Ἔργον
Θεόδωρος ὁ Στουδίτης – Ἐπιστολαί
Βιβλίον Β': Κατηχητικές επιστολές και η θεολογία των ιερών εικόνων
Έναρξη του δεύτερου βιβλίου των επιστολών. Κατηχητικοί λόγοι, θεολογική υπεράσπιση των εικόνων και κανονικές διατάξεις περί μετανοίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίον Β': Κατηχητικές επιστολές και η θεολογία των ιερών εικόνων
Έναρξη του δεύτερου βιβλίου των επιστολών. Κατηχητικοί λόγοι, θεολογική υπεράσπιση των εικόνων και κανονικές διατάξεις περί μετανοίας.
ΤΟΥ ΑΥΤΟΥ ΒΙΒΛΙΟΝ 〈Β〉 Θεόδωρος ταῖς πανταχοῦ διεσπαρμέναις ἀδελφότησιν. κατηχητική Χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη· δίκαιον γὰρ ἀπὸ φωνῶν ἀποστολικῶν τοῖς διὰ Χριστὸν δεδιωγμένοις ἐπιφθέγγεσθαι. εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ἀνοίξας ἡμῖν τοῖς ταπεινοῖς θύραν, καίπερ τηρουμένοις ἀσφαλῶς, τῇ διὰ τοῦ γράμματος ὁμιλίᾳ συναφθῆναι ὑμῖν τοῖς ἠγαπημένοις ἀδελφοῖς ἡμῶν. ὄντως ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται, κἂν δεσμεῖν οἱ κρατοῦντες οἴωνται· ὄντως μέγα ὀφείλομεν χαίρειν, ὅτι ὁρῶμεν ἐν ἡμῖν αὐτοῖς τοῖς ἁμαρτωλοῖς τὰς ἐκβάσεις τῶν θείων προρρήσεων. δεῦτε, εἴπωμεν, ἀδελφοί, μετὰ τοῦ ἀποστόλου· τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ; θλῖψις ἢ στενοχωρία ἢ λιμὸς ἢ διωγμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; μὴ γὰρ δι᾽ ἑαυτὸν μόνον ταῦτα εἴρηκεν, ἀλλ᾽ οὐχὶ καὶ ὑπὲρ ἡμῶν, ἵνα καὶ ἡμεῖς τοιαύτῃ διαθέσει τὰ πρὸς θεὸν ἔχωμεν; ὥστε μὴ ἐκκακῶμεν ἐν οἷς ἐσμεν θλιβεροῖς, ἀλλ᾽ ἀγαπῶμεν καὶ τὰ ἐλλείποντα παθήματα ὑποῖσαι μετὰ χαρᾶς· χαρὰ γάρ ἐστιν ἀνεκλάλητος ὑπὲρ Χριστοῦ καὶ μετὰ Χριστοῦ πάσχειν, καθὼς ἔδειξαν οἱ ἅγιοι πάντες μέχρι Θαδδαίου τοῦ ἡμετέρου μάρτυρος καὶ οὗτινος ἄλλου ὁμολογητοῦ μετόπισθεν ἀπάραντος ἢ ἐκ φυλακῆς ἢ καὶ ἔκ τινος ἄλλου φυγαδείας τόπου καλῇ προθυμίᾳ καὶ ἀξιοδιώκτῳ πράξει.
Γενοίμεθα, ἀδελφοί μου, καὶ ἡμεῖς μάρτυρες τοιουτοτρόπως ἐν τῷ ἀεὶ παρεσκευάσθαι συλληφθῆναι, ὁμολογῆσαι, φραγελλωθῆναι, ἀποθανεῖν. τοῦτό ἐστι καθ᾽ ἡμέραν μαρτυρεῖν, τοῦτο καθ᾽ ἡμέραν ἀποθνήσκειν, ἐξ οὗ καθαίρεσθαι συμβαίνει τὴν ψυχήν, ἀναχωρεῖν τῶν παθῶν, ἐγγίζειν τῷ θεῷ, μισεῖν κόσμον, φαντάζεσθαι οὐρανόν, τὰ εἰς αἰῶνας ἀποκείμενα ἀγαθὰ ἀλλ᾽ οὖν καὶ σκυθρωπά· οὐδὲ γὰρ ἂν ἡ τοιαύτη παρασκευὴ δίδωσι σχολὴν τῷ νῷ φιληδονεῖν καὶ διαχεῖσθαι προσπαθῶς ὧδε κἀκεῖσε, ἀλλὰ νευροῖ μᾶλλον τὴν καρδίαν, κατανύσσει δακρυρροεῖν τοὺς ὀφθαλμούς, ἐφίεσθαι τὴν ἀπὸ σώματος ἔξοδον ὡς ἔκ τινος δεσμωτηρίου ἐπαχθοῦς. σκοπῶμεν οὖν λοιπὸν ὁποῖοί ἐσμεν καί, εἰ οὕτως, εὖγε μάλα, εἰ δ᾽ ἄλλως, ἐπαναγώμεθα, καθαιρώμεθα· φεύγωμεν τὸν ἀνήμερον δράκοντα διάβολον, τὰ πεπυρωμένα τῆς πικρᾶς καὶ θανασίμου ἐπιθυμίας βέλη. οὐκ ἔστιν ἡδονή, ἀλλ᾽ ὀδύνη, οὐχ ἡδύτης, ἀλλὰ χολή, οὐκ εὐπάθεια, ἀλλὰ δυσμένεια, δουλεία, φθορά, δαιμονισμός, ἀλλοίωσις τῆς κατὰ φύσιν ἕξεως. ἐπεί, εἰ καλὴ καὶ ἡδεῖα, πῶς οὓς ἕλῃ εὐθὺς δείκνυσι μωρούς, κτηνώδεις, ᾐσχυμμένους, δουλοπρεπεῖς, δυσελπίστους, ἐκλελυμένους, ὑποδίκους θανάτου αἰωνίου· ὥστε φαρμακεύει ἐξιστῶσα καὶ ἀλλοιοῦσα, οὐκ οὖσα ὡς ὑποτίθεται ἡ ἀρχιφάρμακος, καθάπερ τοὺς δαιμονῶντας, οὐ συνιόντας ὃ ὑφίστανται, εἰ μὴ μετὰ τὴν ἀνάνηψιν.
βλέπωμεν οὖν λοιπόν, ἀγαπητοί, τὰ καταγώγια ἡμῶν, τὰς ἀναστροφὰς ποῦ καὶ μεθ᾽ οὗ· καὶ εἰ βλαβερὸν ἐκεῖ, μεταστατέον, καὶ εἰ μετὰ σκανδαλίζοντος, ἐκκοπτέον, καὶ εἰ οὐ μεθ᾽ οὐδενός, προσληπτέον, ἐπείπερ ἀρατὸν τὸ μεμονωμένον, ἕως ἂν ἀναγκαῖος τρόπος οὐ πάρεστιν. τηρητέον τἆλλα, τὴν βρῶσιν, τὴν πόσιν, τὸν ὕπνον, τὴν ἐργασίαν, ὡς ἂν τὰ πάντα στάθμια, δυνατοῦντα τὸ σῶμα ὑπουργεῖν ταῖς ἐντολαῖς, ἀλλ᾽ οὐκ ἐξαγριοῦντα κατεξαναστῆναι τῆς ψυχῆς. πῶλός ἐστιν· ἐὰν ὑπερμαζῇ, ἀτακτεῖ, φέρει κάτω τὸν ἀναβάτην νοῦν. ἀφ᾽ ἡμῶν καὶ τὰ ὑμῶν ἐξηγοροῦμεν, ἐπεὶ πάντες ἄνθρωποι τὰς ἡνίας τοῦ αὐτεξουσίου ὁμοίως πρὸς θεοῦ εἰληφότες αὐτοκρατορικῶς, κἂν ἀεὶ πόλεμος ψυχῆς καὶ σώματος ἀντικαθεζομένων.
Ὁ μὲν δὴ περὶ τούτου λόγος ἐχέτω ταῦτα· τί δὲ τὰ ἑξῆς; ἡ πίστις ἀκλινής, ἀπερίτρεπτος, καθὼς παρέδωκα ὑμῖν καὶ παρέλαβον παρὰ τῶν ἁγίων, μᾶλλον δὲ ἀμφότεροι ἀφ᾽ ἑνὸς καὶ τοῦ αὐτοῦ πνεύματος. Χριστὸς οὐ Χριστός, εἰ μὴ ἐγγράφοιτο· ἅμα γὰρ εἰπεῖν Χριστὸν ἐννοεῖν ἐστι τὸ τῆς σωματώσεως αὐτοῦ μυστήριον· οὐ γὰρ ἂν Χριστὸς λέγοιτο γυμνὸς σώματος ὁ λόγος ἐννοούμενος. ἐπεὶ δὲ σὰρξ ὁ λόγος, σαρκὶ δῆλον ὅτι καὶ περιγράφοιτο καὶ τῷ ‛Χριστὸς‚ ὀνόματι καὶ τὸ τῆς περιγραφῆς συνεισήνεκται καὶ συνεπινενόηται ἰδίωμα. ὥστε οἱ μὴ λέγοντες αὐτὸν γράφεσθαι, ἤγουν εἰκονίζεσθαι, ἄσαρκον αὐτὸν ὑπολαμβάνουσιν καὶ πόρρω τῆς αὐλῆς Χριστοῦ, κἂν Πέτρος εἶεν κἂν Παῦλος, ὡς αὐτὸς Πέτρος καὶ Παῦλος ἀπέφηνεν πρὸς ἀσφάλειαν ἡμετέραν· οὐχ ὅτι τις τῶν ἀποστόλων ἢ τῶν μετ᾽ αὐτοὺς ἁγίων εἴρηκεν μὴ περιγραφόμενον σώματι Χριστὸν (ἄπαγε), ὡς οἱ δυσσεβεῖς τὰ νόθα προφέροντες λέγουσιν.
Ταύτην τὴν εἰλικρινῆ πίστιν κατέχωμεν, ὦ ἀδελφοί, τήνδε τὴν καλὴν ὁμολογίαν ὁμολογῶμεν, μηδόλως παραφερόμενοι. ἀρνησίχριστοι οἱ μὴ οὕτως ἔχοντες· χριστομάρτυρες οἱ ἐνιστάμενοι μετὰ τῶν τεσσαράκοντα, μετὰ τῆς ἀπ᾽ αἰῶνος ἀθλητικῆς ὁμηγύρεως. οὐά· ὑπὲρ τοῦ μὴ ἀπογεύσασθαι ὑείων κρεῶν τὸ τηνικαῦτα παρανόμως τοὺς Μακκαβαίους, μαρτύριον, καὶ σὺ ὑπὲρ τοῦ μὴ ἐξαρνήσασθαι Χριστὸν ἐγγεγραμμένον πανθάνων οὐ μάρτυς; Ἰωάννης ὁ Πρόδρομος ὑπὲρ ἐλεγμοῦ ἀληθείας τῆς πρὸς Ἡρώδην τυμπανισθεὶς μαρτύρων διάκοσμος, καὶ σὺ οὐκ ἐν μάρτυσι θνήσκων ὑπὲρ Χριστοῦ; μηδεὶς ὑμᾶς ἐξαπατάτω κενοῖς λόγοις, δι᾽ οὓς ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. μάρτυς ἀπαράγραπτος ὁ ὁμολογῶν καὶ τοσοῦτον, ἐφ᾽ ὅσον καὶ πλεονάζει τοῖς παθήμασιν. μὴ σαλευέτω ὑμᾶς ἡ ἐπικράτησις τοῦ διωγμοῦ· οὔπω ἐπολυετήσαμεν κατὰ τοὺς προλαβόντας ὁμολογητάς, οὔπω ἐπυρώθημεν τῷ διαρκεῖ πυρὶ τῆς δοκιμωτάτης πείρας· ἔτι μόλιβδος ἐμμιγής, ἔτι ῥυτὶς ἁμαρτητική. σὺ τίς εἶ, ὁ ἐμβατεύων ἐν τοῖς τῶν ἀθεωρήτων κριμάτων βάθεσιν; ἃ προσετάγη σοι, ταῦτα διανοοῦ. τὸ ἐπαγγελθὲν σπέρμα ἐν εὐλογίᾳ θεοῦ Ἀβραὰμ κληρονομεῖν τὴν ἁγίαν γῆν, τετρακόσια τριάκοντα 〈ἔτη〉 ὑπὸ χεῖρα Φαραὼ προδεδουλῶσθαι ᾠκονόμησε θεός.
ὁ χριστιανισμὸς ἀπ᾽ ἀρχῆς τοῦ κηρύγματος τῶν ἀποστόλων ὑπὲρ τὸ διακοσιοστὸν ἔτος μέχρι Κωνσταντίνου τοῦ πρώτου βασιλέως χριστιανῶν ἐν διωγμῷ βρέμοντι. οἱ μετέπειτα ὑφειμένως μέν, ὅμως μακροετίζοντες, πάρεξ τοῦ κατὰ Ἰουλιανὸν τὸν ἀποστάτην. Παῦλος ὁ μέγας τριακονταπέντε ἔτεσιν διωκόμενος καὶ καθ᾽ ἡμέραν ἀποθνήσκων, καὶ σὺ ἐν πέντε χρόνοις ἠτονηκώς; Κλήμης ὁ πολύαθλος εἰκοσιοκτὼ ἔτεσιν μαρτυρῶν, καὶ σὺ ἀχανιῶν ἐν βραχέσιν; ποῦ μοι καιρὸς τὰ τῶν ἄλλων μαρτύρων λέγειν; οὐκ ἤκουσας τὴν ὑπομονὴν Ἰώβ; οὐχὶ πεντεκαίδεκα ἔτη ἢ καὶ πρὸς ἕλκει πονήρῳ ἐβασανίζετο πρὸς τοῖς ἐπενεχθεῖσιν αὐτῷ ἄλλοις τραγῳδήμασιν, καὶ ταῦτα οὐ συνειδώς τι πεπραχέναι τῶν ἀριστερῶν, μᾶλλον μὲν οὖν γε καὶ τῶν λίαν δεξιῶν; ἀλλὰ τί αὐτῷ ὁ χρηματισμός; ἵνα δίκαιος, φησίν, ἀναφανῇς. οὕτω καὶ νῦν κοσκινίζει ἡ πρόνοια οἱονεὶ τοὺς παρόντας, ἵνα τὰ ζιζάνια ἔτι ἐκριφῇ, ἵνα ὁ σῖτος ἐναπομείνοι καθαρός. οὐκ ἀκούεις τί λέγει τῷ Ἱερεμίᾳ; κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον καὶ σκέψαι εἰ δοκίμιόν ἐστιν, καθὼς ἐγὼ ἐδοκιμάσθην ὑπὲρ αὐτῶν. ἐνέγκωμεν ἔτι, ὦ γενναῖοι στρατιῶται Χριστοῦ. αἱ ἡμέραι ὡσεὶ σκιαὶ παράγουσιν, κἂν οἱ διώκοντες ἐπιμένειν οἴωνται· εἰ ἐμὲ ἐδίωξαν, φησίν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με.
