῃ τὴν δύναμιν τῶν λεγομένων. πλὴν ὅτι παρὰ τοὺς ἄλλους κεχορήγηταί σοι ὑπὸ Κυρίου τὸ νοεῖν· ἀντίδος αὐτῷ εὐχαριστίαν ἔμπρακτον, τέκνον, καὶ προσεύχου περὶ ἡμῶν. ὁ ἀδελφὸς προσαγορεύει σε. σωθείης ἀεί.
Κανονικαῖς Ἐπειδὴ ὑμεῖς οὐκ ἐνδιδεῖν φιλεῖτε εἰς τὸ εὖ ποιεῖν, οὐδὲ ἡμεῖς οἱ ταπεινοὶ εἰς τὸ ἐπιστέλλειν. ἀλλὰ μικροπρεπὴς ἡ ἀντάμειψις, ἔργῳ λόγοι, πείθομαι δὲ καὶ ἔργα, καὶ πολὺ τῶν τῇδε ἔργων τιμαλφέστερα. πηνίκα καὶ πρὸς τίνος; παρὰ θεοῦ καὶ ἐν τῷ μέλλοντι αἰῶνι· οὐδὲν γὰρ θεῷ ἀλόγιστον. καὶ μάλιστα τῆς ὑμετέρας μεγαλοψυχίας ἡ προσφορά, ἣν δεξάμενοι καὶ νῦν τὰ εἰκότα ὑμῖν ὑπερηυξάμεθα, ἀρκούμενοι καὶ μὴ ἐπιζητοῦντές τι ἕτερον· ἀρκετὸς γὰρ ὁ κόπος.
Ὑμεῖς δέ, μητέρες καὶ ἀδελφαὶ ἐν Κυρίῳ, τὸν καλὸν ἀγῶνα τῆς μοναδικῆς πολιτείας ἀγωνιζόμεναι, χαίρετε, εὐσθενεῖτε ἐπειγόμεναι πρὸς τὰ κρείττονα, ἐπειδὴ οὐ στάσις τῷ πορευομένῳ τὴν εἰς ἀρετὴν φέρουσαν ὁδόν· ἄφθαστος γὰρ καὶ καταλαμβανομένη. μακάριαι οὖν ἐστε, προελόμεναι τὸν ἐν παρθενίᾳ βίον, τὸν ὄντως ἀγγελικὸν καὶ οὐράνιον, ὃς κοπῶδες μὲν καὶ βίαιον οὐ τὸ τυχόν, ἀλλὰ καὶ μάλα ἱδρωτικὸν ἔχει, ἀνταπόδομα δὲ βασιλείαν οὐρανῶν. οὐ μὴν ἀθυμητέον καὶ ὑποχαυνωτέον ἐν τοῖς πόνοις· εἰ γὰρ ὁ τῶν ἐπικήρων ἐφιέμενος τυχεῖν οὐχ ὑποκλάζει οὐδὲ ἐνδίδωσιν, ἕως ἂν κατάσχοι τὸ ζητούμενον, καίπερ ὂν οὐκ ἀναφαίρετον ἀλλὰ μεταπῖπτον καὶ ἀπολλύμενον, τυχὸν δὲ καὶ ἐφόδιον αἰωνίου κολάσεως, πόσῳ μᾶλλον ἡμῖν οὐκ ἀποκνητέον, ἀλλ᾽ ἐμπυριστέον εἰς τὸ δουλεύειν θεῷ ζῶντι καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν ἀνθρωποπρεπεῖ θέᾳ, ὃν ἀρνοῦνται ἐγγεγραμμένον οἱ νῦν αἱρετίζοντες; φεύγοιτε, κυρίαι, τὸν ὄλεθρον, οὕτως ἐλεύσεται, ὃν τρόπον ὤφθη ἀναλαμβανόμενος. πῶς δὲ ὦπται; ὡς ἄνθρωπος εἰκονιζόμενος κρῖναι τὰ σύμπαντα σὺν τοῖς ἠρνημένοις αὐτὸν γραφόμενον. τὸν βίον, παρακαλῶ, σύνδρομον τῇ πίστει ἀκριβεύεσθε· αἱ ὑπὸ ζυγόν, φησίν, δότε τι καὶ θεῷ, αἱ παρθένοι τὸ πᾶν θεῷ. μὴ γίνοισθε ὥς τινες τῇ ἀκαλλεῖ συνηθείᾳ ἐμφυρόμεναι, ὑλάζουσαι τὰ περιττά· ἐφήμερος ἡ ζωή, διὰ χειρῶν ὁ βίος.
τῶν σχέσεων ἀπορράγητε, τῷ Χριστῷ συνδουλούμεναι, ἐπείπερ διχοδεσμεῖσθαι οὐχ οἷόν τε· τὴν σάρκα ὑπωπιάζοιτε, δουλαγωγοῦσαι τῷ πνεύματι, τὴν καρδίαν καθαίρετε, ἵνα κατ᾽ ἀμφότερα παρθενεύητε· τοῦτο γὰρ τὸ ὑπερφυὲς καὶ ζητούμενον.
Ἀγαπῶν ἐν Κυρίῳ ὡς ἂν ἐπὶ μητρός μου ἢ ἀδελφῆς ὑπέμνησα, αὐταὶ δὲ προσεύχεσθε ἵνα ὧν ἄλλοις καθίσταμαι διδάσκαλος, τούτων πληρωτὴς γένοιμι. σωθείητε.
