Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Ἐπιστολαί

Θεόδωρος ὁ Στουδίτης

Η μοιχειανική έριδα και η υπεράσπιση των ιερών κανόνων

Θεολογική και κανονική αντιμετώπιση του παράνομου βασιλικού γάμου, διακοπή εκκλησιαστικής κοινωνίας με τους παραβάτες και εκκλήσεις προς τον πάπα Ρώμης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 2 από 21

Πρὸς τὸ κοινὸν τοῦ λαοῦ Ἀντισάρχου Γράμματα ἐδεξάμεθα παρὰ τῆς τιμιότητος ὑμῶν περὶ τοῦ μαθητοῦ ἡμῶν, τοῦ πάλαι ἀποδράσαντος καὶ ἐν τοῖς αὐτόθι οὐκ οἶδ᾽ ὅπως ἀμαθίᾳ καὶ ἀνοσιότητι προσδεχθέντος, καὶ ἐν ἑνὶ ἄντρῳ οὐχὶ μοναστήριον ἀλλὰ λῃστήριον παθῶν ἀναδειμαμένου, ἵνα τοῦτον λύσεως ἀξιώσωμεν. καὶ σύντομος ἡ ἀπόκρισις. Μαρκιανὸς ὁ μαθητὴς ἡμῶν, ἕως ἂν ὑποστρέψῃ ἐν τῷ οἰκείῳ μοναστηρίῳ, ἐν ᾧ τὰς συνθήκας ἔθετο ὑπὸ μάρτυρι θεῷ τῆς ἀποταγῆς αὐτοῦ, ἐστὶ δεδεμένος καὶ κατακεκριμένος καὶ ἀνάξιος τῆς κοινωνίας, καθ᾽ οὓς ἔγραψε θεοκελεύστους κανόνας· οὐ γὰρ ἐξ ἡμῶν ἡ ἐπηρτημένη ἀπειλή, ἀλλ᾽ ἐκ θεοπνεύστων πατέρων.

Τοῦτον τοίνυν, εἴπερ ἀγαπᾶτε σῴζεσθαι, νουθετήσατε ἀνθυπονοστῆσαι εἰς τὰ οἰκεῖα, ὃν ἡμεῖς μεταμελόμενον καὶ ὑποστρέφοντα πατρικοῖς σπλάγχνοις ἕτοιμοί ἐσμεν ὑποδέξασθαι καὶ συγχωρῆσαι πάντα τὰ ἡμαρτημένα αὐτῷ· ὡς γὰρ οὐκ ἔστι πρόβατον ἐκ τῆς ἰδίας μάνδρας ἀποσπασθὲν καὶ ἀποπλανηθὲν μὴ θηριάλωτον γενέσθαι, οὕτως τὸν ἀπὸ μοναστηρίου ἐξερχόμενον ἀνόμως ἐν τῷ οἰκείῳ θελήματι καὶ ἐν τόπῳ οὗ οὐκ ἐπισκοπεῖ ὁ Κύριος καθεζόμενον μὴ ὑπὸ δαιμόνων ἁλῶναι. τὸ οὖν κελλίον αὐτοῦ φωλεός ἐστι δαιμόνων, ἀγρευτήριον ψυχῶν, παγιδευτήριον γυναικῶν, πάσης ἀνομίας ἐργαστήριον, κἂν ὁποίοις ἂν λόγοις καὶ τρόποις ἢ αὐτὸς ἢ ὑμεῖς μεθοδεύειν πειρᾶσθε τὰ λεγόμενα.

Εἰ οὖν ὑπακούει καὶ ὑπακούετε, εὖ ἂν ἔχοι ἀμφοτέροις, φυγοῦσι τὰς θείας ὀργὰς καὶ ἀπειλάς· εἰ δὲ μή γε, ὄψεσθε ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν τοὺς τῆς παρακοῆς ὑμῶν καρπούς. ὁ δὲ ἁγιώτατος ἐπίσκοπος εὐλογημένος ἐστὶν ὑπὸ Κυρίου, τηρῶν τοὺς νόμους καὶ τὸν ἀνόσιον πόρρω που διώκων. οὐ γὰρ χειροτονίας ἄξιος τὸ καθόλου, κἂν ἐνταῦθα ὑποστρέψῃ· οἶδα γὰρ τὰ αὐτοῦ ὑπὲρ ἐκεῖνον αὐτόν, πατὴρ αὐτοῦ γεγονώς.

Πινουφίῳ καὶ Μάρῃ τέκνοις Οὐκ ἐβουλόμην ὑμῖν ἐπιστεῖλαι διὰ τὸ τὰ δεύτερα γράμματα ὑμῶν μὴ συμφωνεῖν τοῖς προτέροις (τὰ μὲν πρότερα ἐπαγγελίαν εἶχον ταχίστης μεταγνώσεως καὶ ἐλεύσεως πρὸς ἡμᾶς, τὰ δὲ δεύτερα ἀνάνευσιν καὶ ἀνατροπὴν) καὶ ὅτι ἐπαφορμίζεσθε τοῦτο καὶ ἐκεῖνο καὶ οὐχὶ μᾶλλον ἐν ἀληθείᾳ ὁμολογεῖτε τὸ πταῖσμα ὑμῶν, θρηνοῦντες καὶ μεταμελούμενοι ἐφ᾽ οἷς κακῶς πεπράχατε. εἰ οὖν μετανοεῖτε καὶ ἔστιν ἐν ὑμῖν σπινθὴρ φόβου θεοῦ, ἀνακαίων τὰς καρδίας ὑμῶν εἰς ἃς δεδώκατε ὁμολογίας καὶ συνθήκας θεῷ τε καὶ ἡμῖν ἐπὶ τοῦ φοβεροῦ βήματος αὐτοῦ ὑπὸ μάρτυσιν ἀγγέλων καὶ πάσης τῆς ἀδελφότητος, εὖ ἂν ἔχοι· καὶ μηδὲ ἐντεῦθεν μηδὲ ἐντεῦθεν ἐπιβλέψησθε, ἀλλὰ συντόμως διαρρήξαντες τὴν ἐκ τοῦ δαίμονος συμπλοκὴν τῆς προσπαθείας ὑμῶν καὶ ἰδιορρυθμίας, ᾗ πεπλάνηκεν ὑμᾶς ἐκβαλὼν τοῦ κοινοβίου καὶ περιάγων ὑμᾶς εἰς τόπους, εἰς οὓς οὐκ ἐπισκοπεῖ Κύριος (πῶς γὰρ ἂν καὶ ἐπισκοπήσῃ ἐπ᾽ ἀθετήσει τῶν ἁγίων αὐτοῦ ἐντολῶν;), ἥκατε πρὸς ἡμᾶς, ἥκατε ἐν συντετριμμένῃ καρδίᾳ καὶ λόγῳ τεταπεινωμένῳ πρὸς τὸ ἄλλον ὑμᾶς βίον ἀναλαβέσθαι ὑπὲρ τὸν πρότερον. ὁ γὰρ πρότερος σκαιὸς ἦν ἐκ τῆς κατὰ μικρὸν χαυνώσεως, θρασύτητος ὑμῶν καὶ ἀντιλογίας, ὑπαγαγὼν ὑμᾶς ἐν τῷ τῆς ἀποστασίας πτώματι.

καὶ ἡμεῖς, κἂν ἁμαρτωλοί ἐσμεν, ἀλλ᾽ οὖν σπλάγχνοις πατρικοῖς προσδεξόμεθα ὑμᾶς καὶ τὴν ἑαυτῶν ταπεινὴν ψυχὴν μέχρι θανάτου ὑποτιθέντες εἰς τὸ ἀναβαστάξαι ὑμῶν τὰ ἀσθενήματα κατὰ ψυχὴν καὶ σῶμα· οὐ γὰρ ἐξ ὅτε ἀπωλισθήσατε ἐν ἀμεριμνίᾳ γεγόναμεν, ὥσπερ οὐδὲ ἐπὶ τῶν ἄλλων, ἀλλὰ τηκομένην ἔχομεν ἐν ἑαυτοῖς τὴν καρδίαν καὶ πρὸς τὸν θεὸν αἴροντες φωνὴν ἡμῶν οἰκτρὰν καὶ βέβηλον, ἵνα ἀνθυπονοστήσῃ ὑμᾶς πρὸς τὴν μάνδραν ὑμῶν ἐμπνεύσει λογισμοῦ μετανοίας. καὶ ἐάνπερ οὕτως πράξοιτε, θεραπεύοιτε πάλιν τὸν θεὸν καὶ ἡμᾶς τοὺς ἁμαρτωλούς· οὐ γὰρ ζητεῖ τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν.

Ἐπιστρέψατε οὖν, ἐπιστρέψατε, πρὶν ἄφνω ἐπιστῇ ὑμῖν ὁ ὄλεθρος, καθὼς τῷ Πετρωνίῳ, καὶ εὑρεθῆτε κενὰ καὶ ἀνόνητα μεταμελούμενοι, ὅτε τῆς μετανοίας κέρδος οὐδέν. ποῦ τοίνυν εἰσὶν οἱ λόγοι σου, Πινούφιε, καὶ σοῦ, Μάρη; μαρτυρίου ἀγῶνας ὑποδέχεσθαι διὰ τὴν ταπείνωσιν ἡμῶν προεθυμεῖσθε, μᾶλλον δὲ διὰ τὴν σωτηρίαν τὴν δι᾽ ὑπακοῆς, καὶ τοῦτο πολλάκις· καὶ μικρά τις αὖρα ἐλθοῦσα ἐρρίπισεν ὑμᾶς ὡς ἄν τινα ἀνέμην. ἀνανήψατε, ἐπιβλέψατε εἰς θεόν, φοβήθητε ἀπὸ τῶν κριμάτων αὐτοῦ καὶ ἐξ ὧν συνεπίστασθε πράξεων ὑμῶν, ὅτι ἐν ἐκείναις μόνον οὐκ ἀρκετὸς ὑμῖν πᾶς ὁ βίος εἰς μετάνοιαν. τί λοιπὸν προσθήκας ἁμαρτημάτων προστίθεμεν ἐπὶ ἁμαρτήμασι χαλεποῖς;

Πρὸς δὲ τὸ γράψαι ἡμᾶς εἰς οὓς εἰρήκατε, ἀσμένως προσδεχθέντες καὶ ξενοδοχούμενοι ὑπ᾽ αὐτῶν, τοῦτο μὲν οὐ ποιοῦμεν· οὐ γὰρ ἐξ ἡμῶν ἐξήλθατε διὰ λόγου ὑπακοῆς, ἵνα κρίνωμεν ἀξίους ὑποδοχῆς, τοὐναντίον δὲ καταλογιζόμενοι ὁριζόμεθα ὑμῖν οὕτως. ἀφ᾽ ἧς οὖν ἡμέρας δέξησθε τὰ γράμματα, ἀποκινήσατε καταλαβόντες τὰ ἐνταῦθα. εἰ δὲ ἀπειθοῦντες ἐπιμένοιτε, ὅπερ μὴ δῴη ὁ θεός, ὃ ἀπεύχομαι, ἐστὲ ἀκοινώνητοι, κατακεκριμένοι τε καὶ καταδεδικασμένοι παρὰ ἀληθείᾳ δικαζούσῃ, νενεκρωμένοι τε τὴν ψυχὴν καὶ ἐστερημένοι τοῦ πνεύματος, καθὼς ὁ μέγας καὶ θεῖος Βασίλειος ἀπεφήνατο· ἀλλ᾽ οὔτε οἱ ὑποδεχόμενοι ὑμᾶς ἔξω κατακρίσεώς εἰσιν, ὡς μὴ τοὺς θείους κανόνας φυλάττοντες.

Συμεὼν μονάζοντι Ἔγνωμεν, ὦ πάτερ, καὶ διὰ τῶν προλαβόντων οἷος καὶ ἡλίκος γέγονας πρὸς τὴν ταπείνωσιν ἡμῶν, ἐν πᾶσι τοῖς συμβεβηκόσι θλιβεροῖς ὁμαλίζων καὶ διευθετῶν πάντα πρὸς τὸ λυσιτελές· ᾔσθημεν δὲ καὶ νῦν περίλυπόν σε διὰ τῆς ἐπαγγελίας τοῦ ἀδελφοῦ γεγενῆσθαι ἐν τοῖς παρισταμένοις. ἀλλὰ τί πάθωμεν; ὅτι ἐντολὴ θεοῦ πρόκειται καὶ κανόνες πατρικοὶ οἱ ἀπείργοντες ἡμᾶς ἐκ τῆς τοιαύτης κοινωνίας. ὧδε δὲ φθάσειε ἡ ταχεῖα ῥοπή σου καὶ ἡ εἰλικρινής σου πρὸς θεὸν καὶ ἡμᾶς τοὺς ἁμαρτωλοὺς σχέσις, ἵν᾽ ὥσπερ τινὰ τρικυμίαν μεταγάγοις τὸν πειρασμὸν καὶ γαληνιάσῃς τὴν ταραχὴν τῶν εὐσεβῶν ἡμῶν δεσποτῶν. οὐ γὰρ πρὸς αὐτοὺς ἡμῖν ὁ λόγος τῆς ἀκοινωνησίας οὐδὲ ἡ αἰτία τῆς ἀμφισβητήσεως (μᾶλλον δὲ ἡ τιμὴ καὶ ἡ προσκύνησις, ἡ φιλία καὶ ἡ ἔντευξις κατὰ τὸ ὀφειλόμενον), πρὸς δὲ τὸν ἀνόμως στεφανώσαντα τὸν μοιχεύσαντα κατὰ τὸν λόγον τοῦ Κυρίου, πρὸς τὸν τολμήσαντα τηλικούτου κακοῦ ὑπουργὸν γενέσθαι καὶ βεβαιωτὴν ἐπὶ τοῦ κόσμου παντός, ὃν καθῆρεν αὐτὸς ὁ Χριστὸς δυσὶ κανόσιν ὑποπεσόντα (ἐπεὶ καὶ ἄλλοις), κατὰ μὲν τὸν πρῶτον, ὅτι οὐδὲ ἑστιαθῆναι εἰς διγαμοῦντος γάμον παραχωροῦντος τὸν πρεσβύτερον (εἰς γὰρ μοιχοῦ οὐδὲ ἐτόλμησεν ὁ κανὼν γράψαι), πόσῳ γε μᾶλλον στεφανῶσαι;

κατὰ δὲ τὸν δεύτερον, ὅτι τὸν ὑποπεσόντα ἔν τινι σφάλματι καὶ διὰ τοῦτο ἀφορισθέντα, εἰ μὴ ἐντὸς ἐνιαυτοῦ ἐπαγωνίσηται τῇ οἰκείᾳ συστάσει, οὐκ ἐξὸν ἔτι φωνὴν αὐτοῦ προσδεχθῆναι· ὁ δὲ ἐννέα χρόνους ὑπερβὰς εἰσεπήδησεν ἐν τῇ ἐκκλησίᾳ. εἰ οὖν οὗτος ἀναίτιος, πολλῷ γε μᾶλλον ὁ μοιχεύσας· εἰ δὲ ἐκεῖνος ἔνοχος τῆς ἁμαρτίας, τίς ἀμφιβάλλει περὶ τοῦ συζεύξαντος καὶ κατὰ τοῦ Ἁγίου Πνεύματος δυσφημήσαντος ὡς οὐχὶ ἐναγέστερος καὶ βεβηλότερος;

Ταῦτά ἐστι, πάτερ ἅγιε, τὰ φοβοῦντα καὶ συστέλλοντα ἡμῶν τὴν καρδίαν. καὶ διὰ ταῦτα πρὸς τὸ μὴ κοινωνῆσαι αὐτῷ τε καὶ τῷ προηγησαμένῳ πατριάρχῃ, ἐπὰν μετεδίδοι τῷ μοιχεύσαντι, ἀπεκλείσθην ἐγὼ μὲν ἐν ᾧ καθέζῃ τόπῳ, ὁ ἡγούμενος δὲ καὶ οἱ λοιποὶ ἐν Θεσσαλονίκῃ ὑπερορισθέντες. ἀλλ᾽ ὁ θεὸς πάλιν ἐπισυνήγαγεν ἡμᾶς εὐχαῖς σου· καὶ οὐδ᾽ οὕτως ὡς ἔτυχεν ἡνώθημεν τῷ πατριάρχῃ, εἰ μὴ ὡμολόγησεν καλῶς ἡμᾶς πεποιηκέναι. ἐὰν οὖν, ὅτε ἡ μοιχεία ἦν καὶ ἡ τῶν κανόνων παράβασις, οὐχ ὑπεστάλημεν δυνάμει θεοῦ, πῶς οὖν ἄρτι, ὅτε εὐσεβοῦσά ἐστιν ἡ βασιλεία, ἕνεκεν ἑνὸς πρεσβυτέρου ὑποσταλησόμεθα καὶ προδώσομεν τὴν ἀλήθειαν, κινδυνεύοντες κατὰ ψυχήν; οὐδαμῶς, ἀλλὰ πάντα ἡμῖν φορητὰ μέχρι θανάτου ἢ μετασχεῖν τῆς ἐκείνου κοινωνίας καὶ τῶν ἐκείνῳ συλλειτουργούντων, ἕως ἂν παύσῃ τῆς ἱερουργίας, ὥσπερ ἐπὶ τοῦ προτέρου. ἔστω οἰκονόμος· τί καὶ ἀναξίως ἱερουργεῖ; ἐξέλιπεν πρεσβύτερος; εἰ δὲ οὐδὲν δοκεῖ τοῖς συλλειτουργοῦσιν αὐτῷ, ὄψονται ἐφ᾽ οἷς πράττουσιν. φείσονται τῆς ἡμῶν ταπεινώσεως, στεργόντων καὶ μηδὲν ἕως τοῦ παρόντος λαλησάντων, ἀλλ᾽ οἰκονομησάντων ἐν τοῖς δυσὶν ἔτεσι τούτοις, ἐξ ὅτε εἰσῆλθεν, ἵνα οὕτως εἰρηνικώτερον διεξέλθωμεν, οἱ δεσπόται ἡμῶν οἱ ἀγαθοί, μεσῖται καὶ κριταὶ τοῦ δικαίου, φιληταὶ τῶν παρρησιαζομένων ἐν ἀληθείᾳ, ὡς αὐτὸ τὸ τίμιον αὐτῶν στόμα πολλάκις διαγορεύει.

ἐνέγκωσιν οἱ ἱερεῖς ἱερῶς, ἢ πείσωσιν ἢ πεισθήσονται. εἰ δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ καὶ τὸ γρύξαι μόνον ἡμᾶς οὐκ ἀνεκτόν, θεὸς ἐφορᾷ, οὗ μείζων οὐδείς, οὗ μόνος ὁ φόβος φοβερὸς καὶ τὸ ἐκεῖ δικαστήριον, ᾧ πάντες παραστησόμεθα εὐθυνόμενοι κατὰ πάντα.

Ἀλλὰ δεόμεθά σου τῆς ἀγαθότητος καὶ ὡς προκυλινδούμενοι τοῖς τιμίοις σου ἴχνεσιν παρακαλοῦμεν καὶ ἀντιβολοῦμεν ποιῆσαι ἔλεος μεθ᾽ ἡμῶν καὶ κοινὸν ὄφελος αὐτοῖς τε τοῖς εὐσεβέσιν ἡμῶν βασιλεῦσιν τῷ τε ἁγιωτάτῳ πατριάρχῃ καὶ πάσῃ τῇ ἐκκλησίᾳ, οὐ τῇ καθ᾽ ἡμᾶς μόνον, ἀλλὰ καὶ τῇ ἀνὰ πάσῃ τῇ οἰκουμένῃ, ἵνα παύσῃ ὁ εἷς εἰς δόξαν θεοῦ καὶ μὴ ταραχθῇ ἡ αὐτοῦ ἐκκλησία. εἰ δὲ μή γε, ἀλλὰ τό γε δεύτερον τὸ ἐπιμεῖναι ἡμᾶς ἐν τῷ αὐτῷ καθάπερ ἐν τοῖς δέκα ἔτεσι τούτοις. οἱ γὰρ λοιποὶ κἂν μυρίοι ὦσιν ἱεράρχαι καὶ ἱερεῖς καὶ ἡγούμενοι οἱ κοινωνοῦντες αὐτῷ οὐ θαυμαστόν· ἐπεὶ αὐτοὶ καὶ συνῆλθον τῷ μοιχεύσαντι καὶ οὐδείς τι λελάληκεν. ταῦτα θεὸς δι᾽ ἡμῶν, εἰ καὶ τολμηρὸν εἰπεῖν, καὶ παρακαλεῖ καὶ προσφθέγγεται καὶ ὡς κελεύεις.

Τῷ αὐτῷ Καὶ πάλιν παρακαλέσαι σου τὴν πατρικὴν ἁγιωσύνην καλὸν ἡγησάμεθα ἐπιβαλέσθαι ἑαυτὴν πρὸς τὸ κοινῇ συμφέρον καὶ λυσιτελοῦν κράτιστα. οὐ γὰρ πρὸς τοὺς εὐσεβεῖς ἡμῶν δεσπότας ὁ λόγος τῆς ἀκοινωνησίας οὐδὲ ἡ αἰτία τῆς ἀμφισβητήσεως, καθὰ προγεγράφαμεν (μᾶλλον δὲ ἡ τιμὴ καὶ ἡ προσκύνησις, ἡ ὑπόπτωσις καὶ ἡ ἔντευξις κατὰ τὸ ὀφειλόμενον), πρὸς δὲ τὸν ἀνόμως στεφανώσαντα τὸν μοιχεύσαντα κατὰ τὸν λόγον τοῦ Κυρίου, πρὸς τὸν τολμήσαντα τηλικούτου κακοῦ ὑπουργὸν γενέσθαι καὶ βεβαιωτὴν ἐπὶ τοῦ κόσμου παντός.

