Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Ἐπιστολαί

Θεόδωρος ὁ Στουδίτης

Βιβλίον Γ': Επιστολές προς τους εξόριστους επισκόπους και ηγουμένους

Έναρξη του τρίτου βιβλίου. Ενισχυτικές επιστολές προς εξόριστους ιεράρχες, μοναχούς και πνευματικά τέκνα περί υπομονής και ορθόδοξης ομολογίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 16 από 21

ΑΡΧΗ ΒΙΒΛΙΟΥ Γʹ Ἐπισκόποις διὰ Κύριον πεφυγαδευμένοις Ἄρτι ἀκουτισθεὶς ὁ ταπεινὸς τὰ περὶ τῆς μακαριότητος ὑμῶν, ὦ τριπόθητοι πατέρες, λίαν ἥσθην καὶ ἐδόξασα τὸν ἀγαθὸν ἡμῶν θεόν. ὅτι δὲ οὐκ ἠξιώθην ἰδεῖν ὑμᾶς καὶ ἀπολαῦσαι τῶν ἐν ὑμῖν χαρισμάτων, καὶ πάνυ ἠνιάθην· ἔμελλον γὰρ ὁρᾶν ἀνθρώπους θεοῦ, ἱεράρχας Κυρίου, μακαρίους ἄνδρας, φωστῆρας κόσμου, ἐρείσματα πίστεως, εἴ τι ἄλλο τῶν καλῶν καὶ ὄντας καὶ ὀνομαζομένους. ὢ τῆς ζημίας· ὢ τῆς συμφορᾶς· πλὴν αἱ πολλαὶ ἡμῶν ἁμαρτίαι αἴτιον τοῦ συμβεβηκότος. καὶ οὐ θαυμάζομεν τὴν ἀτυχίαν, ἀλλὰ προβάλλομεν τὴν ἱκετηρίαν. τί τοῦτο; ἵνα γράμμασι παραμυθήσησθε τὴν ἀπόλειψιν, νουθετοῦντες, φωτιοῦντες, στηρίζοντες, ὑποφαίνοντες ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἐνστατικά, ὅσα ἔναθλα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος ὁμολογίας. ταῦτα γράφοιτε, καὶ πῶς προσκυνητέον Χριστὸν ἐγγεγραμμένον, ὁμωνύμως ἢ συνωνύμως, ἐπειδὴ τὸ μὲν ὀρθοδοξίας, τὸ δὲ ἀντιδοξίας· καὶ πῶς τῆς προσκυνήσεως νοουμένης εἰς Χριστόν τε καὶ τὴν αὐτοῦ εἰκόνα, μιᾶς ἢ δυοῖν, ἐπειδὴ τὸ μὲν ἡμέτερον, τὸ δὲ τῶν εἰκονομάχων· ὧν γὰρ μία ἡ ὑποστατικὴ ὁμοίωσις, τούτων μία καὶ ἡ αὐτὴ προσκύνησις, παρὰ τὸ τὴν οὐσίαν τῆς εἰκόνος μή τί που προσκυνεῖσθαι.

Οὗτος ὁ μικρὸς ἡμῶν λόγος ὑπομνηματικός, ἀλλ᾽ οὐ διδακτικός, ὑμῶν δὲ τὰ τελεώτερα πάντως τοσοῦτον, ὅσον καὶ τὸ καθυπερέχον τοῦ χρίσματος· ἐφ᾽ ᾧ τελοίητε τὸν προκείμενον δρόμον, ὁσιώτατοι, ἀνδρειότατα, ὡς ἀποληψόμενοι τὸν τῆς δικαιοσύνης στέφανον.

Ἀμμοῦν τέκνῳ Οἴμοι, ἐξ αὐτῆς βαλβῖδος τῆς ἐπιστολῆς καὶ στεναγμὸν ἀναπέμπω ἐκ βάθους καρδίας καὶ δάκρυον ἀναμείγνυμι τῷ μέλανι ἐφ᾽ οἷς ἠκουτίσθην περὶ σοῦ, ἀδελφέ· φασὶ γὰρ ἀπορρίψασθαί σε τὸ ἅγιον ἔνδυμα τοῦ μοναχοῦ καὶ τελεῖν ἐν λαϊκοῖς καὶ γυναῖκα περιάγειν. ὢ τοῦ ἐλεεινοῦ ἀκούσματος· ὢ τῆς ἐμῆς συμφορᾶς· ἐμὴ γὰρ ἡ σή, τέκνον, ἁμαρτία κατὰ τὸν τῆς πατρικῆς συμπαθείας τρόπον. ποῦ τὸ φῶς τῆς διανοίας; ποῦ τῆς ἐλπίδος τὸ πτερόν; ποῦ τῆς πίστεως ὁ θυρεός; ποῦ τοῦ λογιστικοῦ τὸ κριτικόν; ποῦ ὁ ἔρως ὁ πρὸς θεόν; ποῦ ὁ ἐντεῦθεν τοῦ κόσμου δρασμός; ποῦ ἡ ἐγκατάλειψις ἁπάντων τῶν ἐπὶ γῆς; ποῦ ἡ ἐπιστασία τῆς μονῆς; ποῦ ἡ εὐκατάνυκτος παραδοχὴ τῆς εἰσδοχῆς; ποῦ ἡ στοιχείωσις τῆς κοινοβιακῆς ζωῆς; ποῦ ἡ φωτιστικὴ ἐξαγόρευσις; ποῦ σου τὰ καλὰ δάκρυα; ποῦ ἡ εὐλαβοειδὴς ἕξις; ποῦ ἡ ἐκ τοῦ πληρώματος τῆς ἀδελφότητος μαρτυρία; ποῦ ἡ ἐπὶ τοῦ ἱεροῦ βήματος ὁμολογία; ποῦ αἱ ὑπὸ μάρτυρι θεῷ τε καὶ ἀγγέλοις ὑποσχέσεις; ποῦ ἡ φαεινὴ φαιδρότης τοῦ σχήματος; ποῦ ὁ πνευματικῶς νοούμενος γάμος; ποῦ ὁ ὑπὲρ σοῦ τυθεὶς ἀμνὸς τοῦ θεοῦ; ποῦ τὸ εὐαγγελικόν τε καὶ ἀδελφικὸν ἀγαλλίαμα; ποῦ ὁ παρὰ πάντων ἱερώτατος ἀσπασμός; ποῦ ἡ ἐν τῷ θείῳ θυσιαστηρίῳ παράστασις; ποῦ ἡ τοῦ σώματός τε καὶ αἵματος τοῦ Χριστοῦ θεία μετάληψις; ποῦ ἡ ὅλη φαιδρὰ καὶ ἀγγελοχαρμόσυνος τελετή; ποῦ ἡ φανὴ λαμπάς;

ποῦ ἡ ἄμπελος ἡ ἀληθινή; ποῦ ἡ καρποφόρος φυτεία τοῦ Πνεύματος; ποῦ ἐμοῦ γε τοῦ ἀθλίου ὁ υἱός, ὁ προαχθεὶς ἔτι καὶ ἔτι ἐν καλῷ καὶ χρήσιμος ὀφθεὶς τῇ ἀδελφότητι, τὸ τέκνον τοῦ θεοῦ, ὁ τοῦ φωτὸς χορευτής, ὁ τῆς βασιλείας τῶν οὐρανῶν πολίτης, τὸ σκεῦος τὸ ἐκλεκτόν; πῶς ἐστράφη εἰς τὰ ὀπίσω; πῶς ἀπελάκτισεν ὁ ἠγαπημένος; πῶς ἐσκοτίσθη ὁ πεφωτισμένος; πῶς ἀπεσείσατο τὰ τῆς ἁγνείας ὅπλα; πῶς ἐγένετο θήραμα διαβόλου, ἐζωγρημένος ὑπ᾽ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα καὶ ἀφεὶς τὸν καλὸν νυμφίον, τὸν Κύριον τῆς δόξης, τὸν ἐξουσιαστὴν τῶν ἁπάντων;