Ναυκρατίῳ τέκνῳ Τί τούτου χαριέστερον, τοῦ ἀκοῦσαί με τὸν ἁμαρτωλὸν ὅτιπερ σύ, ὁ ἀγαπητός μου υἱός, μεθ᾽ ἑτέρων ἑπτὰ ἀδελφῶν σου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς, ἐμαστίχθητε ὑπὲρ Χριστοῦ, τοῦ ἀγαθοῦ ἡμῶν θεοῦ; δόξα τῷ καλέσαντι ὑμᾶς εἰς τὴν ὁμολογίαν τῆς ἀληθείας αὐτοῦ· δόξα τῷ σταθερώσαντι τὰς τιμίας ὑμῶν ψυχὰς τῶν ἄλλων προκινδυνεῦσαι εἰς τὸ μὴ πτῆξαι μηδὲ ὑποχωρῆσαι ἀπὸ προσώπου τοῦ ἀλάστορος, ἀλλὰ τὴν καλὴν ὑμῶν ὁμολογίαν ὁμολογῆσαι καὶ διὰ ταύτην σὺν Χριστῷ δοῦναι τὸν νῶτον εἰς μάστιγας. προσετέθητε χορὸς ἄλλος ὁμολογίας τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, ηὐξήσατε τὸ κλέος τῆς ἐν Χριστῷ ἀδελφότητος. μακάριοι ὄντως, ποθητοί μου, καὶ τρισμακάριοι, μακάριαι καὶ αἱ κοιλίαι, αἳ εἰς φῶς ὑμᾶς ἤγαγον· εἰ δέ τι καὶ περὶ ἐμοῦ, μακάριος κἀγὼ ὁ ἀμακάριστος καὶ ἄθλιος, ὅτι τηλικούτων ἀκούω πατὴρ τέκνων, θεοῦ υἱῶν καὶ κληρονόμων Χριστοῦ. τίς ἡ χαρὰ αὕτη; ἀλλ᾽ οὐχὶ πάσης χαρᾶς θυμηρεστέρα; τίς ἡ δόξα αὕτη; ἀλλ᾽ οὐχὶ τῶν τὰ διαδήματα φορούντων θαυμασιωτέρα, στίγματα φέρειν τοῦ Χριστοῦ, τὰ ζωοποιὰ αὐτοῦ πάθη ὡς στέφη;
Οὕτως μὲν οὖν τὰ καθ᾽ ὑμᾶς, ἃ καὶ οὐρανὸς ᾔνεσεν καὶ γῆ ἠκουτίσθη. τὰ δὲ ἡμέτερα μηδαμινὰ καὶ ἁμαρτωλά, πλὴν ὡς ἀπήγγειλεν ὁ ἀδελφὸς Ἀδριανός· πάντως γὰρ ἀποσέσωσται. εἰ δέ τι δέοι προσθεῖναι, ταῦτα καὶ δηλώσομεν. μετὰ τὸν δαρμὸν ἔκλεισαν ἡμᾶς τοὺς δύο εἰς ἀνώγαιον, ἀναφράξαντες τὴν θύραν καὶ ἄραντες τὴν κλίμακα. κυκλόθεν φύλακες, μή πού τις θίγῃ μηδὲ ἅψηται τοῦ δωματίου· ἀλλὰ καὶ πάντα τὸν εἰσερχόμενον εἰς τὸ κάστρον προϋπαντῶντες οἱ φύλακες οὐκ ἐῶσί που τραπῆναι πάρεξ τοῦ ἰδίου οἴκου, ἕως ἂν αὖθις ἐξέλθοι. παραγγελία κραταιὰ μὴ ἐπιδοθῆναι ἡμῖν τι πάρεξ ὕδατος μόνου καὶ ξύλου· οὕτως ἁπλῶς θέμενοι ὡς ἐν τάφῳ καὶ πρὸς τὸ κτεῖναι ἡμᾶς. ὁ δὲ θεὸς ἐλέει φιλανθρωπίας αὐτοῦ δι᾽ ὧν προεισηνέγκαμεν χρειῶν καὶ ἔτι δι᾽ οὗ ἐπιδίδοται ἡμῖν τὸ προσταχθὲν δι᾽ ὀπῆς τῆς θυρός, ἐπὶ κλίμακος ἀνιόντος κατὰ τὴν ὥραν ἑστώσης, διατρέφει. οὐ τολμῶμεν φῆσαι ἐκεῖνο, ὅ φησιν ὁ Δανιὴλ δεξάμενος παρὰ τοῦ Ἀμβακοὺμ τὸ ἄριστον, ἐμνήσθη γάρ μου ὁ θεός, πλὴν ὅτι ἐμνήσθη καὶ ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἐλεεῖ καὶ περιέπει καὶ σκέπει. ἕως ἂν οὖν πάρεστιν ἡμᾶς τρέφεσθαι ἐκ τῶν ἔνδον ἢ ὅπως ποτέ, ἑνὸς τῶν πορταρίων οἴκοθεν λάθρα ἐπιδιδοῦντος τοῦ καὶ ἑβδομαρησίου, τρέφει ἡμᾶς καὶ δοξάζομεν τὸν θεόν.
ἐπιλιπόντων δὲ τῶν χρειῶν οἰκονομίᾳ θεοῦ συγκαταλείψομεν καὶ ἡμεῖς τὴν ζωήν· καὶ ἐν τούτῳ χαίρομεν, καὶ τοῦτο τῆς μεγαλοδωρεᾶς τοῦ θεοῦ. καὶ τίς εἰμι ἐγὼ ὁ τάλας, τοιούτῳ τρόπῳ καταληφθεὶς ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ καὶ πρὸς τὸ ἑξῆς, ὡς κελεύει, δόξης περισσοτέρας τὸν ἀγέραστον καταξιῶσαι σὺν τῷ ἀδελφῷ;
Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, συναγωνίσασθέ μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἡμῶν πρὸς τὸν θεὸν ἵνα ῥυσθῶ ἐν παντὶ τρόπῳ διὰ παντὸς ἐκ τοῦ πονηροῦ καὶ ἵνα ὁ ἐναρξάμενος ἐν ἡμῖν ἔργον ὁμολογίας αὐτοῦ διὰ σπλάγχνα οἰκτιρμῶν οὐκ ἐξ ἔργων μού τινων (οὐ γὰρ ἐποίησά τι ἀγαθὸν ἐπὶ τῆς γῆς ἀλλὰ τοὐναντίον) αὐτὸς καὶ ἐπιτελέσειεν ἐν ἀμφοτέροις. τοῦτο καὶ ἡμεῖς οἱ ταπεινοὶ πρὸς ὑμᾶς τοὺς τὰ αὐτὰ πάσχοντας αἰτεῖσθαι οὐ διαλιμπάνομεν μετὰ δακρύων. οὐ μόνον τοὺς ὀκτώ, τὴν ἐκλογὴν τοῦ Κυρίου, ἀλλὰ καὶ τὸν ἀββᾶν Πέτρον καὶ τὸν καλὸν Λιτόιον καὶ εἴ τινα ἄλλον ἀσπαζόμεθα ἐν Κυρίῳ.
Ἐπιφανίῳ τέκνῳ Ἰδού, τέκνον μου ἠγαπημένον, καθὼς προεθυμήθης ἀπᾶραι ἐν τῇ Δύσει, εἰπόντος μου ἆραι γράμματα ταῦτα. ἀπέστειλα δύο ἐπιστολάς, τοῦ τε ἀποστολικοῦ καὶ τοῦ κυροῦ Μεθοδίου· οἱ γὰρ περὶ τὸν ἀδελφὸν Διονύσιον εὐδοκίᾳ θεοῦ καὶ ἀπεσώθησαν ἕως τῶν ἐκεῖ καὶ χρηστὰς ἐλπίδας ἤνεγκαν· πρὸς οὓς καὶ πάλιν ἐπιστεῖλαι εὖ ἐνόμισα. ἐπέστειλα δὲ οὐχ ὡς ἀπ᾽ ἐμοῦ μόνον, ἀλλ᾽ ὡς τὸ πρότερον, ἐξ ἀμφοτέρων τῶν ἡγουμένων, οὓς δηλοῖ ἡ ἐπιστολή, πάρεξ τοῦ τῆς Εὐκαιρίας· οὗτος γάρ, ὡς ἔμαθον, κατὰ τὰς ἁμαρτίας μου κατέπεσεν. γνώσει οὖν καὶ κοινῇ γνώμῃ διὰ μηνύματος λαθραίου καὶ ἀναγνώσεως τῆς ἐπιστολῆς ὡς τότε ἐπεστείλαμεν, ὡς καὶ ἐδήλου τὸ ἀπιὸν γράμμα. νῦν δέ, κἂν οὐ δεδύνημαι τοῦτο ποιῆσαι διὰ τὴν ἀσφάλειαν, ἀλλ᾽ ὡς ἤδη ὁμογνωμονούντων ἀμφοτέρων καὶ αὕτη ἡ ἐπιστολή· ἴσως δὲ καὶ μετὰ ταῦτα ἐνδέχεται κἀκείνους ἐπιγνῶναι.
