Εἰρήνῃ πατρικίᾳ
Πρότερον, ἡνίκα ἡ ὑπόπτωσις, λυπηρόν μοι τὸ γράμμα πρὸς τὴν τιμιότητά σου, νῦν δὲ καὶ λίαν περιχαρὲς διὰ τὴν ἐξανάστασιν καὶ τὰς ἐπὶ τῶν τιμίων σου σαρκῶν ὑπὲρ ὁμολογίας Χριστοῦ μάστιγας. καὶ εὖγε, εὖγε, ἀνδρειοτάτη ἐν γυναιξίν, ὅτι τῆς ἥττης περιφανεστέραν τὴν ἀναπάλαισιν ἀπειργάσω, εὐφράνασα θεόν τε καὶ ἀγγέλους καὶ τῶν ἀνθρώπων τοὺς εὐσεβεστάτους. καὶ σὺ ὄντως ἀληθῶς εὐγενής, τῶν ἀφ᾽ ἡλίου ἀνατολῶν ὁρμωμένη· σὺ φιλόθεος καὶ φιλάρετος, σὺ παθοκτόνος καὶ ἐχθρόκοσμος. ὡς αἰνετόν σου τὸ ὄνομα καὶ διαλαλητή σου ἡ μαρτυρία. τί ταῦτα; ἔλαβες τὴν εὐαγγελικὴν μάχαιραν ὡς στρατιῶτις Χριστοῦ, διέκοψας ἐν ἐκστάσει τὰς σχέσεις τοῦ σώματος, ἀπετμήθης κεφαλῆς ὑποκυπτούσης, θυγατρὸς μονοκλαδούσης, ‛ἔρρωσθε‚ φράσασα πόλει βασιλευούσῃ, γένει περιβλέπτῳ, φίλοις ὑπερέχουσιν, οἰκίᾳ ὑπερλάμπρῳ, ἀξίᾳ ὑπερφυεστάτῃ, τῶν κατὰ χθόνα οἰκετῶν πλήθει, ὑπάρξει παντοδαπῇ, τοῖς ἄλλοις, οἷς οὐκ εὐμαρῶς μοι λέγειν, καὶ ἀραμένη τὸν σταυροφόρον βίον ἀπεωρίσθης που μακράν, ὡς μεμάθηκα, ἐν νήσῳ. εὐλογημένη σὺ καὶ εὐλογημένος ὁ καρπὸς τῆς μαρτυρίας σου. καὶ πόθεν σοι τοῦτο ὅλον τὸ ἀγαθόν, τὸ μέγα κλέος, ἡ μεγίστη εὐφημία ἀλλ᾽ ἢ ἐκ τῶν προϋπηργμένων σοι κατορθωμάτων, ἐκ τῆς πολλῆς σου ἐντεύξεως καὶ προσευχῆς, ἐκ τῆς ὑπερβαλλούσης σου φιλευποιίας καὶ φιλομονάχου καρδίας;