Ὤ, τίς οὐ στενάξειεν ἐκ βάθους; τίς οὐκ ἐλεήσειεν τὸν ἐξηπατημένον; οὐρανέ, ἔκστηθι ἐπὶ τούτῳ, γῆ, βόησον τὸ πάθος. τί γέγονεν, ἀδελφέ; οὐκ ᾐδέσθης κἂν τοὺς ὁρῶντας; οὐκ ἐρυθρίασας ἀπ᾽ αὐτοῦ τοῦ ἀέρος; οὐκ ἐδυσχέρανας τὴν δυσωδίαν τῆς παγκαταράτου ἁμαρτίας; ἔχεις νοῦν; ζῇς ἆρα; ἀθρεῖς ἥλιον; βλέπεις σελήνην; ὁρᾷς ἀστέρας; οὐκ ἔστιν, οὐκ ἔστιν εἰπεῖν ὅσον τὸ ἁμάρτημα, ὅσος ὁ σκότος, ὅση ἡ ἀλογία (καὶ εἴθε μέχρι τούτων ὁ λόγος· εἶχεν γὰρ ἂν ἡ ἀθλιότης συμμετρίαν), ἀλλ᾽ ὅτι κρίμα, ἀδελφέ, ἀπαραίτητον, πῦρ αἰώνιον, σκότος ἐξώτερον καὶ ἀλαμπές, βρυγμὸς ὀδόντων, ἅπαντα τὰ ἄλλα κολαστήρια ἐν οἷς ἡ εὐθύνη, καὶ ταύτη ἀπέραντος εἰς αἰῶνας. καὶ οὔπω λέγω τῶν ἀγαθῶν τὴν ἀπόπτωσιν, ἣν σεαυτῷ προεξένησας· τίς αὕτη; μετὰ θεοῦ γενέσθαι, χαρὰ ἀνεκλάλητος, ζωὴ ἀμήρυτος, εὐφροσύνη αἰώνιος, τρυφὴ παραδείσου, τῆς Ἁγίας Τριάδος ἔλλαμψις, πᾶσα ἄλλη καὶ λεγομένη καὶ νοουμένη μακαριότης.

Δεῦρο δὴ οὖν, δεῦρο, τέκνον, ἀνάνηψον, ἀνακλήθητι, ἀνακαινίσθητι, ῥῖψον τὰ συμπλακέντα σοι ὑπὸ τοῦ ἐχθροῦ σχοινία τῆς ἁμαρτίας, διατμήθητι τῆς Εὔας, πρόσελθε τῷ ἀμνησικάκῳ καὶ φιλανθρωποτάτῳ Ἰησοῦ. ἄντικρυς βοᾷ· δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι ταῖς ἁμαρτίαις. ὑπαντᾷ, περιπλέκεται, εἰσοικίζεται, οὐκ ἐγκαλεῖ περὶ τῶν προτέρων, ἄγει καὶ πάλιν ἑορτήν, σῴζει τὸν ἀσωτευθέντα. ναί, δέομαί σου, τέκνον, ἄκουσον, ἐξάφθητι, τρῶσον τὸν τρώσαντά σε. ἧκε οὖν, ἧκε τάχει πρὸς ἡμᾶς τοὺς ἁμαρτωλούς· ἐγὼ τὴν ψυχήν μου τίθημι ὑπὲρ σοῦ, ἐγὼ ἐγγυητὴς τῆς σωτηρίας σου, ἐγώ σε ἰατρεύσω ἁπαλοῖς φαρμάκοις, ἐγὼ σὺν θεῷ ὁ τάλας ἀσπάσομαί σε ὑπὲρ τὸ πρότερον. μόνον πρόσδραμε, μόνον μὴ στῇς ἔτι, ἀλλὰ τὴν μὲν Εὔαν ἀφεὶς εἰς ἑαυτὴν παίζειν (εἰ δ᾽ οὖν ἀκούει θείως, ἐμβαλὼν εἰς σεμνεῖον), σαυτὸν δὲ παρέξεις τῷ θεῷ καὶ ἡμῖν. διαμαρτύρομαι οὖν ἐνώπιον τοῦ θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα τούτων ἀκούων ἀλλάξῃς ἑαυτόν, κατεπείγων πρὸς ἡμᾶς πρὶν ἢ φθάσῃ τὸ τέλος, πρὶν ἢ ἀποκλείσῃ κατὰ σοῦ ἡ ἀπαραίτητος ἀπόφασις.

Θεοφίλῳ ἡγουμένῳ Οὐκ ὀλίγα τὰ ἀκουσθέντα μοι περὶ τῆς τιμιότητός σου, ἃ καὶ ἐλύπει με οὐ μετρίως, ὅμως ὅτι ἀπεσκευάσθησαν διὰ τοῦ τιμίου σου γράμματος. καί γε δέδεκταί σου, τολμῶ λέγειν, ὁ Κύριος τὴν μετάνοιαν καὶ τὴν ἀπολογίαν τῆς ἐν τῷ μοναστηρίῳ ἀνθυποστροφῆς, εἰ καὶ οὐκ ἀστεία τηνικαῦτα ἦν, ὅτε Χριστὸς ἐδιώκετο· ἄρτι δέ, ἐπὰν ἐλώφησεν ὁ διωγμός, τίς λόγος ὑποστροφῆς καὶ οὐχὶ μᾶλλον ἀθλήσεως; ἀπ᾽ ἐμοῦ, φησίν, ὄψεσθε, καὶ οὕτως ποιήσατε. τοῦτό σε ἔδει φθέγξασθαι τοῖς φοιτηταῖς, ἐκκαλουμένοις οἴκοι ἐπαναδραμεῖν, οὐχ ὑπακοῦσαι καὶ γενέσθαι ὑποτύπωσιν ἥττης, καὶ ταῦτα μετὰ τὴν πτῶσιν· ἢ οὐκ οἶσθα ὅτι ἐπ᾽ ἀρνήσει Χριστοῦ ἦν ἡ κοινωνία σοί τε καὶ τοῖς συναπαχθεῖσιν ἀθέως; εἶτα, ἐπειδὴ εἵλου μετάνοιαν διὰ τῆς ὑποχωρήσεως (τοῦτο γὰρ τὸ κεφάλαιον τῆς μετανοίας καὶ ἧς ἄνευ ἀμεταμέλητος ἡ πτῶσις), τί πάλιν ἐπὶ τὸ πλημμελὲς ἀνέκαμψας (σύγγνωθι, πάτερ, ἀναγκάζομαι ἐπιδόντος σου σεαυτὸν τῇ ταπεινώσει μου λέγειν σοι ὡς ἀπὸ στόματος Κυρίου τὰ προσήκοντα), τί οὐ πάντας ἢ ὁμοτρόπως συνδιώκεσθαί σοι νενουθέτηκας ἤ, μὴ βουλομένους, εἴασας ὡς μισοχρίστους, ὡς φιλοσάρκους, ὡς ἀπειθεῖς, ἀλλ᾽ οὐχ υἱούς; κἀν τούτῳ καὶ τὴν ἧτταν 〈ἂν〉 ἀνεκαλέσω καλῶς καὶ τοῖς ὑπὸ χεῖρα ἐγένου ὑπογραμμὸς χρηστὸς καὶ τῇ ἐκκλησίᾳ Χριστοῦ ὤφθης οἰκοδομὴ ἀντὶ καταλύσεως προτέρας.