Ἄπιθι οὖν, ὦ καλὲ Ἐπιφάνιε· ἐπίφανον τῇ Δύσει ἄγγελος πιστός, φρόνιμος, ἀρχαιογνώριστος, ἀποδιδοὺς τὴν ἐπιστολὴν καὶ κατὰ τὰ θεοκινήτως τυπωθέντα ἐν τῷ ἁγίῳ ἀποστολικῷ ὑποθετικῷ τρόπῳ καὶ λόγῳ τοῦ ἱεροῦ Μεθοδίου καὶ τοῦ τῆς Μονοβασίας ἁγίου ἐπισκόπου καὶ αὐτὸς συνεπιπρεσβεύων καὶ ἐκλιπαρῶν εἰς πέρας ἐνεχθῆναι ταῦτα θεοῦ εὐδοκίᾳ, τοῦ ἔχοντός σε καὶ ἀποσῶσαι καὶ παραστῆσαι τῇ ἱερᾷ καὶ μακαρίᾳ κορυφῇ. μὴ δείσῃς· πολύς σοι ὁ μισθὸς καὶ μέγας ὁ ἀγών· Χριστὸς μετὰ σοῦ. προσειπὲ πάντας τοὺς ἁγίους καὶ μάλιστα τοὺς γνωριμωτέρους, ἐξαιρέτως τὸν ἅγιόν μου πατέρα τὸν ἀρχιμανδρίτην, ἀλλὰ καὶ τὸν δεσπότην μου τὸν χαρτοφύλακα, οὗ ἡ ἀγάπη ἔγκειται ἐν τῇ ταπεινῇ μου καρδίᾳ.
Τῷ αὐτῷ Καὶ αὖθις ἤκουσα τῆς φωνῆς σου, τέκνον ἠγαπημένον, καὶ ἔδοξα κατ᾽ ὀφθαλμούς σε ὁρᾶν καὶ περιπτύσσεσθαι. ἀλγεῖς ὅτι ἀφέθης ἄδεσμος εἶναι; χάρις τῷ οὕτως οἰκονομήσαντι Κυρίῳ, σὺ δὲ τῇ προθέσει δέσμιος καὶ τῇ ὁμολογίᾳ μακάριος. πλὴν οὐκ οἶδας τί τέξεται ἡ αὔριον. ἔσο τοίνυν παρεσκευασμένος καὶ ὅπῃ τῷ θεῷ φίλον ἀγέσθω τὰ κατὰ σέ· παντὶ φυλακῆς χρεία, ἑκασταχοῦ ὁ διώκτης ἐχθρός. ἔχου, τέκνον μου, τῆς σωτηρίας σου ὅπουπερ ἂν εἴης, προσευχόμενος περὶ τοῦ ἁμαρτωλοῦ σου πατρὸς εἰς τὸ ἀπᾶραί σε πρὸς τὰ δυτικά, ἡνίκα ὑπέστρεψαν οἱ ἀδελφοί, δι᾽ εὐχῆς μοι μάλα πληροῦντα τὰ θεοφιλῆ καὶ ἀναγκαῖα, αἴροντα δηλονότι καὶ τὰ γράμματα.
Ἃ δὲ ἐκεῖσε πέπρακται ὑπὸ τοῦ πρὶν προεδρεύσαντος μαθὼν ἐξέστην καὶ εἰς ἐλεεινολογίαν κατέληξα· πῶς δὲ οὐκ ἐσήμανας περὶ τοῦ Φιλαγρίου, οὗ ἡ μέριμνα πιέζει μου τὴν ταπεινὴν ψυχήν;
Τῷ αὐτῷ Ἐκ παραδόξου μοι τὸ γράμμα σου, ὦ φίλτατον τέκνον· ὃν γὰρ προσεδόκουν ῥωμαΐζειν, ἐκ Βυζαντίου μοι φθέγγεται, καὶ ὃν ἐλογιζόμην ἀφέμενον εἶναι, δέσμιος ἥκει. τί τοῦτο; δῆλον ὅτι προνοίας θεοῦ τὸ ἔργον, ἵνα καὶ σὺ μετασχοίης σὺν τοῖς ἱεροῖς ἀδελφοῖς σου τῶν ὑπὲρ Χριστοῦ παθημάτων, οὐ μόνον ὡς τῶν προεχόντων ὤν, ἀλλὰ καὶ τῶν πολλῶν ἐν γνώσει διαφέρων καὶ τὸ πρωτεῖον τῶν γραφέων ἔχων, προσθείην δ᾽ ἂν καὶ ὡς στόμα τῆς ταπεινώσεώς μου ὑπάρχων. σὺ μὲν οὖν ἐφθέγξω ἃ ἐφθέγξω ἐν τοῖς γράμμασιν ἐκθειάζων τὰ ἐμὰ (σὰ δὲ εἰπεῖν ἄληθες, ἐπειδὴ υἱῷ τὰ πατρὸς ἀνήκει) καὶ τοῦ μέτρου διὰ τὸν πόθον ἐξιστάμενος, ἐγὼ δέ σε παρακαλῶ στῆναι γενναίως ἐν τοῖς ὑπὲρ Χριστοῦ ἀγωνίσμασι, πάντα φέρων τὰ μέχρις αἵματος, ἐπειδὴ οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς, ὡς γέγραπται, ἄλλως τε ὅτι καὶ προῄρου κατ᾽ ἀρχὰς ὑποβληθῆναι τοῖς ὁμολογηταῖς καὶ σαυτὸν ἐπέρριψας μικροῦ δεῖν τῷ κινδύνῳ. νόμιμον οὖν τὸ μαρτύριόν σοι ᾠκονομήθη, ἀδελφέ, ἄρτι ἀχθέντι κατὰ λόγον. μὴ οὖν ἀναδύωμεν, ἀντιβολῶ, μηδὲ ἐλεήσωμεν σάρκας, ἀλλὰ προησώμεθα ταύτας εἰς ὅ τι ἂν καὶ παρασκευάσοι Χριστός, ἵνα καὶ ψυχὴν καὶ σῶμα εἰς ἀθάνατα ἀγαθὰ ἐμβάλωμεν.
Προσεύχου καὶ αὐτὸς τὰ ἴσα περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. ὁ σὺν ἐμοὶ ἀδελφὸς προσαγορεύει.