ἐπ᾽ ἀληθείας γὰρ οὐκ οἴδασιν ὅτι ὁ θεὸς καὶ πατὴρ ἔπεμψεν τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν οἰκουμένην τῷ ἰδίῳ πατρὶ κατακτήσηται. ἦ γὰρ ἂν ἠρνοῦντο αὐτὸν ἐγγράφεσθαι· οὐδεὶς γὰρ ἐκ γυναικὸς γεννώμενος ἀνεικόνιστος, εἰ μηδ᾽ ἂν εἶεν ἔκτρωμα.
Οὕτω τοιγαροῦν, ἀδελφοί, καταρτίζωμεν ἑαυτοὺς καὶ οὕτω παρακαλούμεθα τοῖς λόγοις τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀναμένοντες τὴν ἀνταπόδοσιν. ἀλλ᾽ οἴδατε οἷος ὁ Λεόντιος· εὐνούχων γένος οὐ μόνον ἄτιμον, ὥς τις τῶν θεοφόρων εἴρηκεν, ἀλλὰ καὶ ἀρνησίχριστον· καὶ οὐδ᾽ οὕτως ἀρκούμενον, ἀλλὰ καὶ ἀγρίως τιμωρούμενον ἀδελφοὺς ἡμῶν. ὁ πρὶν μαθητὴς νῦν ἀρνητὴς ἰουδαΐζων, ὁ ἐν ἀδελφοῖς ὑπερέχουσιν κατὰ τῶν ἀδελφῶν ὑπὲρ ἅπαντας τοὺς κολάζοντας· ὁ μὴ λέγων ἁπλῶς εἰκόνα, ἀλλὰ ἁγίαν εἰκόνα Χριστοῦ τυχόν, τῆς Θεοτόκου ἤ τινος οὖν τῶν ἁγίων ἄρτι ἐστὶ καίων, καθαίρων, ὡς θὴρ μαινόμενος βλασφημῶν. ἐξ οὗ καὶ τῷ κρατοῦντι φιλούμενος καὶ τῶν μοναστηρίων ἡμῶν ἄρχων καὶ πάντα πράττων ὁ τάλας εἰς Χριστοῦ ὕβριν. ἀλλ᾽ οὐαί μοι· ἐμὰ γὰρ τὰ ἐκείνου κωμῳδήματα· ὅμως ὅτι τῷ κατὰ σάρκα φύσαντι ὅμοιος, ἐπεὶ κἀκεῖνος ἐν τοῖς πάλαι καιροῖς ἀκροθίνιον ἀσεβείας, ὥσπερ καὶ τοῦ Ἑρμίου· ἄμφω γὰρ δαιμονῶσιν καὶ οὐ μίγει ὁ θεὸς κορώνην καὶ περιστεράν, ἀλλὰ τὰ ὅμοια τοῖς ὁμοίοις.
Ἐκεῖνοι μὲν οὕτω· καὶ δοίη αὐτοῖς Κύριος ἐπίγνωσιν ἀληθείας, ἐζωγρημένοις ὑπὸ τοῦ διαβόλου εἰς τὸ ἐκείνου θέλημα. ὑμᾶς δὲ Χριστὸς σὺν οἷς ὁ ἀποστάτης κολάζει στηρίξειεν, δυναμώσειεν, κρατύνειεν ὑπενεγκεῖν ἔτι πεινῶντας, διψῶντας, γυμνητεύοντας, κολαφιζομένους, ἀστατοῦντας, κοπιῶντας, λοιδορουμένους, διωκομένους, βλασφημουμένους, ὡς περικαθάρματα ὄντας τοῦ κόσμου, πάντων περίψημα κατὰ Παῦλον τὸν μέγαν, μεθ᾽ οὗ εἶεν καὶ ἡ μερὶς ὑμῶν. ἀδελφοί, προσεύχεσθε περὶ ἡμῶν τῶν ἁμαρτωλῶν ἵνα σῳζοίμεθα, ἀξιούμενοι πάντων τῶν ἐνισταμένων τοῦ ἐσχάτου βαθμοῦ. ἀσπάζεται ὑμᾶς ὁ σὺν ἐμοὶ ἀδελφὸς Νικόλαος. ἡ χάρις μετὰ πάντων ὑμῶν. ἀμήν.
Κατηχητική. Θεόδωρος ταῖς πανταχοῦ διεσπαρμέναις ἀδελφότησιν Χαίρετε, ἐπιπόθητοί μου ἀδελφοὶ καὶ πατέρες, ὅτι χαρᾶς εὐαγγέλια. πάλιν ἠξιώθημεν οἱ ἀνάξιοι ὁμολογῆσαι τὴν καλὴν ὁμολογίαν, πάλιν ᾐκίσθημεν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἀμφότεροι· καὶ γὰρ καὶ ὁ ἀδελφὸς Νικόλαος ἐνήθλησεν κάλλιστα καὶ πιστότατα. εἴδομεν ἐκ σαρκῶν ἡμῶν κενούμενα ἐπὶ τῆς γῆς αἵματα οἱ ταπεινοί, ἐθεασάμεθα μώλωπας, ἰχῶρας, τὰ τούτοις ἀκόλουθα. οὐ ταῦτα χαρᾶς; οὐ ταῦτα ἀγαλλιάσεως ψυχικῆς; ἀλλὰ τίς εἰμι ἐγὼ ὁ τάλας σὺν ὑμῖν τοῖς ἀξίοις Χριστοῦ ὁμολογηταῖς ἐνταγῆναι, πάντων ἀνθρώπων ὢν ἀχρειότερος; τὸ δὲ αἴτιον, οὗ χάριν τὸ συμβάν, ἡ πάλαι κατήχησις, ἣν ἐπὶ χεῖρας δεξάμενος ὁ κρατῶν πέπομφε πρὸς τὸν στρατηγοῦντα, παραγενέσθαι ἐγκελευσάμενος τὸν τῆς κόρτης κόμητα πρὸς ἡμᾶς· ὃς ἐληλυθὼς σὺν ἄρχουσι καὶ στρατιώταις ἐν ἀωρίᾳ καὶ περιστοιχίσας τὸ οἰκίδιον ἐν ᾧ ἦμεν ἀθρόως μετὰ κραυγῆς ὡς ἐπί τι θηράσιμον εὕρεμα ὀρυκτῆρσι κατέαξαν τὸ ἀνάφραγμα τάχιστα, εἶτα ἐξήνεγκεν, ἀνέκρινεν, ὑπέδειξεν τὴν κατήχησιν. ὡμολογήσαμεν ἡμεῖς αὐτὴν πεποιηκέναι, ὡς ὁ θεὸς ἠθέλησεν. ὁ μὲν ἓν ἐζήτει μόνον, ἐλθεῖν ἡμᾶς εἰς τὸ τοῦ βασιλέως θέλημα. εἴπομεν ὅπερ ἀπῄτει ἡ ἀλήθεια (μὴ γένοιτο· οὐκ ἀθετοῦμεν τὸν θεὸν ἡμῶν), ὅσα τε ἄλλα ἦν ἀκούοντας ἀνταποκρίνασθαι. ἐν τούτοις ἔδειρεν βαρέως.
καὶ ὁ μὲν ἀδελφὸς οὐδὲν τοιοῦτον μετὰ τὴν εὐθὺς κάθειρξιν καὶ ἀναφραγὴν δεινὸν ἐν πόνοις ὑπέστη· ἐγὼ δὲ ὁ ταπεινὸς καὶ σαθρὸς πυρετοῖς λάβροις συσχεθεὶς καὶ πόνοις δυσυποίστοις μικροῦ δεῖν ἐξηπορήθην καὶ τοῦ ζῆν. ὅμως ὁ ἀγαθὸς θεὸς κατὰ μικρὸν ἐλεῶν ἠλέησέν με, συνυπουργοῦντος καὶ τοῦ ἀδελφοῦ ἐν τοῖς καθήκουσιν, κἂν ἔτι αἱ πληγαὶ ἐπιμένωσιν, μὴ λαβοῦσαι τελείαν ἴασιν.
Ταῦτα μὲν ἐν τούτοις, καὶ ἐξηγόρησα ὑμῖν τὸ πάθος, εἰδὼς ἐφιεμένους μαθεῖν εἰς συνάλγησιν· τί οὖν; ἐπειδὴ τὰ τοιαῦτα, καὶ ἡ ἀπειλὴ δεινοτέρα καὶ ἡ ἀσφάλεια κραταιοτέρα· δαρμοὶ γὰρ καὶ ἐπὶ τοὺς φύλακας καὶ τὸν παραφύλακα τοῦ μὴ γρύξαι ἡμᾶς, μὴ ὅτι γε καὶ γράφειν τινί. ὑποπτήξομεν ἆρα καὶ ἀποσιωπήσομεν, πειθαρχοῦντες τῷ φόβῳ ἀνθρώποις καὶ οὐχὶ θεῷ; οὐ μὲν οὖν· ἀλλ᾽ ἕως ἂν ἀνοίγῃ ἡμῖν θύραν ὁ Κύριος, οὐ παυσόμεθα τὸ δέον ἀποπληροῦν κατὰ τὸ ἐφικτὸν ἡμῖν, φοβούμενοι καὶ τρέμοντες τὸ ἐπηρτημένον τῆς σιωπῆς κρίμα. ἐὰν ὑποστέλληται, φησίν, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. καὶ πάλιν ὁ ἀπόστολος· ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.
Διὰ τοῦτό μοι καὶ ἡ παροῦσα ἐπιστολὴ πρὸς μὲν πάντας τοὺς διεσπαρμένους ἀδελφοὺς καὶ διαφέροντας τὸν διωγμὸν θλιπτικῶς, ἐξαιρέτως δὲ εἰς ὑμᾶς τοὺς ὁμολογητὰς Χριστοῦ. ἐνέγκωμεν, ἀδελφοί μου ἀγαπητοί, ἔτι μᾶλλον καὶ μᾶλλον δυναμούμενοι, ἀλλ᾽ οὐ καταπτήσσοντες ἐν τοῖς παθήμασι. σάρκες εἰσί, μὴ φεισώμεθα· ὑπὲρ Χριστοῦ βασανιζόμενοι ἀγαλλιώμεθα. ὁ περισσεύων ἐν τοῖς πόνοις χαιρέτω μᾶλλον ὡς πλεονεκτῶν ἐν τοῖς μισθοῖς· ὁ δειλαινόμενος μαστίγων ἐνεγκεῖν πόνους διὰ τοῦτο ἀποσειέτω τὸ δέος, τὰς αἰωνίους ἀνίας ἐννοούμενος· αἱ γὰρ πληγαὶ αὐτῶν πρὸς ἐκείνας ὄναρ, βέλη νηπίων. ναί, δέομαι, ἀντιβολῶ· γλυκανθῶμεν ἐν τοῖς ὑπὲρ Χριστοῦ ἀλγήμασι, κἂν λίαν ὀδυνηρὰ κατὰ σάρκα· ἀναθεωροῦμεν τὰ μέλλοντα καὶ μένοντα, ἀλλὰ μὴ τὰ παρόντα καὶ παρερχόμενα. ποθήσωμεν τὸ αἷμα ἡμῶν μίξαι τῷ τῶν μαρτύρων αἵματι, τὸ μέρος ἡμῶν τῇ τῶν ὁμολογητῶν μερίδι, ἵνα χορεύσωμεν σὺν αὐτοῖς αἰώνια. τίς φρόνιμος, τίς σοφός, τίς καλὸς πραγματευτής, δοῦναι αἷμα καὶ λαβεῖν πνεῦμα, καταφρονῆσαι σαρκὸς καὶ ἐπιτυχεῖν βασιλείας θεοῦ; ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, εἶπεν ὁ Κύριος, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ αἰῶνι τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. ἐνωτισθῶμεν τοὺς λόγους αὐτοῦ, ἀκολουθήσωμεν αὐτῷ· ὅπου εἰμὶ ἐγώ, φησίν, ἐκεῖ ἔσται καὶ ὁ διάκονος ὁ ἐμός. ποῦ ἐκεῖνος;
ἐπὶ σταυροῦ· καὶ ἡμεῖς οἱ ταπεινοὶ ἐκεῖ, ὡς μαθητιῶντες αὐτῷ.
Παρακαλῶ ὑμᾶς ἀνέχεσθαι τοῦ λόγου τῆς παρακλήσεως· καὶ γὰρ διὰ βραχέων ἡ ἐπιστολή. γινώσκετε ἡμᾶς τοὺς ἁμαρτωλοὺς χαίρειν, ἀλλ᾽ οὐκ ἀθυμεῖν, ἕως ἂν ὑμεῖς μόνον στήκετε ἐν Κυρίῳ. ἀσπάζεται ὑμᾶς Νικόλαος ὁ σύγκλειστος καὶ σύμπονος καὶ συστρατιώτης μου, ὑμῶν δὲ ἀδελφὸς ἀληθέστατος. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. οἱ ἀθληταὶ τοὺς συναθλητάς, οἱ δεδιωγμένοι τοὺς δεδιωγμένους, οἱ πάντες τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. εἴ τις οὐχ ὁμολογεῖ τὸν Κύριον Ἰησοῦν Χριστὸν ἐγγραφόμενον σώματι, ἤτω ἀνάθεμα ἀπὸ τῆς Τριάδος.
Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ᾽ ὑμῶν. ἀμήν.
Ἀθανασίῳ τέκνῳ Πρὸς τοῖς ἄλλοις καὶ τοῦτο ἡμῖν ἀγαθὸν ἐν ταῖς ἡμέραις ταύταις ἀγωνιζομένοις ὑπὲρ ἀληθείας θεοῦ, συχνότερον τῆς παρ᾽ ἀλλήλων φωνῆς διὰ τοῦ γράμματος ἀκούειν καὶ ἀνακοινοῦσθαι τὰς ἐν καρδίᾳ διαθέσεις. ὁρᾷς γάρ, ἀδελφὲ ἠγαπημένε, ὅπως ὡσανεὶ ἐφημερίδες αἱ ἐπιστολαὶ ὑπάρχουσιν, συνάπτουσαι ἡμᾶς φιλικώτερον; ἴδε πόσα καλὰ ὁ ὑπὲρ Χριστοῦ διωγμὸς παρέσχετο καὶ ἔτι παράσχοιεν, ἐπὰν θερμοτέρους ἡμᾶς πρὸς τὸ ἑξῆς λάβοιεν, μηδὲν ὑποπτήσσοντας τῶν ἀνθρωπίνων, ἀλλὰ γλιχομένους τὰ θεομίμητα ὑποίσειν παθήματα, δι᾽ ἃ ὧδε κἀκεῖσε φερόμενος καὶ αὐτὸς ἀθλεῖς. ἀλλ᾽ εὖ ἔσται τοῖς βοηθοῦσι καὶ συνδιαφέρουσί σοι τὰ ἀγωνίσματα, οἷς καὶ καλῶς προαπελογησάμην καὶ αὖθις δὴ ἀπολογήσομαι.