Καὶ ἵνα ἐκδηλότερον εἴη τὸ λεγόμενον οὐ πρὸς διδαχήν, ἀλλὰ πρὸς ὑπόμνσιν αὐτήν, εἰ κελεύεις, τὴν κατὰ τὴν στεφανικὴν συνάφειαν ἱερὰν προσευχὴν παραθήσομεν καὶ καθίδωμεν ἐντεῦθεν, ὅπως ἐξ ἐναντίας αὐτῷ τῷ Χριστῷ, εἰ καὶ τολμηρὸν εἰπεῖν, ἀντεφθέγξατο καὶ ἀπεμαχήσατο διὰ τοῦ ἐναγοῦς αὐτοῦ στόματος ὁ ἀνένοχον ἑαυτὸν ἀποδεικνύς. τοῦ γὰρ Χριστοῦ μοιχὸν ἀποκαλέσαντος τὸν ἀφιέντα τὴν νομίμως συναφθεῖσαν ἀνδρὶ γυναῖκα (μοιχεία δέ, ὡς οἶσθα, τὸ χαλεπὸν ἁμάρτημα καὶ ἰσοδύναμον φονέως, ἀρρενοφθόρου τε καὶ ἀλογευομένου, φαρμακοῦ τε καὶ εἰδωλολάτρου κατὰ τὸν κανόνα τοῦ θείου Βασιλείου) αὐτὸς τοῦτον τῷ θυσιαστηρίῳ παραστήσας ἐνυπήκοον παντὸς τοῦ λαοῦ ἐτόλμησεν ῥῆξαι τὰς βεβήλους φωνὰς ἐκείνας.

Καὶ σκοπήσωμεν, πάτερ, παρακαλῶ, τὸ φοβερὸν καὶ ἔκτοπον· ἔχει γὰρ οὕτως· ‛αὐτὸς, δέσποτα, ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἅρμοσον τῷ δούλῳ σου τὴν δούλην σου. σύζευξον αὐτοὺς ἐν ὁμοφροσύνῃ, ἕνωσον αὐτοὺς εἰς σάρκα μίαν, οἷς εὐδόκησας συναφθῆναι ἀλλήλοις· τίμιον τὸν γάμον ἀνάδειξον, ἀμίαντον αὐτῶν τὴν κοίτην διατήρησον, ἀκηλίδωτον αὐτῶν τὴν συμβίωσιν διαμεῖναι εὐδόκησον‚. οὐκ ἆρα φρικτὸν καὶ ἀκουόμενον καὶ ἐννοούμενον; πόσον ἐστὶν ἐνταῦθα ὑπολαβεῖν τὸν παροξυσμὸν τοῦ Ἁγίου Πνεύματος ἐν τῇ τοιαύτῃ βλασφημίᾳ συνοργισθῆναί τε τοὺς ἁγίους ἀγγέλους ἐν ταῖς τηλικαύταις δυσφημίαις; ἢ πῶς οὐ παραυτίκα, ὡς τὸν Δαθὰν καὶ Ἀβειρών, ὑπέλαβεν ἡ γῆ χάνασα τὸν ὑφηγητὴν τοῦ ψεύδους καὶ δεικνύντα τὸ σκότος φῶς καὶ τὸν Χριστὸν εἰς ἐναντιολογίαν περιπεσεῖν πειρώμενον; πάντως γάρ, ὅσα ὁ ἱερεὺς ὑποφαίνει, ταῦτα καὶ θεὸς κυροῦν ἐπαγγέλλεται κατὰ τὸν μέγαν Διονύσιον. ἀλλὰ μακροθυμῶν ἤνεγκεν, ὑπανοίγων θύραν μετανοίας τῷ ἐνόχῳ τῆς ἁμαρτίας. εἶτα ἀντὶ τοῦ κλαίειν καὶ πενθεῖν τὸν τοιοῦτον μέχρι θανάτου, ἀπόπτυστόν τε εἶναι καὶ ἀποτρόπαιον εἰς ὑπόδειγμα ταῖς μετέπειτα γενεαῖς θείας ζηλοτυπίας πάλιν ἐν τῇ ἐκκλησίᾳ εἰσελθεῖν καὶ πάλιν ὑπάρχειν ἱερέα ἀναφανδόν; οὐκοῦν ὡς καλόν τι πεπραχὼς εἰσελήλυθεν καὶ Χριστὸς ἥττηται κατ᾽ αὐτὸν παραλόγως διαγορεύων;

καὶ δέον διὰ τῆς ἐν τῷ κοινῷ ἱερουργίας αὐτοῦ διαδοθῆναι εἰς πᾶσαν τὴν καθ᾽ ἡμᾶς ἐκκλησίαν καὶ συγκατανεῦσαι πάντας ἐπὶ τῷ τοιούτῳ ἔργῳ; τί γὰρ ἄλλο καὶ οὐ τοῦτο γενήσεται;

Ἀλλὰ μὴ γένοιτο. δεῖ δὲ τάχα ἐκ παραζήλου ἀπὸ τοῦ δεῦρο τὸ τοιοῦτον γίγνεσθαι· καὶ στεφανούσθωσαν μοιχοί, καὶ οἱ στεφανοῦντες, ὡς μέγα τι κεκατωρθωκότες καὶ τοὺς πολλοὺς ὠφελεῖν καὶ ἐνάγειν εἰς ὁμοτροπίαν δυνάμενοι, ἀσπαζέσθωσαν ὑπὸ τῶν πολλῶν. ἀλλὰ μὴ γένοιτο· οὔτε γὰρ ἐκεῖνος ἱερεὺς οὔτε οἱ ἐκεῖνον μιμούμενοι. μὴ γὰρ ἐν ἐκείνῳ ἀπατάσθω, ὡς ὅτι βασιλεὺς ἦν ὁ μοιχεύσας· ἄρχουσι γὰρ οἱ τοῦ θεοῦ νόμοι πάντων κατὰ τὸ γεγραμμένον. ἀλλ᾽ ὅμως τοῦτο δράσας τὸ παγχάλεπον ἔτι φιλονεικεῖ τὴν ἀνομίαν δικαιοσύνην γνωρίσαι καί, τὸ δὴ λεγόμενον, ἀποδεῖξαι ἑαυτὸν τοῦ Προδρόμου καὶ Βαπτιστοῦ ὁσιώτερον· ἐκείνου γὰρ ἐλέγχοντος τὴν τοῦ Ἡρώδου μοιχείαν καὶ ὑπὲρ ἀληθείας θνῄσκοντος, οὗτος τὸν δεύτερον Ἡρώδην ὡς ἀληθῶς τῇ ὁμοτρόπῳ μοιχείᾳ δεδειγμένον καὶ ἐστεφάνωσεν καὶ κατησπάσατο μέχρι θανάτου, λόγοις μέν οὔ, αὐτοῖς δὲ ἔργοις φθεγγόμενος ὡς πεπλάνηται Ἰωάννης ὁ Πρόδρομος, ἀκαίρως καὶ ἀνόμως διελέγξας καὶ ἀποθανών.

Ἀλλὰ μὴ γένοιτο· ὁ μὲν γὰρ τοῦ νόμου ὑπερασπιστὴς καὶ τοῦ μύσους ἐλεγκτής, ὁ δὲ τῶν θείων μυστηρίων καταπατητὴς καὶ τῆς ἀθέσμου συμπλοκῆς συναπτὴς καὶ κατασφραγιστής. καὶ ὁ μὲν καὶ θανὼν βοᾷ ‛οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου‚, κἀν τῷ Ἡρώδου προσώπῳ ἐμβοᾷ πάσῃ τῇ οἰκουμένῃ μηκέτι τι τοιοῦτον τολμηθῆναι, ὁ δὲ ἕως τοῦ νῦν αὐτοῖς τοῖς ἔργοις ἄντικρυς κράζει τῷ δευτέρῳ Ἡρώδῃ ‛ἔξεστίν σοι ἔχειν γυναῖκα Θεοδότην τὴν μαχλῶσαν‚, κἀν τῷ αὐτοῦ προσώπῳ διαρρήδην προστάσσει ἕως τοῦ αἰῶνος μοιχεύειν τοὺς ἀνθρώπους καὶ τοὺς τοιούτους στεφανοῦντας εἶναι ἱερέας.

Ὢ τολμηρᾶς καρδίας· ὢ καταφρονήσεως θεοῦ κριμάτων. διατί μὴ μᾶλλον ἕκαστος καταγορεύει τῆς ὑποθέσεως καὶ διαστέλλεται τοῦ τοιούτου καὶ μέχρι βρώσεως εἴτουν συντυχίας, εἰ μὴ ἐξαγορεύει τὴν ἁμαρτίαν μετὰ τὸ παντάπασιν εἴργεσθαι αὐτὸν ἐκ πάσης ἱερουργίας; ἀλλὰ διὰ τοῦτο δεόμεθά σου τῆς θεοσεβείας καὶ τῆς κατὰ τὸ ἱερὸν ἡμῶν σχῆμα ἀκριβείας ἐνηχῆσαι εἰς τὰ ὦτα τῶν εὐσεβῶν ἡμῶν δεσποτῶν τοὺς τοιούτους λόγους. πιστεύομεν γὰρ ὅτι, εἰ τοῦτον παραστείλωσιν σὺν εὐδοκίᾳ τοῦ ἁγιωτάτου ἡμῶν πατριάρχου, ἐπικροτῆσαι ἔχουσιν ἄγγελοι, ἀνευφημήσωσι πάντες οἱ ἅγιοι, εὐφρανθήσεται δὲ καὶ πᾶσα ἡ ἐκκλησία, γενήσεται δὲ καὶ τῷ κράτει αὐτῶν θείας ἄνωθεν ἐπικουρίας προσθήκη πολλὴ ἔν τε προσλήψει ἐχθρῶν τε καὶ πολεμίων καὶ ἐν εἰρηναίᾳ καὶ μακροημέρῳ αὐτῶν ζωῇ.

Ποῦ δὲ καὶ θήσομεν, πάτερ ἅγιε, τοὺς ἱεροὺς κανόνας, εἴργοντας αὐτὸν τοῦ ἱερατεύειν; τὸν μὲν πρῶτον μὴ παραχωροῦντα μηδὲ εἰς διγαμοῦντος γάμον ἑστιαθῆναι τὸν πρεσβύτερον, καίπερ ὄντος ἐκ θεοῦ παρακεχωρημένου. εἰ δὲ ὅτι μὴ τὸν παρακεχωρημένον γάμον οὗτος, ἀλλ᾽ εἰς τὸν ἀποκήρυκτον καὶ μοιχικὸν ὅλαις τριάκοντα ἡμέραις εὐωχήσατο, καὶ οὐ μόνον τοῦτο, ἀλλ᾽ ὅτι καὶ τοὺς νικητικοὺς ἐπὶ τῇ παρθενίᾳ στεφάνους ἐπιτέθεικε τοῖς μοιχοῖς καὶ ἀκαθάρτοις, τίνος εἴη ἄξιος; μικρὸν τάχα ἡ καθαίρεσις. εἰ δὲ τοῦτο ἀνεκδίκητον, παίγνια τὰ θεῖα καὶ ἕωλοι οἱ κανόνες. κατὰ τὸν δεύτερον πάλιν κανόνα, ὅτι ὁ ὑποπεσὼν ἔν τινι σφάλματι καὶ διὰ τοῦτο ἀφορισθείς, εἰ μὴ ἐντὸς ἐνιαυτοῦ ἐπαγωνίσηται τῇ οἰκείᾳ συστάσει, οὐκ ἐξὸν ἔτι φωνὴν αὐτοῦ προσδεχθῆναι. ὁ δὲ ἐννέα χρόνους ὑπερβὰς εἰσεπήδησεν ἐν τῇ ἐκκλησίᾳ.

Εἰ δὲ λέγοι παρὰ τοῦ προηγησαμένου λαβεῖν τὴν ἐπιτροπὴν καὶ ἀνέγκλητον εἶναι τὴν ὑπόθεσιν, τί δήποτε οὐχ ὁ ἐπιτρέψας αὐτούργησεν στεφανώσας; ἔστι γὰρ πάντως πατριάρχαις βασιλεῖς στεφανοῦν, οὐχ ἱερέα τινά· οὐ γὰρ πώποτε γεγένηται. ἀλλὰ δῆλον ὅτι κινδύνου αὐτῷ κειμένου εἰς αὐτὴν τὴν ἀρχιερωσύνην καθαιρέσεως εὑρὼν τοῦτον προθυμούμενον (ἦν γὰρ συναλιζόμενος εἰς τὰ βασίλεια) παρέπεμψεν εἰς τὸ ἐκείνου πρόσωπον τὸν κίνδυνον (εἴπερ καὶ ἀληθὲς ὅτι καὶ ἐπέτρεψεν· οὐ γὰρ πιστεύομεν ἡμῖν τε καὶ ἄλλοις πολλοῖς πεπληροφορηκώς). εἰ δὲ πάλιν λέγοι μὴ εἶναι ἀφωρισμένος ὑπὸ τοῦ προηγησαμένου, τί δήποτε οὐκ ἐλειτούργει ἐν τοῖς ἐννέα ἔτεσιν; τί δήποτε ὑπὸ συνόδου, ὡς λέγει, νῦν λέλυται; δῆλον ὅτι ὁ δεδεμένος λέλυται, οὐχ ὁ ἄδετος. ὥστε ἑαυτῷ περιπίπτει κἀνταῦθα εἰργμένος εἶναι, ἐφόσον οὐκ ἐντὸς τοῦ ἐνιαυτοῦ κατὰ τὸν κανόνα ὑπέδειξεν ἑαυτὸν ἀθῶον καὶ ἔλαβεν τὴν λύσιν ἐμφανῶς, εἴπερ ἦν λύσις τῷ ὁλοδεσμίῳ, κἂν μυρίους παριστᾷ ψευδομάρτυρας.

Ταῦτά ἐστι, πάτερ ἅγιε, τὰ φοβοῦντα καὶ συστέλλοντα ἡμῶν τὴν καρδίαν. καὶ διὰ ταῦτα πρὸς τὸ μὴ κοινωνῆσαι αὐτῷ τε καὶ τῷ προηγησαμένῳ πατριάρχῃ, ἐπὰν μετεδίδοι τῷ μοιχεύσαντι, ἀπεκλείσθην ἐγὼ μὲν ἐν ᾧ καθέζῃ τόπῳ, ὁ ἡγούμενος δὲ καὶ οἱ λοιποὶ σὺν τῷ ἀρχιεπισκόπῳ ἐν τῇ Θεσσαλονίκῃ ὑπερορισθέντες. ἀλλ᾽ ὁ θεὸς πάλιν ἐπισυνήγαγεν ἡμᾶς εὐχαῖς σου· καὶ οὐδ᾽ οὕτως ὡς ἔτυχεν ἡνώθημεν τῷ πατριάρχῃ, εἰ μὴ ὡμολόγησε καλῶς ἡμᾶς πεποιηκέναι. ἐὰν οὖν, ὅτε ἡ μοιχεία ἦν καὶ ἡ τῶν κανόνων παράβασις, οὐχ ὑπεστάλημεν δυνάμει θεοῦ, πῶς οὖν ἄρτι, ὅτε εὐσεβοῦσά ἐστιν ἡ βασιλεία, ἕνεκεν ἑνὸς πρεσβυτέρου καθῃρημένου ὑποσταλησόμεθα καὶ προδώσομεν τὴν ἀλήθειαν, κινδυνεύοντες κατὰ ψυχήν; οὐδαμῶς, ἀλλὰ πάντα ἡμῖν φορητὰ μέχρι θανάτου ἢ μετασχεῖν τῆς ἐκείνου κοινωνίας καὶ τῶν ἐκείνῳ συλλειτουργούντων, ἕως ἂν παύσῃ τῆς ἱερουργίας, ὥσπερ ἐπὶ τοῦ προτέρου, καίπερ ὄντος χαλεπωτέρου τοῦ δευτέρου· οὐδὲ γὰρ συνελειτούργησεν αὐτῷ καθάπαξ ὁ προηγησάμενος. καὶ ἐκεῖ μὲν συνελθεῖν ἄτοπον ἦν, πλὴν οὐ τοσοῦτον κακόν, ὧδε δὲ καθαίρεσις ἡμῶν τῆς ἱερωσύνης, ἐὰν συλλειτουργήσωμεν. ἔστω οἰκονόμος· τί καὶ ἀναξίως συλλειτουργεῖ; ἐξέλιπεν πρεσβύτερος; εἰ δὲ οὐδὲν δοκεῖ τοῖς συλλειτουργοῦσιν αὐτῷ, ὄψονται ἐφ᾽ οἷς πράττουσιν.

φείσονται ἡμῶν τῆς ταπεινώσεως, στεργόντων καὶ μηδὲν ἕως τοῦ παρόντος λαλησάντων, ἀλλ᾽ οἰκονομησάντων ἐν τοῖς δυσὶν ἔτεσι τούτοις, ἐξ ὅτε εἰσῆλθεν, ἵνα οὕτως εἰρηνικώτερον διεξέλθωμεν, οἱ δεσπόται ἡμῶν οἱ ἀγαθοί, μεσῖται καὶ κριταὶ τοῦ δικαίου, φιληταὶ τῶν παρρησιαζομένων ἐν ἀληθείᾳ, ὡς αὐτὸ τὸ τίμιον αὐτῶν στόμα πολλάκις διαγορεύει. ἐνέγκωσιν οἱ ἱερεῖς ἱερῶς, ἢ πείσωσιν ἢ πεισθήσονται. εἰ δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ καὶ τὸ γρύξαι ἡμᾶς μόνον οὐκ ἀνεκτόν, θεὸς ἐφορᾷ, οὗ μείζων οὐδείς, οὗ μόνος ὁ φόβος φοβερὸς καὶ τὸ ἐκεῖθεν δικαστήριον, ᾧ πάντες παραστησόμεθα εὐθυνόμενοι κατὰ πάντα.

Ἀλλὰ δεόμεθά σου τῆς ἀγαθότητος καὶ ὡς προκυλινδούμενοι τοῖς τιμίοις σου ἴχνεσιν παρακαλοῦμεν καὶ ἀντιβολοῦμεν ποιῆσαι ἔλεος μεθ᾽ ἡμῶν καὶ κοινὸν ὄφελος αὐτοῖς τε τοῖς εὐσεβέσιν ἡμῶν βασιλεῦσιν τῷ τε ἁγιωτάτῳ πατριάρχῃ καὶ πάσῃ τῇ ἐκκλησίᾳ, οὐ τῇ καθ᾽ ἡμᾶς μόνον ἀλλὰ καὶ τῇ ἀνὰ πάσῃ τῇ οἰκουμένῃ, ἵνα παύσῃ ὁ εἷς εἰς δόξαν θεοῦ καὶ μὴ ταραχθῇ ἡ αὐτοῦ ἐκκλησία. εἰ δὲ μή γε, ἀλλὰ τό γε δεύτερον τὸ ἐπιμεῖναι ἡμᾶς ἐν τῷ αὐτῷ καθάπερ ἐν τοῖς δέκα ἔτεσι τούτοις. οἱ γὰρ λοιποὶ κἂν μυρίοι ὦσιν, ἱεράρχαι καὶ ἱερεῖς καὶ ἡγούμενοι κοινωνοῦντες αὐτῷ, οὐ θαυμαστόν· ἐπεὶ αὐτοὶ καὶ συνῆλθον τῷ μοιχεύσαντι καὶ οὐδείς τι λελάληκεν. ταῦτα θεὸς δι᾽ ἡμῶν, εἰ καὶ τολμηρὸν εἰπεῖν, καὶ παρακαλεῖ καὶ προσφθέγγεται καὶ ὡς κελεύεις.

Τῷ αὐτῷ Οὐδὲν ὧν δεδήλωκας ἡμῖν τὸ παρόν, ἅγιε πάτερ, λυπηρόν, ὅσον τὸ μὴ θέλειν τοὺς εὐσεβεῖς ἡμῶν δεσπότας ἐλθεῖν ἡμᾶς κατὰ τὸ σύνηθες καὶ ἀξιωθῆναι τῆς τιμίας αὐτῶν προσκυνήσεως καὶ τοὺς προπεμπτικοὺς καὶ εὐκτηρίους ὡς πᾶς τῶν ἀνθρώπων κατὰ τὴν ἔξοδον αὐτῶν ἀποδοῦναι λόγους. ἀλλ᾽ οὐ πάντως ἡ εὐμείλικτος καὶ ἀμνησίκακος καὶ χριστομίμητος αὐτῶν καρδία τοῦτο ὅλον ποιήσειεν εἰς τὴν ἡμετέραν ταπείνωσιν· ἐπεὶ καὶ τοῖς ἐχθροῖς οἶδεν διαλλάττεσθαι, οὐχὶ δὲ ἡμᾶς, τοὺς ἀληθινῇ καρδίᾳ φιλοῦντας καὶ σέβοντας αὐτούς. ἄριστα δὲ ὑπέβαλεν ἡ ἁγιωσύνη σου τὰς τῆς εὐτελείας ἡμῶν ἀποκρίσεις ἐν ταῖς ἱεραῖς αὐτῶν ἀκοαῖς. καὶ ὅτι κατένευσαν, τῆς αὐτῶν εἴη μεγαλόφρονος θεοσυνεσίας· καὶ γὰρ ἴσασι τὰ θεῖα κρίνειν εὐθυβόλως, ὡς σοφίας μεμεστωμένοι καὶ γνώσεως θεοῦ ἀνάπλεοι. κελεύει δὲ ἐρωτᾶν, τίνος χάριν ἐπεδώκαμεν ἑαυτοὺς εἰς τὴν ἱεραρχίαν, ἐγνωσμένου ὄντος τοῦ σφάλματος. καὶ πρὸς τοῦτο μετ᾽ αἰδοῦς ἀποκρινόμεθα ὅτι, ὅσον τὸ καθ᾽ ἡμᾶς, οὐκ ἐβουλόμεθα, τὸ μὲν διὰ τὸ ἐπικίνδυνον τοῦ ἀξιώματος, τὸ δὲ δι᾽ αὐτὸ ἤδη τὸ λεγόμενον τοῦ οἰκονόμου.

ἐπεὶ δὲ ἐλήλυθαν οἱ Θεσσαλονικεῖς, ἱκετεύοντες ὡς ἐκ πάσης τῆς πόλεως, οἵ τε δεσπόται ἡμῶν οἱ ἀγαθοὶ συνεπιτιθέμενοι τῷ ψηφίσματι, δέος ἡμῖν ἐγένετο μὴ ὑπακοῦσαι καὶ ἀντιφέρεσθαι θεῷ τε καὶ τοῖς εὐσεβέσιν ἡμῶν δεσπόταις, λογισάμενοι ὅτι δυνατός ἐστιν, ἡνίκα ὑπὸ τῶν οἰκείων ἐπισκόπων ἡ χειροτονία γίγνεται, φυγεῖν τὸν προκείμενον κίνδυνον. πρὸς γὰρ τὸ μετὰ ταῦτα, τὸ μὲν ὅτι πόρρω τῶν ἐνταῦθα ἀποικίζεται, τὸ δὲ ὅτι ἐγχωρεῖ καὶ ἐπιδημοῦντα φυλάττεσθαι κατὰ πολλοὺς τρόπους, εἶτα ὅτι καὶ θάνατοι συμβαίνουσιν καὶ ἐκ μέσου γίνεται τὸ σκάνδαλον, ὥσπερ καὶ ἐφ᾽ ἡμῶν αὐτῶν τῶν ταπεινῶν ὧδε καθημένων συνέβη διαφυλαχθῆναι ἕως τοῦ παρόντος οἰκονομίᾳ χρωμένων· δεῖ γὰρ ἐφ᾽ ὅσον οἷόν τε ὑποχωρεῖν τοὺς πειρασμούς, ἄλλως τε καὶ μὴ ἐπισκοπῆς ἐχόντων ἀξίωμα.