Ναυκρατίῳ τέκνῳ Χαίρω ἐπὶ σοί, ἀδελφέ μου Ναυκράτιε, ὅτι τῆς χαρᾶς υἱὸς χρηματίζεις, ὅπερ ἐστὶ τὸ διὰ Χριστὸν πάσχειν. καὶ τί γὰρ τούτου χαριέστερον, τί δὲ εὐκλεέστερον; ἐμαστίχθης οὖν χριστομιμήτως, ἤρθης ἐκ φυλακῆς εἰς φυλακήν, παραδοθεὶς εἰς χεῖρας Ἰωάννου τοῦ ἀσεβοῦς, ἐφ᾽ ᾧ ὁ ταπεινὸς καὶ ἠγωνίασα· ἀλλ᾽ ὅτι προσβαλόντος αὐτοῦ οὐ περιετράπης, τοὐναντίον δὲ καὶ ἀπεπέμψω διελεγκτικῶς τὸν ματαιόφρονα, πάνυ ὁ τάλας ᾖσα καὶ εὐθύμησα. εἴη δέ σοι καὶ πρὸς τὸ ἑξῆς πρὸς πᾶν ὁτιοῦν τῶν συμβησομένων παρὰ Κυρίου βοήθεια. ἐπειδὴ δὲ ἔφης προτεῖναι αὐτὸν ἐν τῇ διαλέξει φωνὰς ἐπ᾽ ἀνατροπῇ τῶν ἁγίων εἰκόνων, ἤγουν Ἀστερίου, Ἐπιφανίου καὶ Θεοδότου, ἀναγκαῖον ᾠήθην πρὸς καταρτισμὸν ἀμφοτέρων παραθέσθαι ἐνταῦθα, εἰ καὶ ὑπερτείνει τὸ ἐπιστολιμαῖον ὕφος, αὐτὰς ἐκείνων τὰς φωνὰς καὶ τὴν σὺν θεῷ παρ᾽ ἡμῶν τῶν ἀμαθῶν ἀνατροπὴν αὐτῶν.
Ἡ οὖν τοῦ Ἀστερίου ἐπὶ λέξεως τάδε· ‛μὴ γράφε τὸν Χριστόν· ἀρκεῖ γὰρ αὐτῷ ἡ μία τῆς ἐνσωματώσεως ταπεινοφροσύνη, ἣν αὐθαιρέτως δι᾽ ἡμᾶς κατεδέξατο. ἐπὶ δὲ τῆς ψυχῆς σου βαστάζων νοητῶς τὸν ἀσώματον λόγον περίφερε‚. ἐρωτάσθω τοιγαροῦν ὁ λογογράφος, ἀνθ᾽ ὅτου ἀπαγορεύσας Χριστὸν γράφεσθαι ἀρκεῖν αὐτῷ λέγει τὴν μίαν τῆς ἐνσωματώσεως ταπεινοφροσύνην, ὡς καὶ τὴν ἅπαξ αἱρεθεῖσαν ἄδοξον ὑποφεύγοντι τὴν δευτερεύουσαν τῆς ταπεινοφροσύνης φανέρωσιν. καὶ πῶς αὐθαίρετος, εἰ ἄδοξος; τὸ γὰρ αὐθαίρετον ἔνδοξον, οὐκ ἔχον τοῦ ἀκουσίου τὸ ἄδοξον. εἰ δὲ τοῦτο οὔ, ἀλλ᾽ ὅτι δευτέρωσις, πῶς δευτέρωσις ἡ τὸ αὐτὸ καὶ πρῶτον καθ᾽ ὁμοίωσιν δεικνύουσα γραφή; πῶς δὲ καὶ τὸ ὑπομνηματίζεσθαι δι᾽ ἀκοῆς οὐ παραιτήσεται, εἴγε τὸ δι᾽ ὄψεως θριαμβεύεσθαι ὡς δευτέρωσιν φέρον νεμεσητὸν αὐτῷ; ἑκάτερον γὰρ θατέρου σύνοδόν τε καὶ ἰσοδύναμον, ὡς τὸ θεῖον στόμα, Βασίλειος ὁ Μέγας, ἀπεφθέγξατο. λογισθήσεται δὲ κατὰ τὸ ἀνάλογον καὶ τὸ τὸν σταυρὸν ἅπαξ γραφῆναι ἑτέρου δηλαδὴ σταυροῦ δευτέρωσις, ὡς καὶ ἐπὶ τοῦ εὐαγγελίου· καὶ ἐπειδὴ ἀεὶ γράφεται ἀμφότερα, ἀπείρους σταυρούς, πρὸς δὲ καὶ εὐαγγέλια, οὐχ ἕνα καὶ ἓν ὑπάρχειν. εἰ δὲ εἷς καὶ οὐ δεύτερος, κἂν μυριοστῶς γράφοιτο, σταυρός, καὶ ἓν καὶ οὐ δεύτερον, κἂν ἀπείρως γράφοιτο, εὐαγγέλιον, καὶ εἷς καὶ οὐ δύο, κἂν ὡσαύτως γράφοιτο, Χριστός.
γραφόμενος γάρ ἐστιν ὡς ἀναγινωσκόμενος καὶ οὐ πλησθήσεται οὖς ἀπὸ ἀκροάσεως οὔτε μὴν ὀφθαλμὸς ἀπὸ ὁράσεως· ὅτι ὁ θεὸς ἄνθρωπος γέγονε καὶ ὅτι ὤφθη βρέφος ὁ αἰώνιος· καὶ γαλακτοτροφεῖται ὁ τρέφων τὰ σύμπαντα καὶ ἀγκαλίζεται ὁ ἀπερίληπτος καὶ χρηματίζει ἀνὴρ ὁ ὑπέρθεος καὶ βαπτίζεται ἡ τῆς σοφίας ἄβυσσος καὶ δρᾷ τὰ θεοπρεπῆ τε καὶ ἀνθρωποπρεπῆ ὁ ὑπερούσιος καὶ σταυροῦται ὁ τῆς δόξης Κύριος καὶ θάπτεται καὶ ἀνίσταται ὁ ζωῶν τὰ σύμπαντα καὶ ἀναλαμβάνεται ἀνθρωποπρεπῶς ὁ μηδαμοῦ χωρούμενος. παυσάσθω ἀπαγορεύειν τὴν οὕτω σωτήριον κόσμου καθ᾽ ἑκάτερα φανέρωσιν, καὶ τὴν δόξαν Κυρίου ἀδοξίαν ὑποτιθέμενος καὶ τὴν αὐθαίρετον ταπεινοφροσύνην ἀκούσιον ὑποβαλλόμενος, παυσάσθω δὲ καὶ τῷ Μεγάλῳ Βασιλείῳ ἀντιφερόμενος, οὗ ἡ φωνὴ θεοῦ φωνή, ὧδέ που προστάσσοντι· ἐγγραφέσθω τῷ πίνακι καὶ ὁ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός.