Ἐπεὶ δὲ τὴν ἐρώτησιν μέτειμι, ἐῶν ὑπὲρ ὧν δῶρον ἐγκωμιάζεις με τὰς ἀντιλέξεις ἀποίσειν, ὡς μὴ οἰηθῆναί με συγκαταθέσθαι τοῖς ἐπαίνοις· εἰμὶ γὰρ ἔρημος παντὸς ἀγαθοῦ. ὅπου οὖν ὁ Μέγας Βασίλειος, τὸ φῶς τοῦ κόσμου, ἀποφήσειεν, τίνι τολμητέον ἔχοντι νοῦν ὅλως ἀντιφέρεσθαι; ἔστι δὲ τοῦτο ἐν τῇ ἐρωτήσει τῶν ἀσκητικῶν, καθὼς ὑπεσημήνω, ἤγουν· εἰ χρὴ οἰκονομίας δῆθεν χρησίμου ψεύδεσθαι. πρὸς ὅν φησιν· ἡ ἀπόφασις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦτο οὐ συγχωρεῖ, ἅπαξ εἰπόντος ὅτι τὸ ψεῦδος ἐκ τοῦ διαβόλου ἐστίν, διαφορὰν ψεύδους μηδεμίαν ἐμφήναντος. καὶ ὁ ἀπόστολος δὲ μαρτυρεῖ γράψας ὅτι, κἂν ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ.
Ταῦτα μὲν παρὰ τοῦ πατρός. ἔφης δὲ προσκεῖσθαι ἐν τῷ κεφαλαίῳ σχόλιον, ὅτι χρησίμου ἕνεκεν ἡ ἐρώτησις, οὐκ ἀναγκαίου· οὐ γὰρ ταὐτὸν ἀμφότερα. καὶ πάλιν ἐν ἑτέρῳ κεφαλαίῳ τὸν αὐτὸν φωστῆρα λέγειν ὅτιπερ δεῖ τιθέναι τὴν ψυχὴν ὑπὲρ τῶν φίλων μέχρι θανάτου, εἴτε ἁμαρτωλοῦ εἴτε δικαίου ὄντος τοῦ φίλου, ὡς ἐντεῦθεν ἀπορεῖν σε πῶς καὶ μὴ ψεύδεσθαι ὅλως ἐν ταῖς συμβαινούσαις ἀνάγκαις, εἰς θάνατον ἡκούσαις ἀδελφοῦ, καὶ πάλιν τὴν ψυχὴν ὑπὲρ αὐτοῦ τιθέναι· ‛ἐὰν γὰρ μὴ ψεύσωμαι‚, φῆς, ‛ἀποθνήσκειν τὸν φίλον, καὶ ψευδόμενος οὐκ ἀθλῶ νομίμως καὶ ἐκπίπτω τοῦ θεοῦ‚. τοῦτο οὖν τὸ κεφάλαιον καὶ ἐμοὶ ἠπορημένον ἐστί, δοκῶ δὲ καὶ πολλοῖς. πειράσομαι δ᾽ οὖν ὅμως, ὡς οἷόν τέ μοι, δοῦναι ἀπόκρισιν τῇ ἀγάπῃ σου, εὐδοκοῦντος θεοῦ. ὅτι μὲν οὖν κατὰ τὸ σχόλιον οὐ ταὐτὸν χρήσιμον καὶ ἀναγκαῖον, ἀληθές· τὸ μὲν γὰρ ἐνδεχόμενόν ἐστιν· οἷον, χρήσιμον δὴ διαλεχθῆναί με τῷ δεῖνι περὶ τοῦδε· ἀλλὰ μήν, κἂν οὐ διαλέξοιμι, ἔστι δυνατὸν ἐπιτυχεῖν τοῦ ζητουμένου. καὶ πάλιν· χρήσιμόν ἐστιν ἀποστραφῆναι τὸν ὁ δεῖνα· ἀλλὰ γάρ, κἂν σήμερον μὴ ἀποστραφῶ, δυναίμην αὐτὸν αὔριον ἀποστραφῆναι. τοιοῦτόν ἐστι τὸ χρήσιμον, ἤτοι ἐνδεχόμενον. τὸ δὲ ἀναγκαῖον ἀπαραίτητόν ἐστι, τὸ πάντως μὴ ἀμφοτερίζειν· οἷον, ἐάν εἰμι ἀμύητος, οὐκ ἐνδέχεται μὴ βαπτισθησόμενον σωθῆναί με.
καὶ πάλιν· ἐὰν εἴπω ‛δύναμαι μὴ ἀναπνεῖν καὶ ζῆν‚, ψεῦδος· ἀναγκαῖον γὰρ τὸ ἀναπνεῖν, οὗ χωρὶς οὐκ ἔστι ζῆν.
Αἱ τοίνυν ἐντολαὶ τοῦ θεοῦ κατὰ τὸ ἀναγκαῖον παρὰ τοῦ ἀψευδοῦς στόματος διηγορεύθησαν καὶ ἐξ ἀνάγκης ὀφείλουσι φυλάττεσθαι, οὐ τρεπόμεναι εἰς τὸ πῇ μὲν ἐνδέχεσθαι φυλάττεσθαι, πῇ δὲ οὔ, ἢ ὑπὸ τοῦδε μὲν ναί, ὑπὸ τοῦδε δὲ οὔ, ἢ ποτὲ μὲν ναί, ποτὲ δὲ οὔ, ἀλλ᾽ ἀεὶ καὶ ἐπὶ παντὸς προσώπου καὶ καιροῦ. κατὰ τοῦτο εἴρηκεν ὁ Μέγας Βασίλειος ‛διαφορὰν ψεύδους μηδεμίαν ἐμφήναντος‚, ὡς ὅτι ἐξ ἀναγκαίου ἡ ἀπόφασις, κἂν ἡ ἐρώτησις προετάθη ὡς ἐνδεχομένη· ταὐτὸν γάρ, ὡς ἔφην, χρήσιμον καὶ ἐνδεχόμενον. εἶτα τί γενήσεται, καθὰ προέφης, ἐν τῇ συμβάσει τοῦ ἀποθνήσκειν τὸν ἀδελφὸν τῷ μὴ αἱρήσασθαί με ψεύσασθαι; τοῦτο δὲ οὐκ ἔστι ψεῦδος, ὡς δοκῶ. οἷον, μετασχηματίζω εἰς ἐμαυτὸν τοιοῦτόν τι· ἦλθεν κόρη πρός με διωκομένη ὑπό τινος φθορέως, αἰτοῦσα ‛μὴ φανερῶσαι τῷ φθορεῖ ἐρωτῶντι ὅτι με φυλάττοις, ἐπεὶ φθείρει με πάντως‚. τοίνυν ἐλθόντος τοῦ φθορέως καὶ ἀνακρίναντος ‛ἦλθεν ὧδε κόρη πρὸς σέ;‚, λέγων ἐγὼ ‛οὒ‚ οὐ ψεύδομαι, οὐχ ὅτι οὐκ ἔχω τὴν κόρην λογιζόμενος, ἀλλ᾽ ὅτι οὐ ποιήσει τοῦτο ἐγγύς μου τὸ πονηρὸν κατὰ τὸ σιωπώμενον λέξας. καὶ πάλιν ἄλλο· παρέθετό μοί τις ξίφος πρὸς τὸ ἀναιρεῖν ἑαυτόν, εἶτα ἐλθὼν ἐπιζητεῖ τοῦτο παρ᾽ ἐμοῦ.
ἐὰν οὖν εἴπω ὅτι ‛οὐκ οἶδα οὐδὲ ἔλαβον‚ οὐ ψευδοεπῶ. ‛οὐκ οἶδα‚ γάρ, λέγω, ‛οὐδὲ ἔλαβον πρὸς τὸ ἐπιδοῦναί μέ σοι τὸ ξίφος εἰς θάνατον‚· ἐπεί, ἐὰν εἴπω ‛ναί‚, ἐφθάρη ἡ κόρη καὶ ἔσφαξεν ἑαυτὸν ὁ δοὺς τὸ ξίφος· καὶ ἔστι τοῦτο κακόν. τὸ δὲ κακὸν οὐκ ἐξ ἀγαθοῦ, ἀλλ᾽ ἐκ ψεύδους· πατὴρ γὰρ τοῦ ψεύδους ὁ τῆς κακίας εὑρετής. τὸ δὲ μὴ φθαρῆναι τὴν κόρην καὶ μὴ ἀναιρεῖν ἑαυτὸν τὸν ξιφοδότην ἀγαθόν, τὸ δὲ ἀγαθὸν ἡ ἀλήθεια· ὁ θεὸς γὰρ ἀγαθὸς ὁμοῦ καὶ ἀλήθεια. εὑρέθη οὖν τὸ δοκοῦν ψεῦδος ἀλήθεια ὁμολογουμένη εἶναι· καὶ ἔθηκα τὴν ψυχὴν ἐν τῷ δῆθεν δοκοῦντι ψεύσματι ὑπὲρ τοῦ φίλου καὶ ἔρρωται ἀμφοτέρωθεν ἡ ἐντολή, οὐκ ἐν ψεύσματι, ἀλλ᾽ ἐν ἀληθείᾳ τελειωθεῖσα. οὐ μέντοι γε εἵνεκα ἑαυτοῦ, ἵνα μὴ ἀποθάνω, τοῦτο ποιεῖν χρὴ (ψεῦδος γὰρ ὧδε) οὔτε μὴν ὁμόσαι τὸ καθόλου οὔτε περὶ ἑαυτοῦ οὔτε περὶ ἄλλου σωτηρίας· προφανὴς γὰρ ἡ παράβασις.
Οὕτω τὸ ἐμοὶ φαινόμενον ἔχει. ἐπεὶ καὶ ἡ Σάρρα εἶπεν τῷ Ἀβιμέλεχ ὅτι ἀδελφή εἰμι τοῦ Ἀβραάμ· καὶ ὁ προφήτης Ἱερεμίας τοῖς ἐρωτῶσιν αὐτὸν ἄρχουσι, τί σοι εἶπεν ὁ βασιλεύς; ἄλλο ἀντ᾽ ἄλλου ἀπεκρίθη, καθότι ὑπέθετο αὐτῷ ὁ βασιλεύς, δέει θανάτου καὶ τότε τοῦ οἰκείου. καὶ εἰς τὰ ἀποφθέγματα τῶν πατέρων ἐμφέρεται τὸ τοιοῦτον. εἰ δέ τι αὐτὸς παρὰ σεαυτοῦ ἢ παρ᾽ ἑτέρου εὕροις, φανερῶσαι ἡμῖν μὴ παραιτήσῃ πρὸς ἐπίγνωσιν ἀληθείας καὶ φωτισμὸν νοὸς ἡμῶν ἀμυδροῦ.
Τὸν συγκακοπαθοῦντά σοι προσαγορεύω. ὁ σὺν ἐμοὶ προαγορεύει σε.
Ναυκρατίῳ τέκνῳ Εἴωθας ἀεὶ μακρὸν ποιεῖσθαι τὸ τῆς ἐπιστολῆς προοίμιον, πολλὰ ἡμῖν τοῖς ἀναξίοις συμφέρων τὰ ἐγκώμια, οὐκ ὄντα ἀληθῆ, φιλικῆς δὲ διαθέσεως ἐνδείγματα. ἐγὼ δὲ ἐν βραχέσι· τί τοῦτο; ἵνα ὑγιαίνοις ἐν Κυρίῳ, ἀδελφέ μου, θερμότερος ἀεὶ γινόμενος τῇ ἀγάπῃ Χριστοῦ ὑποφέρειν τὰ ὑπὲρ αὐτοῦ, ἀλλ᾽ οὔ τί που ὑπολήγειν ἐκ ῥαθυμίας. καὶ εἴη σοι ἔτι ἔξαψις, ὡς ἂν ἐπᾴδειν σε μετὰ τοῦ Δαυὶδ τοῦ ἁγίου, ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ ὁ θεός. τοῦτο δὲ ἐνεργῶς ᾄδοιεν ἄν τις κεκαθαρμένην ἔχων τὴν καρδίαν ἢ καθαιρομένην· οὗ γὰρ κάθαρσις, ὥς φησιν ὁ Θεολόγος, ἔλλαμψις. ὡς μακαρία ἡ ψυχὴ αὕτη, ὑφ᾽ ἧς τὸ πάντα παθεῖν διὰ Χριστὸν ἐπιπόθητον λίαν καὶ τὸ βδέλυγμα ἡγεῖσθαι ἅπαν σαρκὸς ἔργον. εὖξαι, ἀδελφέ, ὀσφρανθῆναί με τῆς εὐωδίας ταύτης, τὸν ὀδωδότα τοῖς πάθεσιν.
Οὗτος ὁ πρῶτος λόγος. ὁ δεύτερος περὶ τοῦ Ἀνατολίου· ὡς λυπηρόν μοι τὸ πτῶμα αὐτοῦ. πλὴν ἀπεδεξάμην σου τὴν ἰατρείαν· ἔτι οὖν ἐπιμελήθητι αὐτοῦ φιλαδέλφῳ διαθέσει. ὁ τρίτος περὶ ὧν προέτεινας κεφαλαίων.
Ἐὰν ὀρθόδοξος διαβληθεὶς ὡς μὴ κοινωνῶν ποιήσῃ σταυρὸν ὅτι ‛κοινωνῶ‚, μηδὲν ἕτερον πολυπραγμονηθεὶς ὑπὸ τῶν αἱρετικῶν, αὐτοῦ δὲ ἔχοντος κρύβδην τῷ λογισμῷ ὅτιπερ ‛ἐξ ὀρθοδόξου κοινωνῶν εἰμι‚, οὐκ οἰκονομία τὸ τοιοῦτον, ἀλλὰ προδοσία τῆς ἀληθείας. τὸ ἐπιτίμιον ἡμισευμένον πρὸς τὸν ὁλοτρόπως τῇ αἱρέσει κοινωνήσαντα. πόσον δὲ τὸ τοιοῦτον ἤδη προερωτηθεὶς καὶ ἀποκριθεὶς περιττόν ἐστι δὶς τὰ αὐτὰ ἐπανακυκλεῖν.
Ἐάν τις πρὸς πληροφορίαν τῶν ἀσεβῶν ἐπ᾽ ὄψεσιν αὐτῶν ἐνέγκοι κρυπταζόμενον πρεσβύτερον κατὰ τὸ τῆς ὀρθοδοξίας δόγμα καὶ μηδὲ ἀναφέροντα αἱρετικὸν καὶ πρὸς αὐτοῦ μεθέξοι τῶν ἁγιασμάτων, καὶ οὗτος ὡς προδότης ἀληθείας τὸ ἐπιτίμιον ἐχέτω, ἐνιαυτὸν ἀποχὴν τῶν ἁγιασμάτων.
Ἐάν τις ὀμόσῃ μὴ προσκυνεῖν θείαν εἰκόνα μήτ᾽ αὖ δέξασθαι ὀρθόδοξον μονάζοντα, μετὰ τὴν ὁρκωμοσίαν εἰδὼς τὸ πταῖσμα μετανοῇ καὶ προσκυνῇ κρυπτῶς, βαρὺ τὸ πτῶμα· ἤδη ἔξαρνος ἐγένετο Χριστοῦ, τῆς τε Θεοτόκου καὶ τῶν ἁγίων· τριετῆ χρόνον εἰργέσθω τῶν ἁγιασμάτων σὺν πολλῇ φιλανθρωπίᾳ.