Διὰ ταῦτα ὡς ἐπὶ μάρτυρι θεῷ ἐπεδώκαμεν ἑαυτούς, δοκοῦντες, ἵνα καὶ τοῦτο εἴπωμεν, μηδὲ ἠγνοημένον εἶναι πάντως τοῖς εὐσεβέσιν ἡμῶν δεσπόταις, εἰδόσι τὰ πόρρω καὶ μακρὰν δι᾽ ἄκραν ἀγχίνοιαν, ἀλλὰ μὴν οὐδὲ αὐτῷ τῷ ἁγιωτάτῳ πατριάρχῃ, ἐπεὶ κἀκείνῳ τηνικαῦτα γεγράφαμεν τὴν ὑπόθεσιν· ὡς ἡμεῖς γε τούτου χάριν, ὑπὲρ τοῦ μὴ κοινωνῆσαι τῷ στεφανώσαντι τὸν μοιχὸν καὶ τῷ προηγησαμένῳ πατριάρχῃ, ἡνίκα μόνον μετεδίδοι αὐτῷ, διαφόρως τὴν ἐξορίαν ὑπέστημεν. πλὴν ὅτι πολλαχῶς καὶ αὐτὸ τὸ τίμιον αὐτῶν στόμα ἐπανέκρινεν καὶ διέγνω ταῦτα οὕτως ἔχειν.

Αὕτη ἐστὶν ἡ ἀπολογία, καὶ ταύτην ὡς κελεύεις ἀνάγαγε τῷ εὐηκόῳ αὐτῶν κράτει.

Θεοκτίστῳ μαγίστρῳ Ὅτιπερ πονουμένη ἐστὶν τὰ καθ᾽ ἡμᾶς ἡ μεγίστη σου ὑπεροχὴ ἐξ ὑπερβαλλούσης φιλοθεΐας ἔδειξεν μὲν καὶ τὰ διὰ τοῦ εὐλαβεστάτου ἡγουμένου ῥήματα, ἐφανέρωσε δὲ καὶ νῦν τὰ διὰ τοῦ ἀδελφοῦ ἡμῶν πρὸς τὰ σταλέντα δηλώματά τε καὶ ἀνταποκρίματα. καὶ τῆς ὑπὲρ τηλικαύτης σου ἀγαθῆς διαθέσεως πρὸς τὸ κοινῇ συμφέρον τοὺς μισθοὺς λογιεῖται αὐτῇ πάντως καὶ ἡμῶν μὴ λεγόντων ὁ πάντα μέτρῳ καὶ σταθμῷ διορίζων θεός. τίνα δὲ δεῖ οἰκονομίαν γενέσθαι, ὧ δέσποτα, ὅσον τὸ καθ᾽ ἡμᾶς πλέον ἧς πεποιήκαμεν; ὅτι ἕως τοῦ παρόντος ὑπεστείλαμεν ἑαυτοὺς σιωπὴν ἄγοντες ἐγώ τε καὶ ὁ ἀρχιεπίσκοπος (ἐπεὶ καὶ καιρὸς τοῦ λαλεῖν καὶ τοῦ σιγᾶν), πάντα τρόπον μεθοδεύοντες εἰς τὸ μὴ εἰς προῦπτον ἐκβεῖν τὴν ὑπόθεσιν. ἀλλ᾽ ὁ ἀνακρίνων ἀνέκρινεν καὶ ὁ εἰπὼν οὐ διέψευσται, ὅτι οὐκ ἔστι κρυπτὸν ὃ οὐ φανερωθήσεται· ὡς καὶ ἡμῶν μὴ αἱρουμένων οὕτω φύσεως ἐχόντων τῶν πραγμάτων, μὴ ἐπὶ πολὺ παρ᾽ ὅ εἰσιν ἕτερόν τι φαίνεσθαι.

Καὶ νῦν δὲ οἰκονομίᾳ χρώμενοι δύο ταῦτα λέγομεν, ὅτι ἢ παύσει ὁ καθῃρημένος τῆς ἱερουργίας, καὶ παραυτὰ κοινωνοῦμεν τῷ ἁγιωτάτῳ πατριάρχῃ, ὃ καὶ λυσιτελὲς κατὰ κοινοῦ, ἤ, εἰ μὴ ἀνεκτόν, καὶ ἐσμὲν ὑπὸ τῆς αὐτῆς συστολῆς κατὰ τὸ πρότερον, τῷ Κυρίῳ τὴν ὑπὲρ τοῦ τοιούτου κεφαλαίου ἐκδίκησιν παραχωροῦντες. τὸ δὲ μεῖζον τούτου, οὐκέτι, σύγγνωθι, οἰκονομίας τρόπος, ἀλλὰ παρανομίας καὶ παραβάσεως τῶν θείων κανόνων ὄφλημα. οἰκονομίας γὰρ ὅρος, ὡς οἶσθα, μήτε τι τῶν κειμένων ἀθετεῖν καθόλου, μήτε ἐφ᾽ ᾧ οἷόν τε μικρὸν ὑφεῖναι κατὰ καιρὸν καὶ λόγον, ὡς ἐντεῦθεν εὑρεῖν τὸ ζητούμενον ἀτεχνῶς, πρὸς τὸ σφοδρότερον ὑπάγεσθαι τῷ πράγματι καὶ ζημιοῦσθαι τὰ τελεώτερα. καὶ τοῦτο δεδιδάγμεθα ἐν μὲν τοῖς ἀποστόλοις παρὰ τοῦ Παύλου, ἁγνισαμένου καὶ περιτεμόντος τὸν Τιμόθεον, ἐν δὲ τοῖς πατράσι παρὰ τοῦ Μεγάλου Βασιλείου, προσηκαμένου τὸ λῆμμα τοῦ Οὐάλεντος καὶ ὑποσιωπήσαντος πρὸς καιρὸν τὴν ‛θεός‚ φωνὴν γυμνὴν ἐπὶ τοῦ Πνεύματος. ἀλλ᾽ οὔτε ὁ Παῦλος ἔμεινεν ἁγνιζόμενος οὔτε Βασίλειος ἔτι προσηκάμενος τὸ τοῦ Οὐάλεντος δῶρον καὶ μὴ κηρύττων θεὸν τὸ Πνεῦμα· τοὐναντίον μὲν ἀμφότεροι ὑπὲρ ἑκατέρων θανάτους αἱρησάμενοι φαίνονται.

Οὕτως τις ἐκ τοῦ αἰῶνος οἰκονομῶν οὐ διέσφαλται τοῦ καλοῦ· θᾶττον γὰρ ἐπεδράξατο, ὃ μικρὸν ἐνέλιπεν, ὡς ἐπὶ οἰακοστρόφου, ὑπανέντος μικρὸν τὸ πηδάλιον διὰ τὴν ἀντιπνεύσασαν καταιγίδα. ἑτέρως δὲ ἐνεχθεὶς διήμαρτεν τοῦ σκοποῦ, ἀντὶ οἰκονομίας παράβασιν τελέσας. καὶ τὰ παραδείγματα πολλά, ἃ παρέλκον ἐστὶ γράφειν διὰ τὸ μακρηγορές. τὸ δὲ τὴν κυριότητά σου φῆσαι ἐπὶ τοῦ κανόνος τῶν ἀποστόλων περὶ τῶν ἐν χρήμασι χειροτονούντων καὶ χειροτονουμένων ὕφεσίν τινα πεποιηκέναι τὸν Χρυσόστομον ἐφ᾽ ὧν καθῆρεν ἓξ ἐπισκόπων, οὐδὲν τὸ παραλλάττον, εἰ καὶ δοκεῖ, ἡνίκα κἀκείνους πάσης ἱερωσύνης ἀλλοτριώσας μόνην τὴν εἰς τὸ θυσιαστήριον μετάληψιν αὐτοῖς παρεχώρησεν. δῶμεν δὲ καὶ παραλλάττειν καὶ ὕφεσιν ἔχειν. μιμείσθωσαν οἱ βουλόμενοι, καὶ οὐδεὶς ὁ κωλύσων· στόμα γὰρ θεοῦ καὶ οὗτος καὶ τῶν ἀποστόλων ὁμόσκηνος, ὃν καὶ πολλοὶ μέμνηνται ἕως τοῦ παρόντος καὶ οὐδεὶς περὶ τούτου διήνεκται. ἀλλ᾽ οὐχ ὡδὶ οὕτως ἔχει· ὁ γὰρ τὸν μοιχὸν στεφανώσας, ὡς μηδὲν πεπραχὼς ἄτοπον, ἱερουργῶν πάλιν ἐστὶν καὶ οὐδὲ ἐν ἀποβύστῳ που εἰσερχόμενος, ἀλλ᾽ ἐπ᾽ αὐτῆς τῆς καθολικῆς ἐκκλησίας ὡς εἰς ὑπόδειγμα καλὸν τοῖς ἱερεῦσι προκείμενος.

Τίς δὲ ἡμῖν ἡ τοῦ Βαλεντινιανοῦ δυογαμία ἐθνική; καὶ τίς αὐτὸν στεφανώσας ἐπὶ τούτῳ ἀνακηρύττεται ἅγιος καὶ οὐχὶ παράνομος, εἴπερ καὶ ἐστεφάνωται; καὶ τίς τηνικαῦτα τῶν θεσπεσίων πατέρων γραφῇ παρέδωκεν ὡς ὁσίως Βαλεντινιανὸς πεποίηκεν δύο γυναῖκας ἀγόμενος καὶ χρεὼν ἐκ τοῦ δεῦρο τοῦτο πράττεσθαι; πολλοὶ τοίνυν καὶ ἄλλοι, ἐπειδὴ τὸ βούλεσθαι καὶ αὐτοῖς νόμος ἐστὶν οὐ θεῖος, ἀλλὰ ἀνθρώπινος καὶ κατηγορούμενος, δεδράκασι καὶ δράσωσι τυχὸν ἕως τοῦ αἰῶνος. ἀλλ᾽ ἡ τοῦ θεοῦ ἐκκλησία μεμένηκεν ἀπήμαντος, κἂν πολλοῖς ἐβλήθη τοξεύμασι, καὶ πύλαι ᾅδου κατισχῦσαι αὐτῆς οὐ δεδύνηνται. οὐδὲ παρὰ τοὺς κειμένους ὅρους καὶ νόμους πράττειν τι καὶ λέγειν ἀνέχεται, κἂν πολλοὶ πολλαχῶς ποιμένες ἠφρονεύσαντο· ἐπεὶ καὶ συνόδους συνεκρότησαν μεγάλας καὶ παμπληθεῖς καὶ ἐκκλησίας θεοῦ ἑαυτοὺς ὠνομάκασιν καὶ ὑπὲρ κανόνων ἐφρόντισαν τὸ δοκεῖν, κατὰ κανόνων τὸ ἀληθὲς κινούμενοι. τί δὴ θαυμαστόν, εἰ καὶ νῦν πέντε καὶ δέκα τυχὸν ἐπίσκοποι συναχθέντες τὸν ὑπὸ τῶν κανόνων καθῃρημένον κατὰ δύο αἰτίας ἠθώωσαν, λύσαντες τοῦ ἱερουργεῖν;

σύνοδος τοίνυν, δέσποτα, οὐ τὸ ἁπλῶς συνάγεσθαι ἱεράρχας τε καὶ ἱερεῖς, κἂν πολλοὶ ὦσιν (κρείσσων γάρ, φησίν, εἷς ποιῶν τὸ θέλημα τοῦ Κυρίου ἢ μυρίοι παραβαίνοντες), ἀλλὰ τὸ ἐν ὀνόματι Κυρίου ἐν τῇ ἐρεύνῃ καὶ φυλακτικῇ τῶν κανόνων καὶ τὸ δεσμεῖν καὶ λύειν οὐχ ὡς ἔτυχεν, ἀλλ᾽ ὡς δοκεῖ τῇ ἀληθείᾳ καὶ τῷ κανόνι καὶ τῷ γνώμονι τῆς ἀκριβείας. ἢ δείξωσιν οἱ συνελθόντες τοῦτο πεποιηκότες, καὶ ἡμεῖς σὺν αὐτοῖς, ἤ, 〈εἰ〉 οὐ δεικνύουσιν, ἐκβαλέτωσαν τὸν ἀνάξιον, ἵνα μὴ εἰς κατηγόρημα αὐτοῖς καὶ ταῖς μετέπειτα γενεαῖς παραδοθήσεται· ὁ λόγος γὰρ ὁ τοῦ θεοῦ δεδέσθαι φύσιν οὐκ ἔχει, καὶ ἐξουσία τοῖς ἱεράρχαις ἐν οὐδενὶ δέδοται ἐπὶ πάσῃ παραβάσει κανόνος ἢ μόνον στοιχεῖν τὰ δεδογμένα καὶ ἕπεσθαι τοῖς προλαβοῦσιν (οὐκ οἶδα, εἰ μή τι ἀκανόνιστόν ἐστι καὶ παρεωραμένον). καὶ πρὸς τοῦτο κανὼν τοῦ Ἁγίου Βασιλείου εἰς ἱερέα ὀμωμοκότα ἐπ᾽ ἀληθείᾳ τοῦ ἀρκεῖσθαι μόνον τῇ οἰκείᾳ ἐκκλησίᾳ καὶ μηδαμοῦ ἀλλῇ προσφέρειν δῶρον. καὶ πάλιν τῆς ἐν Καρθαγένῃ ἐπὶ τῶν χειροτονούντων τοὺς ἐκ τῶν μοναστηρίων ἀποστατοῦντας τὸ τοὺς τοιούτους μὴ δεῖν εἰς ἑτέραν ἐκκλησίαν παρ᾽ ἣν κατέχει ἕκαστος ἐπισκοπὴν ἱερουργεῖν, τοὺς δὲ χειροτονηθέντας εἶναι καθῃρημένους.

Εἰ τοίνυν ἐπὶ τούτων τῶν ψιλῶν καὶ τοῖς πολλοῖς οὐδὲ δοκούντων τι εἶναι ἐφάμαρτον οὐκ ἀνεκδίκητα τὰ κρίματα καὶ τὰ τοῦ θεοῦ δικαιώματα, πόσῳ γε μᾶλλον ἐπὶ τοῦ παρόντος; οὐκ ἔστιν οὖν, οὐκ ἔστιν, ὦ δέσποτα, οὔτε τὴν καθ᾽ ἡμᾶς ἐκκλησίαν οὔτε ἑτέραν παρὰ τοὺς κειμένους νόμους καὶ κανόνας ποιεῖν τι. ἐπεί, εἰ τοῦτο δοθείη, κενὸν τὸ εὐαγγέλιον, εἰκῇ οἱ κανόνες, καὶ ἕκαστος κατὰ τὸν καιρὸν τῆς οἰκείας ἀρχιερωσύνης, ἐπειδὴ ἔξεστιν αὐτῷ ὡς δοκεῖ μετὰ τῶν σὺν αὐτῷ πράσσειν, ἔστω νέος εὐαγγελιστής, ἄλλος ἀπόστολος, ἕτερος νομοθέτης. ἀλλ᾽ οὐδαμῶς· παραγγελίαν γὰρ ἔχομεν ἐξ αὐτοῦ τοῦ ἀποστόλου, παρ᾽ ὃ παρελάβομεν, παρ᾽ ὃ οἱ κανόνες τῶν κατὰ καιροὺς συνόδων καθολικῶν τε καὶ τοπικῶν ἐάν τις δογματίζῃ ἢ προστάσσῃ ποιεῖν ἡμᾶς, ἀπαράδεκτον αὐτὸν ἔχειν μηδὲ λογίζεσθαι αὐτὸν ἐν κλήρῳ ἁγίων· καὶ τὸ δύσφημον παρῆμεν λέγειν, ὃ αὐτὸς εἴρηκεν. ἡμῖν οὖν τοῖς ἔξω κόσμου οὐδὲν ἄλλο ὀφείλεται ἢ τὸ τὰ τοιαῦτα ζητεῖν καὶ πράσσειν, ἐξ ὧν καὶ ὑμῖν τὸ συνεπαίρεσθαι καὶ ζηλοῦν. καὶ εἰ μὲν ἐν τούτοις ἡ ζωή, εὖ ἂν ἔχοι· εἰ δὲ μή, συμφέρον καὶ ἀοίκους εἶναι καὶ ἀνεστίους καὶ τὴν ὑπ᾽ οὐρανὸν περιέρχεσθαι μετὰ πᾶσαν θλῖψιν καὶ στενοχωρίαν. βοηθησάτω τοίνυν τὰ κατὰ δύναμιν ἡ θεοφιλής σου ψυχὴ καὶ ζηλοτυποῦσα τὰ θεῖα.

Νικηφόρῳ πατριάρχῃ Παραπετάσματί τινι χρώμενοι τῷ εὐτελεῖ ἡμῶν γραμματείῳ αἰδοῖ τοῦ ἀγγέλου τῆς μακαριότητός σου ἐμφανίζομεν ἑαυτοὺς οἱ ταπεινοὶ τῇ ἱερωτάτῃ αὐτῆς κορυφῇ κατὰ τὸ ἀναγκαῖον. ἤδη γὰρ τὸ παρὸν ἀπήγγειλεν ἡμῖν Ἰωάννης ὁ σύνδουλος καὶ μαθητὴς ἡμῶν, ὡς ἀξιωθεὶς τῆς σεπτῆς σου προσκυνήσεως ἀκήκοεν παρ᾽ αὐτῆς ξένα τινὰ καὶ ἀπευκταῖα· ‛ἀποσχίσται γάρ‚, φησιν, ‛ἐστὲ τῆς ἐκκλησίας‚. πόσον οὖν ἐπὶ τούτοις, ὦ μακαριώτατε, οὐκ εἰκότως ἦν ἡμῶν διατεθῆναι τὴν ψυχὴν λυπηρῶς; πῶς δὲ οὐκ ἐκλαλῆσαι ἀπολογητικῶς τῇ ἁγιωσύνῃ σου καὶ μὴ τῇ σιωπῇ κυρῶσαι τὴν κατηγορίαν;

Ἐγὼ δὲ πρὸ τῆς ἀπολογίας ἐκεῖνο μετ᾽ αἰδοῦς προσαναφέρω, ὅτι οὐχ ὡς ἔτυχεν δεῖ τὰ ὦτα ἀνοίγειν παντὶ τῷ βουλομένῳ κατά τινός τι λέγειν, οὐδ᾽ οὐ μὴν ἀποφαίνειν ἀκρίτως εἰς τὸ διαβληθὲν πρόσωπον· μὴ γὰρ ὁ νόμος ὑμῶν, φησί, κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ᾽ αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ. ὥστε ἀκουσάσης τῆς μακαριότητός σου τοῦτο τὸ δύσφορον καὶ ἐλεεινὸν περὶ τῆς εὐτελείας ἡμῶν (τί γὰρ μεῖζον κακὸν τοῦ τῆς ἐκκλησίας χωρισμοῦ καὶ τοῦ τὸν ἀρχιποίμενα τὸ πρόβατον ἀπολέσαι εἴτουν τὸν συμποιμένα; ἔστι γάρ, εἰ καὶ ἀναξίως, καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς χρῖσμα καὶ ὄνομα παρὰ θεοῦ ποιμένος, τολμῶ λέγειν), ἐνεγκεῖν, ἀνακρῖναι, νουθετῆσαι, πῆ μὲν ἰδίᾳ, πῆ δὲ δημοσίᾳ κατὰ τὴν ὑπὸ τοῦ Κυρίου ὑπαγορευομένην μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου ἢ μετὰ δύο διδασκαλίαν καὶ εἶθ᾽ οὕτως τῇ ἐπιμονῇ, ὡς αὐτός φησιν, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. ἡμεῖς δὲ μέχρι τοῦ δεῦρο οὔτε δι᾽ ἀποστόλου οὔτε αὐτοψεί τι τοιοῦτον πρὸς τῆς ἁγίας σου ψυχῆς ἀλλ᾽ οὔτε ἀκηκόαμεν οὔτε νενουθετήμεθα· καὶ οὕτως τὸ ἐνεγκεῖν ἀπόφασιν σκοπησάτω ἡ τελειότης σου, εἰ οὐκ ἀξίως λυπηρὸν γεγένηται τοῖς τέκνοις σου.

Ἴημεν δὲ ἐπ᾽ αὐτῆς τῆς ἀπολογίας, θεῷ τε τῷ παντεφόρῳ καὶ τῇ ἀρχιερωσύνῃ σου ποιούμενοι τὸν λόγον. οὐκ ἐσμὲν ἀποσχίσται, ὦ ἁγία κεφαλή, τῆς τοῦ θεοῦ ἐκκλησίας, μήποτε τοῦτο πάθοιμεν. ἀλλ᾽ εἰ καὶ ἄλλως ἐν πολλοῖς ἁμαρτήμασιν ὑπάρχομεν, πλὴν ὀρθόδοξοι καὶ τῆς καθολικῆς ἐκκλησίας τρόφιμοι, πᾶσαν αἵρεσιν ἀποβαλλόμενοι καὶ πᾶσαν καθολικὴν καὶ τοπικὴν σύνοδον ἐγκεκριμένην ἀποδεχόμενοι, οὐ μὴν ἀλλὰ καὶ τὰς παρ᾽ αὐτῶν ἐκφωνηθείσας κανονικὰς διατυπώσεις· μηδὲ γὰρ τέλειον εἶναι ὀρθόδοξον, ἀλλ᾽ ἐξ ἡμισείας, τὸν τὴν πίστιν ὀρθὴν οἰόμενον ἔχειν τοῖς δὲ θείοις κανόσι μὴ ἀπευθυνόμενον. καὶ τὴν μακαριότητά σου, ἡνίκα προεβλήθη, ἀπεδεξάμεθα, καθὰ εἰς ὑπήκοον αὐτῆς ἀπελογησάμεθα. καὶ ἔκτοτε καὶ μέχρι τοῦ δεῦρο ἐν τῇ μυσταγωγίᾳ ὡς καθήκει ἀναφέρομεν καί, ὡς μάρτυς θεός, εἰ κατ᾽ αὐτὴν τὴν ἡμέραν ἐζήτησεν κοινωνῆσαι ἡμᾶς, συνεκοινωνοῦμεν ἂν αὐτῇ μηδὲν διακρινόμενοι, ἐπεὶ καὶ ποθητὴ ἡμῖν ἐξ ἀρχῆς.