Οὕτως εἰργάσατο ὁ θεοφιλέστατος ἀδελφὸς ἡμῶν καὶ ἡγούμενος τοῦ Μηδικίου, οὕτως ὁ ἁγιώτατος πατὴρ ἡμῶν τῆς Λαοδικείας, ἐπεὶ καὶ ἕτεροι. δυοῖν θάτερον, εἰ οὗτοι ἐννόμως, αὐτὸς ἀνόμως καὶ εἴ τίς σοι ὁμοίως δέδρακεν. ἀλλ᾽ εἰσί τινες, ὡς μανθάνω, τῆς συμπτωματικῆς συστοιχίας (ὧν τὰ ὀνόματα ἑκὼν ὑπερβήσομαι), οἳ λέγουσιν ὑπὲρ αὐτῆς μηδ᾽ ὁτιοῦν μετανοεῖν μηδ᾽ αὖ ἓν συγχωρητικὸν καὶ μόνον ἐξαιτεῖν, καὶ καλῶς πεποιηκέναι· ἐξ οὗ καὶ οἱ ἀδελφοί, φασί, σέσωνται καὶ οἱ ναοὶ ἀσίαντοι. ὢ τῆς πωρώσεως· ὢ τῆς θεομαχίας· Χριστὸς ἤρνητο, ἀθετουμένης τῆς ἁγίας αὐτοῦ εἰκόνος, ἡ Θεοτόκος, ὁστισοῦν τῶν ἁγίων, δι᾽ ὧν καὶ ἀρχιερεὺς ἐδίωκτο καὶ ἐπίσκοποι περιωρίζοντο καὶ ἡγούμενοι ταὐτοπαθοῦντες, μοναχοὶ καὶ μονάζουσαι, λαϊκοί, λαΐζουσαι, οἱ μὲν τυπτόμενοι, οἱ δὲ φρουρούμενοι, ἄλλοι λιμοκτονούμενοι, ἕτεροι ξεόμενοι, ἄλλοι θαλαττευόμενοι, ἕτεροι θανατούμενοι, ἄλλοι κρυπταζόμενοι, ἕτεροι δραπετεύοντες. πλήρεις αἱ ἐρημίαι καὶ τὰ σπήλαια, πλήρη τὰ ὄρη καὶ αἱ νάπαι· σάρκες κοπτόμεναι, αἵματα ῥέοντα, ἡ καθ᾽ ἡμᾶς οἰκουμένη κωδωνιζομένη τῷ διωγμῷ, πᾶσα ἡ ὑπ᾽ οὐρανὸν ὡς εἰπεῖν στοναχίζουσα καὶ κατακλάουσα. καὶ σύ, ὦ τρισάθλιε, ἑαλωκὼς τῇ ψυχοφθόρῳ κοινωνίᾳ καὶ μένων εἰς τὸ ὀλετήριον (ἐπὰν οὕτως, ἀλλ᾽ οὐ μοναστήριον) λέγεις εὖ ἔχειν καὶ ἐγγελᾷς τοὺς χριστοφόρους, μᾶλλον δὲ αὐτὸν Χριστόν, ὑπὲρ οὗ καὶ τὸ πάσχειν;

ποῖον δὲ καὶ διεσώσω ναόν, τὸν ναὸν τοῦ θεοῦ μιάνας, σεαυτόν; τίνας δὲ καὶ ἀδελφοὺς ἐφυλάξω, διεφθορότας τῇ ὀλεθρίᾳ σου κοινωνίᾳ, κἂν ἐν βρώμασι; σκάνδαλον τοῦ κόσμου, ὑπόδειγμα ἀρνήσεως, προτροπὴ ἀπωλείας, σὰρξ ἀλλ᾽ οὐ πνεῦμα, σκοτὴρ ἀλλ᾽ οὐ φωστήρ. ταῦτα αὐτὴ ἡ ἀλήθεια βοᾷ πρὸς τοὺς οὕτως ἀσεβοῦντας· οὕς, εἰ μὴ μετανοήσωσιν ἐπιλέγειν οὕτως ἄθεα, οὐ χριστιανοὺς ἡγητέον.

Ἤκουσας τὸ κρίμα, πάτερ; ἡμάρτηκας, ὑποστρέψας καὶ ἠθετηκὼς τὴν ὑπόσχεσιν. πλὴν ὁ ἀγαθὸς θεὸς συγχωρήσει σοι. μεῖνον οὖν ἄρτι ἐν τῷ μοναστηρίῳ, ἐπὰν μετῆλθεν ἄλλως τὰ πράγματα, ἐχόμενος τοῦ ὁμολογεῖν παντὶ ἀνθρώπῳ τὸ ‛ἥμαρτον‚, ὡς ἂν θεὸς εὐμενισθείη καὶ ἀναγάγῃ σε εἰς τὸ πρότερον φῶς, ὅτε ηὔγει ὁ λύχνος τῆς πολιτείας σου, ὅτε ἦς σεβαστὸς καὶ βασιλεῦσιν, ὅτε οὔτε τὸ τυχὸν παροφθὲν ἦν σοι εὐκαταφρόνητον. καὶ πρὸς τὸ ἑξῆς, ὡς οἰκονομήσει Κύριος τὰ τῆς ἐκκλησίας, οὕτω καὶ λαλήσομεν, οὕτω καὶ συναποθανούμεθά σοι διὰ τὴν ἀγάπην ἐν τῇ ἀγάπῃ. προσεύχου περὶ ἡμῶν τῶν ἁμαρτωλῶν καὶ μὴ οἴου ὑπεροπτικῶς ἡμᾶς γράψαι (ἴσμεν γὰρ ἑαυτοὺς βδέλυγμα ἐν ἀνδράσιν ὁσίοις), ἀλλὰ διὰ τὸ ἀληθὲς καὶ σοῦ σωτήριον· εἰ δὲ καὶ ἄλλων, ὁ παθὼν ὁμολογήσοι θεῷ τὴν χάριν.