Ἐάν τις χρίσειεν δεδοικὼς εἰκόνα Χριστοῦ ἤ τινος τῶν ἁγίων, ἐνιαυτὸν εἰργέσθω τῆς κοινωνίας. Ἐάν τις ἱερεὺς ἀναφέρῃ τὸν αἱρετικὸν δημοσίᾳ, ἰδίᾳ δὲ προσκαλούμενος ὑπό τινος ὀρθοδόξου ἐν εὐκτηρίῳ στέλλεται ἀναφέρειν τὸν αἱρετικόν, εἰ ἆρα ἐν τῷ τοιούτῳ εὐκτηρίῳ τὸν ἀκριβῆ δεῖ προσεύχεσθαι; οὐδαμῶς.
Ἐάν τις ἐπὶ τῷ οἰκείῳ ἐπιτιμίῳ δύναται κατὰ λόγον προσλαβέσθαι τινὰ εἰς ἐπικουφισμὸν τοῦ ἐπιτιμίου; ἐπὶ μὲν τῆς κοινωνίας οὐδαμῶς, ἐπὶ δὲ τῶν ἄλλων οὐκ ἀπόβλητον. οὔτε δὲ ἐλεημοσύναις δύναιτ᾽ ἂν ὑφαιρεῖν τι τοῦ ὁρισμοῦ ὡς ἀφ᾽ ἑαυτοῦ· ὁ γὰρ ἐπιτιμιάζων οἶδε πάντως καὶ πρόσωπον καὶ χρόνον καὶ τὰ ἐκτὸς δοκιμάζειν πρὸς τὸ ὑφεῖναι. ὅρῳ γὰρ ἐπὶ τῶν ἐνδεχομένως κειμένων κανόνων περιλαβεῖν τὰ τοιαῦτα οὐχ οἷόν τε, καθὼς αὐτὸς ὁ Μέγας Βασίλειος εἴρηκεν· δοὺς γὰρ ἐξουσίαν τῷ ἐπισκόπῳ προσθήκης καὶ ὑφέσεως οὐκ ἐξ ἀναγκαίου, ἤγουν ἀπαραιτήτου, τὸν κανόνα ἔθετο, ἀλλ᾽ ἐνδεχομένως. ὥστε ὁ διδοὺς βλεπέτω πῶς δίδοι· κἀγὼ γὰρ ὁ ταπεινὸς οὐχ ὁριστικῶς, ἀλλ᾽ ἐκβιαστῶς, ἤτοι συμβουλευτικῶς, ὡς πολλάκις εἴρηκα, ἀποκρίνομαι πρὸς τὰς προτεινομένας μοι εἴτε ὑπὸ σοῦ εἴτε παρ᾽ ἄλλου πεύσεις.
Τὸ λοιπὸν προσεύχου περὶ τῆς ταπεινώσεώς μου, βοηθῶν τὸ κατὰ δύναμιν τοῖς εἰς τὰ Στουδίου ἐναθλοῦσιν, ἐπεὶ καὶ ὅπουπερ ἂν ἰσχύῃς ἐν Κυρίῳ. ὁ ἀδελφὸς Νικόλαος προσαγορεύει σε.
Θεοφίλῳ τῆς Ἐφέσου Καὶ τὴν ἱεράν σου συλλαβὴν ἐδεξάμην ὡς βιβλίον θεόγραφον καὶ τὴν εὐλογίαν συναπεδεξάμην ὡς πόθου ἐμπύρευμα. καὶ τίς εἰμι ἐγὼ ὁ τάλας, τοιαῦτα παρὰ τοῦ ἁγίου σου στόματος εὐφημούμενος, ὁ μηδὲ τοῦ λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματός σου ἐπάξιος; ἴδε ταπεινοφροσύνης θεομιμήτου ἰδιώματα. σύ, ὦ μακαριώτατε προπάτορ, μέγας καὶ λαλούμενος, μεγαλυνόμενός τε καὶ ἐπαινούμενος ἀνατολῇ τε καὶ δύσει, ὁ τοῦ μεγίστου ἀποστόλου, εὐαγγελιστοῦ τε καὶ θεολόγου κοσμήσας τὸν θρόνον ἐπάξια δι᾽ ὧν ἤθληκας καὶ ἔτι ἀθλεῖς, αἵμασι σαρκός σου ἁγίας λαμπρύνας τὸν βίον καὶ Χριστὸν ὁμολογῶν ἐγγράφεσθαι ὡς ἐνσώματον, ἀλλ᾽ οὐχὶ ὡς οἱ ἀσεβεῖς ἐξαρνούμενος, ἐπὰν οὐ δέχωνται αὐτὸν εἰκονιζόμενον· ὃ γὰρ οὐκ εἰκονίζεται, οὐδὲ ἐνσώματον. ἐῶ λέγειν ὅτιπερ καὶ ἄγγελος, ὢν ἀσώματος, αἰσθηταῖς εἰκόσιν ὑπὸ τῶν θεολόγων ἀναγράφεσθαι παραδέδοται. οἱ δὲ καὶ τὸν ἐνσώματον δεσπότην καὶ τὸν ἀσώματον δοῦλον, προσέτι τήν τε θεοῦ μητέρα σὺν πᾶσι Κυρίου θεράπουσιν ἤρνηνται ἐγγεγράφθαι, διὰ τῶν εἰκόνων ἀριδήλως συναπαρνούμενοι τὰ πρωτότυπα, οὐδ᾽ αὐτὸ τοῦτο ἐννοοῦντες, ὅτι τῇ παραδοχῇ τοῦ οἰκείου χαρακτῆρος τὸ κρατεῖν ἔχουσιν, οὗ ἀφαιρεθέντος ἢ ἀτιμασθέντος ἀφῄρηται δῆλον ὅτι καὶ ἠτίμωται αὐτῶν τὸ κράτος· ἀλλ᾽ ὅμως οὐ βούλονται συνιέναι τοῦ ἀγαθῦναι.
Ἐκείνοις μὲν οὖν εἰς κέντρα λακτίζειν ἔστιν· σὲ δὲ ἡ κραταιὰ χεὶρ περιφυλάξειεν εἰς κλέος τῆς ἑαυτοῦ ἐκκλησίας ὡς στῦλον, ὡς ἑδραίωμα, ὡς πρόμαχον. καὶ ἴδοιμέν σε οἱ ταπεινοὶ ἢ ἔνθεν ἐπὶ τὴν Ἀσιάτιδα χθόνα ἐπαναστρέφοντα, ὡς οἱ πάλαι ἀπὸ τῆς ἐν Πάτμῳ φυλακῆς τὸν τοῦ εὐαγγελίου ἥλιον, ἢ ἐν οὐρανοῖς ἐπάνω δέκα πόλεων ἱεραρχικῶς δοξαζόμενον.
Θαλελαίῳ τέκνῳ Ἃ μὲν οὖν ἐσήμανας διὰ τῆς ἐπιστολῆς, ἐπέγνων, τέκνον, ἃ δὲ ἐγὼ ἀποκρινοῦμαί σοι, ταῦτά ἐστιν· στέλλεσθαι ἡμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, διακελεύεται ὁ ἱερὸς ἀπόστολος. πῶς οὖν λέγει Γρηγόριος ὁ τῶν Ἀδελφίων ἀλόγως ὑμᾶς αὐτὸν ἀποστρέφεσθαι, ὁπότε αὐτὸς οὐχ ἁπλῶς ἀτάκτως, ὁλοτρόπως δὲ συναπήχθη τοῖς εἰκονομάχοις, ὑπογράψας τῇ αἱρέσει, συνεσθίων τε καὶ συμπίνων καὶ συναναστρεφόμενος αὐτοῖς; εἰ δὲ λέγοι μετανενοηκέναι καὶ ἐπιτίμια κρατεῖν, δειξάτω τοῦτο διὰ ἐγγράφου ὁμολογίας, ἀναθεματίζων τε τοὺς αἱρετικοὺς σὺν τῇ αἱρέσει καὶ μηδαμῶς συναπτόμενος αὐτοῖς. ἕως δ᾽ ἂν τοῦτο οὐ ποιῇ, ἀποτρόπαιος ὑμῖν ἔστω, τοῖς φοβουμένοις τὸν Κύριον· δόλιος γάρ ἐστιν ἐν προσποιήσει ἐπιστροφῆς, ὑφελκόμενος ὑμᾶς καὶ ὑποσπείρων λόγους λυμώδεις ὡς ἐκ προσώπου δῆθεν τῶν ἐναντίων. ὅθεν σύ, ὡς ἀτελέστερος ἐμπαρεὶς τῇ διαλέξει αὐτοῦ, ἠπόρηκας εἰς τοῦτο κἀκεῖνο.
Ἀλλ᾽, ἐπειδὴ ᾔτησας τὴν λύσιν, δέξαιο συνετῶς. τὸ εἰρηκέναι τὸν Χρυσόστομον ὁ ἡμέτερος Χριστὸς τοίχοις οὐ περιγράφεται, ἐγκωμιάζοντα τὸν Ἅγιον Ῥωμανόν, οὐχ ἁπλῶς ἐκλαμβάνειν δεῖ, ἀλλὰ γνῶναι τίνι διαλεγόμενος εἴρηκεν, ἐπειδὴ ἐν ταῖς διαλέξεσιν παρατηρητέον καὶ χρόνον καὶ πρόσωπον καὶ τρόπον· χρόνον, διὰ τὸ μὴ τὰ αὐτὰ νενομοθετῆσθαι τοῖς πάλαι πρὸς τοὺς ἐν τῇ χάριτι· πρόσωπον, ὅτι ἄλλο αἱρετικὸν καὶ ἕτερον ὀρθοδόξου· τρόπον, ἐπειδὴ οὐ ταὐτόν ἐστι δογματικῶς διαλέγεσθαι καὶ ἁπλοϊκώτερον προτείνειν τὸν λόγον. τίνι οὖν διελέλεκτο ὁ Χρυσόστομος; ἆρά γε ὀρθοδόξῳ ἀναστηλοῦντι τὴν εἰκόνα Χριστοῦ; οὐδαμῶς· ἀλλά τινι Ἕλληνι, ὃς τὴν πάντων ὑπερκειμένην αἰτίαν καὶ ἐκ τῶν ἐν τοῖς οὖσιν ἐσχάτων χαρακτηρίζει, ὥς φησιν ὁ θεῖος Διονύσιος, καὶ οὐδὲν αὐτὴν ὑπερέχειν φῆ τῶν πλαττομένων αὐτῷ ἀθέων καὶ πολυειδῶν μορφωμάτων. καλῶς οὖν καὶ πάνυ εἰκότως ἔφη ὁ πατήρ, ὁ ἡμέτερος Χριστὸς τοίχοις οὐ περιγράφεται· προσυπακουστέον ‛τῇ τῆς θεότητος φύσει‚, ὡς τῶν ἐκείνου θεῶν ἐν τοίχοις ἱδρυμένων κἀκεῖ περιωρισμένων καὶ οὐκ ἐχόντων τι ἄλλο νοούμενον παρ᾽ ὃ βλέπονται τοῖς ὁρῶσιν. ὀφθαλμοὶ αὐτοῖς καὶ οὐ βλέπουσιν, ὦτα καὶ οὐκ ἀκούουσιν, χεῖρες καὶ οὐ ψηλαφῶσιν, πόδες καὶ οὐ περιπατοῦσιν, ῥῖνες καὶ οὐκ ὀσφραίνονται, καθὰ προφητικῶς κατηγοροῦνται.
Ὁ δὲ ἡμέτερος Χριστὸς οὐ κατὰ τὸ ὁρώμενον μόνον ἄνθρωπος κυρίως καὶ ἀληθῶς, ἐπείπερ ὅμοιος ἡμῖν κατὰ πάντα χρηματίσας, καὶ ἐνσώματος καὶ ἔμπνους καὶ ἐνῆλιξ καὶ ὅσα ἄλλα γνώριμα τῇ ἀνθρωπείᾳ φύσει πλὴν μόνης ἁμαρτίας, ἀλλὰ καὶ θεὸς φύσει καὶ ἀληθείᾳ, καὶ ὁ αὐτὸς ἀμφότερα. οἷόν τι λέγω, ὥς φησί που ὁ αὐτὸς Χρυσόστομος, κάτω κοπιᾷ καὶ ἄνω συγκροτεῖ τὰ στοιχεῖα, κάτω πεινᾷ καὶ ἄνωθεν ὑετοὺς χορηγεῖ, κάτω δειλιᾷ καὶ ἄνω βροντᾷ, κάτω δικαστηρίῳ παρίσταται καὶ ἄνωθεν πάντα θεωρεῖ. κατὰ τοῦτο οὖν εἴρηται αὐτῷ πρὸς τὸν Ἕλληνα, ὁ ἡμέτερος Χριστὸς τοίχοις οὐ περιγράφεται· καὶ οὐχ ἡγεῖτο χρῆναι ἀκριβολογεῖσθαι περὶ τὴν ἀπόφασιν εἵνεκα τῆς νυνὶ λυττώσης αἱρέσεως. δῆλον δὲ ὅτι τὸν κοπιῶντα καὶ πεινῶντα, δειλιῶντά τε καὶ παριστάμενον κριτηρίῳ οἶδεν ἀσφαλῶς ὁ ἅγιος σώματος χαρακτῆρι περιγράφεσθαι εἴτε ἐν τοίχῳ χρώμασιν εἴτε ἐν πίνακι. καὶ ἐν τοῖς ἐναργέσιν οὐκ ἦν λόγος αὐτῷ διασαφήσεως· εἰ γὰρ τὸν ἀσώματον ἄγγελον ἰδεῖν ἔφη ἐν εἰκόνι, τὸν ἐνσώματον Χριστὸν οὐ βλέπει εἰκονιζόμενον; ἠλίθιον οὖν τοιοῦτόν τι περὶ τοῦ ἁγίου ὑπολαμβάνειν.
εἰ οὖν εἰς μαρτυρίαν αὐτὸν ἔχουσι τοῦ πονηροῦ αὐτῶν δόγματος, τί τὸν αὐτὸν ἀποβάλλονται, μὴ δεχόμενοι ἄγγελον εἰκονίζεσθαι μηδ᾽ αὖ τινα τῶν θεοφόρων, λέγοντος ὧδέ που πάλιν τοῦ Χρυσοστόμου· ὅπερ γοῦν ἐν ὀνόμασιν ἐποιήσατε, τοῦτο καὶ ἐπὶ τῆς εἰκόνος ἐπράξατε τῆς ἐκείνου (ἤγουν Μελετίου τοῦ ἁγίου)· καὶ γὰρ καὶ ἐν δακτυλίων σφενδόναις καὶ ἐν ἐκπώμασι καὶ φιάλαις καὶ ἐν θαλάμων τοίχοις καὶ πανταχοῦ τὴν εἰκόνα τὴν ἁγίαν ἐκείνην διεχάραξαν πολλοί. ἀλλ᾽ ὅμως οὐδὲ ἀκοῦσαι αὐτοῦ ἀνέχονται.