Οὗ χάριν δὲ τὸ θρυλλούμενον; διὰ τὸν οἰκονόμον, ὃν καθῆρεν αὐτὴ ἡ ἀλήθεια, πολλοῖς κανόσιν ὑποπεσόντα· ἐπειδὴ καὶ πρὸ τῆς ἐμφανοῦς μοιχείας, μοιχεύοντι τῷ προβεβασιλευκότι ἐν διαφόροις προσώποις, οὐ μόνον ἦν λειτουργῶν καὶ μεταδιδοὺς καὶ συνεστιώμενος, ἀλλὰ καὶ τὴν μερίδα μετ᾽ αὐτοῦ τιθέμενος, ἐξ οὗ καὶ πρὸς τὴν ἀναφανδὸν ἀσέλγειαν πρόθυμος γέγονεν, καταφρονήσας θεοῦ καὶ τῶν θείων κριμάτων. καὶ ἵνα ἐκδηλότερον εἴη τὸ λεγόμενον, οὐ πρὸς διδαχήν, ἄπαγε, ἀλλ᾽ ἢ μόνον πρὸς ὑπόμνησιν, αὐτήν, εἰ κελεύει, τὴν κατὰ τὴν στεφανικὴν συνάφειαν ἱερὰν μυσταγωγίαν ἀναλήψεται καὶ κατίδοι πόσον ἐστὶν ἐνταῦθα ὑπολαβεῖν τὸν παροξυσμὸν τοῦ Ἁγίου Πνεύματος ἐν ταῖς τοιαύταις ἐναντιολογίαις· πάντως γὰρ ὅσα ὁ ἱερεὺς ὑποφαίνει, ταῦτα καὶ θεὸς κυροῦν ἐπαγγέλλεται κατὰ τὸν μέγαν Διονύσιον.

Ἀλλὰ διὰ τοῦτο δεόμεθά σου τῆς τελειότητος τὸν ὑπὸ τῶν κανόνων καθῃρημένον καὶ ὑπὸ τοῦ προηγησαμένου τὴν ἁγιωσύνην σου εἰρχθέντα ἐν ὅλοις ἐννέα ἔτεσιν παῦσαι τῆς ἱερουργίας, παραλόγως εἰσελθόντα. ἄρτι γὰρ τὸ ταπεινὸν ἡμῶν στόμα ἠνοίξαμεν, ἡνίκα ἐνεκλήθημεν· ὁπηνίκα γὰρ ἐγεγόνει ἡ συνέλευσις ἐκείνη ἡ μικρὰ καὶ οὐκ οἶδ᾽ ὁποία εἰπεῖν ἐκ τῆς φυλακῆς ἤμην καταυτὰ ἐξεληλυθώς. καὶ ἐπεὶ ἑώρων τούτους συνηθροισμένους, τοὺς καὶ πρότερον τὴν μοιχείαν καταδεξαμένους καὶ τὸν μοιχοζεύκτην ἀσπασαμένους, ἐμνήσθην τοῦ προφητικοῦ ἐκείνου, ὅτι ὁ συνιῶν ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, ὅτι καιρὸς πονηρός ἐστιν. ἀλλ᾽ ἐπεὶ ὁ αὐτὸς λέγει· ἐσιώπησα· μὴ καὶ ἀεὶ σιωπήσομαι; διὰ τοῦτο ἐν καιρῷ εὐθέτῳ συκοφαντηθεὶς ἀνένεγκα τὰ παριστάμενα· ἐπεὶ τὸ ὅσον ἐν ἐμοὶ παντὶ τρόπῳ ἐφυλαξάμην ἐν τοῖς δυσὶν ἔτεσι τούτοις μὴ εἰς προῦπτον ἐκβεῖν τὴν ὑπόθεσιν, ἐκεῖνο ἐν ἐμαυτῷ λέγων, ὅτι, ἐπεὶ οὐκ εἰμὶ ἐπισκόπου ἔχων ἀξίωμα δυνάμενος ἐλέγχειν, ἀρκετόν μοι ἡ οἰκεία φυλακὴ καὶ τοῦ μὴ μετασχεῖν με τῆς τε ἐκείνου κοινωνίας καὶ τῶν ἐκείνῳ ἐν γνώσει συλλειτουργούντων, ἕως ἂν ἐκ μέσου γένηται τὸ σκάνδαλον.

Τοῦτο τοίνυν παρακαλοῦμεν καὶ δεόμεθα, δυσωπηθῆναί σου τὴν ἁγίαν ψυχὴν παρασταλῆναι τὸν ἄνδρα πρὸς τὸ μὴ μωμεῖσθαί σου τὴν ἄληπτον ὁσιότητα μηδὲ χραίνεσθαι τὸ θεῖον θυσιαστήριον καθῃρημένου λειτουργίᾳ μηδὲ εἶναι αἰτίας εὐλόγους σχισμάτων· γινωσκέτω γὰρ ἀψευδῶς καὶ ἀκραιφνῶς ἡ μακαριότης σου ὅτι, εἰ μὴ τοῦτο γένηται νεύσει καὶ τῆς φιλοθέου ψυχῆς τῶν εὐσεβεστάτων καὶ καλλινίκων ἡμῶν βασιλέων (ζηλωταὶ γάρ εἰσιν), τὸ μὲν ἡμέτερον ὅπως ἂν ἕξει, ὑπὲρ τῆς ἐντολῆς ἐνισταμένων, θεῷ ἐγνωσμένον, σχίσμα δὲ μέγα ὑπὸ μάρτυρι θεῷ καὶ τῶν ἐκλεκτῶν αὐτοῦ ἀγγέλων γενήσεται ἐν τῇ καθ᾽ ἡμᾶς ἐκκλησίᾳ. ἀλλ᾽ ἐλέησον, ὁ ποιμὴν ὁ καλός, ἀλλὰ βοήθησον, ὁ ἰατρὸς ὁ ἐπιστήμων, τὴν ποίμνην σου, τὰ πρόβατά σου, τὰς ἐκκλησίας σου, τρόποις σοφίας σου, λόγοις συνέσεώς σου, φαρμάκοις ἰατρείας σου τὸ ἓν πρόβατον ἀπεῖρξαι μόνης τῆς ἱερουργίας καὶ τὰ ὅλα κερδῆσαι, καὶ μὴ τῇ τοῦ ἑνὸς ψώρᾳ λυμανθῆναι τὴν ἐκκλησίαν, ἣν περιεποιήσατο ὁ Κύριος καὶ θεὸς ἡμῶν τῷ οἰκείῳ αἵματι.

Συμεὼν ἡγουμένῳ Ἀξίαν τῆς ἡγιασμένης καὶ θεοφόρου σου ψυχῆς ἐχάραξεν ἡμῖν τὴν ἐπιστολὴν ἡ τιμία σου πατρότης, ὁμοῦ μὲν σημαίνουσαν τὴν ἀγαπητικὴν πρὸς ἡμᾶς τοὺς ἁμαρτωλοὺς διάθεσιν, ὁμοῦ δὲ δηλοῦσαν τὴν ἰσόρροπον καὶ ταὐτόγνωμον αὐτῆς περὶ τῶν θείων ἐντολῶν συμφωνίαν, καὶ μὴν ἐκδιδάσκουσαν τὰ κρείττονα καὶ συμπροθυμοῦσαν εἰς τοὺς προκειμένους ἀγῶνας ἀκλονητὶ ἐνίστασθαι καὶ μηδαμόθεν τῇ τῶν ἑτεροδόξων καὶ εἰκαιολόγων ἀνατρέπεσθαι κενοφωνίᾳ. καὶ γέγονεν ἡμῖν τὸ τίμιόν σου γράμμα ὡς ἀληθῶς ἐμψύχωμα ἀνδρείας καὶ χαράκωμα δυνάμεως, ὡς δοξάσαι ἡμᾶς τὸν ἀγαθὸν ἡμῶν Κύριον, τὸν μὴ τελείως τὴν ταπεινὴν ἡμῶν γενεὰν ἐγκαταλιπόντα, ἀλλὰ δόντα σπινθῆρας ζωτικοὺς τοῖς ἐθέλουσιν ἀναζωπυρεῖσθαι πρὸς τὴν τῆς εὐσεβείας ἀγαθοεργίαν.

Ἔχει μὲν οὕτω ταῦτα. καὶ εὐχὴν εὐχόμεθα ὡς ἁμαρτωλοὶ ἐπιμένειν σου τὴν τῆς ἁγιωσύνης ζωὴν εἰς σωτηρίας ὑπόδειγμα ἡμῖν τε καὶ οἷστισιν ἄλλοις βουλομένοις· οὐ γὰρ πάντως οἱ τοὺς κανόνας στρεβλοῦντες καὶ τοὺς γνώμονας σκελίζοντες εὐθύτητα βλέπουσιν ἐν τοῖς ὀρθοτομοῦσι τὸν λόγον τῆς ἀληθείας, ἀλλὰ καὶ γέλωτα ἀνάπτουσι καὶ ὀνειδισμοὺς προσάπτουσι. καὶ τί ἄλλο ἢ τὸ ἐντεῦθεν μᾶλλον στερεοῦσθαι ἡμᾶς, μανθάνοντας τὸ σαθρὸν καὶ ἐπισφαλὲς τῶν τοιούτων; ὑφ᾽ ὧν ὅτι ἡ σὴ ὑψηλὴ διάνοια οὐχ ἁλίσκεται, ἀξιάγαστον καὶ ἡμῖν πολύευκτον. ζητεῖ δὲ μαθεῖν ὅ τι γέγονε καινότερον πρὸς τὴν ἐνισταμένην ὑπόθεσιν· καὶ οὐκ ἔχομεν λέγειν διὰ τὸ τοὺς κρατοῦντας τὸ νῦν φοσσατεύειν. πρὸς γὰρ τὸν ἀρχιερέα τί δεῖ καὶ λέγειν, μήτε λόγον διαπέμψαντα μήτε ἐθέλοντα ἀκοὴν παραδέξασθαι, ταμιευόμενον πάντα Καίσαρι; ὁ γὰρ κύριος Συμεὼν ἀμφοτερόγλωσσος, πῆ μὲν οὕτως, πῆ δὲ ἄλλως μεταβαλλόμενος. πλὴν ὅτι καὶ πάλιν συνήραμεν λόγον καὶ οὐχ ὑφήκαμεν τῆς ἀληθείας. καὶ μικρὸν μὲν μαλάσσεται, μένει δὲ ὁ αὐτός, ἐκεῖνα φρονῶν καὶ ζητῶν, ἃ ἐφετὰ πάντως τοῖς κρατοῦσιν. ἐν δὲ τῷ ἐξέρχεσθαι τὸν εὐσεβῆ ἡμῶν δεσπότην πάλιν γεγράφαμεν, ἐκζητήσαντος αὐτοῦ τοῦτο· καὶ ὅμως οὐκ ἠθέλησεν ἡμᾶς εἰς ὄψιν αὐτοῦ ἐλθεῖν.

μένομεν δὲ ἡμεῖς οἱ ἁμαρτωλοί, εἴπερ γρηγορεῖ ἡ εὐχὴ ὑμῶν, ὡσαύτως, μὴ βουλόμενοι προδοῦναι τὴν ἀλήθειαν μηδὲ μετασχεῖν τῆς κοινωνίας αὐτῶν, κἂν ἐξορία πρόκειται, κἂν ξίφος στιλβοῦται, κἂν πῦρ ἀνάπτηται. ἀλλ᾽ οὐκ ἂν τοῦτο δυνηθείημεν, ἀνάξιοι τυγχάνοντες τοῦ καὶ ὀνομάζεσθαι μόνον μοναχοί, εἰ μὴ προσσχὼν Κύριος ταῖς ὑμετέραις ἱεραῖς προσευχαῖς δυναμώσειε τὸ ἡμῶν ἀσθενὲς καὶ σαθρόν.

Διὸ γρηγορεῖτε, πατέρες ἅγιοι, εἰς αὐτὸ τοῦτο, ὑμέτερον ἡγούμενοι, ὅπερ καὶ ἐστί, τὸ κοινωφελὲς πρόβλημα. θεοῦ δὲ κελεύσει ἐξερχόμενος ὁ αἰδεσιμώτατος ἀδελφὸς ἡμῶν καὶ οἰκονόμος τῆς ἁγίας ἡμῶν μονῆς ἀγάγῃ τῇ ἁγιωσύνῃ σου ἀντίγραφα τῶν διαπεμφθέντων ἐπιστολῶν πρὸς ἑκάτερα πρόσωπα, ἵνα κἀντεῦθεν ἐναργέστερον μανθάνουσα τὰ καθ᾽ ἡμᾶς τὸ μὲν βοηθῇ γράμμασι, τὸ δὲ ἐπικουρῇ ἱκετηρίαις. καὶ ἄλλον δέ τινα παρεθέμεθα τῷ ἀδελφῷ λόγον, καὐτὸν πάντως ἀναγγελεῖ καὶ ἀποδώσει, ὁπηνίκα φθάσει ἰδεῖν τὸν τίμιόν σου χαρακτῆρα.

Προσαγορεύει σὺν ἡμῖν καὶ ὁ ἀρχιεπίσκοπος, ὁ Καλόγηρος, ὁ ἀββᾶς Λεόντιος καὶ ἡ λοιπὴ ἡμῶν ἀδελφότης. τὴν ἁγίαν σου συνοδίαν προσειπεῖν ἐξ ἡμῶν καταξίωσον.

Νικήτᾳ πατρικίῳ Τοὺς μὲν ἄλλους τυχὸν χάρις ἀνθρωπίνη ἀναβιβάζειν πέφυκεν ἐπὶ τὸ ὕψος τῶν ἀξιωμάτων· σὲ δὲ τὸν εὐσεβέστατον καὶ παμπόθητον ἡμῶν δεσπότην ἀρετὴ ὡς ἀληθῶς καὶ οὐ χάρις τις ἀνήγαγεν ἐν τῷ μεγέθει τοῦ ἀξιώματος, οὐ μὲν οὖν κατά τινα χρόνον καὶ ἐν μιᾷ ἐξουσίᾳ, ἀλλὰ διὰ παντὸς καὶ ἐν πολλαῖς, ὥσπερ τινὰ χρυσὸν μεταχειριζομένη καὶ εἰς πᾶν ὁτιοῦν κόσμον τῇ εὐσεβεῖ ἡμῶν βασιλείᾳ προβαλλομένη. καὶ τὰ πράγματα δῆλα, κἂν ἡμεῖς μὴ λέγωμεν, ὥστε καὶ τὸ νῦν ἀξιολόγως οἱ χριστομίμητοι ἡμῶν βασιλεῖς ἀντιπρόσωπον τῆς ἑαυτῶν καλοκἀγαθίας ἔθεσάν σε ἐν ταύταις ταῖς ἡμέραις τῇδε τῇ βασιλευούσῃ πόλει. αὕτη ἐστὶν ὑπὲρ τῆς πεμφθείσης προσηγορίας παρὰ τῆς εὐσεβείας σου τὸ νῦν διὰ τοῦ γραμματηφόρου ἀντιπροσφώνησις. καί γε Κύριος ὁ θεὸς ἡμῶν διαφυλάξειέν σε ἀπήμονα ψυχῇ τε καὶ σώματι πρὸς τὸ ἑξῆς ἐν τῷ ἄρχειν τε καὶ ἐξουσιάζειν, ὡς ἂν ὑπὸ θεοῦ σοι δι᾽ αὐτῶν τῶν πραγμάτων μεμαρτύρηται ἡ ἐξουσία δεδόσθαι.

Ἐπειδὴ δὲ φειδοῖ τῆς ταπεινώσεως ἡμῶν (οὕτω γὰρ πιστεύομεν καὶ οὐκ ἄλλως) διελέχθη σου ἡ εὐσέβεια τῷ ἀδελφῷ περὶ τῆς ὑποθέσεως τῶν τριχῶν, τοῦτο καὶ ἐκεῖνο ποιησάντων ἡμῶν, καὶ ὡς δέον καὶ καιρὸν σκοπεῖσθαι καὶ κανονικῶς πράττειν καὶ ἐν τοῖς οἰκείοις ὅροις μένειν, ἐπειδὴ καὶ πατριάρχης προκαθεζόμενος ὧδε, τἀληθῆ ἀπολογούμεθα, πρότερον ἀπευχαριστοῦντες αὐτῇ ὅτι πονοῦσά ἐστι καὶ κηδομένη τῶν καθ᾽ ἡμᾶς. καὶ δέον· ἰδίωμα γὰρ αὐτὸ τοῦτο καὶ μαρτυρία τῆς ἧσπερ ἀναγγέλλομέν σου καλοκἀγαθίας, τάχα δὲ καὶ διὰ τὴν ἀγχιστείαν ὀφείλει τις εἶναι ἰδικωτέρα παρὰ τοὺς πολλοὺς διάθεσις.

Νόμοι τοιγαροῦν, ὦ δέσποτα, θεῖοι καὶ κανόνες εἰσὶν οἱ ἄγοντες πάντα τὸν εὐσεβοῦντα, παρ᾽ οὓς οὐκ ἔστιν οὔτε πρόσθεσιν οὔτε ὕφεσιν ποιεῖσθαι. αὐτοὶ καὶ ἡμᾶς τοὺς ταπεινούς, εἰ καὶ μυριάκις σφαλλόμεθα πρὸς ταῖς ἄλλαις ὑποθέσεσι, καὶ εἰς τὸν τῶν κομώντων ἴσχουσιν. καὶ ὥσπερ ἡ ἐξουσία σου τὰ διατεταγμένα πρὸς τῶν εὐσεβῶν ἡμῶν δεσποτῶν φυλάττειν διαγωνίζεται, πῆ μὲν ἀναγγέλλουσα τὰ συμβαίνοντα, πῆ δὲ ἐκπληροῦσα τὰ προστασσόμενα, εἴργουσά τε καὶ ἀφορίζουσα καὶ ὅσα ἄλλα ἐπισυμβαίνει, οὐ δυσωπουμένη προσώπῳ τινὶ οὔτε μικρῷ οὔτε μεγάλῳ (ἅπαξ γὰρ ὃ ἤκουσεν καὶ ἐνετάλθη ἐκπληροῦν κατασπεύδεται· κίνδυνος γὰρ οὐχ ὁ τυχὼν κἂν πρὸς μικρὸν ἀναβάλλεσθαι), οὕτω τοίνυν καὶ πολλῷ μᾶλλον ἐφ᾽ ἡμῖν τοῖς λαχοῦσι τὸ ἱερατεύειν μείζων καὶ ὀλεθριώτερος ὁ κίνδυνος μὴ ἀποπεραιώσειν πάντα τὰ διὰ τῶν θείων κανόνων καὶ θεσπεσίων πατέρων παρὰ τοῦ βασιλέως τῶν ὅλων θεοῦ προστασσόμενα. ὅτι δὲ πρόσταγμα θεῖον, πρῶτον μὲν φανεροῖ ὁ ἀπόστολος, ἔπειτα αἱ διατάξεις, εἶτα ὁ Χρυσόστομος, κατασκευάζων ἁμάρτημα ὁμολογούμενον εἶναι τὸ κομᾶν τοὺς ἄνδρας, τελευταῖον ὁ παρὰ τῇ ἕκτῃ ἁγίᾳ συνόδῳ κανών, προστάσσων καὶ ἀφορισμὸν τοῖς μὴ πειθομένοις· ὃν καὶ ἀπέστειλα, ἵνα αὐτήκοος γενομένη γνοίη μηδὲν ἡμᾶς τοὺς ἁμαρτωλοὺς ἀκανονίστως ποιεῖν.

Ἡμεῖς δὲ τούτου τοῦ κανόνος οὐκ ἐπικρατεῖς νῦν γεγόναμεν, ἀλλὰ πάλαι, καὶ γνωστὸν γέγονε καὶ τῷ προηγησαμένῳ πατριάρχῃ· ἐπεὶ καὶ διελέχθη ἡμῖν τὰ εἰκότα, οὐκ ἐγκαλῶν, ἀλλ᾽ ἀποδεχόμενος (πῶς γὰρ ἂν καὶ ἠδύνατο, κανόνος κειμένου;) λέγων τε ὅτι ‛γέγονε κἀμοὶ ὑπόμνησις περὶ τούτου, κἂν οὐκ ἠκούσμεθα‚. ἀλλ᾽ ἐκείνῳ μὲν τὴν οἰκονομίαν οὐκ ἠκριβολογούμεθα, ἡμεῖς δὲ ἕως τοῦ νῦν οὕτω διήλθομεν, οὐ δημοσίως διαγορεύοντες (ἐπεὶ μηδὲ ἐπισκοποῦμεν), ἐν δὲ τῇ οἰκείᾳ ἐκκλησίᾳ φυλαττόμενοι, διότι ἱερατεύομεν, καὶ προέσθαι τὸ σῶμα καὶ αἷμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τοῖς ὁμολογουμένως κρατουμένοις ὑφ᾽ ἁμαρτήματος οὐχ οἷόν τέ ἐστι, κἂν ὁστισοῦν τυγχάνῃ, οὐκ οἶδα, εἰ μὴ ἐπαγγέλλεται τὴν διόρθωσιν· καὶ γὰρ πολλοῖς καὶ συνεχωρήσαμεν καὶ παραχωροῦμεν μέχρι μιᾶς καὶ δευτέρας ὑπομνήσεως ἢ καὶ τρίτης, τὸ δὲ πλέον ἀδιαφορία καὶ τῶν κανόνων καταφρόνησις, μᾶλλον δὲ θεοῦ, παρ᾽ οὗ ἐδόθησαν.