Κατηχητική. Τοῖς ἠγαπημένοις πνευματικοῖς τέκνοις τε καὶ ἀδελφοῖς Λαυρεντίῳ, Συμεών, Διονυσίῳ, Ποιμένι, Λιτοΐῳ καὶ τοῖς λοιποῖς ὧδε κἀκεῖσε διεσπαρμένοις Θεόδωρος ἁμαρτωλὸς μοναχὸς ἐν Κυρίῳ χαίρειν Χαίρειν ἔστι πάντοτε τοῖς κατὰ θεὸν ζῶσι, κἂν τοῖς τῆς χαρᾶς ἐναντίοις ὑποπέσειεν, ἐπειδὴ ἓν εὐφροσύνης ἀληθινῆς ἔργον, ἡ εἰς θεὸν ἐλπὶς καὶ τὸ ὑπὲρ αὐτοῦ καὶ δι᾽ αὐτὸν καὶ ζῆν καὶ κινεῖσθαι καὶ πᾶν ὁτιοῦν ἄλλο πράττειν. ὅτι δὲ οὕτως ὑμεῖς, μαρτυρεῖ αὐτὰ τὰ πράγματα· οὗτινος γὰρ ἄλλου ἕνεκεν ὁ σκορπισμὸς καὶ κόπος καὶ κλόνος ὑμῶν ἢ δι᾽ αὐτὸν τὸν ἀγαθὸν θεὸν ἡμῶν; εἰ καὶ ὅτι νῦν τῇ αὐτοῦ προμηθείᾳ ἐλώφησεν ὁ διωγμὸς ἀναρρήσει τοῦ χρηστοῦ κράτους καὶ παρρησίας θύρα ἀνεῴχθη τοῖς δεδιωγμένοις, ἀπολαύουσι μετρίας ἀφέσεως καὶ εἰρήνης κατὰ πᾶσαν πόλιν καὶ χώραν. ἐφ᾽ οἷς ὀφειλέται ἐσμέν, ὦ πατέρες, εὐχαριστίας προσάγειν Κυρίῳ καὶ πρεσβείας ὑπέρ τε πλουσιωτέρας εἰρήνης καὶ ἐπιστηρίξεως τῶν θεοπροβλήτων ἡμῶν βασιλέων.

Οὗτος οὖν ὁ πρῶτος λόγος. δεύτερον, ἵνα καὶ ἡμεῖς καὶ ὑμεῖς μὴ τὴν ἄφεσιν εἰς διάλυσιν ἀρετῆς δεξοίμεθα, ἀλλ᾽ ὅπουπέρ ἐσμεν ἕκαστος τὸ αὐτὸ φρονεῖν, τῷ αὐτῷ στοιχεῖν κανόνι, ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ἀλλ᾽ ἐν παντὶ συνιστῶμεν ἑαυτούς, καθὰ γέγραπται, ὡς θεοῦ διάκονοι ἐν ὑπομονῇ, ἐν θλίψεσιν, ἐν στενοχωρίαις, ἐν ἄλλοις, οἷς ὁ βίος τῶν παρουσῶν ἡμερῶν ὑποπίπτει· οὕτω γὰρ καὶ τὰ προηνυσμένα φυλάττοιμεν ἀναφαίρετα καὶ τὰ ἤδη προσπίπτοντα εὐμαρίζοιμεν καὶ τὰ μέλλοντα θεοπρεπῶς ὑπαντήσοιμεν.

Ὧδέ ἐσμεν πρὸ τοῦ ἄστεως παροικοῦντες εἰδήσει τῆς βασιλείας, ὁρῶντες καὶ ὁρώμενοι ὑπὸ τῶν φοιτώντων ἀδελφῶν καὶ πατέρων ἡμῶν· καὶ ἡ ἐλευθερία πρὸς τοῦ ἀγαθοῦ βασιλέως ἐπιτεταγμένη. πρὸς τὸ ἑξῆς, ὡς ἂν εὐοδοῖ Κύριος ἢ κελεύῃ τὸ κράτος ἐπιμένειν ἐνταῦθα ἢ ἀλλαχῇ μεταπίπτειν τε καὶ ὑποχωρεῖν, οὕτω καὶ ἐνεχθησόμεθα. μόνον αὐτοὶ τοῦ ἔργου ὑμῶν ἐχόμενοι ἔχεσθε καὶ τοῦ προσεύχεσθαι περὶ τῆς ταπεινώσεως ἡμῶν, ὡς ἂν ἀπρόσκοποι ὦμεν τοῖσδε κἀκείνοις καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ. τοὺς πρὶν ἀπορραγέντας ἀβούλως ἀδελφοὺς κατὰ πολλοὺς τρόπους εὐδόκησεν ὁ θεὸς ὁ ὑπεράγαθος ἑνωθῆναι ἡμῖν μετὰ τοῦ προσήκοντος λόγου. καὶ ἐχάρημεν οἱ ἀνάξιοι χαρὰν μεγάλην, ὅτι ἃ οὐκ ἠλπίζομεν εἴδαμεν ἐν ὀφθαλμοῖς ἡμῶν· καὶ συνουλώθη τὰ διασπασθέντα μέλη καὶ ἑορτάζομεν ἑορτὴν Κυρίῳ ἐν τῇ ἑνὸς ἑκάστου συνδρομῇ καὶ ἀνθομολογούμεθα τῷ Κυρίῳ καὶ ἀπευχαριστοῦμεν τοῖς κρατοῦσιν, ὅτι, εἰ καὶ μηδὲν ἄλλο, ὅσον πρὸς ἡμᾶς μέγα τὸ δώρημα, καὶ πάλιν, ὅτι οὐκ ἂν ἄλλως εὐθέτως ἔσχομεν τὴν σύμβασιν ἢ τῷ οὕτως ἀφεθῆναι ἡμᾶς τῶν φυλακῶν καὶ καθεσθῆναι ἐν καθίσματι τηλικούτῳ.

Πάντα εἰς καλὸν ἡμῖν συνέδραμε καὶ συνδράμοιεν, εὖ οἶδ᾽ ὅτι, εὐχαῖς ὑμῶν ἁγίαις. ἐπειδὴ δὲ ὁ λόγος περὶ ἀνακλήσεως, ἀνεκλήθη καὶ ἡνώθη ἡμῖν σὺν τοῖς ἄλλοις καὶ πλέον μᾶλλον τῶν ἄλλων ὁ γραμματηφόρος, ὁ ἀγαπητὸς ἡμῶν υἱὸς Κλέμης, ὁ εὐλαβέστατος ἡγούμενος, πάντα ἀσμένως εἰσδεξάμενος, ἃ ἔδει αὐτῷ λαληθῆναι, καὶ περὶ πάντων ποιησάμενος τὴν προσήκουσαν ἀπολογίαν· ἐφ᾽ ᾧ καὶ ἀρεσθέντες ἠσπασάμεθα αὐτὸν ἐνστερνισμένως, ἐλπίζοντες καὶ δι᾽ αὐτὸν αὔχημα ἔχειν οἱ ἁμαρτωλοὶ σωτήριον αὐτὸ τοῦτο. καὶ ὑμεῖς προσήκασθε, παρακαλῶ, τὸν ἀδελφὸν ὡς ἀδελφοί, τὸ μέλος ὡς μέλη, τὸν ὁμόφρονα ὡς ὁμόφρονες· οὕτω γὰρ αὐτὸν εὕροιτε χάριτι Χριστοῦ ἐν πᾶσιν εὖ ἔχοντα καὶ ζητοῦντα θεόν.