Ἐρρίφθω δέ που θείου χοροῦ σὺν τῇ παρούσῃ ἀποφάσει καὶ ἡ ἑξῆς κατάφασις, ὡς τὸ ἴσον τῆς ἀτοπίας ἔχουσα. τί γάρ φησιν; ‛ἐπὶ δὲ τῆς ψυχῆς σου βαστάζων νοητῶς τὸν ἀσώματον λόγον περίφερε‚. ὢ τῆς ἀλογίας· οὔ τί που γὰρ θεῖον στόμα ἀσώματον τὸν λόγον μετὰ τὸ γενέσθαι αὐτὸν σάρκα λέλεχεν. οὐκέτι μὲν γὰρ σάρκα Χριστόν, ἀλλ᾽ οὐκ ἀσώματον ὁ ἱερὸς ἀπόστολος εἴρηκεν, ἐν οἷς φησιν· ἡμεῖς δὲ ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. ὅπερ ἑρμηνεύων ὁ Θεολόγος Γρηγόριος τὰ σαρκικά, ἔφη, πάθη καὶ χωρὶς τῆς ἁμαρτίας ἡμέτερα· ὡς καὶ ἀλλαχοῦ φησιν, οὐκέτι μὲν σάρκα, οὐκ ἀσώματον δέ. ὁ δὲ ἀσώματον τὸν λόγον φήσας οὐ μόνον τοῖς δυσίν, ἀλλὰ γὰρ καὶ πᾶσι τοῖς θεοφόροις μαχόμενος εἶεν.
Δέδεικται τοίνυν φύσεως λόγῳ ἀτόπῳ ἄτοπον ἐπακολουθῆσαν· καὶ τῇ τοῦ ψεύδους ἀνατροπῇ κείσθω ἀντιστρόφως ἡ ἀλήθεια. πῶς; γράφε τὸν Χριστὸν ὅπου δεῖν, ὡς ἔχων αὐτὸν κατοικοῦντα ἐν τῇ καρδίᾳ σου, ἵνα καὶ ἀναγινωσκόμενος ἐν δέλτῳ καὶ ὁρώμενος ἐν γραφῇ ὡς ταῖς δυσὶν αἰσθήσεσι γνωριζόμενος διττῶς φωτίζῃ σου τὰς φρένας, μαθόντος ὅπερ διὰ λόγου κατηχήθης τοῦτο βλέπειν κατ᾽ ὀφθαλμούς. καί γε ἐν τῷ οὕτως ἀκουτίζεσθαι καὶ ὁρᾶσθαι οὐκ ἔχει φύσιν μὴ οὐχὶ δοξάζεσθαι θεὸν καὶ κατανύττεσθαι ἄνθρωπον εὐσεβῆ· οὗ τί ἂν γένοιτο σωτηριωδέστερον καὶ θεῷ εὐπρόσιτον; οὕτως οὖν οἱ οὐδαμινοὶ νοοῦμεν τἀληθῆ, εἰ καί τινες τῶν πρὸ ἡμῶν ἱερῶν πατέρων ἑτέρως ὑπειλήφασι τὸ διελεγχθὲν πρόβλημα.
Τῆς γοῦν τοῦδε φωνῆς περαιωθείσης, τίς ἡ τοῦ Ἐπιφανίου; ‛νοήσει ἡ σὴ θεοσέβεια, εἰ πρέπον ἐστὶ θεὸν ἔχειν ἡμᾶς ζωγραφητὸν διὰ χρωμάτων‚. ὅρα δὴ τὸν ψευδηγόρον· οὐ Χριστὸν εἶπεν, ἐφ᾽ ᾧ δηλοῦται ἡ περιγραφὴ μετὰ τοῦ ἀπεριγράπτου (ὧδε γὰρ τῶν ἑκατέρων φύσεων ἡ δήλωσις), ἀλλὰ θεὸν ἔχειν ἡμᾶς ζωγραφητόν, ἀπαμφιεννὺς τὸν λόγον τῆς ἀνθρωπότητος μανιχαϊκῷ φρονήματι καὶ θεὸν γυμνὸν προτείνας, ὡς ἂν τῷ ἀτόπῳ τῆς προτάσεως τὸν ἀκροατὴν ἐκπλήξειεν. οὕτω δὴ καὶ ὁρατὸν θεὸν εἰπεῖν ἔκτοπον, εἴπερ φησὶ τὰ ἱερὰ λόγια, θεὸν οὐδεὶς ἑώρακεν πώποτε. καὶ μὴν ὁ μονογενὴς υἱός, θεὸς ὢν καὶ ὁρώμενος, τοῦτο ἐξηγήσατο· ἀλλ᾽ εὔδηλον ὅτι γυμνὸν θεὸν ἀνθρωπότητος οὐδεὶς ἑώρακεν. ἐπεὶ δὲ ὁ μονογενὴς οὐ γυμνὸς μετὰ τὴν σάρκωσιν, διὰ τοῦτο καὶ ὁρατός. καὶ βεβόηκεν ὁ ἱερὸς ἀπόστολος· θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ. τὸ οὖν ἐν σαρκὶ ἐπὶ πάσῃ ἀποφάνσει ἀπὸ κοινοῦ ληπτέον· εἱρμὸς γάρ τίς ἐστιν ἡ πρώτη φωνὴ οὐ μόνον ταῖς ἐφεξῆς, ἀλλὰ γὰρ καὶ πάσαις ταῖς τῆς ἐνσωματώσεως ἰδιότησιν.
ὡς οὖν θεὸς ἐφανερώθη ἐν σαρκὶ καὶ ἐφ᾽ ἑκάστῳ τῶν προειρημένων (οὐ γὰρ ἂν ἔχοι φύσιν μὴ προσυπακουομένου τοῦ ἐν σαρκὶ ἢ ὀφθῆναι ἢ ἀναληφθῆναι), οὕτω δηλαδὴ καὶ γαλουχεῖται ἐν σαρκὶ καὶ προκόπτει ἡλικίᾳ καὶ βαδίζει ποδὶ καὶ ἱδροῖ ἀγωνίᾳ καὶ διαλέγεται γλώττῃ καὶ ὅσαπερ ἄλλα τῆς αὐτῆς συστοιχίας.