Αὕτη ἡμῶν ἡ ἀπολογία, δέσποτα, πρὸς τὴν ὑπερφυῆ σου ὑπεροχήν. καὶ δεόμεθα αὐτῆς, ὅπουπερ ἂν ἐπιρρυῇ λόγος, τὰ δέοντα ὡς ὑπὸ θεοῦ ἀνακρινομένη καὶ μισθαποδοτουμένη ὑποβαλεῖν· περὶ γὰρ ὅτι χειρὶ ἐποιήσαμεν ἡμεῖς ἐνταῦθά τινι, γελοῖόν ἐστι καὶ τὸ πιστεύεσθαι πρός τινος τῶν εὖ φρονούντων. οὐδαμῶς· ἀλλὰ τὸ παρ᾽ ἡμῶν μετὰ πάσης παρακλήσεως καὶ τῶν καταδεχομένων μετὰ πάσης συγκαταθέσεως γέγονεν, καὶ τότε ἀκρωτηριασμὸς τῶν ὑπερκομώντων σχεδὸν μέχρι ζώσεως καὶ καταβλακευομένων, ἵνα δόξωμεν μικρόν τι τοῦ κανόνος μὴ ἀποπίπτειν· καὶ ἴσως ἐκ τούτου γένηταί τις πρὸς τὸ βέλτιον ἐπαναδρομή.

Εὔχου τοίνυν, ὦ δέσποτα, ἐννόμως καὶ εἰρηνικῶς ἡμᾶς ζῆν, συμβάλλων καὶ τὰ παρ᾽ ἑαυτοῦ ἐν τοῖς καθ᾽ ἡμᾶς κατὰ τὸ δυνατόν, ἵνα, ἐάν τι ἀγαθόν, συμμεθέξει καὶ ἡ τιμία σου ψυχὴ τοῦ καλοῦ.

Βασιλείῳ μονάζοντι Ἐδεξάμεθά σου τὰ γράμματα τῆς ἀδελφικῆς ἀγάπης καὶ ἐθαυμάσαμεν ἐπὶ τῇ ἀθρόᾳ μεταβολῇ αὐτῆς. τὰ μὲν πρότερα (ἵνα τὰ ἄλλα ἐάσω λέγειν), οὐκ ἀναγκαῖα ὄντα κατὰ τὸ παριστάμενον, Ἰωσὴφ τοῦ οἰκονόμου κατηγορίαν εἶχον, ὡς κακῶς εἰσελθόντος αὐτοῦ εἰς τὴν ἐκκλησίαν, τὰ δὲ δεύτερα τοὐναντίον ἀθώωσιν ἐμφαίνοντα παντάπασιν. καὶ ὁ τὸν αὐτὸν κατὰ τὸ αὐτὸ πρᾶγμα ποτὲ μὲν ἐπαινῶν ποτὲ δὲ ψέγων ὅ τι λέγει τις τῶν ἁγίων γινώσκειν ὀφείλει ἡ θεοσέβειά σου. ἀλλ᾽ ἔστω τοῦτο εἰς μηδέν, καίπερ ὂν ἐναντιολογίας ὄφλημα. τί δὲ ὅτι οὕτως ἀκρίτως προήχθη, πρὶν ἐξεταστικῆς καὶ μαθηματικῆς πείρας, ἀποφήνασθαι κατὰ τῆς ταπεινώσεως ἡμῶν ἀποσχισμὸν τῆς καθ᾽ ἡμᾶς ἐκκλησίας καὶ διὰ τοῦτο ἀναθεματισμόν; πρόσεχε σεαυτῷ, φησὶν ὁ λόγος, καὶ πρὶν ἐξετάσεις, μὴ μέμψῃ καὶ νόησον πρῶτον, καὶ τότε ἐπιτίμα. αὐτὴ δὲ μηδὲν τούτων παρατηρήσασα μηδὲ ὑπολογισαμένη ὅτι πρόσεστι καὶ ἡμῖν πάντως τὸ κατὰ λόγον λέγειν καὶ πράττειν οὕτως ὡς ἀπαιδεύτοις καὶ ἀλόγοις καὶ ἀρτιγεύστοις τῆς μοναδικῆς πολιτείας καὶ ἐν μαθητευομένοις τελοῦσιν ἐπετίμησας. καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ἐπέπληξας. καὶ εἴθε τοῦτο· ἀλλὰ καὶ ἀναθεματισμῷ παρέπεμψας. καὶ φεῦ τὰ τῶν ἀνθρώπων· πῶς οὐκ ἐπὶ πολὺ διασῴζει τοὺς τῆς φιλίας ὅρους ἀμετακινήτους;

εἰ γὰρ τοῦτο ὑπῆρχεν τῇ τιμιότητί σου ἀκραιφνές, οὐκ ἂν οὕτως ἀπροόπτως τὴν εὐτέλειαν ἡμῶν κατεκερτόμει. πλὴν ἄξιοι τῶν τοιούτων, καὶ οὐ θαυμαστόν, εἰ καὶ ὑπὸ τῆς φιλίας σου προυπηλακιζόμεθα.

Ἡμεῖς δὲ ὃ ἐσμέν, θεῷ μὲν πεφανερώμεθα, δίκαιον δὲ καὶ τῇ συνέσει σου, ἐπὰν προσκόπτῃ καὶ σκανδαλίζεται, ἐπιδηλῶσαι. οὐκ ἐσμὲν ἀποσχίσται, ὦ θαυμάσιε, τῆς τοῦ θεοῦ ἐκκλησίας, μήποτε τοῦτο πάθοιμεν· ἀλλ᾽ εἰ καὶ ἄλλως ἐν πολλοῖς ἁμαρτήμασι τυγχάνομεν, ὅμως ὁμόσωμοι αὐτῆς καὶ τρόφιμοι μετὰ τῶν θείων δογμάτων καὶ τοὺς κανόνας αὐτῆς καὶ διατυπώσεις γλιχόμενοι φυλάττεσθαι. τὸ δὲ ταράττειν καὶ ἀποσχίζειν ἀπ᾽ αὐτῆς, τῆς μηδεμίαν ἐχούσης ἀληθῶς κηλῖδα ἢ ῥυτίδα κατά τε τὸν τῆς πίστεως λόγον καὶ τὸν τῶν κανόνων ὅρον ἀπ᾽ ἀρχῆς αἰῶνος καὶ μέχρι τοῦ δεῦρο, ἐκείνων ἐστίν, ὧν ἡ πίστις τὸ ἐνδιάστροφον ἔχει καὶ ὁ βίος τὸ ἀκανόνιστον καὶ ἄθεσμον· ὧν εἷς ἐστι καὶ ὁ Ἰωσὴφ ὁ τὸν μοιχὸν στεφανώσας οἵ τε τούτῳ ὡς ἀμέμπτῳ ἀνεχόμενοι συλλειτουργεῖν, καὶ μὴν καὶ οἱ συνιστῶντες αὐτὸν ὡς ἀθώως ἱερουργοῦντα. πῶς γὰρ κανονικῶς ἡμῖν γράφουσα ἡ εὐλάβειά σου οὐ τοὺς θείους κανόνας ἐπίσταται, ὅτι κατ᾽ αὐτοὺς καθῃρημένος ἐστὶν ὁ ἀνήρ; εἰ γὰρ εἰ διγαμοῦντος γάμον οὐκ ἐῶσι τὸν πρεσβύτερον ἑστιαθῆναι, τί πρὸς τὸ τὸν δίγαμον στεφανῶσαι; τί δὲ τὸ εἰς μοιχικὸν γάμον ἑστιαθῆναι ὅλαις τριάκοντα ἡμέραις; τί δὲ (τὸ ὀλεθριώτερον) τὸ καὶ στεφανῶσαι μοιχὸν κατὰ τὸν λόγον τοῦ Κυρίου, τὴν ἐπὶ τῇ συναφείᾳ ἱερὰν προσευχὴν λέγοντα τὸν μοιχοζεύκτην καὶ προσκαλούμενον τὴν θείαν χάριν ἀθέως ἐπὶ τοὺς βεβήλους;

ἀπόπτυστός ἐστι παρὰ θεῷ κατὰ τὸν θεῖον Διονύσιον καὶ ἀνίερος ὁ τοιοῦτος· παρέλκον γάρ ἐστι τοὺς ἐπ᾽ αὐτῷ ἄλλους κειμένους κανόνας ὧδε γράφειν. ὅτι δὲ καὶ ὑπὸ τοῦ προηγησαμένου πατριάρχου ἀφωρισμένος ἐνναετῆ χρόνον ἔτυχεν καὶ ὁ κανών, εἰ μὴ ἐντὸς ἐνιαυτοῦ λυθῇ, οὐκ ἀνέχεται ἔτι τὴν λύσιν, ποῦ θήσομεν; πάντως δὲ ἡ ἀπάντησις, ὅτι ἐλέλυτο. καὶ εἰ ἐλέλυτο, πῶς οὐχ ἱερούργει; καὶ εἰ ἐλέλυτο, πῶς ἄρτι ἐζήτησεν λύσιν ὑπὸ συνόδου; δῆλον ὅτι ὁ δεδεμένος ζητεῖ λυθῆναι, οὐχ ὁ ἄδετος· ὥστε κἀνταῦθα περιπίπτει ἑαυτῷ ὁ θέλων κατὰ τῆς ἀληθείας κινεῖσθαι.

Βεβήλωσις οὖν τῶν ἁγίων ἐστίν, ὦ ἀδελφέ, τοῦτον ἱερουργεῖν, καὶ σύγχυσις παντελὴς τῶν κανόνων τὸ μὴ τὰ τοιαῦτα φυλάττεσθαι. τί γὰρ λέγει καὶ ὁ Χρυσόστομος; ὅτι οὐκ ἀκίνδυνόν ἐστι τὸ ἀνεξέταστον ἐπὶ τοῦ ἱερέως, οὐ περὶ πίστεως, ὡς οἴει, τοῦτο λέγων, ἀλλὰ περὶ τῆς κατὰ τὸν βίον ἀκριβείας. ἐκζητεῖν τοίνυν καὶ ἀνερευνᾶν ἕκαστον ὅπως ἔχει οὐ δέον· ἡ χάρις γὰρ καὶ ἐπὶ τοὺς ἀναξίους διὰ τοὺς προσιόντας κάτεισιν. εἰς δὲ τοὺς προδήλως κατεγνωσμένους, ὧν ἐστιν εἷς καὶ ὁ Ἰωσήφ, μάλα ἀνομίαν μεγάλην συνάψας ἀναφανδὸν τῆς οἰκουμένης, ἣν ὁ Κύριος ἀπέφηνεν, καὶ ἐναγέστερος τοῦ μοιχεύσαντος χρηματίσας ὁ τοῦτον συζεύξας, τὸ μὴ διαστέλλεσθαι κατὰ τὸν Θεολόγον προδοσία τῆς ἀληθείας σαφὴς καὶ τῶν κανόνων παράλυσις.

Ἢ οὐκ οἶδέν σου ἡ φιλία ὅτι αὐτὸ τὸ θεῖον αὐτεκδίκητον γέγονεν, ἡνίκα οὐ διανέστη ὁ ἰθύνων τὴν ἐκκλησίαν τὸ τηνικάδε, ὡς Σαμουὴλ πάλαι ἐπὶ τοῦ ἄφρονος Σαούλ, διαρρῆξαι τὴν τοῦ νέου Ἡρώδου κατὰ τὸν τῆς μοιχείας τρόπον βασιλείαν; ταῦτα γὰρ πέπονθεν καὶ Ἡρώδης ἐκεῖνος, ὑπὸ τοῦ οἰκείου λαοῦ ἀνασοβευθεὶς καὶ ἀποκτανθείς, ἐπὰν εἴασεν τὴν τοῦ Ἀρέτα βασιλέως θυγατέρα, νόμιμον αὐτοῦ οὖσαν γυναῖκα, ἀγαγόμενος παρανόμως τὴν τοῦ ἀδελφοῦ Φιλίππου Ἡρωδιάδα. εἰ δὲ ταῦτα οὐ δέον ἐκδικεῖσθαι, ἡμαρτηκὼς ἐνώπιον τῆς ἀγάπης σου γέγονεν, εἰ καὶ τολμηρὸν εἰπεῖν, ὁ Πρόδρομος Ἰωάννης, ἐλέγξας τὸν Ἡρώδην καὶ θανὼν ὑπὲρ τοῦ ἐλεγμοῦ· ὡσαύτως καὶ ὁ Χρυσόστομος, ὑπὲρ τοῦ ἀγροῦ τῆς χήρας ἔνστασιν ἀθλητικὴν ἐπιδειξάμενος (ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ, φησίν, τάχα τις καὶ τολμᾷ ἀποθανεῖν), ἵνα μὴ λέγω τὰς τῶν ἄλλων ἁγίων ὁμοτρόπους ὑπὲρ τῶν τοιούτων ἐνστάσεις. ἢ πάλιν ἀγνοεῖ ἡ τιμιότης σου ὅτι ἐκ δύο συνισταμένου τοῦ χριστιανισμοῦ, λέγω δὴ πίστεως καὶ ἔργου, εἰ θάτερον λείπει, οὐδὲ τὸ ἕτερον ὀνίνησι τῷ ἔχοντι;

Ζηλούτω τοίνυν, παρακαλοῦμεν, τὰ θεῖα, καὶ πρῶτον μὲν ὡς τοῦ κοινοῦ πατρὸς τέκνον χρηματίζουσα συνεπαιρέσθω πρὸς τὰ δέοντα, δεύτερον ὡς τῷ μακαρίτῃ Σάβᾳ μαθητευσαμένη ἀκρίβειαν οὐ μόνον κατὰ τὴν πίστιν, ἀλλὰ καὶ κατὰ τοὺς κανόνας ἀσπαζέσθω, τρίτον τὰ ἀδελφὰ ἡμῖν φρονείτω ὡς ὁμάδελφος οὖσα καὶ (ὑπομιμνήσκομεν) τὸ οἰκεῖον κάθισμα ἐπιτηρείτω, μήπως ἐντεῦθεν σκάζωμεν περὶ τὰ κάλλιστα. σύγγνωθι ἀδελφικῶς ὑπομνήσκουσιν, ὥσπερ καὶ αὐτῷ ἡμεῖς· καὶ οὐ χρεὼν ἡμᾶς ἀγανακτεῖν ὑπομνησθέντας, μηδὲ ἡ σὴ τιμιότης δριμυσσέσθω, ἀλλὰ ἀναπτέσθω μᾶλλον εἰς ἀγάπην καὶ ἐπιστελλέτω ὁσάκις ἂν καὶ βούληται τὰ τοιαῦτα. οὐδὲν γὰρ παρὰ τούτου βλαβησόμεθα ἢ τὸ βιοῦν ἀσφαλέστερον.

Περὶ δὲ τοῦ πάπα, τίς ἡμῖν λόγος οὕτως πράσσοντος ἢ ἐκεῖνο, ὡς τοῖς οἰκείοις, συγχώρησον, ἑάλω πτεροῖς κατὰ τὸ λόγιον; μηδὲν γὰρ περὶ τῶν ἐκδήλων ἁμαρτημάτων τοῦ ἱερέως φροντίζειν φάμενος οὐ τόν τινα ἱερέα, ἀλλὰ τὴν κεφαλὴν τῆς ἐκκλησίας κατεκωμῴδησεν τοσαῦτα καὶ ἀπεμυσάξατο, ὡς ἡμᾶς αἰδεσθῆναι καὶ ἀκοῦσαι. εἰ δὲ ἀληθῶς οὕτως ἐστί, φεῦ τῆς ἱεραρχίας. πλὴν νουνεχῶς κινοῦμεν τὴν γλῶτταν, παρακαλοῦμεν, ἐπὶ τὰς κεφαλὰς καὶ μὴ οὕτω σφοδρῶς ἀποφαινώμεθα. εἰ δὲ ὅτι οἱ ἄνθρωποι μέλλουσιν ἀνοίγειν τὰ στόματα, ὡς γέγραφας, ἐπὶ τὸ λέγειν ὅτι ἐκπεσόντες τῆς ἐνταῦθα πατριαρχίας εἰς ἑτέραν ὑπόθεσιν μετεπέσαμεν, μὴ φροντιζέτω σου ἡ τιμιότης. οἶδεν ὁ θεὸς καὶ τὴν πρώτην κίνησιν καὶ τὴν δευτέραν, ἀλλὰ μὴν καὶ τὴν τρίτην αὐτὸς δοκιμάσει, αὐτὸς διελέγξει, αὐτὸς παραστήσει ἐπὶ τοῦ φοβεροῦ βήματος, αὐτὸς ἀποδιδοὺς καθὼς διεθέμεθα καὶ πεπράχαμεν· τὸ γάρ, εἰ ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην, οὐ πρὸς ἡμῶν τῶν ἁμαρτωλῶν φθέγγεσθαι.

Ἡμεῖς τοίνυν καὶ τοῦ ἁγιωτάτου πατριάρχου μνημονεύομεν, ὡς καθήκει, ἐν τῇ μυσταγωγίᾳ, ὥσπερ καὶ τῶν εὐσεβῶν ἡμῶν βασιλέων, καὶ ἐκ παντὸς ἱερέως ἀδιαβλήτου κοινωνεῖν οὐ παραιτούμεθα. γεγράφαμέν τε αὐτῷ τῷ ἀρχιερεῖ, ἐπεὶ καὶ τοῖς εὐσεβέσιν ἡμῶν βασιλεῦσιν γνωστὸν γέγονεν, ὅτι ἐν οὐδενὶ διαφερόμεθα ἢ μόνον διὰ τὸν Ἰωσήφ, καὶ ἡνίκα οὗτος ὑποσταλῇ τῆς ἱερουργίας, εὐθὺς συγκοινωνοῦμεν αὐτῷ. καὶ ποθητὸς ἡμῖν ὁ ἀνήρ, οὐ μόνον ὅτι κορυφὴ τῆς καθ᾽ ἡμᾶς ἐκκλησίας γέγονεν, ἀλλ᾽ ὅτι καὶ σεβαστὸς ἡμῖν ἦν ἔκπαλαι· καὶ ὅσα τοῦ βίου αὐτοῦ καλά, ἀποσεμνύνειν οὐ παυόμεθα.

Εἰ δὲ φθάσει ὅτι καὶ αὐτὸς ἀποδέχεται τὸν ζῆλον (ἐῶ γὰρ λέγειν ἐπισκόπους ἁγίους ἡγουμένους τε καὶ μονάζοντας καὶ πλῆθος λαϊκῶν), τί φαίη ἡ σὴ φιλότης; διὸ ἴσθι μὴ εἶναι σχίσμα τῆς ἐκκλησίας, ἀλλ᾽ ἀληθείας ἐπικράτησιν καὶ τῶν θείων νόμων ἐκδίκησιν· ἑτέρως δέ, ὡς ἔφθη εἰποῦσα ἡ τιμιότης σου, τῆς ἀληθείας ῥῆξις καὶ τῶν κανόνων παράλυσις. καὶ ἐκεῖνο ἔχοι καλῶς λέγεσθαι, οἱ ἱερεῖς ἠθέτουν νόμον μου καὶ ἐβεβήλουν τὰ ἅγιά μου· βεβήλοις καὶ ὁσίοις οὐ διέστελλον, ἀλλ᾽ ἦν αὐτοῖς ἅπαντα κοινά. τὸ γὰρ μὴ ἔχειν σπίλον ἢ ῥυτίδα, ἵνα καὶ πάλιν εἴπωμεν, οὕτω νοείτω, τὸ μὴ προσιεμένην τά τε ἀσεβῆ δόγματα καὶ τὰ ἀκανόνιστα ἐγχειρήματα, οὐ μὴν ἀλλὰ καὶ τὰ ἐν τοῖς αὐτουργοῦσι τὰ ἀπηγορευμένα συμφρονήματα, ὥς πού φησιν ὁ θεῖος Βασίλειος· πρὸς ἃ Παῦλος ὁ μέγας οὐδὲ συνεστιᾶσθαι τοῖς τοιούτοις παραχωρεῖ. ἐπεὶ ἀπὸ τῶν ἀποστόλων καὶ κατόπιν πολλαχῶς πολλαὶ αἱρέσεις προσερράγησαν αὐτῇ καὶ ῥυπάσματα ἄθεσμα καὶ ἀκανόνιστα ἐπεπόλασαν, ὥσπερ καὶ τὸ νῦν· ἀλλὰ μὴν αὐτὴ τῷ προειρημένῳ τρόπῳ ἄσχιστος καὶ ἀμώμητος διαμεμένηκεν καὶ διαμενεῖ ἕως τοῦ αἰῶνος, ὑπεξαιρουμένων καὶ ἀποπεμπομένων πάντων ἀπ᾽ αὐτῆς τῶν κακῶς φρονησάντων ἢ πραξάντων, ὥσπερ ἐξ ἀσείστου καὶ παραλίου πέτρας τὰ προσρήσσοντα κύματα.

Εἰς ἑαυτοὺς οὖν γενώμεθα, ὦ ἀδελφέ, καὶ ἀπίδωμεν πρὸς τὸ φῶς τῆς ἀληθείας, καὶ τῶν ἱερῶν κανόνων ὥσπερ καὶ τῶν δογμάτων ἐγκρατεῖς φαινοίμεθα μάλιστα ἡμεῖς οἱ μονάζοντες, μάλιστα ἡμεῖς οἱ δοκοῦντες εἶναί τι. εἰ γὰρ τὸ ἐν ἡμῖν φῶς σκότος, τὸ σκότος πόσον; καὶ εἰ τὸ ἅλας μωρανθήσεται, ἐν τίνι ἁλισθήσονται οἱ λαϊκοί; ἡμεῖς οἰόμεθά σε καὶ εὐχόμεθα τῶν αὐτόθι σωτῆρα εἶναι καὶ φωστῆρα καὶ λύχνον εὐσεβείας καὶ ἀκριβείας, οὐκ ἐκ τοῦ πᾶσι τὰ πάντα γίγνεσθαι, ἀλλ᾽ ἐκ τοῦ τῆς ἀρετῆς ὕψους καὶ ἐκ τοῦ κεκανονισμένου βίου καὶ ἐκ τοῦ ἱεροπρεποῦς πολιτεύματος. καὶ φέρε ἀδελφοῦ σου ὑπόμνησιν, ἀγαπητικὴν οὖσαν καὶ φιλαλήθη καὶ θεόκριτον. καὶ τὰ πλείω λέγειν ἡ ἐπιθυμία με ἕλκει, ἡ ἀμετρία δὲ τοῦ γράμματος συνέλκουσα ἐνταῦθα ἡμᾶς καταπαύει. ἀπεδεξάμεθά σου τοίνυν τὴν εὐλογίαν τὴν πλουσίαν· καὶ ὅτι ἐφρόντισας περὶ τῆς ταπεινώσεως τοῦ μοναστηρίου σου, δεῖγμα μὲν τοῦ φείδεσθαι καὶ πονεῖν ὑπὲρ αὐτοῦ, κόπος δέ σου ἱκανός.