Περὶ τῆς ἱστορίας τοῦ Ἁγίου Παγκρατίου, ὅτι οὐ δηλοῖ πρὸς τίνος συνεγράφη, τί τοῦτο; σχεδὸν πάντα τὰ μαρτυρογράφια ἀνεπίγραφά εἰσιν· ἀλλ᾽ ὅμως βέβαιά εἰσιν, κἀκεῖθεν οἱ διδάσκαλοι ἀφορμίζονται ποιεῖν τὰ τῶν μαρτυρησάντων ἐγκώμια. ὁ Ἅγιος Παγκράτιος ἐν Σικελίᾳ τιμᾶται ναῷ μεγίστῳ, ἐν ᾧ φασι καὶ σημεῖα γεγενῆσθαι. ὁ οὖν μὴ δεχόμενος τὴν ἱστορίαν συναπεβάλετο τὸν μάρτυρα δῆλον ὅτι.
Ταῦτα μὲν ὡς ἐν ὀλίγοις. σὺ δέ, τέκνον, ὑγίαινέ τε καὶ σῴζοιο καὶ τοῦ Γρηγορίου μακρὰν ἀπόστηθι, μή σε ὀλέσῃ ἐξ ἀπροσεξίας.
Ἐγκλειστῇ Ἀνέγνων σου τὸ γράμμα τῆς εὐλαβείας. ἀλλὰ τίς ὁ ἔπαινος, ὃν ἐποίησας ἡμῖν, ξένοις οὖσι παντὸς ἀγαθοῦ; τίς δὲ καὶ ἡ ἐπιζήτησις τοῦ διδασκαλικοῦ λόγου μὴ ἔχουσιν οἰκειοποτεῖν, οὐχ ὅτι γε καὶ ἑτέροις ἄρδειν νάματα; ὅμως ἐπειδὴ γέγραπται παντὶ τῷ αἰτοῦντί σε δίδου, δέξαιο βραχυλογίαν τινὰ τῆς πενιχρότητος ἡμῶν. τῶν ἐν τῷ κοινῷ βίῳ ἀναστρεφομένων οὐχ οὕτως δύναιτ᾽ ἂν ὁ τῆς διανοίας ὀφθαλμὸς κεκαθάρθαι, ὡς ἐνατενίζειν ἀπαραποδίστως τῷ κάλλει τῆς δόξης τοῦ θεοῦ, οἷόν τινι λύμῃ τῇ τῆς σαρκὸς προσπαθείᾳ μυωπάζων· ἡμῖν δέ, οἷς πᾶσιν ἀποτακτέον καὶ μόνον τὸν Χριστοῦ σταυρὸν αἴρειν ἐγκελευομένοις, εὐπετὴς ἡ θεοπτία, ἤγουν τὸ μηδὲν ἄλλο καὶ ἔχειν καὶ ἐννοεῖν ἢ τὸ πῶς εὐαρεστήσοιμεν τῷ Κυρίῳ καθαρᾷ καρδίᾳ λατρεύειν αὐτῷ ἐν ἀπορρήξει πάσης σχέσεως σαρκικῆς. ἔστω οὖν ὑμῶν ἡ τῆς ἐγκλείσεως περιοχὴ πόλις θεοῦ πεποικιλμένη χρυσέοις κατορθώμασιν, μὴ κλεῖς περὶ τὸ σῶμα μόνον, ἀλλὰ γὰρ καὶ κατὰ πνεῦμα. προσῆκον τοίνυν φεύγειν ὑμᾶς τὰς τῶν ἀνδρῶν ὄψεις, τὰς πρὸς τοὺς ἀφ᾽ αἵματος σχέσεις, τὰς πρὸς ὅλον τὸν κόσμον φιλίας, αὐτὰς δὲ ἐφ᾽ ἑαυτὰς συνανεστράφθαι καὶ ἔχειν μίαν ψυχὴν καὶ καρδίαν κατὰ μίμησιν τῶν ἀρχῆθεν ἐπὶ τῶν ἀποστόλων πεπιστευκότων.
ἡ καθηγουμένη οὕτω καθηγείσθω ὡς Χριστοῦ ἐπέχουσα χαρακτῆρα, ποιοῦσα πρῶτον, εἶθ᾽ οὕτως διδάσκουσα, μηδὲν ἐλλιμπάνουσα τῶν κατ᾽ ἐντολὴν πρακτικῶς ὑποδεικνύναι, ἡ καθυποτασσομένη οὕτω πείθεσθαι καὶ ὑπείκειν ὡς αὐτῷ Χριστῷ τὴν ὑπακοὴν ἀνύουσα. ὅπου δὲ ταῦτα, ἐκεῖ πάσης ἀγαθοεργίας καρπός, οὗ δὲ οὐ ταῦτα, ἐκεῖ πάντως τὰ ἐναντία, ἑταιρίαι, φιλονεικίαι, ψιθυρισμοί, ἰδιοκτημοσύναι, φυσιώσεις, προσπάθειαι πρός τε ἀλλήλας καὶ πρὸς τοὺς ἔξωθεν εἴτε ἐκ γένους εἴτε ἐκ φιλίας ἄλλης.
Οὕτω μὲν οὖν ὡς ἐν ὀλίγῳ ἡ περὶ τοῦδε ὑπόμνησις. ἐγὼ δὲ ὁ ταπεινὸς παρακαλῶ σὺν τῷ βίῳ καὶ τὴν πίστιν ἠγλαϊσμένην κεκτῆσθαι ὑμᾶς, μηδαμῶς τῇ χριστομάχῳ αἱρέσει κοινωνεῖν, ἥτις ἰουδαϊσμοῦ οὐδὲν διενήνοχεν, τὴν σωτήριον Χριστοῦ οἰκονομίαν διὰ τῆς καθαιρέσεως τῶν σεπτῶν εἰκόνων αὐτοῦ τε Χριστοῦ, τῆς τε Θεοτόκου καὶ πάντων τῶν ἁγίων ἀρνουμένη· ἐπειδήπερ ἡ εἰκὼν ταὐτόν ἐστι τῷ πρωτοτύπῳ τιμῇ τε καὶ προσκυνήσει, οἷον ἐπ᾽ αὐτοῦ τοῦ ζωοποιοῦ σταυροῦ καὶ τοῦ τύπου. μὴ δὴ οὖν ἀρνήσησθε τὸν Χριστὸν αἱ χριστοφόροι τῷ ἁγίῳ περιβλήματι μήτε τοὺς τοσούτους κόπους, οὓς ἀνατλᾶτε, τὸν ἐν παρθενίᾳ βίον μετὰ καθείρξεως διανύουσαι, ἔνθεν ὀλέσαι καὶ τῆς ἀντικειμένης μερίδος, ὅπερ ἀπείη καὶ ἐννοεῖν καὶ λέγειν, γινόμεναι, ἀλλ᾽ εἰδυῖαι ὅτι οὔτε βίος δίχα πίστεως ὀρθῆς οὔτ᾽ αὖ πίστις ἄτερ πράξεως θείας σῴζειν δύναιτο ἀμφοτέρωθεν εἴητε διηυγασμέναι εἰς δόξαν θεοῦ, εἰς κλέος τῆς ἐκκλησίας, εἰς ἐπίτευξιν τῶν ἐν ἐπαγγελίαις αἰωνίων ἀγαθῶν, προσευχόμεναι καὶ περὶ ἡμῶν τῶν ἁμαρτωλῶν ὡς ἂν σῳζοίμεθα.
Συμεὼν τέκνῳ Ὀψὲ μέν, ὅμως ἐδεξάμην τὰ ἀντίγραφά σου, τέκνον, καὶ ηὐχαρίστησα τῷ Κυρίῳ ἐπὶ τῇ ἀπολογίᾳ σου, τῇ τε συνέσει καὶ διασώσει καὶ ὅτιπερ καὶ τοσούτους ἀδελφοὺς ἔχεις συνδιαφυλάττων ἀπὸ τῆς θήρας τῶν αἱρετιζόντων καὶ οὐ σάρκας, ἀλλὰ ψυχὰς σπαρασσόντων, πλὴν ὅτι καὶ σώματα δι᾽ ὧν ἐπιφέρουσι πληγῶν καὶ θανάτων. ὑγίαινε, υἱέ μου ἀγαπητέ, ἀρίστευε, ἡγοῦ τῶν ἀδελφῶν σου, προθυμοποίει, παραδείκνυε τὰ τῆς ἀληθείας, παράθηγε εἰς μαρτύριον· ὁ γὰρ καιρὸς τοιοῦτος, κἂν ὑποκρύβεσθε ἐννόμως. τὸ γὰρ ἐπιρρῖψαι ἑαυτὸν ἐν πειρασμῷ καθὰ ἐζήτησας μαθεῖν, τοῦτό ἐστι, τὸ ἀφ᾽ ἑαυτοῦ κινηθῆναί τινα καὶ φανερῶσαι ἑαυτὸν τοῖς φονεύουσιν. εἰ δὲ ὅτι ὁ Ἅγιος Γόρδιος, ὥσπερ καί τινες ἄλλοι τῶν μαρτύρων, αὐτόκλητοι ἧκον, ὁ τρόπος οὕτως ἀπῄτει, οὐδενὸς ὡς ἔτυχεν παρρησιαζομένου καὶ ἀναπτούσης τῆς ἀθεΐας σφοδρότερον, ἔπειτα καὶ καθαρᾷ καρδίᾳ θεὸν ἐνοπτρισάμενοι καὶ πρὸς αὐτοῦ νυχθέντες· ἐπεὶ καὶ ὁ μέγας Πρόδρομος ῥιψοκινδύνως ἤλεγξεν τὸν Ἡρώδην, ἄρτι δὲ πολλοὶ χάριτι θεοῦ ἐνιστάμενοι καὶ μαρτυροῦντες, καὶ οὐκ ἔννομον τὸ ἐπιρρῖψαι.
Ἐχάρην δὲ λίαν ὅτι καὶ ἕτεροι πατέρες συμπνέουσί σοι, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς· οὓς καὶ προσαγορεύω διὰ σοῦ καὶ δεδέημαι τῶν ἁγίων προσευχῶν εἰς ἐπικουρίαν σωτηρίας. ὤφελον ὅτι παρὰ τοῦ ἀδελφοῦ Ὑπατίου εὗρές τι τῶν καλῶν· ἀδελφοὶ ἐν ἀνάγκαις ἔστωσαν χρήσιμοι ἡ Γραφὴ ἐγκελεύεται. παρὰ γὰρ τῆς ἐμῆς ταπεινώσεως οὐδὲν ὄφελος, κἂν αὐτὸς μεγαλαυχῇς ἡμᾶς ἐξ ἀγάπης. ἐπειδὴ δὲ ἐπεζήτησας καὶ κατήχησιν, ἣν πρὸς πάντας τοὺς ἀδελφοὺς ἐποίησα, ἄρτι ἀπέστειλα καὶ πρὸς σέ, σύ τε προσεύχου ἀδιαλείπτως τὴν σωτηρίαν μοι.
Τὸ κισσύβιον ἐδεξάμην καὶ ἔχω σου εἰς ἐναργεστέραν μνήμην. τὴν ἐννάδα τῶν ἀδελφῶν μου καὶ τέκνων προσαγορεύω, πλεῖστα δεόμενος καὶ τῆς εὐχῆς. ὁ ἀδελφὸς Νικόλαος, ὁ σὺν ἐμοὶ ἐγκεκλεισμένος, προσαγορεύει σε σὺν πᾶσιν. ἡ χάρις μεθ᾽ ὑμῶν. ἀμήν.
Βασιλείῳ ἡγουμένῳ Ἡδέως σου ἀνέγνων τὸ γραμματεῖον, ὦ πατρότης ἁγία, ὡς ἀπὸ καρδίας καθαρᾶς προσενηνεγμένον, οὐ μὴν ἐν τοῖς ἐπαίνοις ἥσθην, ὡς ξένος τῶν λελεγμένων. ἀλλ᾽ αὐτός, εἰ βούλει, μᾶλλον προσεύχου τῆς μερίδος καὶ στάσεώς σου ἐγγύθεν παραθήγειν.
Τοῦτο μὲν τοιοῦτον. εἴη δὲ κατὰ τὸ ῥῆμά σου χρησιμεύειν τῷ θεῷ Ὑπάτιόν τε τὸν ἀδελφὸν καὶ ὅντινα ἄλλον τῶν ἐναθλούντων, ὡς ἂν δι᾽ αὐτῶν σχοίημεν καὶ ἡμεῖς οἱ ταπεινοὶ εὐμενὲς τὸ θεῖον. τὸ ἐρώτημα τῶν ἐμπαρέντων ἐν τοῖς κατὰ φύσιν ἢ παρὰ φύσιν πτώμασιν ἐκείνην ἔχει τὴν ἀπόκρισιν, ὅτι ἡ ἀληθὴς μετάνοια ἐν ἐπιδείξει τῶν κατ᾽ αὐτῆς καρπῶν. ἅτινά ἐστιν· ἡ ἀποχὴ τῶν ἁγιασμάτων κανονικῶς μετὰ καὶ τῆς συντελουμένης ἐγκρατείας τὴν συγχώρησιν τῶν ἡμαρτημένων ἀντιλαμβάνει καὶ ἄνευ μαστίγων καὶ μαρτυρίου. ἕως ἂν γὰρ μὴ ἀποκλείσῃ καθ᾽ ἡμῶν, ὡς γέγραπται (ἀπόκλεισις δὲ ὁ θάνατος), κἂν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς ζωῆς ἡ ἀληθὴς μετάνοια φθάσειεν, ἔσωσε τὸν ἐπιστρέψαντα τῆς ἁμαρτίας. οὕτω θεὸς διὰ Ἰεζεκιὴλ τοῦ θεολόγου διωρίσατο· καὶ τοιοῦτον φιλάνθρωπον θεὸν ἔχομεν, τὸν καὶ λῃστὴν μιᾷ ὥρᾳ εἰσοικισάμενον, τὸν πάλαι καὶ τὸν ἔσχατον, καὶ τελώνην ὡσαύτως δικαιώσαντα. εἰ δὲ κατὰ τὰ φθάσαντα ἄρτι ἐπιδοῖεν ἑαυτὸν ὁ ἡμαρτηκὼς καὶ πληγὰς ἐπὶ νώτου δέξασθαι καί τι ἄλλο περισσότερον, τίς ἀμφιβάλοι μὴ συγκεχωρῆσθαι αὐτὸν τῆς ἁμαρτίας; τὸ γὰρ καὶ θανεῖν ἐν τῇ ὁμολογίᾳ Χριστοῦ μάρτυρα ἀποτελεῖ κυρίως Κυρίου. ἀλλ᾽ ἴσως ὁ λόγος περὶ τοῦ ἐπιτιμίου, ὅτι, ἐὰν ὑποβληθῇ βασάνοις, μὴ μέντοι θάνοι, τοῦτο παρὰ τοῦ δόντος τὸ ἐπιτίμιον κανονιζέσθω, πόσον ὑφελεῖν διὰ τὰ παθήματα, ὅλον, τὸ ἥμισυ· ἡμῖν γὰρ ὁρίζειν οὐχ οἷόν τε.
Οὕτως ὁ τῆς ταπεινώσεως ἡμῶν λόγος. εἰ δὲ δεῖ ἄλλως, δίδαξον, πάτερ, καὶ φώτισον ἡμᾶς τοὺς ἀμυήτους. τὸν ἀδελφόν μου, τὸν κῦριν Προκόπιον, πλεῖστα προσειπέ.