Ἡγουμένῃ τῆς Νικαίας Καὶ πρότερον αἱ περὶ τῆς τιμιότητός σου ἀγαθαὶ ἀκοαὶ εἵλκυσαν ἡμᾶς ἐπιστεῖλαί σοι, καὶ νῦν ταῖς αὐταῖς εὐφημίαις ἐπερειδόμενοι καὶ γράφομεν καὶ προσαγορεύομεν τὴν σεμνοπρέπειάν σου ἀποδεχόμενοι καὶ μακαρίζοντες, ὅτι εἵλου διὰ Κύριον ὑποῖσαι θλίψεις καὶ στενοχωρίας, διωγμὸν τῆς μονῆς καὶ ἐξορίαν μεταθέσεως, εἴ τι ἄλλο περιστατικὸν καὶ ὁμολογίας ὑποδεικτικόν. ταῦτα αἰνέσεως καὶ ἐξομολογήσεως, ταῦτα νύμφης Χριστοῦ ἔπαθλα καὶ ἀγωνίσματα καὶ τὸ ἔτι ἀξιαγαστότερον, ἡ περὶ τὰς ὑπὸ χεῖρα ἀδελφὰς ὁσιότης· ὅτι κἀξ αὐτῶν εἵλοντο συναποδύσασθαί σοι τῇ ὁμολογίᾳ καὶ ἠνδρίσαντο καὶ ἐμαστιγώθησαν καὶ περιωρίσθησαν καὶ ἐδόξασαν τὸν θεὸν ἐν τῷ σώματι αὐτῶν καὶ ἐν τῷ πνεύματι. οἲ τῶν ἄθλων, οὐὰ τῆς καλῆς παιδαγωγίας· οἷον τὸ ἄρχον, τοιοῦτον καὶ τὸ ἀρχόμενον, οἵα ἡ διδάσκαλος, τηλικαῦται καὶ αἱ μαθήτριαι. σοὶ εὖ ἔχει λέγειν· ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ θεός, ἔναθλοι, ἀνδρικαί, φιλόχριστοι μᾶλλον ἢ φιλόσαρκοι, πάντα σκύβαλα ἡγούμεναι, ἵνα Χριστὸν κερδήσωσιν, πάντα τὰ μέλη Χριστῷ προσενέγκασαι, ἵνα τὸν ἐραστὴν θεραπεύσωσιν. μετὰ ὁμολογητῶν συνετάγητε, μετὰ μαρτύρων ἐστεφανώθητε, ὅσον ἐκ τοῦ φθάσαντος.

Ἀλλ᾽ ἐπειδή, ὦ μῆτερ, οὐδεὶς στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ, νόμιμον δέ ἐστι τὸ μέχρι τέλους καὶ πίστει καὶ βίῳ ἀριστεῦσαι, παρακαλῶ καὶ ὑπομνήσκω ἀξίως περιπατῆσαι ἡμᾶς τῆς κλήσεως ἧς ἐκλήθημεν μετὰ πάσης ταπεινοφροσύνης καὶ πραότητος, μετὰ ἀσφαλείας πρὸς τὸ ἑξῆς μήτε ἁλῶναι τῇ ἔτι κορυβαντιώσῃ αἱρέσει ἀρνησιχρίστῳ μήτε τι κατὰ τὸν ὀφειλόμενον κανονίζεσθαι ἀσκητικὸν βίον παρατρέπεσθαι, ἀλλὰ πάντα ποιεῖν εἰς δόξαν θεοῦ, παντοίως διαλάμπειν τῷ φωτισμῷ τῶν ἐντολῶν· ὅπερ πιστεύω ἐνεργεῖν ὑμᾶς εἰς ἔπαινον δόξης Χριστοῦ, εἰς αὔχημα αἰώνιον ὑμῶν, εἴη δὲ εἰπεῖν καὶ ἡμῶν τῶν ἁμαρτωλῶν. καὶ γάρ, εἰ ἑνὸς πατρός ἐσμεν, ἀδελφοὶ πάντες ἀλλήλων χρηματίζομεν καὶ τὰ πάντων σπουδάσματα ἐγκαυχήματα οἱ πάντες οὐκ ἀπεικότως ἡγούμεθα.

Προσεύχεσθε περὶ ἡμῶν. ὁ ἀσπασμὸς ἡμῶν ἐν πνεύματι. ὁ Κύριος Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματος ὑμῶν. ἀμήν. ἀκήκοα ὅτι ἐγκράτειαν ἕλκεις πολλὴν καὶ ἥσθην· πλὴν ἐπειδὴ τὸ μέτριον ἐν πᾶσιν ἄριστον, ὑπομνήσκω, μετρίωσον ἑαυτὴν κἀν τούτῳ, ἵνα καὶ δουλαγωγῆται τὸ σῶμα καὶ μὴ ἀτονῇ ὑπουργεῖν ταῖς ἐντολαῖς.

Ἐπισκόποις τοῖς διὰ Κύριον φυγαδευθεῖσιν ἐν Χερσῶνι Ἀληθινῆς ἀγάπης ἔργον καὶ πίστεως ἀνυποκρίτου ἀπόδειξις τὸ ἐκ τοσούτου διαστήματος τοπικοῦ ἀποστεῖλαι τὴν πατρικὴν ὑμῶν ἁγιωσύνην ἕνα τῶν συνδεδιωγμένων ἀδελφῶν, Ἀγαπητὸν τὸν αἰδεσιμώτατον μοναστὴν (μᾶλλον δὲ μακαριώτατον κατὰ τὸ ὑπὸ Κυρίου ᾀδόμενον ἐν τοῖς δεδιωγμένοις ἕνεκεν δικαιοσύνης), ἐπισκοπὴν ποιησόμενον, προηγουμένως μὲν τῇ θείᾳ καὶ κορυφαιοτάτῃ κάρᾳ, ἔπειτα ἡμῖν τοῖς ἐλαχίστοις ἐν ἀδελφοῖς καὶ υἱέσι πνευματικοῖς. ὢ τῆς καλῆς εὐβουλίας· ὢ τῆς εἰλικρινοῦς ἀγάπης· καὶ τίνων ἄλλων ἢ τῶν διὰ Χριστὸν εἱλαμένων καὶ τῶν οἰκείων ἐκστῆναι καὶ εἰς ἀλλοδαπὴν ἐκπεφευγέναι τοσούτῳ μήκει θαλάσσης διειργομένην καὶ τληπαθεῖν ἐκεῖ ὅσα εἰκὸς ἐπισυμβαίνειν τοῦτο ἐναργέστατον δεῖγμα καθέστηκεν; εὐλογητὸς οὖν Κύριος ὁ θεός, ὃς κατήνυξεν ὑμᾶς ἐπὶ τοσοῦτον πρὸς τὴν εὐτέλειαν ἡμῶν καὶ ὃς ἔδωκεν ἰσχὺν καὶ χάριν τῷ ἀποστόλῳ γνωρίσαι ἡμῖν πάντα, ἅπερ καὶ ἠνύσατε καὶ ἔτι φέρετε, τρισόλβιοι πατέρες, ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἐφ᾽ οἷς ἀκούσαντες ἐχάρημεν, ᾐνέσαμεν, ἀνθωμολογησάμεθα, εἴπομεν ὅτι ὁ θεὸς ὄντως ἐν ὑμῖν ἐστιν, εὐαρεστούμενος καὶ θεραπευόμενος τῇ ὑπὲρ ἀληθείας ὁμολογίᾳ.

Ἐμοὶ δὲ δοκεῖ, οὐχ εἵνεκα ὑμῶν σώσματος μόνον, ἀλλὰ γὰρ καὶ τῆς ἐν τοῖς αὐτόθι σωτηρίας τὴν φυγαδείαν οἰκονομηθῆναι παρὰ τῆς τὰ πάντα σῳζούσης προνοίας, ἐπειδήπερ ἐπιστάντες ὤφθητε φωστῆρες τῶν ἐν σκότει καὶ πλάνης βίου, ὁδηγοὶ τυφλῶν, παιδευταὶ ἀρετῆς, κήρυκες εὐσεβείας, διδάσκαλοι τῶν ἐνταῦθα πραχθέντων κατὰ Χριστοῦ φοβερῶν τολμημάτων. οὕτω καὶ ἐν τοῖς αὐτόθι καὶ πανταχοῦ γῆς τε καὶ θαλάσσης ηὔγασε Κύριος τοὺς ὁμολογητὰς εἰς ἔνδειξιν ἀληθείας, εἰς ἀποτροπὴν ἀσεβείας, καθάπερ ἐπὶ τῶν ἄνωθεν χρόνων· καὶ ἐμεγαλύνθη τὸ ὄνομα αὐτοῦ καὶ ἐδοκιμάσθη ὁ ἐκλεκτὸς λαὸς Χριστοῦ καὶ ἀπεδοκιμάσθη ὁ μισόχριστος θίασος καὶ τέλος ἔλαβεν ὅρον ζωῆς ἐπάξιον τῆς τόλμης ὁ μέγας δράκων, ὁ Ἀσσύριος νοῦς, ἧς ἔδρασε κατὰ θεοῦ.