Ἀλλ᾽ ὁ Κύριος ἀνταμείψεταί σε οἷς χρῄζεις, τὴν τῶν ἀρετῶν ἐπανάληψιν καὶ τὴν τῶν αἰωνίων αὐτοῦ ἀγαθῶν ἀπόλαυσιν.

Λέοντι ὀρφανοτρόφῳ Ἐβουλόμεθα ἡμεῖς αὐτοὶ παρεῖναι καὶ κοινωνῆσαι τῆς ἐνούσης ὑμῖν συμφορᾶς περὶ τὸ μακάριον ὑμῶν τέκνον, κύριέ μου ποθεινότατε, οὐχ ὅτι διὰ γράμματος θρηνῳδῆσαι τὸ πάθος καὶ συμμετασχεῖν ὑμῖν τοῦ λυπηροῦ. πῶς γὰρ οὐκ ἐλεεινόν, πῶς δὲ οὐκ ἐκστατικόν, παιδὸς ἐπὶ παιδὶ στέρησιν παθεῖν καὶ οἷον ἀπολέσαι τὸν ἔμψυχον θησαυρόν, τὸν πλοῦτον τῆς γονικῆς διαδοχῆς, τὸν πολύευκτον καρπὸν τῆς μητρῴας θηλῆς, τὸν περικαλλῆ ὀφθαλμὸν τῆς οἰκίας, τῆς προμήτορος τὸ ἀγαλλίαμα, τῆς ὅλης συγγενείας τὸ σεμνολόγημα; ἧκεν ὁ πρῶτος καρπός, καὶ ἄωρος ἐκ τῶν γονικῶν χειρῶν ἀνηρπάσθη. ἔφυ ὁ δεύτερος, καὶ τοῦτον ἐλυμήνατο ὁ πικρὸς θάνατος. τέθηλε τὸ τρίτον βλάστημα, παραμυθία τῶν προτέρων, εὐανθές, περικαλλές, ἄγον τὸ βιώσιμον εἰς τριετῆ χρόνον, ἐν ᾧ αἱ ψυχαὶ ἀπεκρέμαντο τῶν τεκόντων· καὶ φεῦ τῆς συμφορᾶς (ἐγκόπτει γὰρ τὸ πάθος καὶ τὸ φθέγγεσθαι), ᾤχετο καὶ τοῦτο ἐξ ὀφθαλμῶν ὑμῶν καί, τό γε ἐλεεινότερον, μηδὲ ἐπ᾽ ὄψεως τῆς πατρικῆς παρουσίας. καὶ τί δεῖ ἐκτραγῳδεῖν τὴν συμφοράν; τέτμηται ὑμῶν ἡ καρδία, τοῦ πατρός, τῆς μητρός, τῆς κυρίας τῆς πατρικίας, καὶ ῥομφαία διὰ μέσου ἀμφοτέρων διελήλυθεν.

καὶ τὸ ἄλγος θεραπεύσει οὐ λόγος, οὐ παραμύθιον, οὐκ ἐξ ἀνθρώπου, οὐκ ἐξ ἀγγέλου, ἀλλ᾽ ἐκ μόνου θεοῦ, τοῦ οὕτως διαθεμένου τοὺς τῆς ζωῆς ἡμῶν ὅρους· αὐτὸς γάρ ἐστι, δέσποτά μου, ὁ τὸ τριπόθητον ὑμῶν τέκνον προσλαβόμενος, ὥσπερ καὶ τὰ προλαβόντα προσληψάμενος.

Λυπηρὸν μὲν καὶ λίαν τὸ καθ᾽ ὑμᾶς, οὐ πάντως δὲ καὶ τοῖς προσληφθεῖσιν, ἐπειδὴ ἄχραντοι καὶ ἀκηλίδωτοι ἐξ ἁμαρτιῶν διὰ τῆς ἀρτιγενείας ἐκχωρήσαντες τῶν ἐνθένδε πρὸς τὸν μακάριον καὶ ἀπαθῆ βίον ἐν κόλποις Ἀβραὰμ χορεύουσιν, μετὰ ἁγίων νηπίων συναλίζονται, μετὰ παίδων χριστοφόρων ἀναμέλπουσιν. ὥστε οὐκ ἀπόλωλεν τὰ κάλλιστα τέκνα, ἀλλὰ σέσωσται ὑμῖν καὶ διαμένει· καὶ ἐπόψεσθε αὐτὰ μικρὸν ὕστερον, ἡνίκα τέλος δέξηται ἡ χρονικὴ ζωὴ αὕτη, χαίροντα καὶ ἀγαλλιώμενα οὐκ ἐν βραχείᾳ ἡλικίᾳ, ἀλλ᾽ ἐν τελειότητι τοῦ πληρώματος τοῦ Χριστοῦ, καθὼς γέγραπται. διὸ παρακαλοῦμεν καὶ ἀντιβολοῦμεν τοῖς λογισμοῖς τούτοις κατεπᾴδειν ἑαυτοῖς κατὰ τὸ ἀληθὲς καὶ ἐντεῦθεν ἐξαίρειν τὸ ἄμετρον λυπηρὸν τῆς ψυχῆς. μέτρα γὰρ ἔδωκεν ἡμῖν ὁ Κύριος, ἵνα καὶ τὰ φυσικὰ σπλάγχνα ἐνδεικνύμεθα καὶ τοὺς τῆς αὐταρκείας ὅρους μὴ ὑπερβαίνωμεν· τὸ μὲν γὰρ εἰς ἔλεον κινεῖ τὸ θεῖον, τὸ δὲ ἀντιφέρεσθαι ποιεῖ τοῖς τῆς προνοίας διατάγμασιν. καὶ τὸ μὲν εὐφραίνει τοὺς ἀπελθόντας, τὸ δὲ λυπεῖν εἴωθεν αὐτοὺς τοὺς ἀναπαύσεως λαχόντας· πᾶς γάρ τις βούλεται χαίρειν ἐπὶ τῇ οἰκείᾳ χαρᾷ, ἀλλ᾽ οὐχὶ λυπεῖσθαι τοὺς φιλεῖν ὁμολογοῦντας.

Ἡμεῖς δὲ πιστεύομεν καὶ πάλιν ἐν γαστρὶ ἕξειν τὴν κυρίαν τὴν χαρτουλαρέαν καὶ τέξεσθαι υἱὸν οὐκέτι ταχύμορον, ἀλλὰ μακροημερεύοντα εἰς διαδοχὴν γένους, μόνον ἐὰν μετριώσωμεν τὸ πάθος καὶ τὰς ὑπὲρ τοῦ παιδὸς ἀποδῶμεν ἔργῳ καὶ λόγῳ προσφορὰς εὐχαρίστους τῷ δεσπότῃ Χριστῷ.

Νικηφόρῳ πατριάρχῃ Οὐκ ἀναγκαῖον διὰ γράμματος σημᾶναι τῷ ἀγγέλῳ τῆς μακαριότητός σου ἃ διὰ στόματος προανηγγέλθη, εἰ καὶ μὴ δι᾽ ἀμφοτέρων ἡμῶν τῶν ταπεινῶν· ἀλλ᾽ ἵνα μὴ ἡ χθὲς κατὰ τὴν κέλευσίν σου συνέλευσις τῶν ἐπισκόπων, ἕτερόν τι διδάξασα παρὰ τὰ ἐν αὐτῇ ὑφ᾽ ἡμῶν ῥηθέντα, ἐπιθολώσῃ τὰς ἱεράς σου ἀκοάς, ἁρμόζον ἡγησάμεθα ἀνενεγκεῖν ἐν κεφαλαίῳ τὴν ὅλην τῆς ἀπολογίας ἡμῶν σύστασιν. ἡμεῖς τοίνυν, ὦ μακαριώτατε, ὀρθόδοξοί ἐσμεν κατὰ πάντα, πᾶσαν αἵρεσιν ἀποβαλλόμενοι καὶ πᾶσαν σύνοδον οἰκουμενικήν τε καὶ τοπικὴν ἐγκεκριμένην ἀποδεχόμενοι, οὐ μὴν ἀλλὰ καὶ τὰς παρ᾽ αὐτῶν ἐκφωνηθείσας ἱερὰς καὶ κανονικὰς διατυπώσεις ἀσφαλῶς κατέχομεν· μηδὲ γὰρ ὀρθοτομεῖν ἔστι τελείως τὸν λόγον τῆς ἀληθείας τὸν τὴν πίστιν ὀρθὴν οἰόμενον ἔχειν, τοῖς δὲ θείοις κανόσι μὴ ἀπευθυνόμενον. καὶ μὴν καὶ τὰς ἐνθέσμους ὑπὸ τῶν ἁγίων κατὰ καιρὸν οἰκονομίας προσιέμεθα, ἐπεὶ καὶ ἡμῶν τῶν ταπεινῶν νῦν τὸ τὴν ἁγιωσύνην σου διὰ τὴν ἐκβολὴν τοῦ οἰκονόμου ἀσπάζεσθαι οὐ τῶν ἀκριβευομένων ἐστίν, τῶν δὲ λίαν οἰκονομούντων καὶ συνερχομένων.

καὶ τὸν προηγησάμενον τὴν ἁγιωσύνην σου ὁσιώτατον πατριάρχην τῷ λόγῳ τούτῳ ἐδεξάμεθα εἰς τὴν προκειμένην ὑπόθεσιν, ἡνίκα ἐπανήλθομεν τῆς ἐξορίας, διαρραγείσης μὲν τῆς μοιχικῆς συναφείας, εἰρχθέντος δὲ τοῦ οἰκονόμου τῆς ἱερουργίας, ὅτι ‛μὴ ἔστω ἡμῖν μέρος ἕνεκεν τοῦ ἀδιαφόρως ὑπὸ τῆς ὁσιότητός σου μεταλαμβάνειν τὸν μοιχεύσαντα, μήτε ἐν τῷ νῦν αἰῶνι μήτε ἐν τῷ μέλλοντι‚. ἤδη εἰπόντος αὐτοῦ ὅτι ‛οἰκονομίᾳ ἐχρώμην καὶ αὐτῷ τῷ μεταδιδεῖν ἕως καιροῦ‚, εἶτα καὶ οὕτως δηλώσαντος, ὅτι ‛αἱ χεῖρές μου κεκομμέναι ἂν ὑπῆρχον εἰς τὸ μοιχικὸν στεφάνωμα ἢ ἐγὼ ὅλως ἐστεφάνουν‚, ἐπὶ τούτοις τοίνυν κεκοινωνήκαμεν αὐτῷ μέχρι κοιμήσεως αὐτοῦ. καὶ τὴν ἁγιωσύνην σου πάλιν ἀπεδεξάμεθα εἰς τὸ τῆς ἀρχιερωσύνης ἀξίωμα, καθὼς καὶ μνημονεύομεν αὐτὴν ἐν τῇ ἱερουργίᾳ καθ᾽ ἑκάστην. καὶ ἐν οὐδενὶ τὸ ἀμφιβάλλον ἢ διὰ τὸν οἰκονόμον, καθῃρημένον ὄντα ὑπὸ τῶν ἱερῶν κανόνων πολυτρόπως καὶ μάλιστα μετὰ τὸν ἀφορισμὸν τῆς ἐνναετίας πάλιν ἱερουργεῖν καὶ οὐκ ἐν ἀποβύστῳ που (ἦν γὰρ ἂν φορητόν, μὴ κοινωνούντων ἡμῶν τῷ πράγματι), ἀλλ᾽ ὅτι ἐν αὐτῇ τῇ πηγῇ τῆς καθ᾽ ἡμᾶς ἱερωσύνης, τὸ δὴ λεγόμενον, μετὰ τῆς εἰλικρινοῦς σου πολιτείας συνεισιέναι καὶ συλλειτουργεῖν εἰς τὸ ἀεί.

Τὸ μὲν οὖν δίκαιον καὶ ὅσιον καὶ ἀσκανδάλιστον τοῖς λαοῖς τοῦ θεοῦ, καὶ μάλιστα τῷ καθ᾽ ἡμᾶς τάγματι, ἐκβληθῆναι τῆς ἱερουργίας τὸν ἀναξίως εἰσελθόντα, ἡμῶν μνημονευόντων τῆς ἁγιωσύνης σου καὶ ἐκ παντὸς ἱεράρχου καὶ ἱερέως κοινωνούντων, μὴ προδήλως ὄντων κατεγνωσμένων κατὰ τὸν Θεολόγον. εἰ δὲ τοῦτο οὐδαμῶς διὰ τὰς ἁμαρτίας ἡμῶν, μὴ ἵνα τι γένηται (οὐκ ἐκ φόβου ὁ λόγος, ἀλλ᾽ ἐξ οἴκτου τοῦ κατακοινοῦ) ἐν τῇ ταπεινώσει ἡμῶν παρὰ τῆς ὁσιότητός σου ἀκανόνιστον καὶ ἄθεσμον· ἐπεὶ ἡμεῖς μὲν ὑποστησόμεθα δυνάμει θεοῦ ὅπερ ἂν καὶ συμβαίη παραχωρήσει αὐτοῦ, μαρτυρούμεθα δὲ τῇ ἁγιωσύνῃ σου κατενώπιον Χριστοῦ ἐν ἀκροάσει τῶν ἁγίων ἀγγέλων ὅτι μέγα σχίσμα ἐργάζῃ ἐν τῇ καθ᾽ ἡμᾶς ἐκκλησίᾳ. καὶ εἰ ἐξουσίᾳ χρώμεθα ἄνθρωποι ὄντες, ἀλλ᾽ ὑπὸ τῆς ἐξουσίας τῶν ἱερῶν καὶ θείων κανόνων νοητῶς καὶ μὴ βουλόμενοι καὶ ἀρχόμεθα καὶ πεισόμεθα.

Ἀλλὰ δεόμεθά σου τῆς ὁσιότητος, κλῖνον τὸ οὖς σου καὶ ἐπάκουσον τῆς φωνῆς ἡμῶν ὡς ἰατρὸς ἐπιστήμων, ὡς ποιμὴν ἀγαθὸς τὸ ἓν πρόβατον εἶρξαι τῆς ἱερουργίας καὶ τὰ ὅλα ἀσκανδάλιστα κερδῆσαι, καὶ μὴ τῇ τοῦ ἑνὸς ψώρᾳ λυμανθῆναι τὴν καθ᾽ ἡμᾶς ἐκκλησίαν, ἣν περιεποιήσατο ὁ Κύριος καὶ θεὸς ἡμῶν τῷ οἰκείῳ αἵματι. περὶ γὰρ φλυαριῶν φλυαρείτωσαν οἱ βουλόμενοι καὶ συκοφαντείτωσαν οἱ συκοφάνται· ἕτοιμοί ἐσμεν πρὸς πᾶσαν ἀπολογίαν, πρὸς πᾶσαν διάλυσιν προτάσεως κατηγορητικῆς. φίλοι καὶ ὑμνηταί σου ὑπάρχομεν, καὶ μάλα γε τῶν εὐσεβεστάτων καὶ καλλινίκων ἡμῶν δεσποτῶν. καὶ ὄντων ἡμῶν οὕτως, τίνος ἕνεκεν ἡ ταραχή; οὗτινος χάριν συμβήσεται ἃ συμβήσεται, εἴπερ ἐναντία τῶν τοῦ θεοῦ προσταγμάτων; χάρισαι ἡμῖν τὴν ἱεράν σου προσευχήν.

Τοῖς ἐν τῷ Σακκουδίωνι ἀδελφοῖς Ἕως μὲν ἦν καιρὸς τοῦ οἰκονομεῖν καὶ κρύπτειν τὴν ὑπόθεσιν τῆς ἀκοινωνησίας Ἰωσὴφ τοῦ οἰκονόμου, ἐποιοῦμεν τοῦτο, τέκνα καὶ ἀδελφοί, οὐκ ἐκ φόβου κρατούμενοι, κἂν ἁμαρτωλοὶ τυγχάνωμεν, ἀλλ᾽ ἐξ οἰκονομικῆς συγκαταβάσεως, ἐκμιμούμενοί πως τοὺς ἁγίους πατέρας ἡμῶν, καθὰ κἀκεῖνοι ἐν καιρῷ τῷ δέοντι χρώμενοι ταύτῃ ὑπεξήγαγον ἑαυτοῖς τὸν πειρασμόν, τὸ μὲν φειδόμενοι τῶν ἀσθενεστέρων καὶ κακούντων, τὸ δὲ μικρὸν ὑπενδιδοῦντες κυβερνητικῶς, ἵνα τὸ ζητούμενον μικρὸν ὕστερον ἀντιλάβωσι κατόρθωμα. ἐπὰν δὲ νῦν ηὐδόκησεν ὁ ἀγαθὸς ἡμῶν θεὸς εἰς προῦπτον ἐκβῆναι τὴν ὑπόθεσιν, φανερῶς ἄρτι καὶ γράφομεν. πῶς δέ; διὰ τῆς τοῦ λογοθέτου τοῦ δρόμου ἐπερωτήσεως καὶ τῆς πρὸς αὐτὸν τοῦ ἀρχιεπισκόπου ἀποκρίσεως.

Φησὶ γάρ, ‛διατί ἕως τοῦ παρόντος οὐ συνεκοινώνησας ἡμῖν καὶ τῷ πατριάρχῃ, τοσούτων ἑορτῶν διελθουσῶν‚; καὶ ὅτι ‛εἰπὲ παρρησίᾳ τὸ αἴτιον‚. καὶ ὡμολόγησεν ὁ ἀρχιεπίσκοπος καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν ὅτι ‛οὔτε πρὸς τοὺς εὐσεβεῖς ἡμῶν βασιλεῖς ἔχω τι οὐδ᾽ αὖ πρὸς τὸν πατριάρχην, ἀλλὰ πρὸς τὸν οἰκονόμον τὸν στεφανώσαντα τὸν μοιχὸν καὶ διὰ τοῦτο καθῃρημένον παρὰ τῶν ἱερῶν κανόνων‚. πρὸς οἷς ἡ ἀπόκρισις τοῦ λογοθέτου ὅτι ‛οἱ εὐσεβεῖς ἡμῶν βασιλεῖς χρείαν σου οὐκ ἔχουσιν οὔτε ἐν Θεσσαλονίκῃ οὔτε ἀλλῇ‚.

Ἕως τούτου μήτε εὐθὺς ἀνταποκρίσεως δοθείσης μήτε ἑτέρας ἐρωτήσεως προταθείσης ἕως τοῦ παρόντος διελθουσῶν ἡμερῶν δεκατριῶν, ἢ μόνον ὅτι πεπόμφαμεν γράμματα πρὸς τὸν κῦριν Συμεών, ἃ ἔνδον τῶν γραμμάτων ἐστείλαμεν, πρὸς τὸ διαγνῶναι ὑμᾶς τὴν ὅλην δύναμιν τοῦ πράγματος. ἐξηχήθη δὲ ἡ ὑπόθεσις ἐπί τε τοῦ πατριάρχου καὶ πάσης τῆς πόλεως σχεδόν, καὶ εἰσὶ μὲν πολλοὶ συνθλιβόμενοι καὶ συμφθεγγόμενοι ἡμῖν, ἀλλὰ νυκτερινοὶ θεοσεβεῖς, μὴ δυνάμενοι ἐν φωτὶ παρρησιασθῆναι.

Ἡμεῖς δέ, τέκνα καὶ ἀδελφοί, τῇ εἰς θεὸν πεποιθήσει καὶ τῇ τῆς ἀληθείας ἑδραιώσει αὐτῇ τε τῇ προγεγενημένῃ καὶ ἀποφανθείσῃ ἐκβάσει τοῦ δικαίου κατὰ τὰ ὑποδειχθέντα ἐν τῷ κόσμῳ εἴς τε τὸν μοιχεύσαντα καὶ τοὺς συνεργήσαντας ἀκλινεῖς ἐσμεν τῆς ἐντολῆς καὶ τῶν πατρικῶν κανόνων· καὶ οὐκ ἐνδώσομεν οὐδὲ προδώσομεν τὴν εὐσέβειαν, οὐδ᾽ οὐ μὴν καταλύσομεν ἃ καλῶς προῳκοδομήσαμεν διὰ τῆς κατὰ τὴν ἐξορίαν ἐνστάσεως, ἵνα μὴ ἀποδειχθῶμεν παραβάται νόμου. νόμῳ δὲ θείῳ κρατούμενοι κρατοῦμεν, ὡς προκεκρατήκαμεν, πάντα στέργοντες, πάντα ὑπομένοντες, εἴπερ καὶ παραχωρήσει θεός, ἢ τῆς ἐκείνου καὶ τῶν αὐτῷ συλλειτουργούντων μετέχοντες κοινωνίας, ἕως ἂν παύσηται ὁ καθῃρημένος τῆς ἱερουργίας.

Πολλὰ οὖν βαττολογήσουσιν οἱ ἄνθρωποι, ἐμπαίξουσί τε καὶ ἐπιγελάσονται, καί γε τὸ ἐλεεινότερον, τῶν ὁμοσχήμων καὶ ὁμοταγῶν καὶ δοκούντων εἶναι φίλων οὐκ ὀλίγοι. ἀλλ᾽ οὐδὲν ξένον· γέγραπται, καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ. καὶ ὅτι αὐτοὶ ἐμαστρόπησαν καὶ συνήργησαν καὶ συνέφαγον καὶ συνέπιον τῷ μοιχικῷ γάμῳ καὶ τὸν κάλαμον ἔβαψαν ἐπὶ τῇ ἐξορίᾳ ἡμῶν. ἀλλ᾽ ὁ ἐξεγερθεὶς Κύριος τότε εἰς ἐκδίκησιν τοῦ νόμου αὐτοῦ καὶ ῥήξας μὲν τὴν τοῦ μοιχεύσαντος βασιλείαν τῇ ἐκτυφλώσει, καταισχύνας δὲ τοὺς συλλήπτορας ὡς τοὺς τοῦ Βαὰλ ἱερεῖς, ἐπισυνάγων δὲ τὴν ἡμετέραν ταπείνωσιν εἰς τὸ ἴδιον μοναστήριον παρ᾽ ἐλπίδας, αὐτὸς καὶ νῦν πάρεστιν, αὐτός. εἰ καὶ πρὸς μικρὸν παρεχώρησεν πάλιν τὴν ἀθέμιτον συμπλοκήν, ἀλλ᾽ αὖθις ηὐδόκησεν ἀποδοκιμασθῆναι τὴν ἐπιχαρμονὴν τῶν μοιχοζευκτῶν καὶ μοιχοφίλων Ναζιραίων διὰ τῆς τῶν εὐσεβῶν ἡμῶν βασιλέων δικαιοκρισίας, ἀποδωσάντων μετὰ θάνατον τὸν μοιχὸν τῇ νομίμῳ γαμετῇ αὐτοῦ, ἀποκαλεσάντων δὲ τὴν μαχλῶσαν μοιχαλίδα καὶ τὸ μοιχογέννητον τέκνον ἐασάντων ἄκληρον ὡς ἀθέμιτον καὶ ἀνομώτατον, ὡς ἐνυπήκοόν μοι τὸ τίμιον αὐτῶν στόμα λελάληκεν κατὰ τοὺς ῥωμαϊκοὺς νόμους.