Ἀρκαδίῳ μοναχῷ Δὶς ἄρτι γράφω, ἀφ᾽ οὗ συνελήφθης, ἠγαπημένε, ὑπὸ τῶν ἰουδαϊζόντων. τὴν πρώτην οὐκ ἐδέξω· εὔχομαι κἂν ταύτην τὴν ἐπιστολὴν εἰς χεῖράς σου ἐλθεῖν. ἐγὼ γάρ, πρῶτον μὲν κατὰ τὸν κοινὸν τῆς ἀγάπης νόμον χρεώστην ἐμαυτὸν λογιζόμενος, ὅτι χρὴ ἀλλήλους συμπροθυμοποιεῖσθαι τοὺς ἐπὶ τὸ αὐτὸ συνημμένους τῷ φρονήματι τῆς ὁμολογίας Χριστοῦ, τὸ ἐπιστεῖλαί σοι ἀναγκαίως ἔχω· ἔπειτα καὶ διὰ τὴν ἰδιότροπον σχέσιν, ἣν οἶσθα ὁποία καὶ πόση ἀπ᾽ ἀρχῆς ἡμῖν ὑπῆρξε, πάνυ ἐπειγομένως γράφω.
Ἀλλὰ χάρις τῷ θεῷ, ἀδελφέ μου τιμιώτατε, ὅτι ἐν τῷδε τῷ πικρῷ χειμῶνι τῆς ἀπιστίας ἄνθος διεφάνης ὀρθοδοξοῦν, μᾶλλον δὲ ὁμολογητὴς Χριστοῦ· ἅπαξ ἐνεχθεὶς εἰς ὄψιν τῶν κρατούντων οὐχ ὑπέπτηξας, ὡμολόγησας τὴν καλὴν ὁμολογίαν. ἐμαστιγώθης ἱκανά, ἐξωρίσθης, περιωρίσθης ὧδέ που ἐν παραβύστῳ· πάλιν ἤχθης ἐν χειροῖν κολαστῶν, οὐκ ὠλιγώρησας, οὐκ ἐξηρνήσω τὴν πίστιν, κατεξάνθης αὖθις ταῖς πληγαῖς καὶ μεμένηκας ἀήττητος, μὴ φοβούμενος ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, ἀλλὰ τὸν μόνον Κύριον καὶ θεὸν καὶ βασιλέα κατὰ τὸ ὑπ᾽ αὐτοῦ ἐντεταλμένον. μακάριος εἶ καὶ καλόν σοι ἔσται· ὡς εὐγενὴς σὺ καὶ τῶν ἀφ᾽ ἡλίου ἀνατολῶν εὐγενέστερος. εἰ δὲ ὅτι τοῖς ἱστουργοῖς σε συναρίθμησαν ὡς βασιλικὸν οἰκέτην, μὴ θαυμάσῃς· τοιαῦτα γὰρ τοῖς ἁγίοις. ἔπειτα ὅτι καὶ μὴ βουλόμενοι ὡς ἀληθῶς ὑπέδειξαν τῷ κόσμῳ δοῦλόν σε εἶναι τοῦ βασιλέως τῶν οὐρανῶν, ἔνδειγμα μαρτυρίας θεοῦ, ἔλεγχον ἀσεβείας.
Στῆθι οὖν, γενναῖε στρατιῶτα Χριστοῦ, ἀρίστευσον τελείως, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν ὁμολογίαν σου πληροφόρησον, ἔχων ἀοράτως θεὸν ἐπίκουρον, τὸν φύλακα τῆς ζωῆς σου ἄγγελον κυκλοῦντά σε, περιέποντά σε, χαίροντα ἐπὶ σοὶ λίαν καὶ τὰς προσευχάς σου ἀναφέροντα εἰς θεὸν εἰς ὀσμὴν εὐωδίας· ἐν αἷς μέμνησο καὶ ἡμῶν τῶν ἁμαρτωλῶν μέν, ποθούντων δέ σε λίαν.
Ἡγουμένῳ Ἐπειδὴ ἔμαθον εἰσαγώγιμόν σε γενέσθαι καὶ τετύφθαι ὑπὲρ Χριστοῦ, ὦ τριπόθητε, χαίρω καὶ συγχαίρω σοι· τοῦτο γὰρ χαρὰ καὶ ἀγαλλίασις, οὐ κατὰ τὴν τοῦ κόσμου χαρὰν (ἀχαρὴς γὰρ ἥδε, δοκοῦσα μέν, οὐκ οὖσα δέ, ἐπείπερ ῥέουσα οὐχ ἵσταται καὶ τελευτῶσα θάνατον κατεργάζεται), ἀλλὰ τὴν κατὰ θεόν· αὕτη γὰρ καὶ μόνον θυμηδία καὶ ὡσαύτως ἔχουσα, ἧς τὸ τέλος ζωὴ αἰώνιος. εἰκότως οὖν γήθω καὶ συγγήθω σοι, πάτερ τιμιώτατε. ἀλλ᾽ ὅτι, ὥς φασιν, ἑκατοστεύουσα ἡ νιφὰς καί γε βαρύδαρτος, ἴδε πάλιν ἐπίτασις τῆς εὐφροσύνης· οὐκ ἀπαθῶς ἤνεγκα τὴν ἀκοὴν καὶ ἀπών. ἀλλ᾽ ὅμως δόξα τῷ δοξάσαντί σε θεῷ ἐπὶ νώτου σε κτανθῆναι ὑπὸ τῶν ἀσεβῶν· ἄσβεστόν σου τὸ κλέος, ἱερόν σου τὸ πάθος, στήριγμα τῶν συνομολογούντων, προθυμία τῶν ὀρθοδοξούντων, διάρρηξις τῶν αἱρετιζόντων, οἰκοδομὴ τῆς τοῦ θεοῦ ἐκκλησίας. λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς, ὥς φησιν ὁ προφήτης· τί τοῦτο; εἰς ὁμαλισμὸν εὐσεβείας, εἰς ἐνδόμησιν τῆς ἐκκλησίας. τῶν ἁπάντων οὖν εἷς καὶ αὐτός, ὑπὸ τοῦ Ἁγίου Πνεύματος τῷ ἀκρογωνιαίῳ λίθῳ συναρμολογούμενος καὶ συμβιβαζόμενος.
Ἀλλὰ μέμνησο καὶ ἡμῶν τῶν ἁμαρτωλῶν, ἁγιώτατε, ἐν ταῖς προσευχαῖς μὴ ἀποπεσεῖν τῆς ἐνδομήσεως, ἀλλ᾽ ὧδέ που κἂν ὡς χάλιξ εὑρεθῆναι χάριτι καὶ φιλανθρωπίᾳ τοῦ ἀγαθοῦ ἡμῶν θεοῦ.
Θεόδωρος ταῖς πανταχοῦ διεσπαρμέναις ἀδελφότησι σὺν τοῖς ἐναθλοῦσιν ἐν τῇ ὁμολογίᾳ Χριστοῦ χαίρειν Πᾶσαν χαρὰν ἡγητέον, ἀδελφοί μου, ἐν τοῖς παροῦσι θλιβεροῖς, ἐπείπερ διὰ Χριστὸν καὶ ὁ διωγμὸς τῶν διωκομένων καὶ αἱ φυλακαὶ τῶν καθειργμένων, προσθείην δ᾽ ἂν καὶ αἱ μάστιγες τῶν μαστιγουμένων. οὐκ ἀποπαύσοιμι τοιγαροῦν καὶ κοινῇ πᾶσιν καὶ ἰδίᾳ ἑκάστῳ προσφωνεῖν, παρακαλεῖν, ὑπομιμνήσκειν, καίπερ εἰδὼς ἐστηριγμένους ὑμᾶς ἐν τῇ πίστει καὶ οἴκοθεν ἔχοντας τὸ παρακλητικὸν καὶ νουθετητικόν. ἀλλ᾽ ὅμως ὀφειλέτης εἰμὶ ὁ ἁμαρτωλὸς καὶ τὸ παρ᾽ ἐμαυτοῦ προστιθεῖν, ἄλλως τε καὶ τοῦ πόθου ἐκβιαζομένου· ζηλῶ γὰρ ὑμᾶς ζήλῳ θεοῦ, ἐγκαλλωπίζομαι ὁ ἀκαλλώπιστος ταῖς ὁμολογητικαῖς ὑμῶν ἀρεταῖς. χαρά μοι καὶ στέφανος ὑμεῖς, ἔρεισμα καὶ ἀκαταγώνιστον κραταίωμα. ναί, ἐρωτῶ καὶ παρακαλῶ ἀσαλεύτους διαμένειν ἅπαντας ἐν πάσῃ εὐθυμίᾳ καὶ προθυμίᾳ· πάντοτε, φησὶν ὁ θεῖος ἀπόστολος, χαίρετε, ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε. καὶ οὐ χαρὰ ταῦτα καὶ ἀγαλλίασις, ὅτι, εἴπερ συμπάσχομεν, καὶ συνδοξασθησόμεθα, εἰ ἀποθάνωμεν, καὶ συζήσομεν, εἰ ὑπομένωμεν, καὶ συμβασιλεύσομεν, ὡς γέγραπται; ἡλίκη ἡ ἐπαγγελία, ἀγαπητοί· εἰ καὶ εἰς πῦρ ἐμβληθῶμεν, οἴσομεν, εἰ καὶ θηρσὶν ἐκδοθῶμεν, ἐνέγκωμεν.
οὕτω γὰρ ἤνεγκαν οἱ ἀπ᾽ αἰῶνος ἀθλοφοροῦντες, ἄνδρες τε καὶ γυναῖκες, τὰ ἐκεῖθεν προβλέποντες καὶ τὸ παρὸν ὀδυνηρὸν ταῖς ἐλπίσι κουφίζοντες καὶ τρυφὴν ἡγούμενοι τὰ ἐπώδυνα καὶ τὴν προσθήκην τῶν παθημάτων ἐπιθυμοῦντες, οὐκ ἀποστυγοῦντες, ὥσπερ οἱ τὰ πλείω χρήματα τῶν συνεταίρων ἁρπάζοντες, ὡς ἴστε ὑμεῖς, ἀφ᾽ ἑαυτῶν γευσάμενοι τῆς ἀθανάτου γλυκύτητος. ὦ κόσμε πλάνε· ὅτι πικρόν σου τὸ δοκοῦν ἡδὺ καὶ θανάσιμον κατὰ πᾶσαν ἡδονὴν καὶ περιχάρειαν· καὶ ὦ πόθε Χριστοῦ· ὅτι σὺ ἡ εὐλογία καὶ ἡ χαρὰ καὶ ἡ δεσποσύνη καὶ ἐπὶ τοὺς κατόχους σου. ἴδετε πηλίκοις ὑμῖν φθέγμασι παρακαλῶ ὁ εὐτελής, οὔ τί που τῶν ἀξιεπαίνων, ἀλλ᾽ ὅτι φιλικοῖς. ὅσοι βραδυτῆτα ἡγοῦνται τὴν ἐπισκοπὴν Κυρίου, ἐκεῖνο ἐννοείτωσαν, ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιαν ἄγει τοὺς διώκοντας, εἰς δοκιμὴν δὲ τοὺς πάσχοντας, καὶ μὴ ἀθυμείτωσαν μηδὲ τὰ κρίματα Κυρίου ἐξεταζέτωσαν. οὐκ εὐγνωμόνων δούλων λέγειν ‛ἕως πότε;‚· οὐκ εἶπεν τοῦτο Ἰὼβ ὁ ἀοίδιμος, οὐχ ὁ Πέτρος οὐδ᾽ ὁ Παῦλος, οἱ μυρίαθλοι, οὐδέ τις τῶν μαρτύρων. οἶδεν ὁ ἀκοίμητος ὀφθαλμὸς τὸ ἀρκοῦν ἐπ᾽ ἀμφοτέροις. οὐκ ἐλεεῖς, ὅτι θησαυρίζεις ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ θεοῦ.
ὁ τοιοῦτος, οὗ οὐκ ἔστι πέρας τῆς κολάσεως οὐδὲ ἐξαγόρευσις τῶν ἐν πυρὶ ἀσβέστῳ ἀνυποίστων ἀνιῶν (καὶ παρακαλεῖν ἡμᾶς δεῖ τὴν ἀνοχήν, ὅσον τὸ ἐφ᾽ ἡμῖν, εἰ μὴ ἄν, διὰ τοὺς ὀλλυμένους καὶ ἐκπεπτωκότας τῆς ὑπομονῆς), ὁ ἐπειγόμενος τὸν θάνατον ἰδεῖν τοῦ ἁμαρτωλοῦ οὐ δύναται εἰρήνην ἔχειν πρὸς τὸν θεόν, οὗ χεῖρον οὐδέν· ἀεὶ γὰρ ἐν ταραχῇ κατὰ ψυχήν, ἐπιθυμῶν ὅπερ θεὸς ἀποστυγεῖ καὶ θέλων ὃ οὐ θέλει. ἐντεῦθεν ἀκηδίαι, ἐκλύσεις, βλασφημίαι καὶ τὰ λοιπὰ βλαστήματα τῆς πονηρίας. εἴπωμεν, ἀδελφοί· γενηθήτω τὸ θέλημά σου ἐκ καρδίας, κτηνώδης ἐγενήθην παρὰ σοί, κἀγὼ διὰ παντὸς μετὰ σοῦ. καὶ οὕτως εἰρηνεύουσα ἡ ψυχὴ παρρησίαν ἕξει πρὸς θεόν, ἑκατονταετίζειν ἐν τοῖς ὑπὲρ αὐτοῦ παθήμασι προαιρουμένη· οὔτε γάρ, ἐὰν κατευξώμεθα, τὸ τάχος ἐπιστῇ οὔτ᾽, ἂν ἐπευξώμεθα, βραδυνεῖ, ἀλλὰ τότε ἥξει, ὁπηνίκα ὁ πρὸ καταβολῆς κόσμου διορίσας τὸ συμφέρον δίκαιον κρίμα οἶδεν θεός.
Προσεύχεσθε περὶ ἡμῶν τῶν ἁμαρτωλῶν, παρακαλῶ, ἵνα σῳζοίμεθα. ὁ ἀδελφὸς ὑμῶν τε καὶ ἐμοῦ Νικόλαος προσαγορεύει ἅπαντας. ἡ χάρις μεθ᾽ ὑμῶν. ἀμήν.
Τοῖς διὰ Κύριον πεφυγαδευμένοις πνευματικοῖς ἁγίοις μου πατράσιν Θεόδωρος ἐλάχιστος πρεσβύτερος καὶ ἡγούμενος τῶν Στουδίου ἐν Κυρίῳ χαίρειν Καὶ ἀφ᾽ ἑνὸς ὀρθοδόξου τὸ δέξασθαι γραμματεῖον ἐν ταῖς χαλεπαῖς ἡμέραις ταύταις, μὴ ὅτι γε ἐκ πολλῶν ἐπὶ τὸ αὐτὸ συνεληλυθότων, ξένον πως τῷ καιρῷ, ὡς ἐν χειμῶνι πολύφυλλον ῥόδον, καὶ τῇ ἐμῇ ταπεινώσει χαρίεν ὅτι μάλιστα, ὥστε ἀπ᾽ αὐτῆς τῆς προγραφῆς σκιρτῆσαί μου τὸ πνεῦμα καὶ ἀνθομολογήσασθαι Κυρίῳ τὰ εἰκότα· ὃς καὶ ἐν τῷ παρόντι Ἀχααβικῷ διωγμῷ κατέλιπεν ἑαυτῷ τοσούτους μὴ κάμψαντας γόνυ τῇ Βαάλ. οἶμαι γὰρ τῶν τηνικαῦτα ἰσαρίθμους εἶναι τοὺς νῦν ἀκαμπεῖς οὐ μόνον διὰ τῶν εἰς προῦπτον κειμένων ἐξ ὁμολογίας, ἀλλὰ γὰρ καὶ διὰ τῶν ὧδέ τε κἀκεῖσε διασεσωσμένων ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς ἀποστολικῶς εἰπεῖν, καθάπερ καὶ τὴν ὑμῶν ὁμάδα τὸ τρικόρυφον ὄρος ὡς τρισόλβιον κλέος φέρον ὡραΐζεται.