Εἰ δὲ ταῦτα οὕτως, ἐπειδὴ ἓν τῶν ἁπάντων ἰδιωμάτων τοῦ σώματος καὶ ἡ περιγραφή, εὔδηλον ὅτι καὶ περιγράφεται θεὸς ἐν σαρκὶ εἴτε χρωματουργικῶς εἴτ᾽ οὖν ἑτεροτρόπως. δυοῖν γὰρ ἑκάτερον πᾶσα ἀνάγκη· εἰ ὦπται ἐν σαρκί, καὶ περιγράφεται ἐν σαρκί, ἐπείπερ σύστοιχον καὶ ἀλληλαίτιον ἑκάτερον ἑκατέρου. εἰ οὖν μὴ τὸ δεύτερον ἄληθες, οὐδ᾽ ἄρα τὸ πρῶτον· ἀλλὰ μὴν τὸ πρῶτον ἄληθες, οὐκοῦν καὶ τὸ δεύτερον. οὕτω καὶ κατὰ τὰ θεῖα λόγια καὶ κατὰ κοινὸν συλλογισμὸν ἠλίθιον τὸ μὴ ὁμολογεῖν θεὸν ἐγγράφεσθαι ἐν σαρκί, εἴπερ ὦπται ἐν σαρκί. ἐπεὶ καὶ ἑτέρωθι ὁ γεννάδας φησίν· ‛ἤκουσα ὅτι καὶ τὸν ἀκατάληπτον υἱὸν τοῦ θεοῦ τινες γράφειν ἐπαγγέλλονται· φρῖξαί ἐστι τὸ ἀκοῦσαι‚. τίς γοῦν νοῦν ἔχων οὐκ ἐγγελάσειεν τὸν ματαιόφρονα; οὔ τί που ἀνέγνω ὅτι συνέλαβον τὸν Ἰησοῦν, καὶ ἔδησαν αὐτόν, καὶ ἀπήγαγον αὐτὸν πρὸς Ἄνναν πρῶτον τὸν ἀρχιερέα; καὶ ἑτέρωθι πάλιν· ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἔδησαν αὐτὸ ἐν ὀθονίοις μετὰ τῶν ἀρωμάτων; οὐχ ὁμολογεῖ θεὸν τὸν Ἰησοῦν; εἰ θεὸς οὖν, πῶς ὁ ἀκατάληπτος ἐλήφθη καὶ ἐδέθη; ἢ δῆλον ὅτι ἐν σαρκί, καθὰ εἱρμολόγησεν ὁ πάνσοφος Παῦλος; σιγάτω οὖν λυττῶν κατὰ Χριστοῦ καὶ οὗτος ὁ πλάνος. ἐὰν δέ που ἀκούσειεν ὅτι καὶ ἐσθιόμενον ἔχομεν θεόν, τάχα ἂν οὐ μόνον φρίξοι, ἀλλὰ καὶ διαρρηχθείη, μὴ φέρων τὸ ἄκουσμα. ἀλλὰ τί φησιν ὁ Χριστός;
καὶ ὁ τρώγων με κἀκεῖνος ζήσεται δι᾽ ἐμέ· οὐκ ἂν δὲ ἄλλως βρωθείη, εἰ μὴ ἐν σαρκί. καὶ γὰρ ὁ Χριστός, θεὸς ὁμοῦ καὶ ἄνθρωπος τέλειος ὑπάρχων, ὁπόταν καθ᾽ ἑκάτερον τῶν ἐξ ὧν συνετέθη φύσεων ὀνομάζοιτο, καὶ καθ᾽ ἕτερον κυρίως νοούμενος λέγοιτο, οὐ τῆς θατέρου ἰδιότητος ἐν τῷ μοναδικῷ τῆς ὑποστάσεως μειουμένης ἢ συμφυρομένης. καὶ μάρτυς τοῦ λόγου αὐτὸς ὁ θεὸς καὶ λόγος, πῇ μὲν λέγων, τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; (καίτοι γε ὁ λέγων καὶ θεὸς ἀθάνατος ἦν), πῇ δὲ φάσκων, ὑμεῖς λέγετε ὅτι βλασφημεῖς, ὅτι εἶπον· υἱὸς τοῦ θεοῦ εἰμι· καὶ μὴν ὁ εἰπὼν καὶ υἱὸς ἀνθρώπου ἦν. οὕτω τὸ πεφυκὸς ἑκατέρου ὀνόματος θατέρᾳ φύσει ἀπονέμοντες οὔ τί που διασφαλλόμεθα.
Ἐπεὶ δὲ καὶ τοῦδε τέλος εἴληφεν ἡ φωνή, τίς ἡ τοῦ Θεοδότου; ‛τὰς τῶν ἁγίων εἰδέας οὐκ ἐν εἰκόσιν ἐξ ὑλικῶν χρωμάτων ἀναμορφοῦν παρειλήφαμεν, ἀλλὰ τὰς τούτων ἀρετὰς διὰ τῶν ἐν γραφαῖς περὶ αὐτῶν δηλουμένων οἷόν τινας ἐμψύχους εἰκόνας ἀναμάττεσθαι δεδιδάγμεθα, ἐκ τούτου πρὸς τὸν ὅμοιον αὐτοῖς διεγειρόμενοι ζῆλον· ἐπεὶ εἰπάτωσαν οἱ τὰς τοιάσδε ἀναστηλοῦντες μορφάς, ποίας ἆρα ἐκ τούτων καταπολαύοιεν ὠφελείας ἢ ἐν ποίᾳ διὰ τῆς τούτων ἀναμνήσεως ἀνάγονται πνευματικῇ θεωρίᾳ. ἀλλ᾽ εὔδηλον ὡς ματαία ἡ τοιαύτη ἐπίνοια καὶ διαβολικῆς μεθοδείας εὕρεμα‚. εὐθὺς ἡ βαλβὶς τοῦ λόγου οὐ νεμεσητή, εἰ καὶ τῶν ἐφεξῆς ἀτόπων κατασκευαστική, ἐπεὶ καὶ πολλοὶ τῶν ἱερῶν διδασκάλων τῆς εἰκονικῆς θέας τὴν διὰ λόγου ἱστορίαν προὐργιαιτέραν τίθενται, οὐ διαβάλλοντες τὴν θατέραν, ἕτεροι δὲ τὸ ἔμπαλιν. ἔχοι δὲ τὸ ἴσον, καθά φησιν ὁ Μέγας Βασίλειος· ἃ γὰρ ὁ λόγος τῆς ἱστορίας δι᾽ ἀκοῆς παρίστησι, ταῦτα γραφικὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσι. καὶ οὐ πάντες ζωγράφοι οὐδὲ πάντες λογογράφοι, ἀλλ᾽ ἑκάστῳ ὡς ὁ θεὸς ἐμέρισε μέτρον χάριτος.