Ἀλλ᾽ ὅμως οἱ ἀνομήσαντες οὐκ ἐγκαλύπτονται οὐδὲ ὁ κατὰ τοῦ Ἁγίου Πνεύματος δυσφημήσας ἐν τῇ κατὰ τὴν στεφανικὴν συνάφειαν ἱερᾷ προσευχῇ καταδύεται, ἀλλ᾽ εἰσπηδήσας ὡς αἴλουρος ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ πάλιν ἅλλεται καὶ πάλιν ἄρχεται μιαίνειν τὰ ἅγια διὰ τῆς ἱερουργίας, καὶ φιλονεικεῖ τὴν ἀνομίαν δικαιοσύνην γνωρίσαι καί, τὸ δὴ λεγόμενον, ἀποδεῖξαι ἑαυτὸν τοῦ Προδρόμου καὶ Βαπτιστοῦ ὁσιώτερον· ἐκείνου γὰρ ἐλέγχοντος τὴν τοῦ Ἡρώδου μοιχείαν καὶ ὑπὲρ ἀληθείας θνῄσκοντος, οὗτος τὸν δεύτερον Ἡρώδην τῇ μοιχείᾳ δεδειγμένον καὶ ἐστεφάνωσεν καὶ κατησπάσατο μέχρι θανάτου, λόγοις μὲν οὔ, αὐτοῖς δὲ ἔργοις φθεγγόμενος ὡς πεπλάνηται Ἰωάννης ὁ Πρόδρομος, ἀνόμως καὶ ἀκαίρως διελέγξας καὶ ἀποθανών.

Καὶ τί δὴ λέγω Ἰωάννην, τὸν μείζω πάντων ἁγίων; αὐτῷ τῷ Χριστῷ, εἰ καὶ τολμηρὸν εἰπεῖν, ἀντεφθέγξατο καὶ ἀπεμαχήσατο διὰ τοῦ ἐναγοῦς αὐτοῦ στόματος· τοῦ γὰρ Χριστοῦ μοιχὸν ἀποκαλέσαντος τὸν ἀφιέντα τὴν νόμιμον γυναῖκα (μοιχεία δὲ τὸ χαλεπὸν ἁμάρτημα καὶ ἰσοδύναμον φονέως καὶ ἀρρενοφθόρου καὶ ἀλογευομένου καὶ φαρμακοῦ καὶ εἰδωλολάτρου, ὡς ὁ κανὼν τοῦ ἁγίου Βασιλείου) αὐτὸς τοῦτον τῷ θυσιαστηρίῳ παραστήσας μέσον παντὸς τοῦ λαοῦ ἐτόλμησεν ῥῆξαι τὰς ἐναγεῖς φωνὰς ἐκείνας κατὰ τοῦ Ἁγίου Πνεύματος, λέγων οὕτως (καὶ σκοπεῖτε τὸ φοβερὸν καὶ ἔκτοπον)· ‛αὐτός, δέσποτα, ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἅρμοσον τῷ δούλῳ σου τὴν δούλην σου. σύζευξον αὐτοὺς ἐν ὁμοφροσύνῃ, ἕνωσον αὐτοὺς εἰς σάρκα μίαν, οἷς ηὐδόκησας συναφθῆναι ἀλλήλοις· τίμιον τὸν γάμον ἀνάδειξον, ἀμίαντον τὴν κοίτην αὐτῶν διατήρησον, ἀκηλίδωτον αὐτῶν τὴν συμβίωσιν διαμεῖναι εὐδόκησον ἐν καθαρᾷ τῇ καρδίᾳ‚.

Οὐκ ἆρα ἐφρίξατε συνιέντες; πόσον δοκεῖτε παροξυνθῆναι τὸ Πνεῦμα τὸ Ἅγιον ἐν τῇ βλασφημίᾳ ταύτῃ καὶ συνοργισθῆναι τοὺς ἁγίους ἀγγέλους; ἢ πῶς οὐ παραυτίκα, ὡς τὸν Δαθὰν καὶ Ἀβειρών, ὑπέλαβεν ἡ γῆ χάνασα τὸν ὑφηγητὴν τοῦ ψεύδους καὶ δεικνύντα τὸ σκότος φῶς καὶ τὸν Χριστὸν εἰς ἐναντιολογίαν ἑαυτῷ περιπίπτειν πειρώμενον; πάντως γάρ, ὅσα ὁ ἱερεὺς ὑποφαίνει, ταῦτα καὶ θεὸς κυροῦν ἐπαγγέλλεται κατὰ τὸν μέγαν Διονύσιον. ἀλλ᾽ ὅμως τοιοῦτον δράσας πονηρὸν καὶ δοὺς ὑπόδειγμα κακίας τοῖς ὑποχειρίοις εἰς ὁμοτροπίαν (ὃ καὶ γέγονεν, μᾶλλον δὲ καὶ τοῖς πόρρω κρατοῦσιν καὶ ἄρχουσιν, ὃ καθ᾽ ὁμοίωσιν καὶ ἐτελέσθη ἐν τῇ Λογγιβαρδίᾳ καὶ Γουτθίᾳ καὶ τοῖς κλίμασιν αὐτῆς· οὐδὲ γὰρ ἐν τοῖς ἔθνεσι τοιοῦτόν τι τετόλμηται) καὶ οὐ καταισχύνεται ὁ δείλαιος, ἀλλ᾽, ὡς εἴρηται, ἱερουργεῖ ὁ ἀνίερος καὶ τοὺς καλῶς αὐτὸν ἀποστρεφομένους ἐξορίζειν κατεπείγεται. Κύριος δὲ βοηθὸς τῶν ὑπὲρ τῆς ἐντολῆς αὐτοῦ ἐνισταμένων, ὃς παρακαλέσει τὰς καρδίας τῶν εὐσεβῶν ἡμῶν βασιλέων ποιῆσαι τὴν ἐκδίκησιν τῆς ἐκκλησίας αὐτοῦ, καθάπερ ἐπὶ τοῦ μοιχοῦ, ἵνα καὶ τοῦτον εὐδοκήσῃ ἐκβληθῆναι τῆς ἱερουργίας ἐπί τε λυσιτελείᾳ τοῦ ἁγιωτάτου πατριάρχου καὶ πάσης τῆς καθολικῆς ἐκκλησίας.

Διὸ θαρσεῖτε, τέκνα καὶ ἀδελφοί, καὶ μὴ δείσητε, μηδὲ καταπέσητε. καιρὸς ὁμολογίας, καιρὸς ἐνστάσεως, καιρὸς ἀθλήσεως τυχὸν καὶ ἄλλων παθημάτων, ἀλλὰ καὶ στεφάνων καὶ δόξης ἐπουρανίου· φησὶ γάρ, ἀλλ᾽ ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ ὁ ἐξουθενῶν με ἀτιμασθήσεται· καί, μακάριοι οἱ μὴ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν αὐτοῦ. διὸ χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν τοῖς ὑπομένουσιν πολὺς ἐν τοῖς οὐρανοῖς. τῶν ἔργων ὑμῶν ἔχεσθε, τῶν βασιλέων ἡμῶν ὑπερεύχεσθε, τοῦ ἀρχιερέως, τοῦ ἐκβληθῆναι τὸν Ἰωσὴφ ἐκ τοῦ θυσιαστηρίου, τὴν εἰρήνην τῆς ἐκκλησίας πορευόμενοι ἐν ὁδῷ ἀμώμῳ ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσαντες σφόδρα, ἐν πάσῃ καλῇ καταστάσει καὶ κανονικῇ διαβιώσει, ἕως ἂν ἀκούσητέ τι πλέον ἢ καὶ ἡμεῖς ἐπισημανοῦμεν. ὁ Χριστὸς μεθ᾽ ὑμῶν, ἡ Θεοτόκος σκέπουσα ὑμᾶς, ὁ Πρόδρομος καὶ ὁ Θεολόγος φρουροῦντες ὑμᾶς, οἱ ἅγιοι πάντες τῇ εὐχῇ τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν. πάντας προσαγορεύω κατ᾽ ὄνομα· ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔστω μετὰ πάντων ὑμῶν, τέκνα ἠγαπημένα. ἀμήν.

Νικολάῳ χαρτουλαρίῳ Ὑπελάβομέν πως ἀπεχθῶς ἔχειν τὴν μεγάλην σου εὐσέβειαν, παμπόθητε ἡμῶν δέσποτα, πρὸς τὴν ταπείνωσιν ἡμῶν διά τινα παρεμπίπτουσαν ὑπόθεσιν· ἀλλ᾽ ὄντως ἔδειξας ἐν τῷ παρόντι καιρῷ καθαράν σου τὴν τιμίαν ψυχὴν πάσης δυσμενείας, οὐ μὴν ἀλλὰ καὶ πάσης θεοσεβείας πεπληρωμένην ἐν τῷ γοργὸν καὶ θερμόν σε γενέσθαι εἰς τὸ χάριν εἰρήνης τῆς ἐκκλησίας τοῦ θεοῦ εὐθὺς ἀπὸ πρώτης ἡμῶν παρακλήσεως κινηθῆναι πρὸς συνάφειαν τοῦ ἁγιωτάτου ἡμῶν πατριάρχου. τοῦτο γνώρισμα εἰλικρινοῦς φιλίας, τοῦτο ἰδίωμα ἀνθρώπου θεοφόβου, τοῦτο ἀπόδειξις ἐναργοῦς ζήλου ἀληθείας. καὶ γοῦν ἀποδώσειέν σοι Κύριος, εἰ καὶ μηδέν τι γένηται, ὁλόκληρον δικαιοσύνης μισθόν· οὐδὲ γὰρ ἀπὸ τοῦ τέλους τῶν πραγμάτων, ἀλλ᾽ ἀπὸ τῆς περὶ αὐτὰ προθέσεως, εἴτε ἐπαινετῶς εἴτε οὐχ οὕτως, εἴωθεν τὰς ἀμοιβὰς τὸ θεῖον ἐπιψηφίζεσθαι τοῖς δρῶσιν. κεκέρδηκας τοιγαροῦν ἐν μιᾷ καιροῦ ῥοπῇ οὐ χρυσίον τε καὶ ἀργύριον, ἀλλὰ θησαυροὺς ἀνεκλείπτους οὐρανίας ἀνταποδόσεως.

Ἔτι δὲ παρακαλοῦμεν καὶ δυσωποῦμεν ἐπειχθῆναί σε ἐν τῇ τοιαύτῃ ὑποθέσει, ἵνα αὐτὸς μὲν κερδήσῃς πλούσιον τὸ θησαύρισμα, ἡμεῖς δὲ οἱ εὐτελεῖς τύχωμεν τοῦ πρὸς τὸν ἀρχιερέα συναπτικοῦ, μᾶλλον δὲ ἵνα ἡ ἐκκλησία τοῦ θεοῦ, τῇ σῇ μεσιτείᾳ βραβευθεῖσα, πολλούς σου τοὺς τῶν ἐγκωμίων στεφάνους καταπλέξειεν. καὶ οὐ πλέον τι χρὴ λέγειν. ἐπειδὴ δὲ ἐκέλευσας ἐπισημᾶναι ὁπόσος ἐστὶν ὁ λόγος τῆς ταπεινώσεως ἡμῶν, ἤδη ἀψευδῶς γνωρίζομεν τῇ μεγίστῃ σου ὑπεροχῇ ὡς ἐν προσώπῳ Κυρίου τοῦ τῶν ἀδήλων γνώστου οὐκ ἔστιν ἡμῖν ἔν τινι τὸ ἀμφιβάλλον τῆς πρὸς τὸν ἀρχιερέα κοινωνίας ἢ διὰ τὸν οἰκονόμον, κατὰ τὸ καθῃρημένον αὐτὸν εἶναι ὑπὸ τῶν θείων κανόνων. καὶ ἡνίκα ὑποσταλῇ τῆς ἱερουργίας, καθὰ τὸ πρότερον εὐδοκίᾳ θεοῦ τοῦ τε ἁγιωτάτου πατριάρχου τῶν τε εὐσεβῶν ἡμῶν δεσποτῶν, δῆλον ὅτι ὄντος αὐτοῦ οἰκονόμου καὶ τὴν τιμὴν ἔχοντος εὐθὺς παραυτίκα καὶ συλλειτουργοῦμεν καὶ συγκοινωνοῦμεν καὶ χειροτονούμεθα, μηδὲν ἐπιζητοῦντες περὶ τῆς ἐν τοῖς τρισὶ χρόνοις τούτοις συλλειτουργίας αὐτοῦ οἰκονομίας χάριν, οὐ διὰ φόβον, ἀλλὰ διὰ τὸ κοινωφελὲς καὶ σωτήριον.

Σιγάτωσαν γὰρ αἱ ψευδοκατήγοροι γλῶτται, κατὰ τῆς εἰρήνης τοῦ θεοῦ κινούμεναι, ὅτι, ἐπὰν εἰρχθῇ τῆς ἱερουργίας ὁ οἰκονόμος, ἐπιδραξόμεθα αἰτίας κατενεγκεῖν τὸν ἀρχιερέα ἡμῶν, ὡς ἤδη τῷ καθῃρημένῳ συλλειτουργήσαντα, ἔπειτα τὸν προηγησάμενον ἁγιώτατον πατριάρχην. χείλη δόλια, τὰ λαλοῦντα τὰ τοιαῦτα, ἀνθρώπων συκοφαντῶν καὶ φθονερῶν τὸ δρᾶμα καὶ μὴ θελόντων εἰς ἴασιν ἐλθεῖν τὸ προσπεσὸν ὄφλημα τῇ ἐκκλησίᾳ. οὐδαμῶς, μὴ γένοιτο. καὶ τὸν πατριάρχην τὸν προηγησάμενον καὶ ἐδεξάμεθα καὶ δεχόμεθα, διὸ καὶ ἕως θανάτου συνεκοινωνοῦμεν αὐτῷ, καὶ τὸν νυνὶ ἁγιώτατον ἀρχιερέα καὶ ἐδεξάμεθα καὶ δεχόμεθα· ἐπὶ τούτῳ γὰρ καὶ ἀναφέρομεν καθεκάστην. ὁ οἰκονόμος εἰρχθῇ τῆς ἱερουργίας ὁ τὸν μοιχὸν στεφανώσας καί, ὡς προδεδηλώκαμεν, συλλειτουργοῦμεν αὐτῷ, εἰ κελεύει, ἐπὶ τῆς καθολικῆς ἐκκλησίας, ἕκαστος κατὰ τὴν οἰκείαν ἡμῶν τάξιν. καὶ εἰ τοῦτο γένηται, χαρὰ ἐν οὐρανοῖς, εἰρήνη ἐν τῇ καθ᾽ ἡμᾶς ἐκκλησίᾳ τοῦ θεοῦ· τὸ σχίσμα ὑποχωρεῖ, ἡ ὁμόνοια ἀναλάμψειεν τρανῶς, ὁ ἀρχιερεὺς ἡμῶν στεφανωθήσεται τοῖς ἐπαίνοις καὶ τοσοῦτον, ὡς διαδοθῆναι αὐτοῦ τὸ ἐγκώμιον ἕως γενεᾶς, οἱ κράτιστοι ἡμῶν βασιλεῖς σὺν τοῖς πολυτιμήτοις αὐτῶν διαδήμασι καταστεφανωθήσονται τῇ ἀγγελικῇ εὐφημία, οἱ ἱερεῖς ἐνδύσονται δικαιοσύνην, ἔτι μᾶλλον οἱ ὅσιοι, τὸ μοναδικὸν λέγω τάγμα, ἀγαλλιάσει ἀγαλλιάσονται.

ὁ δεσπότης ἡμῶν οἷον καὶ ἡλίκον λήψῃ τὸ βραβεῖον, τί δεῖ λέγειν; καὶ τί μᾶλλον οὐ γενήσεται; τί τερπνὸν οὐκ εἰσαχθήσεται; εἴπωμεν καὶ τοῦτο, ὅτι καὶ αὐτὸς ὁ οἰκονόμος εὐφημηθήσεται καὶ δοξασθήσεται καὶ κληρονομήσει διὰ τοῦτο μέγα ἔλεος καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι· ἡμεῖς τε οἱ ἁμαρτωλοὶ ἐσόμεθα ὑποπίπτοντες καὶ προσκυνοῦντες καὶ ὑπερευχαριστοῦντες, ἔργῳ καὶ λόγῳ τὰ δέοντα ὡς ἀρχιερεῖ ὑπὲρ πάντα ἄνθρωπον κατὰ τὸ ὀφειλόμενον συνεισφέροντες. πρὸς δὲ πίστωσιν τῶν εἰρημένων ποιούμεθα τὸν λόγον ἔγγραφον διὰ πλάτους, ὅτι μετὰ τὴν παῦσιν τῆς ἱερουργίας, καθὰ τὸ πρότερον, ἐὰν μὴ εὐθὺς εἰσέλθωμεν καὶ κοινωνήσωμεν, ὡς προγέγραπται, ἔστω ἡ ψῆφος καθ᾽ ὑμᾶς, εἴ τι βούλεσθε, καὶ μὴ ἐξὸν ἔτι λαλεῖν ἡμᾶς περὶ τῆς ὑποθέσεως. καὶ ἰδοὺ οὐκ ἄνθρωπος, οὐκ ἄγγελος, ἀλλ᾽ αὐτὸς ὁ Κύριος ὁ δι᾽ ἡμῶν ἕλκων καὶ συνωθῶν καὶ παρακαλῶν σε.

Λέοντι πάπᾳ Ῥώμης Τῷ ἁγιωτάτῳ καὶ κορυφαιοτάτῳ πατρὶ πατέρων Λέοντι τῷ δεσπότῃ μου ἀποστολικῷ πάπᾳ Θεόδωρος ἐλάχιστος πρεσβύτερος καὶ ἡγούμενος τῶν Στουδίου. Ἐπειδήπερ Πέτρῳ τῷ μεγάλῳ δέδωκε Χριστὸς ὁ θεὸς μετὰ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν καὶ τὸ τῆς ποιμνιαρχίας ἀξίωμα, πρὸς Πέτρον ἤτοι τὸν αὐτοῦ διάδοχον ὁτιοῦν καινοτομούμενον ἐν τῇ καθολικῇ ἐκκλησίᾳ παρὰ τῶν ἀποσφαλλομένων τῆς ἀληθείας ἀναγκαῖον ἀναφέρεσθαι. τοῦτο τοιγαροῦν δεδιδαγμένοι καὶ ἡμεῖς οἱ ταπεινοὶ καὶ ἐλάχιστοι ἐκ τῶν ἀνέκαθεν ἁγίων πατέρων ἡμῶν, ἐπεὶ ὑπήρχθη τις καὶ νῦν καινοτομία ἐν τῇ καθ᾽ ἡμᾶς ἐκκλησίᾳ, καὶ πρότερον μὲν διὰ μέσου τοῦ εὐλαβεστάτου ἀρχιμανδρίτου, ἤγουν τοῦ ἀδελφοῦ καὶ συνδούλου ἡμῶν Ἐπιφανίου, καὶ νῦν διὰ τοῦ εὐτελοῦς ἡμῶν γραμματείου ὀφειλόμενον ἡγησάμεθα τῷ ἀγγέλῳ τῆς κορυφαίας σου μακαριότητος ταύτην ἀνενεγκεῖν.

Γέγονε τοίνυν, ὦ θειοτάτη τῶν ὅλων κεφαλῶν κεφαλή, κατὰ τὸν προφήτην Ἱερεμίαν σύνοδος ὡς ἀληθῶς ἀθετούντων καὶ συνέδριον μοιχωμένων. ὅπερ γὰρ ἐκεῖσε διὰ τῆς εἰδωλικῆς ἐκπορνεύσεως λέλεκται, τοῦτο ἐνταῦθα διὰ τῆς μοιχοζευκτικῆς ἐπικυρώσεως δέδεικται· ἀμφότεροι γὰρ τὸν αὐτὸν Κύριον ἠθετήκασιν, οἱ μὲν διὰ τῆς νομικῆς, οἱ δὲ διὰ τῆς εὐαγγελικῆς παραβάσεως. καί γε οὐ μέχρι τούτου ἔστησαν, παρασυναγωγὴ διὰ προτέρας συνελεύσεως ἐν τῇ τοῦ μοιχοζεύκτου παραδοχῇ καὶ συνιερουργίᾳ κατὰ τὸν θεῖον Βασίλειον χρηματίσαντες, ἀλλ᾽, ὡς ἂν ἑαυτοῖς αἱρέσεως τελείας ὄνομα περιποιήσωνται, δι᾽ ἑτέρας συνόδου δημοσίας τοὺς μὴ τῇ παρανόμῳ αὐτῶν κακοδοξίᾳ συγκαταθεμένους, μᾶλλον δὲ ὅλην τὴν καθολικὴν ἐκκλησίαν, ἀναθεματισμῷ ὑποβεβλήκασι, τοὺς ἤδη φθάσαντας ἐπὶ προσώπου αὐτῶν πόρρω που οὓς μὲν ἐξοστρακίσαντες, οὓς δὲ φυλακαῖς κατέχοντες, διωγμὸν κατὰ τὸ σύνηθες τῶν ἐνταῦθα πάλιν καινουργήσαντες. καὶ τὸ δικαίωμα αὐτοῖς λόγου πονηροῦ κραταίωμα. οἰκονομίαν οὖν τὴν ζευξιμοιχείαν δογματίζουσιν· ἐπὶ τῶν βασιλέων τοὺς θείους νόμους μὴ κρατεῖν διορίζονται· τοὺς ὑπὲρ ἀληθείας καὶ δικαίου μέχρις αἵματος ἐνστάντας, ὥσπερ τὸν Πρόδρομον καὶ Χρυσόστομον, μιμεῖσθαι ἀπαγορεύουσιν· ἕκαστον τῶν ἱεραρχῶν ἐξουσιάζειν ἐν τοῖς θείοις κανόσι παρὰ τὰ ἐν αὐτοῖς κεκανονισμένα ἀποφαίνονται.