Χάρις οὖν τῷ θεῷ, τῷ πλουτοῦντι ὑμᾶς σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ· ἐπαινῶ τὴν ἱερὰν φυγαδείαν ὑμῶν, ὑμνῶ τὴν ὀρεινὴν συνοικίαν ὑμῶν, ὅτι, εἰ καὶ τληπαθής, ὅμως θεοποιός. Μωσῆς ἐν ὄρει τῷ Σιναίῳ θεῷ συνωμίλει, Ἠλίας ἐν ὄρει τῷ Χωρὴβ θεὸν ἰδεῖν ὡς δυνατὸν ἠξίωται· Ἰησοῦς αὐτὸς ὁ θεαρχικώτατος εἰς τὸ ὄρος ἄνεισιν ἀνθρωποπρεπῶς προσεύξασθαι. τί τοῦτο; ἐμοὶ δοκεῖ σύμβολον τῆς κατὰ ψυχὴν ἀναβάσεως τὸ θεώρημα εἶναι· ὡς γὰρ τὸ ὄρος ὑπερανεστώς ἐστι τῆς ὑπουρείου πεδιάδος τε καὶ κοιλότητος, τοσούτῳ δὴ μέτρῳ ὁ νοῦς τοῦ προσευχομένου ἄνεισι πρὸς θεὸν διὰ τοῦ μετεώρου τόπου. ὁρᾶτε, ὦ τριπόθητοι, οἷον καὶ ἡλίκον ὑμῶν τὸ ἐνδιαίτημα; μιμνήσκεσθε καὶ ἡμῶν τῶν ἁμαρτωλῶν καὶ χαμοζώων ἐντεῦθεν, ὡς ἂν συναναφθείημεν ὑμῖν τοῖς ὑψιπετέσιν ἀετοῖς Κυρίου.
Ἀλλ᾽ ἐχέτω μὲν ταῦτα ὧδε, εἰ καὶ ὁ πόθος ᾄττει πλέον λέγειν. τί δὲ εἰς τοσοῦτον ἐληλύθατε ταπεινώσεως μέτρον, παρ᾽ ἐμοῦ τοῦ ἀμαθοῦς μαθεῖν ὧν προετείνατε πεύσεων τὰς ἀποκρίσεις; αὐτοὶ χάριτι Χριστοῦ ἀφ᾽ ἑαυτῶν εἰδότες τὸ δέον· εἰ δὲ μή, πρὸς τῶν προεχόντων καὶ ἀξιώματι καὶ λόγῳ. εἰσὶ γὰρ πλεῖστοι, ὡς ὑπέδειξεν ὁ λόγος, ὀφείλοντες ἐκδιδαχθῆναι. ἵν᾽ οὖν μὴ δόξω λυπεῖν ὑμᾶς, ἅμα τε καὶ δεδιὼς τὸ ἀνήκοον, καθίημι ἐμαυτὸν πρὸς τὸ ἐπίταγμα. ἀλλὰ πρῶτον ἐκεῖνο ἔχω λέγειν, ὅτι ἡ αἵρεσις αὕτη, εἰ καὶ τοῖς προλαβοῦσιν ἐφάνη ἄλλως ἢ καί τισι φαίνοιτο νῦν μεσοπόνηρος οὑτωσί πως καὶ οὐ λίαν χαλεπή, ἐμοὶ γοῦν τῷ ἀμύδρωπι οὐδὲν ἄλλο δοκεῖ ἢ ἄρνησις Χριστοῦ εἶναι· εἰ γὰρ ἐν τῇ εἰκόνι τὸ ἀρχέτυπον ἐκφαίνεται, ὥς φησιν ὁ πάνσοφος Διονύσιος, καὶ εἰ ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει, ὥς φησιν ὁ Μέγας Βασίλειος, ἐξουδένωται δὲ νῦν ἡ εἰκὼν Χριστοῦ, ἤρνηται, πεπάτηται παρὰ τῶν χριστομάχων, ἄρα ἐν τῇ εἰκόνι αὐτοῦ καὶ διὰ τῆς εἰκόνος ἠρνήθη Χριστός, ἠτιμάσθη, ἀπεδοκιμάσθη ἰουδαϊκῶς· καὶ ἀλλοίως οὐκ ἔστιν ὑπεξαγαγεῖν τὸ θεώρημα.
διὰ τοῦτο θρήνων καὶ κοπετῶν ὁ καιρός, διὰ τοῦτο καὶ τοσοῦτοι οἱ ἐνιστάμενοι, οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ γυναῖκες, ὡς λογικῶς τε καὶ πραγματικῶς ἀρνουμένου Χριστοῦ, ὅπερ ἐπὶ τῶν πάλαι αἱρέσεων οὐκ ὦπται· λογικῶς μὲν ἐν τῷ φαίειν τοὺς ἀσεβεῖς μὴ οἷόν τε ἐγγεγράφθαι Χριστὸν σώματος χαρακτῆρι, πραγματικῶς δέ, ὅτι καθαιροῦσι πᾶσαν εἰκόνα ἁγίαν Χριστοῦ, τῆς Θεοτόκου, ἀγγέλων, ἁγίου παντὸς καὶ ἁγίας ἐκ πάσης ἐκκλησίας, ἀπὸ παντὸς ἱεροῦ ἀναθήματος, πυρὶ παραδιδόντες, ἐπιτωθάζοντες, γελῶντες τὸ μέγα τῆς εὐσεβείας μυστήριον, βδέλυγμα Χριστὸν ἐγγεγραμμένον σὺν μητρὶ καὶ θεράπουσιν ἀποκαλοῦντες. ὅπερ φρονεῖν καὶ λέγειν καὶ πράττειν Ἰουδαίων ἐστὶ καὶ Ἑλλήνων· οἱ γὰρ Ἄραβες καὶ Σκύθαι αἰδοῖ χρώμενοι οὐδὲν τοιοῦτον ἐφάνησαν πεποιηκότες. πῶς οὖν οὐκ ἄρνησις τῆς οἰκονομίας Χριστοῦ ταῦτα;
Ἀλλ᾽ ἐπὶ τὰς προτάσεις ὁ λόγος. 〈α〉. τινὲς ἐξ ἰδίας προαιρέσεως ὑπέκυψαν ἄνευ τοῦ καταναγκάζοντος· 〈β〉. ἄλλοι μετὰ πληγῶν· 〈γ〉. ἄλλοι δὲ δι᾽ ἀπειλῆς καὶ μόνης· 〈δ〉. ἕτεροι ἄνευ ἀπειλῆς καὶ βασάνων, δέει καὶ μόνον· 〈ε〉. ἄλλοι διὰ τὸ μὴ ἐκπεσεῖν τῶν ἰδίων· 〈ς〉. τινὲς δὲ καὶ κατὰ ἄγνοιαν. τούτους ἐπιστρέφοντας πῶς δεῖ ἀποδέχεσθαι; ἐπιδεικνυμένους δῆλα δὴ ἀξίους καρποὺς τῆς μετανοίας ἅπαντας. τίνες δὲ οὗτοι; ἀποχὴ τῶν ἁγιασμάτων μετὰ προσκλαύσεως καὶ ἐπιπόνου δεήσεως, ἐπὶ μὲν τῶν πρώτων τριετίζουσα, ἐπὶ δὲ τῶν δευτέρων διετίζουσα· ἐπὶ τῶν τρίτων καὶ τετάρτων καὶ πέμπτων ἡ τῶν πρώτων, ἐπὶ τῶν ἕκτων ἐνιαυσιαία. μετὰ τὴν ἐκπλήρωσιν πῶς δεῖ ἔχειν αὐτούς; εἰ μὲν ἐκ τοῦ ἱερατικοῦ πληρώματος καὶ οὐχ ὑπέγραψεν, μηκέτι μετέχων τῆς ἀσεβοῦς κοινωνίας τις, ὡς ἐν ᾧ ἐτέτακτο κλήρῳ· εἰ δὲ καὶ ὑπογράψας εἴη, ὡς εἰργόμενος τῆς ἱερουργίας ἕως ὀρθοδόξου συνόδου, κοινωνῶν δ᾽ οὖν ὅμως τῶν ἁγιασμάτων. τοῖς πάντῃ ἀσεβέσιν, εἰ ἔξεστιν κατὰ ἀνάγκην δέους ἕνεκα ἢ διὰ λιμὸν ἢ καὶ ἄνευ ἀνάγκης ἢ καὶ διὰ βίαν ἄλλοις κοινωνοῦσιν, ὀρθοδόξους δὲ ἑαυτοὺς ὁμολογοῦσι συνεσθίειν; οὐδαμῇ οὐδαμῶς, εἰ μή τί γε τοῖς ἐσχάτοις, οὐκ ἀδιαφόρως, ἀλλ᾽ ἐξ ἀναγκαίου τινὸς τρόπου ἅπαξ ἢ δίς. εἰ τῶν τούτοις ἐδωδίμων τὰ λείψανα ἐσθίειν κατὰ ἀνάγκην ἢ καὶ ἄνευ ἀνάγκης, διότι προεσχημάτισται ἐν αὐτοῖς ὁ σταυρός;
εἰ μὲν παρὰ ἱερέως, οὐδαμῶς· εἰ δὲ μή, μεταληπτέον κατὰ βίαν. εἰ δεῖ εἰς εὐκτήριον αὐτῶν εἰσέρχεσθαι εὐχῆς χάριν καὶ εἰ δεῖ τὴν ἁγίαν ἀναφορὰν ἐν αὐτῷ ἐπιτελεῖν μετὰ ἰδίας τραπέζης; οὐδαμῶς ἑκάτερον. εἰ δεῖ χαίρειν αὐτοῖς λέγειν καὶ ἀσπάζεσθαι; οὐδαμῶς, ὥς φησιν ὁ Μέγας Βασίλειος, ὁ Κύριος ἐκώλυσεν τὸν κοινὸν ἀσπασμόν· ὥστε τοῦτο κατὰ σύμβασιν, ὡς δὲ ἐξ ἀγάπης καὶ φιλίας φευκτέον, ἵνα πληρωθῇ ἐν τούτῳ· οὐκ ἔστι λέγειν χαίρειν τοῖς ἀσεβέσιν. εἰσί τινες τῶν μοναστηρίων, οἳ οὔτε ἔργῳ οὔτε λόγῳ συνῆλθον, φυγῇ τὴν σωτηρίαν ποριζόμενοι καὶ πάλιν μετὰ τὴν ὑποχώρησιν τῶν ἀσεβῶν ἀνθυποστρέφοντες. εὖ ἂν ἔχοι· εἰ δὲ καὶ ἐλειτουργήθη ἐκκλησία ὑπὸ τῶν ἀσεβῶν, εἰ μὲν ἅπαξ, εἰσίτωσαν, ἐπιτελοῦντες ἐν αὐτῇ τὰς προσευχὰς μόνον, εἰ δὲ πολλάκις, ὑποχωρείτωσαν ταύτης πόρρω. κοσμικοί τινές εἰσιν ἢ καὶ μοναχοί, σφοδρῶς μυσαττόμενοι ἢ καὶ ἀποδυρόμενοι τὴν ἀσέβειαν, διὰ δὲ τὰς ἀπειλὰς τῶν ἀθέων προσέρχονται τῇ αὐτῶν κοινωνίᾳ, οἰόμενοι αὐτὴν δηλητήριον εἶναι, αἰτοῦνται δὲ εὐχὴν ὑπὲρ αὐτῶν ἡμᾶς ποιεῖσθαι· εἰ ἔξεστιν αὐτοῖς μεταδιδόναι τῶν θείων μυστηρίων; εὐχὴν μὲν ποιεῖσθαι ἐξόν, οὐ μὴν μεταδιδεῖν, κἂν ὅ τι ἂν λέγωσιν ἢ πράττωσιν. σταυροὺς ἐὰν ἱστῶσιν κατὰ τὰς λεωφόρους, εἰ δεῖ προσκυνεῖν; οὐ κωλυτέον. εἰ δεῖ τῶν τοιούτων τὰς προσφορὰς προσκομίζειν; οὐδαμῶς.
Ταῦτα οὖν, ὡς ὁ Κύριος κατὰ νοῦν ἐπήγαγεν ἡμῖν, ἐφθεγξάμεθα, οὐ νομοθετικῶς (ἐπεὶ μηδὲ ἐσμὲν τῶν ἱεραρχούντων· αὐτῶν γὰρ τὸ τυποῦν κανονικῶς), ἀλλὰ συμβουλευτικῶς, ἐπεὶ ἐσμὲν ὑμῖν ὁμοταγεῖς καὶ ἐπειδὴ ἐξ ἀπορίας τῶν ἱεραρχικῶς ὀφειλόντων τυπῶσαι ἀναγκασθέντες ὑφ᾽ ὑμῶν ἐληλύθαμεν εἰς τοῦτο. ὑμεῖς δέ, ἁγιώτατοι πατέρες, σύγγνωτε, εἴ τί ἐστιν ἀπαρέσκον ὑμῖν ἐν τοῖς εἰρημένοις. πλὴν ὅτι ὁ ἰατρὸς καὶ ψυχῆς καὶ σώματος καὶ προσώπου ποιότητα καὶ καιροῦ ἰδιότητα, ἕξιν τε καὶ πάθος, δύναμίν τε καὶ ἀδράνειαν ἐπιτηροίη καὶ οὕτω φαρμακεύοι καὶ ἰᾶται, ἐλλείψεσι καὶ προσθήκαις χρώμενος· ἃ ἐν κεφαλαίῳ περιλαβεῖν οὐχ οἷόν τε κανονικῶς, ὡς καὶ αὐτοὶ οἱ ἅγιοι πατέρες ἡμῶν ὡρίσαντο.