Ὥστε τήνδε τὴν πρότασιν παρεὶς λεγέτω τὴν ἑξῆς· ‛ἐπεὶ εἰπάτωσαν οἱ τὰς τοιάσδε ἀναστηλοῦντες μορφάς, ποίας ἐκ τούτων ἆρα καταπολαύοιεν ὠφελείας ἢ ἐν ποίᾳ διὰ τῆς τούτων ἀναμνήσεως ἀνάγονται πνευματικῇ θεωρίᾳ‚. ἀντερωτάσθω οὖν ὁ γεννάδας· ποίαν γὰρ ὄνησιν καὶ ἱερὰν θεωρίαν οὐκ ἔστιν ἐντεῦθεν εὑρᾶσθαι; εἰ γὰρ αὕτη φύσις εἰκόνος, μίμημα εἶναι τοῦ ἀρχετύπου, καθά φησιν ὁ Θεολόγος Γρηγόριος, καὶ ἐν τῇ εἰκόνι τὸ ἀρχέτυπον ἐκφαίνεται, καθά φησιν ὁ πάνσοφος Διονύσιος, δῆλον ὅτι ἐκ τοῦ μιμήματος, ἤγουν εἰκόνος, πολὺ τὸ ὄφελος πρόεισι καὶ διὰ τοῦ μιμήματος πλείστη ἐπὶ τὸ ἀρχέτυπον ἡ πνευματικὴ θεωρία ἄνεισι. καὶ μάρτυς ὁ αὐτὸς θεῖος Βασίλειος, ὧδέ που λέγων· ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει. εἰ δὲ ἀναβαίνει, καὶ κάτεισιν εὔδηλον ἐπὶ τὴν εἰκόνα ἀπὸ τοῦ πρωτοτύπου. οὐκ ἂν δέ τις ἀνοηταίνων ἀνωφελῆ τὴν τιμὴν εἴποιεν οὐδ᾽ αὖ τὸ μίμημα μὴ οὐχὶ τοῦ μεμιμημένου ἀποτύπωμα, ὡς εἶναι ἑκάτερον ἐν ἑκατέρῳ κατὰ τὸν θεῖον Διονύσιον· οὗ τί ἂν γένοιτο ὠφελιμώτερόν τε καὶ ἀναγωγικώτερον; ἔμφασις γάρ ἐστιν τῆς αὐτοψίας καὶ σεληνιαῖόν τι φῶς, ἵνα καὶ οἰκείῳ παραδείγματι χρήσωμαι, πρὸς ἡλιακὸν φάος ἡ εἰκών· ἐπεὶ εἰ μὴ τοῦτο, τί ὀνίνησι τοὺς πάλαι ἡ σκηνὴ τοῦ μαρτυρίου, μίμημα οὖσα τῶν ἐπουρανίων;
κἀκεῖ γὰρ μετὰ τῶν ἄλλων χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον, τουτέστιν εἰκόνες ἀνθρωπομόρφῳ εἴδει διατυπούμεναι, ἀναγωγικὰ πάντα καὶ τῆς ἐν πνεύματι λατρείας θεωρήματα. μάτην δὲ ἡμῖν ὅσον ἐπὶ τῇ τοιᾷδε προτάσει καὶ ἡ σταυροειδὴς εἰκών, μάτην καὶ ἡ λογχοειδής, μάτην καὶ ἡ σπογγοειδὴς (ἐπείπερ καὶ ταῦτα μιμήματα, κἂν οὐκ ἀνθρωπόμορφα), μάτην καὶ ὅσα ἄλλα αἰσθηταῖς εἰκόσι, Διονυσαϊκῶς εἰπεῖν, παραδέδοται ἡμῖν, δι᾽ ὧν ἐπὶ τὰς νοητὰς κατὰ τὸ δυνατόν, φησίν, ἀναγόμεθα θεωρίας. ἔπειτα καὶ ἡ μία τῶν πέντε τῆς ψυχῆς δυνάμεων ἡ φαντασία, φαντασία δὲ δόξειέν τις εἰκών· ἰνδάλματα γὰρ ἀμφότερα. οὐκ ἀνωφελὴς ἄρα ἡ εἰκών, τῇ φαντασίᾳ ἐοικυῖα. εἰ δὲ ἀνωφελὴς ἡ προὐργιαιτέρα, πολλῷ οὖν μᾶλλον ἡ ὑφειμενεστέρα, μάτην συνυπάρχουσα τῇ φύσει· καὶ εἰ μάτην, καὶ αἱ σύστοιχοι αὐτῆς, αἴσθησις, δόξα, διάνοια, νοῦς. οὕτω φυσιολογῶν ὁ λόγος ἄνουν ὑπαγορεύει διὰ θεωρίας ἐπαγωγικωτέρας τὸν τῆς εἰκόνος ἤτοι φαντασίας ἐξουδενωτήν. ἐγὼ δὲ καὶ ἄλλως ἄγαμαι τὴν φαντασίαν· φασὶ γάρ τινες γυναῖκα κατὰ τὸν τῆς συλλήψεως καιρὸν Αἰθίοπα φαντασθεῖσαν Αἰθίοπα ἀποτεκεῖν. τοιοῦτον καὶ τὸ κατὰ τὸν πατριάρχην Ἰακὼβ ἐπὶ τῷ τῶν ῥάβδων λεπισμῷ, ἐξ ἧς φαντασίας ἐποικίλλοντο τὰ ἐν τοῖς θρέμμασι τικτόμενα. καὶ ὢ τοῦ θαύματος, ὅτι πραγματικῆς ἐνεργείας ἡ εἰκονοειδὴς φαντασία ὦπται ἀποτέλεσμα.
Ἀλλ᾽ ἐπὶ τὸ προκείμενον ὁ λόγος· ‛εἰπάτωσαν οἱ τὰς τοιάσδε ἀναστηλοῦντες μορφάς, ποίας ἐκ τούτων ἆρα καταπολαύοιεν ὠφελείας ἢ ἐν ποίᾳ διὰ τῆς τούτων ἀναμνήσεως ἀνάγονται θεωρίᾳ‚. καὶ τίς, ὦ τᾶν, οὐκ ἐκ τῆς εἰκονικῆς εἰδέας, εἴπερ ἐναργῶς ἀτενίσειεν, δεξιᾶς τε ἢ ἀριστερᾶς ἰνδάλματα λαβὼν ἐν νῷ ἄπεισιν; ἀλλ᾽ εἰ μὲν ἐξ ἀρίστης, ἄριστα, εἰ δὲ ἐξ αἰσχίστης, αἴσχιστα, ὥστε πολλάκις καὶ οἴκοι μένων τῇ μὲν κατανύττεσθαι, τῇ δὲ παθαίνεσθαι. ἢ οὐχὶ καί τις ἐνίοτε ἀφυπνώσας τοῖς νυκτερινοῖς φαντάσμασι περιχαρῶς ἢ λυπηρῶς διανίσταται; εἰ δὲ ἐκεῖ οὕτως, πολλῷ οὖν μᾶλλον ἐν τοῖς καθ᾽ ὕπαρ εἰκονίσμασι διατίθεσθαι ἔστι πρὸς ἑκάτερα τὸν βλέποντα. οὐ δήπου ἀνέγνως, ὦ βέλτιστε, ὡς οἱ πάλαι ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων; τί ἑκάτερον; οὐκ εἰκών; οὐκ ἐν εἰκόνι ἀνήγοντο πρὸς τὴν τῶν ἐπουρανίων θεωρίαν; οὐκ ἐν εἰκόνι διαπορεύεται πᾶς ἄνθρωπος, Δαυιτικῶς εἰπεῖν; οὐκ αὐτὸς σὺ ὁ εἰκονομαχῶν εἰκὼν θεοῦ καὶ κατὰ εἰδέαν πατρῴαν γεννηθεὶς καὶ εἰκονικῶς ἐν πίνακι ἐγγραφόμενος; ἢ μόνος σὺ ἀνεξεικόνιστος ὡς οὐκ ἄνθρωπος ἀλλὰ ἀμβλωθρίδιος, καὶ διὰ τοῦτο καὶ τοὺς ἁγίους οὕτως οἰόμενος;
Ἀλλ᾽ ἵνα μᾶλλον ὁ περὶ τοῦδε λόγος πίστωσιν δέξοιτο, παρεὶς τὸ οἴκοθεν δογματίζειν αὐτοὺς προστήσεται τοὺς τῆς οἰκουμένης λαμπτῆρας, ἀποκρινομένους σοι πρὸς τὴν ἐρώτησιν. Γρηγόριος ὁ Νυσσαεύς· εἶδον πολλάκις ἐπὶ γραφῆς εἰκόνα τοῦ πάθους καὶ οὐκ ἀδακρυτὶ τὴν θέαν παρῆλθον, ἐναργῶς τῆς τέχνης ὑπ᾽ ὄψιν ἀγούσης τὴν ἱστορίαν. ὁ Χρυσόστομος· ἐγὼ καὶ τὴν κηρόχυτον ἠγάπησα γραφὴν εὐσεβείας ἕνεκεν πεπληρωμένην· εἶδον γὰρ ἄγγελον ἐν εἰκόνι ἐλαύνοντα βαρβάρων στίφη, εἶδον πατούμενα βαρβάρων φῦλα καὶ τὸν Δαυὶδ ἀληθεύοντα· Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. Κυρίλλου Ἀλεξανδρείας· εἶδον ἐγὼ κατὰ τοίχου γραφῆς ἐναθλοῦσαν τοῖς σκάμμασι κόρην καὶ οὐκ ἀδακρυτὶ τὴν θέαν κατώπτευσα. Γρηγόριος ὁ Θεολόγος· τῆς δὲ ἦν ὑπερκύπτων Πολέμων ἐν εἰκόνι· ἑταιρὶς ταύτην ἰδοῦσα (καὶ γὰρ ἦν σεβασμία) ἀπῆλθεν εὐθὺς καὶ θέας ἡττημένη, ὡς ζῶντα αἰσχυνθεῖσα τὸν γεγραμμένον.