Τὸ δὲ ὅπως νῦν ἔχει τὰ ἐνταῦθα παρέλκον ἂν εἴη λέγειν διὰ τὸ τὸν γραμματηφόρον ἱκανὸν εἶναι χάριτι Χριστοῦ ἕκαστα ἐκδιδάξαι ἐμμελῶς· ᾧ καὶ παρεθέμεθα μετὰ τῆς ἐπιστολῆς καί τινα διανομήν, ἣν καὶ καταξιώσατε εἰσδέξασθαι, χαριζόμενοι ἡμῖν τὰς τιμίας προσευχὰς εἰς στηριγμὸν ψυχῆς.

Εὐδοκῷ παρθενευούσῃ Οὐκ ἔστι καλὸν φιλίας καὶ εὐεργεσίας ἐπιλανθάνεσθαι· εἰ γὰρ ἄλογα ζῷα, καίπερ νοῦ ἐστερημένα, οἶδεν ἀποσῴζειν διάθεσιν τοῖς εὐεργέταις, πόσῳ γε μᾶλλον προσῆκον ἡμῖν, τοῖς κατ᾽ εἰκόνα θεοῦ γεγενημένοις, ἀνεπίληπτον ἔχειν τὸ πρὸς τοὺς φίλους μνημονικόν. διὰ τοῦτο ἔργον ἔσχομεν ἀποστεῖλαι πρὸς τὴν τιμιότητά σου τὸν ἠγαπημένον ἡμῶν υἱὸν Προτέριον, αὐτὸ τοῦτο δηλοῦντες ὅτι οὐκ ἐπιλελήσμεθα, ἀλλὰ γὰρ καὶ πάνυ μνημονεύομεν καὶ ἐπὶ γλώσσης φέρομεν καὶ ἄλλοις διηγούμεθα τὴν περὶ ἡμᾶς τοὺς ἁμαρτωλοὺς συμπάθειάν σου, ὅση δὲ καὶ ἡλίκη αὕτη· ὅτι ἐν καιρῷ πειρασμοῦ, ἐν καιρῷ τοῦ κατὰ Χριστὸν διωγμοῦ, ὁπότε ἐφυλακίσθημεν ἐν τοῖς αὐτόθι, ἐγώ τε καὶ ὁ ἀδελφὸς Νικόλαος, ἡνίκα πρὸ τῆς ὀπῆς τῆς φυλακῆς φύλακες, μὴ ἐῶντες θίγειν ὁντιναοῦν κατὰ τὴν τῶν ἀσεβῶν πρόσταξιν τῷ φρουρίῳ, τότε, ἵνα τὰ πρότερα ἐάσω λέγειν, καίπερ ὄντα ἱκανά, παρρησιαζομένη τῇ κατὰ θεὸν πεποιθήσει, ἔπεμπες, ἐγαλούχεις οἱονεί, διέτρεφες, ἐπότιζες, παρεκάλεις, ἤλειφες, σεαυτὴν ἐπεδίδους ῥιψοκινδύνως εἰς θάνατον, ὅπερ μικροῦ δεῖν, εἰ μὴ ἡ χεὶρ τοῦ θεοῦ φθάσασα εἷλέν σε, καὶ ἐνέπιπτες εἰς ἔργον. οἶδας τὰς κατηγορίας τῶν γειτνιαζόντων, τὰς εἰσπράξεις τῶν ἀρχόντων, ὅτι δῶρα εἴληφας παρὰ τοῦ καταδίκου, ὅτι λόγους διαταγῆς ὑπακούεις, τοῦτο κἀκεῖνο.

ἀλλ᾽ ὅμως, ὢ τῆς μεγαλοπιστίας, οὐδὲ οὕτω τούτων τυρβασθέντων ὑφῆκας τὸ καθόλου, ἀλλ᾽ ὡς μηδενὸς καινοῦ γεγονότος εἴχου πάλιν τῆς διακονίας, δώροις τοὺς φύλακας ἐξευμενιζομένη καί, τὸ δὴ λεγόμενον, θεὸν δι᾽ ἡμῶν τῶν ἁμαρτωλῶν θεραπεύουσα, ἐξ οὗ καὶ ἡ ἁρπαγὴ τῶν κινδύνων καὶ ἡ παρ᾽ ἐλπίδα σωτηρία.

Τί τοῦτο δεύτερον Πρισκίλλης καὶ Φοίβης ἐκείνης ἢ τῶν ταύταις ἰσοστασίων κατὰ τὴν τῆς διακονίας θεωρίαν, ἐφ᾽ ᾗ μακαρίζονται ὑπὸ τοῦ θείου ἀποστόλου; οὐδαμῶς, ὡς ἐμοί γε δοκεῖ, εἰ μὴ ὅτι εἰς ἀναξίους. ἀλλὰ καὶ τοῦτο μᾶλλον αἰνετώτερον· ἐκεῖ γὰρ τὸ μεγαλοφυὲς τοῦ προσώπου τάχα ἂν καὶ τοὺς ἀναισθήτους λίθους ἐκίνησεν εὐεργετεῖν, ἐνταῦθα δὲ τοὐναντίον, καὶ τοὺς εὐαισθήτους νόας ναρκᾶν ἔπεισεν τὸ ἀπόπτυστον τῶν ὑποκειμένων. ἀλλ᾽, ὅτι τοῦτο οὕτως καὶ ἀντιπεπονθότως ὤφθης δράσασα, σκόπησον τὸ ἐγκώμιον. ἀπέχομεν τοίνυν, ὦ καλλιπάρθενε, τὸ ἔλεος καὶ αἰνοῦμέν σε εἰκότως, προσαποδεχόμενοι καὶ συνεπαινοῦντες καὶ τἆλλά σου σεμνολογήματα, τὴν ἐγκράτειαν, τὴν αὐχμηρὰν κόμην, τὴν ἠμελημένην ἐσθῆτα, τὴν ἐλεημοσύνην καὶ ἐπ᾽ ἄλλοις, τὴν φιλαγνείαν, καὶ ἐπὶ τούτῳ μηδαμῶς μωμοσκοπηθεῖσαν πρός τινος οὖν τῶν ἀνθρώπων. ὢ τῆς καλῆς σου ἐργασίας· ὢ τῆς θεοφιλοῦς καὶ γηραλέας κεφαλῆς· ἤνθησας ἐν μέσῳ ἀκανθῶν ὡς ῥόδον, εὐωδίασας ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης ὡς ὀρθοφυὲς κρίνον.