Καὶ διὰ τοῦτο, ὁπόταν τύχῃ καὶ κρυπτῶς καὶ ἐμφανῶς ἁλῶναί τινα τῶν ἱερωμένων καθαιρετικοῖς κανόσι, τῇ τοῦ βουλομένου ἐξουσίᾳ μένειν ἀκαθαίρετον. καὶ μάρτυς τοῦ λόγου ὁ διαφόροις κανόσι σὺν ἄλλοις κεκρατημένος μοιχοζεύκτης καὶ συλλειτουργῶν αὐτοῖς δημοσίᾳ. τοὺς παρανομίας ὡς οἰκονομίας ποιοῦντας ἄλλους τε καὶ ἑαυτοὺς ἁγίους ἐν τούτῳ ὀνομάζουσι καὶ τοὺς μὴ ταύτας προσιεμένους ὡς ἠλλοτριωμένους θεοῦ ἀναθεματίζουσι· μάρτυς δὲ κἀνταῦθα τοῦ λόγου ὧν καὶ ὁ διωγμός. τί οὖν ἔστιν ἐν τούτοις, ὦ μάκαρ, εἰπεῖν ἢ τὸ ἀποστολικὸν ἐκεῖνο, ὅτι νῦν πολλοὶ ἀντίχριστοι γεγόνασιν, εἴπερ μὴ ὑπὸ τῶν θείων νόμων καὶ κανόνων πάντες ἄνθρωποι ἐξουσιαζόμεθα;

Τούτων ἤδη ἀψευδῶς ὑπὸ τῆς εὐτελείας ἡμῶν ἀνενεχθέντων ἐκείνην τὴν φωνήν, ἣν ὁ κορυφαῖος σὺν τοῖς λοιποῖς ἀποστόλοις προσήγαγεν Χριστῷ, ἡνίκα ὁ τῆς θαλάσσης κλύδων ἐπεγείρετο, προσφέρομεν τῇ χριστομιμήτῳ σου μακαριότητι· σῶσον ἡμᾶς, ἀρχιποιμὴν τῆς ὑπ᾽ οὐρανὸν ἐκκλησίας, ἀπολλύμεθα. μίμησαί σου τὸν διδάσκαλον Χριστὸν καὶ ὄρεξον χεῖρα τῇ καθ᾽ ἡμᾶς ἐκκλησίᾳ, ὡς ἐκεῖνος Πέτρῳ, ὅσον ὁ μὲν ἀρχομένῳ καταποντίζεσθαι ἐν τῇ θαλάσσῃ, αὐτὸς δ᾽ αὖ καταποντισθείσῃ ἤδη ἐν τῷ τῆς αἱρέσεως βάθει. ζήλωσόν σου, δεόμεθα, τὸν ὁμώνυμον πάπαν, καὶ ὡς ἐκεῖνος τηνικαῦτα τῆς Εὐτυχιανικῆς αἱρέσεως ἀναφυείσης λεόντειόν πως διηγέρθη τῷ πνεύματι, ὡς ἴσασι πάντες, ταῖς δογματικαῖς αὐτοῦ ἀποστολαῖς, οὕτω καὐτός, τολμῶ λέγειν, φερωνύμως βρύξον θείως, μᾶλλον δὲ βρόντησον κατὰ τῆς παρούσης κακοδοξίας τὰ εἰκότα.

εἰ γὰρ οὗτοι ἑαυτοῖς ἐξαυθεντήσαντες αἱρετικὴν σύνοδον ἐκπληρῶσαι οὐκ ἔδεισαν καίπερ, εἰ καὶ ὀρθόδοξον, οὐκ ἄνευ τῆς ὑμῶν εἰδήσεως ἐξουσιάζοντες, ὡς τὸ ἄνωθεν κεκρατηκὸς ἔθος, πόσῳ γε μᾶλλον εὔλογον καὶ ἀναγκαῖον ἂν εἴη, ὑπομνήσκομεν φόβῳ, ὑπὸ τῆς θείας πρωταρχίας σου ἔννομον κροτηθῆναι σύνοδον, ὡς ἂν τὸ ὀρθόδοξον τῆς ἐκκλησίας δόγμα τὸ αἱρετικὸν ἀποκρούσηται καὶ μήτε ἡ κορυφαιότης σου σὺν ἅπασι τοῖς ὀρθοδόξοις ἀναθεματίζοιτο παρὰ τῶν νέων κενοφώνων μήτ᾽ αὖ ὁρμητήριον ἀνομίας τὴν μοιχοσύνοδον εὑρίσκοντες οἱ βουλόμενοι κατολισθαίνουσιν εὐπετῶς πρὸς τὴν ἁμαρτίαν.

Ταῦτα ὡς τὸ ἀνῆκον τῇ οὐθενότητι ἡμῶν ἀναγγελκότες ὡς ἐλάχιστα μέλη τῆς ἐκκλησίας καὶ τῇ ὑφ᾽ ὑμῶν ὑπείκοντες θείᾳ ποιμεναρχίᾳ, τὸ λοιπὸν ἐξαιτοῦμεν τὴν ἁγίαν αὐτῆς ψυχὴν λογίζεσθαι ἡμᾶς ὡς οἰκεῖα αὐτῆς πρόβατα καὶ ταῖς ἱεραῖς προσευχαῖς πόρρωθεν φωτίζειν καὶ στηρίζειν· εἰ δὲ καὶ διδαχαῖς, τῆς σῆς ἂν εἴη θείας συγκαταβάσεως. ἐπεὶ καὶ Χριστὸς Αὐγάρῳ ἐπέστειλεν καὶ πολλοὶ τῶν ὑφειμένων παρὰ ἀποστόλων καὶ ἁγίων γράμματα δέξασθαι κατηξιώθησαν. παρ᾽ ἐμοῦ δὲ μόνου τοῦ ἁμαρτωλοῦ καὶ τηρουμένου ἐν φυλακῇ ἡ ἐπιστολὴ διὰ τὸ τὸν πατέρα καὶ σύνδουλόν μου τὸν ἐγκλειστὸν τόν τε ἀρχιεπίσκοπον Θεσσαλονίκης καὶ ἀδελφὸν ἡμῶν εἰς ἑτέρας νήσους ὡσαύτως τηρουμένους. πλὴν καὶ αὐτοὶ δι᾽ ἐμοῦ καὶ σὺν ἐμοὶ τὰ αὐτὰ καὶ φθέγγονται καὶ προσπτύσσονται τοῖς ἱεροῖς τῆς μακαριότητός σου ἴχνεσιν.

Τῷ αὐτῷ Τῷ ἰσαγγέλῳ μακαριωτάτῳ καὶ ἀποστολικῷ πατρὶ πατέρων Λέοντι πάπᾳ Ῥώμης Πλάτων ἐγκλειστὸς καὶ Θεόδωρος πρεσβύτερος καὶ ἡγούμενος τῶν Στουδίου. Μέγα ἡμῖν τοῖς ταπεινοῖς ὡς ἀληθῶς καὶ εὐχῆς ἔργον τῆς ἀνωτάτῳ, ἀξιωθεῖσι δέξασθαι παρὰ τῆς ἀποστολικῆς ὑμῶν μακαριότητος πρόσρησιν προσαγορευτικήν, καὶ μὴν ἀποσημείωσιν τῶν πνευματοκινήτων αὐτῆς ἱερῶν λογίων δι᾽ Ἐπιφανίου τοῦ συνδούλου καὶ ἀγαπητοῦ ἡμῶν τέκνου, καὶ ταῦτα κεκλεισμένοις οὖσιν ὑπὸ τῶν κακοδόξων καὶ ὄψει θεασαμένοις τὸν γραμματηφόρον. ἐφ᾽ οἷς ἐσκιρτήσαμεν, ἠγαλλιασάμεθα, ἀνθωμολογησάμεθα τῷ Κυρίῳ, τῷ ταῖς θείαις αὐτῆς προσευχαῖς τὰ παρ᾽ ἐλπίδα παραδόξως ἡμῖν τοῖς ἀναξίοις χαρισαμένῳ, μονονουχὶ καὶ ὁρᾶν αὐτῆς τὸν ἱερὸν χαρακτῆρα διὰ μέσου τῶν φωνῶν φανταζομένοις.

Ἀλλ᾽ αὐτὴ μὲν χριστομιμήτως καὶ προσηγόρευκε τοὺς εὐτελεῖς καὶ ἀνεζωπύρησεν ἡμῶν τὸ πνεῦμα, ἐπέρρωσέν τε τὸ ἀσθενὲς καὶ ἐστιβάρωσεν τὸ ἀδρανές, οἱονεὶ ἐπαλείψασα τοῖς ὑπὲρ ἡμᾶς παρακλητικοῖς καὶ νουθετικοῖς φθέγμασιν στήκειν τε ἐν τῇ ὀρθοδόξῳ πίστει ἀκλινῶς μέχρι τέλους παρεγγυοῦσα (καὶ γένοιτο ἡμῖν ἱλέοις αὐτῆς ἱκετηρίαις), ἡμεῖς δὲ οἱ οὐθενεῖς καὶ πάλιν εὖ ἔχειν νενομίκαμεν, ὥσπερ τὸ πρότερον δι᾽ αὐτοῦ τοῦδε τοῦ πιστοτάτου ἡμῶν γραμματηφόρου καὶ αὖθις δι᾽ Εὐσταθίου τοῦ ἑταίρου αὐτοῦ καὶ ἡμῶν τέκνου, οὕτω καὶ νῦν ἀνενεγκεῖν αὐτῇ τὰ εἰκότα.

Σύνοδος γέγονεν ἐν τοῖς καθ᾽ ἡμᾶς, ὦ μακαριώτατε, πάνδημος, συγκαθεσθέντων καὶ ἀρχόντων τῶν ἐν τέλει· καὶ ἡ σύνοδος ἐπ᾽ ἀθετήσει τοῦ εὐαγγελίου Χριστοῦ, οὗ σὺ τὰς κλεῖς ἐδέξω πρὸς αὐτοῦ διὰ μέσου τοῦ τῶν ἀποστόλων προστάτου καὶ τῶν ἀμοιβαδὸν μέχρι τοῦ προηγησαμένου τὴν ἱερωτάτην σου κορυφήν. καὶ ὅπως ἀνάσχοιτο ἐπακηκοέναι ἡ θεομίμητος ἐπιείκειά σου, ἀρξώμεθα δὲ ἀπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. καὶ γοῦν φησίν, οὐ μοιχεύσεις, οὐ ψευδομαρτυρήσεις, οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ. καὶ Ἱερεμίας μέν, ἄφρων καὶ ἀσεβὴς ὁ κατέχων μοιχαλίδα, Μαλαχίας δέ, χείλη ἱερέως φυλάξατε γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ, διότι ἄγγελος Κυρίου παντοκράτορός ἐστιν. μετέλθωμεν ἐπὶ τὸ εὐαγγέλιον· ὁ ἀπολύων, φησίν, τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει. καὶ πάλιν, οὓς ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. ὅσον δὲ τὸ διάφορον νόμου καὶ χάριτος, ἐξ αὐτῶν τῶν λόγων τοῦ Κυρίου εἰσόμεθα λέγοντος, καὶ ἰδοὺ πλέον τοῦ ἱεροῦ ὧδε· εἶτα καὶ ἐκ τῶν τοῦ ἀποστόλου φωνῶν φάσκοντος, ἀθετήσας τις νόμον Μωσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος καὶ τὴν χάριν τοῦ Πνεύματος ἐνυβρίσας;

Τούτων τοίνυν οὕτως ἐχόντων, οἱ μετὰ γλώσσης ἀνόμου τὰ πρὸς Κύριον ἀπειθοῦντες τὴν λύσιν τοῦ τε νόμου καὶ τοῦ εὐαγγελίου (ἤγουν τὴν μοιχείαν τοῦ πρὶν κρατήσαντος ἐπὶ τῇ ἐκβολῇ τῆς νομίμου καὶ εἰσοικίσει τῆς μοιχαλίδος καὶ τὴν ταύτης μείζονα καὶ χαλεπωτέραν παρανομίαν, ἤτοι τὴν μοιχοζευξίαν, διὰ τὸ ψευδομαρτυρῆσαι κατὰ θεοῦ καὶ τὸ τούτου ὄνομα λαβεῖν ἐπὶ τῇ ἀθεμίτῳ πράξει κατὰ τὴν μυσταγωγίαν, καὶ μὴν καὶ δοῦναι τοῖς μοιχωμένοις νικητικοὺς κατὰ Χριστοῦ τοὺς στεφάνους ἐπὶ μεθέξει τῶν θείων δώρων, τῶν ὡς κοινῶν ἐνυβρισθέντων παρὰ τοῦ μοιχοζεύκτου, καὶ ἀγγέλου οὐ τοῦ παντοκράτορος θεοῦ, ἀλλὰ τοῦ κοσμοκράτορος σατανᾶ ἀποφανθέντος κατὰ τὸ ἀληθές, ἔτι μὴν καὶ πάντων τῶν διὰ συνδρομῆς καὶ εὐδοκίας ἐν τῇδε τῇ παραβάσει τὴν μερίδα θεμένων μετὰ μοιχοῦ καὶ μοιχοζεύκτου) οἰκονομίαν σωτήριον τῇ ἐκκλησίᾳ τοῦ θεοῦ προηγορεύκασιν, τοσοῦτον ὀχυρὰν καὶ θεοκύρωτον ὑπάρχουσαν, ὡς τοὺς μὴ εἴξαντας καὶ συνθεμένους αὐτοῖς ἀναθέματι συνοδικῶς ὑποβάλαι μετὰ φυλακῶν καὶ ἑτέρων παθημάτων, ὡς μὴ δεξαμένους ταύτην τὴν οἰκονομίαν ἁγιόπρακτον εἶναι.

Ἄκουε, οὐρανέ, φησὶν Ἠσαΐας, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν, ἡμεῖς δὲ οἱ εὐτελεῖς πρὸς σὲ τανῦν· ‛ἄκουε, ἡ μεγάλη τοῦ θεοῦ κεφαλή, καὶ ἐνωτίζου, ἃ ὁ σατανᾶς ἀπειργάσατο‚. εἰ τοίνυν κατὰ θεοῦ βούλησιν καὶ ἀποδοχὴν ἡ συνάθροισις αὕτη ἥ τε ἀναθεματιστικὴ ἀπόφασις, οὐ θεοῦ ὁ νόμος δῆλον ὅτι οἵ τε προφῆται, μεθ᾽ ὧν ὁ Πρόδρομος ὡς μοιχοελέγκτης, εἶτα καὶ τὸ εὐαγγέλιον, παρ᾽ ὃ ἐκεῖνοι φίλην τὴν οἰκονομίαν αὐτῶν πεποίηνται. εἰ γὰρ φαῖεν τοῦ αὐτοῦ, δυοῖν θάτερον, ἢ ψευδήγορον τὸν Χριστόν, πάλαι μὲν ἐν τοῖς προφήταις λαλήσαντα καὶ νομοθετήσαντα, νῦν δὲ δι᾽ ἑαυτοῦ ἐν τῷ εὐαγγελίῳ, ἀποφανοῦνται ἢ ἀληθεύοντα, ὥσπερ ἐστὶν αὐτὸς ἡ ἀλήθεια, αὐτοὺς ψεύδεσθαι καὶ θεοκατηγόρους ἐναποδειχθῆναι ἀραρότως, καὶ διὰ τοῦτο τοῦ ἀναθέματος, οὗ κατὰ Χριστοῦ καὶ τῶν ἁγίων αὐτοῦ ἀπεφήναντο, εἶναι ὑπευθύνους, βεβαιωσαμένους τὴν μοιχείαν καὶ μοιχοζευξίαν καὶ μοιχοσυνδρομίαν οἰκονομίαν θεοῦ καὶ ἁγίων.

Καὶ ἀλλοίως οὐκ ἔστιν· οὐ γὰρ προσωποληψία παρὰ τῷ θεῷ, ὡς ὑποδεικνύουσιν οἱ μοιχειανοί, μὴ ἐφίσης τοὺς νόμους αὐτοῦ κεῖσθαι ἐπὶ πᾶσιν, ἀλλ᾽ ἐπὶ τῶν βασιλέων, ὥς φησιν, ὑποχωρεῖν καὶ καινοτομεῖσθαι. καὶ ποῦ τὸ τῶν βασιλέων εὐαγγέλιον; ἀλλ᾽ ὄντως ἠσεβήκασι λίαν, μὴ συνιέντες ὅτι θεὸς πρόσωπον ἀνθρώπου οὐ λαμβάνει, καθὰ ἔφη ὁ ἱερὸς ἀπόστολος, μηδ᾽ ὅτι ὁ αὐτὸς δι᾽ ἑνὸς τῶν προφητῶν, ταλανίζων αὐτούς, λέγει, ὑμεῖς οὐκ ἐφυλάξατε τὰς ὁδούς μου, ἀλλ᾽ ἐλαμβάνετε πρόσωπα ἐν νόμῳ. οὐχὶ θεὸς εἷς ἔκτισεν ὑμᾶς; οὐχὶ πατὴρ εἷς πάντων ὑμῶν; γράφει δὲ καὶ Σολομὼν τάδε· ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε. καὶ μεθ᾽ ἕτερα· ὅτι ὑπηρέται ὄντες τῆς τοῦ ὑψίστου βασιλείας οὐκ ἐκρίνατε ὀρθῶς οὐδὲ ἐφυλάξατε νόμον οὐδὲ κατὰ τὴν βουλὴν τοῦ θεοῦ ἐπορεύθητε. φρικτῶς καὶ ταχέως ἐπιστήσεται ὑμῖν, ὅτι κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσι γίνεται. οὐ γὰρ ὑποστελεῖται πρόσωπον ὁ πάντων δεσπότης.

πάλιν δὲ ὅτι καὶ ὅλον τὸ εὐαγγέλιον διὰ τῶν φθασάντων παρανομιῶν ἠθετήκασιν, ὦ ἱερὰ καὶ θεία κορυφή, ἐπεὶ καὶ ἓν ἀνόμημα ἀρκεῖ τὸν καθόλου νόμον ἀνατρέψαι· πᾶσαι γὰρ ἀλλήλων ἔχονται, φησὶν ὁ Μέγας Βασίλειος, αἱ ἐντολαί, ὡς ἐν τῇ λύσει τῆς μιᾶς καὶ τὰς λοιπὰς ἐξ ἀνάγκης συγκαταλύεσθαι, οὐκ ἐξ ἑαυτοῦ τοῦτο, ἀλλ᾽ ἐκ τοῦ φθεγγομένου ἐν αὐτῷ Χριστοῦ λέγων, ὅς φησιν, πᾶς ὁ λύων μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων, οὗτος ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, δηλονότι ἀπολλύμενος. καὶ ὁ θεσπέσιος Ἰάκωβος, ὅστις, φησί, τελέσει ὅλον τὸν νόμον, πταίσει δὲ ἐν ἑνί, γέγονε πάτων ἔνοχος.

Λελύκασιν οὖν παλαιὰν καὶ νέαν διαθήκην, ὦ μάκαρ, διὰ τῆς λύσεως οὐ τῶν ἐλαχίστων, ἀλλὰ τῶν μεγίστων ἐντολῶν Κυρίου, νόμον κατὰ νόμου εὐαγγελικοῦ ἐκτεθεικότες οἱ τάλανες, τὸ βούλημα τῶν βασιλέων προκρίνειν θεοῦ, ὁπόταν βούλοιντο. βούλονται δὲ ἄλλοι ἄλλο καὶ ἄλλοτε ἄλλως. καὶ διὰ τοῦτο ἀνατροπὴ τοῦ παντὸς μέχρι τοῦ Ἀντιχρίστου, καὶ ἐντεῦθεν εἰκότως ἡ λεγομένη παρ᾽ αὐτοῖς οἰκονομία προσαγορευθήσεται ἀντιχριστικὴ προδρομία. περὶ γὰρ παραβάσεως κανόνων τί δεῖ καὶ λέγειν; ὁπότε γὰρ τοῦ εὐαγγελίου ἀποτροπάδην ἦλθον, σχολὴ περὶ αὐτῶν φροντίζειν. καὶ ὁ μὲν θεὸς διὰ τοῦ προφήτου τάδε φησίν· δώσω τὴν κλεῖδα οἴκου Δαυὶδ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ ἀνοίξει, καὶ οὐκ ἔσται ὁ ἀποκλείων· καὶ κλείσει, καὶ οὐκ ἔσται ὁ ἀνοίγων. οἱ δὲ ἀντιθέως ἐφ᾽ οἷς μὲν ἤνοιξεν, ἀπέκλεισαν, καθήραντες τοὺς ἀνευθύνους ὡς δοκεῖ αὐτοῖς, ἀλλ᾽ οὐ θεῷ, ἐφ᾽ οἷς δὲ ἔκλεισεν, ἤνοιξαν, προχειρισάμενοι τοὺς ὑποπίπτοντας καθαιρέσει θεοκρίτως ἅπαξ πρὸς τὸ αὐτοῖς δοκοῦν καὶ ἀρέσκον, ἀποχρώμενοι ἀεὶ δεσποτικῶς τοῖς ἱεροῖς κανόσιν ὡς ὑπηρέταις καὶ ὑποδουλίοις.

Ταῦτα τῆς μοιχειανικῆς αἱρέσεως τὰ ἄνομα καὶ ἀσεβῆ ἐγχειρήματά τε καὶ ἀποτελέσματα. καὶ ταῦτα ὡς ἐλάχιστα τέκνα τῆς καθολικῆς ἐκκλησίας σοί, τῇ πρωτίστῳ ἡμῶν ἀποστολικῇ κεφαλῇ, ἀναγγεῖλαι κατὰ τὸ ἀναγκαῖον προεθυμήθημεν. λοιπὸν αὐτῆς ἐστι τὰ ἀρεστὰ θεῷ καὶ διανοηθῆναι καὶ πρᾶξαι, ὑπὸ Πνεύματος Ἁγίου ὡς ἐπ᾽ ἄλλοις καὶ ἐν τῷδε κινουμένης, οὐ μὴν ἀλλὰ καὶ δυσωπουμένης ἀξιῶσαι ἡμᾶς αὐτόλεκτα καὶ θεοχάρακτα αὐτῆς γράμματα δέξασθαι κατὰ μίμησιν τῶν ὁμοζήλων αὐτῆς ἁγίων, ὥσπερ νῦν τὰς πλουσίας καὶ ὑπὲρ ἡμᾶς δωρεὰς αὐτῆς καὶ εὐλογίας.