Βασίλειος ὁ Μέγας· ἀνάστητέ μοι νῦν, ὦ λαμπροὶ τῶν ἀθλητικῶν κατορθωμάτων ζωγράφοι, τὴν τοῦ στρατηγοῦ κολοβωθεῖσαν εἰκόνα ταῖς ὑμετέραις μεγαλύνατε τέχναις· ἀμαυρότερον παρ᾽ ἐμοῦ τὸν στεφανίτην γραφέντα τοῖς τῆς ὑμετέρας σοφίας περιλάμψατε χρώμασιν. ἀπέλθω τῇ τῶν ἀριστευμάτων τοῦ μάρτυρος νενικημένος γραφῇ. χαίρω τῇ τοιαύτῃ τῆς ὑμετέρας ἰσχύος σήμερον νίκῃ ἡττώμενος· ἴδω τῆς χειρὸς πρὸς τὸ πῦρ ἀκριβέστερον παρ᾽ ὑμῶν γραφομένην τὴν πάλην, ἴδω φαιδρότερον ἐπὶ τῆς ὑμετέρας τὸν παλαιστὴν γεγραμμένον εἰκόνος. κλαυσάτωσαν δαίμονες καὶ νῦν ταῖς τοῦ μάρτυρος ἐν ὑμῖν ἀριστείαις πληττόμενοι· φλεγομένη πάλιν αὐτοῖς ἡ χεὶρ καὶ νικῶσα δεικνύσθω. ὁρᾷς ὅπως ὁ μὲν προτίθησι τῆς λογογραφίας τὴν ζωγραφίαν, ἐν ᾗ ἡλίκη ἡ ἐκθείασις, ὡς καὶ κλαίειν τοὺς δαίμονας, ὁ δὲ πηλίκως πως σεβαστὴν τὴν εἰκονουργίαν κέκληκεν, ὡς ἑταιρίδος σωφρονισμὸν ὑπάρξασαν; εἶτα πάλιν πῶς ὁ ἕτερος οὐκ ἄδακρυς ἐκ τῆς γραφικῆς θέας ἄπεισιν, ἐν τῇ γραφῇ ἀθλοῦσαν βλέπων τὴν μάρτυρα; πάλιν πῶς ὁ ἄλλος ἠγαπημένην καλεῖ τὴν κηρόχυτον γραφήν, ὡς ἐν αὐτῇ ἰδὼν τὰ πρωτότυπα; ἔπειτα καὶ ὁ μετ᾽ αὐτούς, πῶς οὐδ᾽ αὐτὸς ἐκ τῆς γραφῆς τῆσδε ἄδακρυς ἄπεισιν, ὡς αὐτὴν ὑπολαβὼν τὴν αὐτοψίαν; ἴδε ὅσα τὰ ὀνησιφόρα, σκόπησον πηλίκα τὰ ὠφέλιμα.
καὶ ἐπειδὴ ἐρωτήσας ἤκουσας οὐ παρὰ τοῦδε καὶ τοῦδε σμικρῶν ἀνθρώπων καὶ οὐδαμινῶν, πρὸς αὐτῶν δὲ τῶν πνεύματι θεοῦ φθεγξαμένων καὶ βροντώντων τὴν ὑπ᾽ οὐρανόν, φράσον καὶ τὸ συμπέρασμα τοῦ λόγου, ὦ δογματιστά. ‛ἀλλ᾽ εὔδηλον ὡς ματαία ἡ τοιαύτη ἐπίνοια καὶ διαβολικῆς μεθοδείας εὕρεμα‚. εὔκαιρον ἐνταῦθα ἐκβοῆσαι μέγα· ἔκστηθι, οὐρανέ, ἐπὶ τούτῳ, ὅτι ματαίαν ἐπίνοιαν καὶ εὕρεμα μεθοδείας διαβόλου τὰ παρὰ τῶν θεοφόρων ἱερὰ δόγματα ἐκπέφασται. ἀλλ᾽ οὐχ οὕτως, ὦ πλάνων μέγιστε, τοὐναντίον δὲ ἐπὶ σοὶ ἀναθετέον τὰ τῆς γλώσσης σου ἀμαρύγματα.
Ἐπεὶ οὖν τέλος ἔχει τὸ ὕφος, ἐκεῖνο βούλομαί σε, ἀδελφέ, εἰδέναι, ὅτι, ἅσπερ προφέρουσι χρήσεις οἱ εἰκονομάχοι, αἱ μὲν προδήλως αἱρετικῶν (οὐ γὰρ ἔστιν, οὐκ ἔστι μὴ οὐχὶ παρυφίστασθαι τῇ ἀληθείᾳ τὸ ψεῦδος, ὡς καὶ τῷ σίτῳ τὰ ζιζάνια), αἱ δὲ πατέρων ἁγίων, στρεβλῶς ὑπὸ τῆς ἐσκοτισμένης αὐτῶν διανοίας ἐκλαμβανόμεναι, αἱ δὲ παντάπασιν ἀλλόκοτοι, τὰ κατὰ εἰδώλων τῇ εἰκόνι Χριστοῦ ἀνάπτουσαι· ὧν οὐ δεῖ ὡς ἔτυχεν προσίεσθαι φωνὴν οὔτε μὴν συναίρειν λόγον αἱρετικοῖς παρὰ τὴν ἀποστολικὴν νομοθεσίαν.
Τὸ λοιπὸν σῴζοιο, τέκνον, καί με σῴζεσθαι προσεύχου.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.