Τί τὸ λοιπόν; διαμένειν σε καὶ πρὸς τὸ ἑξῆς ἀπρόσκοπον, σεσωσμένην, φιλοκρινοῦσαν πᾶσαν ἄλλην ἐντολὴν Κυρίου, ὥστε μήτε ὀμνύειν τὸ ὄνομα Κυρίου τὸ παράπαν μήτε τι ἄλλο παραθεωρεῖν τῶν ἐντεταλμένων· τοῦτο δὲ λέγω οὐχ ὡς καταλαμβανόμενός σε ὑπαιτιᾶσθαι, ἀλλ᾽ ὡς ἔχων ἐν ἐφέσει τοῦ ἐν πᾶσιν ἄρτιον εἶναι κἀντεῦθεν ἐπιτυχεῖν τῶν ἐν ἐπαγγελίαις ἀγαθῶν. ὁ ἀδελφὸς Νικόλαος προσαγορεύει κἀγὼ τὸν κύριον καὶ ἀδελφιδοῦν σου. ὁ Κύριος μετὰ σοῦ.

Νικήτᾳ κουράτωρι Οὐδὲν φίλου πιστοῦ ἀξιολογώτερον· ἀλλ᾽ ὅταν μεσολαβῇ ἐν τοῖς φιλουμένοις ἡ περὶ τὴν πίστιν διαφωνία, τότε τῇ πίστει συνδιασχίζεσθαι καὶ ἡ ἀγάπη πέφυκεν. τί οὖν οὕτω προοιμιασάμεθα, δέσποτα; πάντως οὐκ ἀγνοεῖ ἡ θαυμασιότης σου οὔτε τὴν πρώτην φιλίαν οὔτε τὴν μετέπειτα διάστασιν· διὰ τοῦτο ἐπὶ ταῖς τῆς ὑπερευφημότητός σου ἀποστολαῖς ἰλιγγιάσαμεν εὐθὺς πρὸς τὸ δέξασθαι. ἐπειδὴ δὲ ὁ ἀδελφὸς ἡμῶν Γλυκέριος ἀπήγγειλεν οὕτως καὶ οὕτως, ὅτι καὶ ἡ φιλία μένει καὶ ἡ ὀρθοδοξία ἔρρωται, δέει δὲ μόνον ἀνθρωπίνῳ ἡ ὑπόπτωσις καὶ ἡ ὡς πᾶς φιλόζωος αἱρετικὴ κοινωνία, ἐπὶ τὸ φιλανθρωπότερον ῥέψαντες καὶ τὴν προσηγορίαν καὶ τὴν προσφορὰν ἀπεδεξάμεθα καὶ πάλιν ἠγαπήσαμεν καὶ εἰς τὸ πρότερον ἀνεδράμομεν, μάλιστα ἀκηκοότες ὅτι σου παρασκευάζεται ἡ τιμιότης ἱερὰς εἰκόνας ἀναστῆσαι ἐν τῷ εὐκτηρίῳ οἴκῳ, ὅπερ ἀπόδειξις θερμοτέρου ζήλου.

Καί γε, τιμαλφέστατε, ἐναργὴς ἡ τῶν εἰκονομάχων πλάνη· πάλαι γάρ, ὅτε θεὸς ἄσαρκος ἦν, οὐκ ἦν ὁμοιοῦν θεόν· θεὸν γάρ, φησίν, οὐδεὶς ἑώρακεν πώποτε, καὶ ὁ τοῦτο ποιῶν εἰδωλολάτρης. ὁπότε δὲ ὁ λόγος καὶ θεὸς σὰρξ ἐγένετο, ὁμοιωθεὶς ἡμῖν κατὰ πάντα, τηνικαῦτα περιγράφεται, ἤγουν ἐφίσης ἡμῖν ἐξεικονίζεται, εἴπερ ἀληθεύει ὁ λέγων ἀπόστολος, θεὸς ἐφανερώθη ἐν σαρκί· εἰ δὲ τοῦτο, καὶ ἐξεικονίσθη ἐν σαρκὶ καὶ ὅ τι ἂν εἴποις ἕτερον ἀνθρώπινον, ἔφαγεν ἐν σαρκί, ἵδρωσεν ἐν σαρκί, ἔκλαυσεν ἐν σαρκί, ἔπαθεν ἐν σαρκί. εἴ τι οὖν βούλει λέγειν, ὑπαντήσει τὸ ‛ἐν σαρκί‚· καὶ ἔρρωται τηλαυγῶς ὁ λόγος καὶ τὸ ἀνατρέψαι τὸ εἰκονίζεσθαι αὐτὸν ἐν σαρκὶ συνανατρέπει πάντα τὰ προειρημένα ἀραρότως. καὶ οὕτως ἀνάγκη λέγειν ‛οὐκ ἐφανερώθη θεὸς ἐν σαρκί‚· οὗ τί ἂν γένοιτο ἰουδαϊκώτερον;

Ταῦτα ὡς ἐν ἐπιστολῆς μέτρῳ λέλεκται· ἐὰν δὲ δῷ θεὸς ὀψέ ποτε ἰδεῖν ἡμᾶς ἀλλήλους, τότε τοσαῦτά σοι λαληθήσεται ἀληθείας δόγματα περί τε γραφῆς καὶ προσκυνήσεως τῶν ἁγίων εἰκόνων, ὅσα οὐδὲ τὸ τίμιόν σου οὖς δυνηθείη ἀκοῦσαι.

Βασιλείῳ υἱῷ πνευματικῷ Ἐπεθυμοῦμεν σὺν τῷ κυρίῳ Γρηγορίῳ καὶ σὲ ἐνταῦθα θεωρῆσαι, τέκνον ἠγαπημένον, ἀλλ᾽ ἐπεὶ τοῦτο οὐ γέγονεν, γράμμασι παραμυθούμεθα τὴν ἀπόλειψιν, γνωρίζοντές σοι ὅτι ἔχομέν σε ἀεὶ ἐπὶ καρδίας ἡμῶν ταπεινῆς, φιλοῦντες τὴν σωτηρίαν σοῦ τε καὶ τῶν μετὰ σοῦ ἀδελφῶν καὶ τέκνων· καὶ γὰρ πατρὶ κλέος υἱοῦ εὐδοξία καὶ αὔχημα ἱερὸν τὸ υἱικὸν σεμνολόγημα. παρακαλῶ οὖν σε ἐν Κυρίῳ ἔχεσθαι οὐ μόνον τῆς οἰκείας εὐσταθείας, ἀλλὰ καὶ τῆς τῶν ἀδελφῶν ἐπιμελείας, ποθούμενον καὶ ποθοῦντα, στεργόμενον καὶ στέργοντα· ὅπου γὰρ ἀγάπη πνευματική, ἐκεῖ ἐν μέσῳ Χριστός, καθὰ ἐπηγγείλατο. ὡς καλὸς καθηγητὴς ἄγε τοὺς ἄρνας Χριστοῦ συμπαθῶς, πεφεισμένως, ὁμειρόμενος αὐτῶν ὡς οἰκείων μελῶν· οἶδά σε τίς εἶ, ὅτι ἀπροσπαθής, ὅτι συμπεριφερόμενος, ἀλλ᾽ οὖν ὅτι καὶ ἀκριβολογούμενος περὶ τὰς ἐντολὰς τοῦ θεοῦ. εἶεν ἁπάντων ἡ ψυχὴ μία διὰ τοῦ πάντα εἶναι κοινά, εἶεν ἐξαγόρευσις, ἐπείπερ πᾶν τὸ φανερούμενον φῶς ἐστιν ὡς καὶ τὸ ἔμπαλιν, εἶεν ὑπακοή, ὑφ᾽ ᾗ ὁ λῃστὴς εἴσοδον ἐξαπάτης οὐχ εὑρίσκει, εἶεν ταπείνωσις, ἣν ἀμπεχόμενος ὁ θεὸς ἄνθρωπος γέγονεν, θεοὺς ἐντεῦθεν τοὺς ἀνθρώπους δημιουργῶν.