Λουκιανῷ τέκνῳ Ὁ ἀγαθὸς θεὸς ἡμῶν, εἰδὼς τὸ τῆς ἀνθρωπίνης φύσεως εὐόλισθον καὶ ὅτι, εἰ καὶ δοκεῖ τις κατ᾽ ὀρθὸν πορεύεσθαι, ὡς οὐκ οἶδεν μικρὸν ῥαθυμήσας ὑποσκελίζεται, φιλανθρώπως ἐδωρήσατο τὴν μετάνοιαν, ἀνακαλουμένην τὸν ἄνθρωπον τῆς πτώσεως καὶ εἰς τὸ ὑγιὲς ἀποκαθιστῶσαν. ἐπεὶ οὖν καὶ αὐτός, ἀδελφέ μου, πέπονθας ὃ πέπονθας καὶ τὸν τῆς ἀξιολόγου μετανοίας καιρὸν πεπλήρωκας, πολλῇ κατανύξει καὶ πλείστοις δάκρυσιν, ὡς ἀκήκοα, ἐξιλεωσάμενος τὸν θεόν, ἐπιζητοίης δὲ ἄρτι λύσιν, καθὰ διά τε τοῦ οἰκονόμου καὶ τοῦ παροικονόμου ἐδηλώθη μοι, εἴη σοι αὕτη παρὰ Κυρίου· καὶ ἔσῃ ὑγιαίνων ἐκ τοῦ δεῦρο, υἱέ μου, καὶ χαίρων ἐν Χριστῷ καὶ κατευοδούμενος ἐν αὐτῷ, μηκέτι συμπίπτειν διδοὺς ἐγγυὰς τῷ δεσπότῃ, ἀλλὰ θνήσκειν ὑπὲρ αὐτοῦ, ὡς καὶ αὐτὸς ὑπὲρ σοῦ ἔπαθεν.
Πρότερον μὲν οὖν διὰ γράμματος ὁ ἀνάξιος κλαυθμυρικῶς ἐφθεγξάμην πρὸς σέ, Ἀδάμ, ποῦ εἶ; τὴν θείαν φωνὴν ὑπειπών, διὰ τὸ ἐξ ὑψηλοῦ σε βίου οἱονεὶ παραδεισιακοῦ ἐκπεπτωκέναι· νῦν δὲ ἀναγκαῖον ἀποτολμῆσαί με τὸν τάλανα καὶ εἰπεῖν· εἰρήνη σοι, ἀνάστα, Χριστὸς κελεύει, ζῆθι εἰς αἰῶνα.
Ἀλβενέκᾳ πρωτοσπαθαρέᾳ Ἐξένισέν με τὸ γράμμα τῆς εὐγενείας σου οὐκ ὀλίγον, οὕτω μὲν ἐκ φιλοθέου καρδίας ὑπαγορευθέν, οὕτω δὲ ὑπὸ συντετριμμένης καὶ τεταπεινωμένης διαθέσεως προαχθέν, ὥστε δὶς ἐπὶ τὸ αὐτὸ ἀναγνόντα με ἐπιλέγειν· τίς καὶ ὁποία καὶ ἡλίκη ἡ ψυχὴ αὕτη, ἡ ταῦτα φθεγγομένη πρός με τὸν ταλαίπωρον; ὡς δὲ καὶ παρὰ τοῦ γραμματηφόρου ἀνηγγέλη μοι ἅπερ ζώσῃ φωνῇ παρέθου αὐτῷ ἐξειπεῖν, τότε καὶ μᾶλλον ἠγάσθην λίαν καὶ ἐδόξασα τὸν ἀγαθὸν ἡμῶν θεόν, ὃς ἐνέπνευσέν σοι τοιοῦτον διαλογισμόν, καὶ εἰς ἔργον αὐτὸν προαγαγεῖν ἐφιεμένην.
Μέγα τοιγαροῦν τὸ ἔργον, ὃ ἐπεπόθησας, κυρία, καὶ τῶν δυσανύστων, οὐ μόνον διὰ τὸ ὑψηλὸν καὶ οὐράνιον τοῦ βίου (οὐδὲν γὰρ ἄλλο ἡ ἀποταγὴ ἢ σταυροῦ καὶ θανάτου ἐπαγγελία τῷ γε ἀληθινῶς μονάσαντι), ἀλλὰ καὶ διὰ τὸ δεδέσθαι σε ἀνδρί, οὗπερ οὐχ ὡς ἔτυχεν ἔστι διαζευχθῆναι, διὰ τὸ θεοσύναπτόν σοι εἶναι δῆλον ὅτι. τίς οὖν ἀποσυνάψειεν ἢ δῆλα δὴ ὁ συνάψας, ἐπὶ μείζονα ἐπειγμένην προελθεῖν πολιτείαν; δεῖ οὖν, καθάπερ ἡ διαταγὴ τοῦ Ἁγίου Βασιλείου, πρῶτον τὰ πρὸς τὸν ὁμόζυγον εὖ διαθέσθαι· τί τοῦτο; ἀπογυμνῶσαι τὸν λογισμὸν τῆς ἐφέσεως, ὑποδεῖξαι τὸ τοῦ κόσμου μάταιον καὶ ὀνειρῶδες, ὡς οὐδὲν μόνιμον ἐν αὐτῷ, ἀλλὰ παρατρέχον ἴσα καὶ σκιαῖς, κἂν περιχαρές τι, κἂν ἀπολαυστικόν, κἂν πολύολβον, κἂν ἐνήδονον, κἂν βασιλεία αὐτή· ὡσεὶ ἄνθος γὰρ τοῦ ἀγροῦ πάντα ἀφίπταται· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ κρίμα ἀπαραίτητον ἐπὶ τῶν προσπαθῶς ζησάντων ἐν τῷ παρόντι αἰῶνι καὶ μὴ κατὰ τὰς ἐντολὰς τοῦ Χριστοῦ· ὅπερ ἐργῶδες ἐκτελέσαι ἐν τῷ κοινῷ βίῳ.
Ταῦτα λάλησον, παρακάλεσον, ἐκμείλιξαι, ὡς ἂν πείσειας αὐτὸν συναιρήσασθαί σοι τὸν σκοπὸν τῆς ἀποταγῆς (τί γὰρ οἶδας, φησί, γύναι, εἰ τὸν ἄνδρα σώσεις;), καὶ τοῦτο ἐπὶ χρόνον ἱκανόν. καὶ εἰ μὲν συνέλθοιεν, εὖ ἂν ἔχοι, εἰ δὲ μή, τότε, εἰ τοσοῦτον ἀνάπτει σε ὁ θεοῦ πόθος, πράττεις τὰ δόξαντά σοι καὶ μὴ βουλομένου τοῦ ὁμόζυγος. ἀλλ᾽, ὡς προείρηται, δυσεξάνυστον τὸ πρᾶγμα, καὶ μάλιστα ἐν ταῖς τοῦ διωγμοῦ ἡμέραις καὶ ὅτι οὐχ ἡ τυχοῦσα αὐτή, ἀλλὰ τῶν ὑπερεχουσῶν καί γε τῶν συναίμων τῇ βασιλευούσῃ· ἐφ᾽ ᾧ καὶ θαυμάζειν ἐστί, πῶς ἐν τῇ ἄγαν εὐδοξίᾳ τοῦ τῇδε βίου ταύτην βδελυσσομένη τὴν ταπείνωσιν Χριστοῦ ἐπιποθεῖς ἐνδύσασθαι. εὐλογητὸς Κύριος ὁ οὕτω πείθων· καὶ γὰρ πρὸς τὴν τοῦ θεοῦ δόξαν ὡς ἀληθῶς βδέλυγμά ἐστι τὰ ἔνδοξα τοῦ ματαίου βίου.
Ἔχου τοίνυν τοῦ καλλίστου βίου σου· ἀκούω γὰρ οἷα ἀγαθουργεῖς καὶ πῶς ἀφιεμένη τὰς βασιλικὰς διατριβὰς σχολάζοις ἐν ἑαυτῇ καὶ ἐν ἀγαθοῖς (ἔστι γὰρ καὶ ἐν τῷ βίῳ σωθῆναι καὶ μετὰ ἀνδρός), καὶ πάλιν πρὸς τὸ ἑξῆς, ὡς ὁ Κύριος εὐοδώσειεν, οὕτω καὶ διαγίνῃ, μὴ λυποῦσα τὸν ὁμόζυγον, ἀλλὰ μᾶλλον κατακάμπτουσα διὰ τῆς ἐνθέου διαγωγῆς. περὶ τῆς ἀδελφῆς, δεδήλωκα αὐτῇ τὸ παριστάμενόν μοι· περὶ τοῦ οἰκονόμου μου καὶ ἀγαπητοῦ τέκνου, πλεῖστά σοι ἀπευχαριστῶ, συμπαθῶς ἐπειχθείσῃ πρὸς αὐτόν. εὕροις ἔλεος παρὰ Κυρίου.
Μαρίᾳ μοναζούσῃ Ἀνέγνων σου τὴν τιμίαν συλλαβὴν καὶ ἐπέγνων σου τὸν εὐσεβῆ λογισμόν, ὅτι τῆς αὐτῆς τῷ μακαρίῳ ἐκείνῳ πατρὶ διαθέσεως ἀκολούθως ἔχεις ὑπὲρ Χριστοῦ πάσχειν· καὶ εἰκότως, ἵνα φανῇ ὅτι ἡ μία σὰρξ ἓν καὶ φρόνημα κρατεῖ, οὐχ ἑτεροζυγοῦσα περὶ τὴν πίστιν. χάρις οὖν θεῷ, τῷ οὕτως ὑμᾶς διὰ τὸν φόβον καὶ πόθον αὐτοῦ διαζεύξαντι ἀπ᾽ ἀλλήλων μαχαίρᾳ εὐαγγελικῇ σωματικῶς καὶ πάλιν τῷ ἑνὶ πνεύματι καὶ φρονήματι συνάψαντι ψυχικῶς. σπούδασον οὖν, κυρία μου, τῆς ἴσης αὐτῷ μερίδος ἀξιωθῆναι καὶ συντεύξασθαι ἐκεῖ καὶ συνεῖναι εἰσαεί, αἱρουμένην αὐτὸν ὡς ᾑρετίσατό σε· καὶ γὰρ πολλῇ ἀγάπῃ πολλὴν καὶ φροντίδα ἔσχεν ἐν τῇ σωτηρίᾳ σου, ὡς οἶδα κἀγώ, καθότι κοινωνῶν ἦν τῇ ταπεινώσει μου τὰ καθ᾽ αὑτὸν ὡς υἱῷ.
Περὶ τῆς κατὰ ἀνάγκην τοῦ διωγμοῦ ὑποκριτικῆς σου ἔξωθεν κοσμικοφορήσεως πρὸς μικρὸν χρόνον καὶ τόπον, εὕρηται ἐν τοῖς ἁγίοις κατά τινα ἀναγκαίαν ὑπόθεσιν, εἰς δὲ τὸ ἀεὶ οὐδαμῶς. λοιπὸν οὐκ οἶδα τί εἴπω· ἐὰν ἐπιτρέψω ῥῖψαι τὴν ὑπόκρισιν, εἴποις ἂν μὴ φέρειν τὸ μαρτύριον· ἐνεχθήσῃ γὰρ καὶ εἰς βάσανα· ἐάν τε πάλιν ἐπαφήσαιμι οὕτως, οὐκ ἔχω γραφικὴν μαρτυρίαν. δύο τοίνυν κακῶν προκειμένων κρεῖττόν ἐστι κρυπτομόναχον εἶναι ἤ, μὴ φέροντα τὰς πληγάς, κοινωνῆσαι τῇ ἀρνητικῇ αἱρέσει καὶ ἀποστῆναι Χριστοῦ, ἐφ᾽ ᾧ ἔσται ἀεὶ ἡ μερίς σου.
Μοναζούσῃ παραινετική Ὁ παρὼν καιρὸς τοιοῦτος, ὃς ἀναγκάζει ἡμᾶς μεριμνᾶν ὑπὲρ ἀλλήλων διὰ τὸ τῆς ἰσοψυχίας καὶ ὁμοπιστίας ἀξίωμα, ἐπειδὴ ὡς μίαν ἐκκλησίαν, ἤγουν συνοδίαν, συνεκαλέσατο ὁ θεὸς ἅπαντας τοὺς ἀντεχομένους τῆς ἀληθείας καὶ ἐν αὐτῇ ὁμολογοῦντας. καθάπερ οὖν οὐκ ἀκίνδυνον τῷ τῆς αὐτῆς μονῆς ὄντι μὴ ὑπὲρ τῶν συμμαθητῶν φροντιοῦντι, ἢ καθηγουμένῳ τὸ μὴ περὶ τῶν φοιτητῶν ὡσαύτως φροντίζειν, οὕτω δὴ καὶ ἡμῖν πᾶσιν, ἐπειδήπερ, ὡς εἴρηται, μία ἐκκλησία κοινοβιακή ἐσμεν.
Ἐπισκέπτομαί σε διὰ τοῦ γράμματος καὶ ἐρωτῶ πῶς δὴ ἔχοις ἐν Κυρίῳ, ὦ ἀδελφὴ πνευματική, εἰ ἐμμένεις ἐν τῇ καλῇ ὁμολογίᾳ Χριστοῦ, εἰ τηρεῖς τὴν παρακαταθήκην τῆς πίστεως διὰ Πνεύματος Ἁγίου ἀσφαλῆ, εἰ κρατύνῃ ἐν θεῷ, μὴ πτυρομένη ἀπὸ τῶν ἀσεβῶν. εὖγε, εὖγε· στηριχθείης ἔτι πλειόνως καὶ τοσοῦτον, ὡς ἂν ᾄδειν σε σὺν τῷ ἁγίῳ Δαυίδ· οὐ φοβηθήσομαι ἐν τῷ ταράσσεσθαι τὴν γῆν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν. καὶ γὰρ ὁ ὡς ἀληθῶς βεβαιόπιστος ἀμετακίνητός ἐστι πάμπαν τῆς ἀγάπης Χριστοῦ, ἧς οὐ θλῖψις, οὐ στενοχωρία, οὐ λιμός, οὐ διωγμός, οὐ κίνδυνος, οὐ μάχαιρα χωρίζειν δύναται. ταύτῃ τῇ πεποιθήσει οἱ ἅγιοι πάντες ἐτελειώθησαν, τῇ αὐτῇ καὶ ἡ σὴ τιμιότης εἴη· οὐ γὰρ εἶ ἀγενεστέρα Θέκλης, Φεβρωνίας καὶ τοῦ περὶ αὐτὰς μακαρίου χοροῦ. θυγάτηρ θεοῦ, νύμφη Χριστοῦ ὡς κἀκεῖναι καὶ αὐτή, ὑπὲρ οὗ καὶ τανῦν τὸ μαρτύριον ὥσπερ τηνικαῦτα.
Ὑπομείνωμεν οὖν, παρακαλῶ, οὐχ ὅτι ἐν οἷς ἐσμεν θλιπτικοῖς, ἀλλὰ κἂν τὰ προειρημένα ἅπαντα ἐπιστῇ. ἀπροσωπόληπτος ὁ θεός, τῇ αὐτῇ ἀγάπῃ ἀγαπῶν ἡμᾶς ᾗ ἠγάπησεν καὶ τοὺς πάλαι. ταῦτα ὡς ἐν ὀλίγοις, εἰδὼς ὅτι οἴκοθεν καὶ ἐξ ἄλλων τὰς παρακλήσεις ἔχει σου ἡ σεμνοπρέπεια· ὅμως καὶ παρ᾽ ἡμῶν, ἵνα γνοίης ὅτι οἰκειοπαθοῦμέν σοι ὀφειλομένως καὶ ὅπως προσεύχῃ τοῦ στηρίζεσθαι καὶ ἡμᾶς τοὺς ἁμαρτωλούς.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.