Ὦ καλὲ Βασίλειε, τὴν παρακαταθήκην φύλαξον, ἐκτρεπόμενος τὰ πονηρά, ἐγκομβούμενος τὰ θεϊκά, τύπος ἀγαθοεργίας πάσῃ προκείμενος τῇ ἀδελφότητι· καὶ οὕτως ὁ σὲ ἀθετῶν ἀθετεῖ θεὸν καὶ ὁ ὑπείκων σοι ὑπείκει θεῷ. μνημόνευέ μου τῆς ταπεινώσεως σὺν τοῖς ἀδελφοῖς.

Τοῖς ἠγαπημένοις ἀδελφοῖς Γρηγορίῳ, Ἰεζεκιήλ, Ἐράστῳ, Θεοφάνει, Ἀνίνᾳ καὶ τοῖς λοιποῖς ἐν Ἑλλάδι Καιρὸς τοῦ λαλεῖν, φησίν, καὶ καιρὸς τοῦ σιγᾶν. ἐπεὶ οὖν τοῦ δευτέρου ὁ λόγος ἐν ταῖς προλαβούσαις ἡμέραις, εἴπω δὲ καὶ ἐν αἷς τὸ παρόν, διὰ τοῦτο μόλις καὶ ἄρτι ἐξεληλυθότες τῆς πόλεως εὐδοκίᾳ θεοῦ φθεγγόμεθα ὑμῖν, πατέρες καὶ ἀδελφοί, φθεγγόμεθα δὲ ἀποστολικαῖς φωναῖς· χαίρετε ἐν Κυρίῳ πάντοτε, καὶ πάλιν ἐρῶ, χαίρετε, οὐ κατὰ τὴν χαρὰν τοῦ τῇδε κόσμου (πλὴν ὅτι οὐδὲ χαρά, ἀλλὰ πάνυ θλῖψις, ἀτακτοῦντος τοῦ ὑπηκόου), ἀλλὰ χαίρετε κατὰ πνεῦμα ἁγιωσύνης, ὅτι ἐλυτρώθητε ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, ἐκ τῆς ματαίας ἀναστροφῆς, ἀπὸ σαρκὸς καὶ αἵματος, δουλεύοντες θεῷ ζῶντι καὶ ἀληθινῷ· ἐξ οὗ καὶ ὁ πρότερος κατὰ τὸν διωγμὸν μακαρισμὸς καὶ ὁ νῦν ξενισμός, ὧδέ τε κἀκεῖσε διεσπαρμένων ὑμῶν, ἕως οὗ ἐπίδοι Κύριος, εἰρήνην βραβεύων τῇ ἐκκλησίᾳ αὐτοῦ καὶ ἀποκαθιστῶν ἡμᾶς ἐπὶ τὸ αὐτό.

Τὸ δὲ νῦν ἔχον δέομαι ὑμῶν, ἀδελφοί, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθημεν μετὰ πάσης ἀσφαλείας καὶ προσοχῆς, μετὰ πάσης ταπεινοφροσύνης καὶ ὑπακοῆς τῆς εἰς ἀλλήλους, ἔχοντος τοῦ προηγουμένου τὸν τόπον τῆς ἀρχῆς οὐκ εἰς ἔπαρσιν δαιμονικήν, ἀλλ᾽ εἰς τύπον ἀρετῆς τῶν ἑπομένων, καὶ τῶνδε ὑπεικόντων καὶ πειθομένων ὡς ἐμοὶ τῷ ἀναξίῳ, μᾶλλον δὲ Χριστῷ, δι᾽ ὃν καὶ τὸ πᾶν τοῦ βίου καὶ ὁ καθ᾽ ἡμέραν προαιρετικὸς θάνατος. ὦ τέκνα, μέγα τὸ τῆς σωτηρίας μυστήριον· βλέπετε πῶς ἀναστρέφεσθε, μὴ ὡς ἐμπαθεῖς, ἀλλ᾽ ὡς ἀπαθεῖς, μὴ ὡς φιλόσαρκοι, ἀλλ᾽ ὡς φιλόθεοι. μὴ ἐπιβάλλοιτε τὰ ὄμματα ὄψεσι γυναικῶν, ἀλλὰ μηδὲ εἰς ἑαυτοὺς εἴητε παρρησιαστικοί· παρρησία γὰρ πῦρ καταφλέγον ψυχήν. μελετᾶτε τὸν θάνατον ἀεί, ὡς ἂν εἴητε παρασκευασμένοι πρὸς τὴν ἔξοδον ἐν χαρᾷ· τὰς παραδόσεις κρατεῖτε, τὰ ὡρισμένα τελεῖτε κατά τε ψαλμῳδίαν καὶ προσευχὴν καὶ εἴ τι ἕτερον. μὴ θησαυρίζετε ἑαυτοῖς χρυσίον εἰς τὸ ἐν καιρῷ ἐπισυναγωγῆς παρασχέσθαι αὐτὸ ἰδίοις ἢ φίλοις, ὡς ὅτι τὸ μοναστήριον φροντίσει τὰ καθ᾽ ὑμᾶς (οὐ τέκνων θεοῦ τοῦτο, ἀλλὰ σαρκοφρόνων), πῶς δὲ ἵνα τὰ κατὰ χρείαν γίνοιτο καὶ τὸ φθάσαν εἶναι προσενεχθῇ τῇ ἀδελφότητι, ἵνα ἐκ πολλῶν προσώπων τὸ συστατικὸν εἴη τοῦ κοινοβίου.

Ταῦτα δέ μοι εἴρηται, ἐπειδὴ ἤκουσται ὅτιπερ τινὲς ἤδη ἀπ᾽ ἐντεῦθεν ὁρίζονται· ‛τόδε‚, φησίν, ‛τὸ ζῷον καὶ τόδε τὸ ἱμάτιον εἴτουν ἕτερον βούλομαι τῷ δεῖνι ἐᾶσαι‚. ὢ τῆς ἀθλιότητος· ὢ τῆς ἀφροσύνης· οὐκοῦν οὔτε τέκνον ὁ τοιοῦτος οὔτε ἀδελφός, ἀλλ᾽ ἀλλότριος, ἀλλὰ ἱερόσυλος, οὗ ἡ μερὶς μετὰ Γιεζῆ τοῦ κλέπτου. μὴ δὴ οὕτως, ἀδελφοί, φρεναπατᾶσθε μηδὲ τοιαύτῃ διαθέσει φθαζόμενοι ἔνοχοι εὑρεθῆτε κρίματος αἰωνίου· ἐπεί, εἰ τοῦτο, κἀγὼ ποιήσω οὕτως καὶ διανείμω τοῖς κατὰ σάρκα ὅσα ἐν χερσί μου. εἰ δὲ ἐν ἐμοὶ τοῦτο οὐδὲ ἀκοῦσαι ἀνέχεσθε (οὐ γὰρ ἡγουμένου τὸ ἔργον, ἀλλὰ ἐχθροῦ θεοῦ), εἰκότως οὐδὲ ἐγὼ περὶ ὑμῶν· καὶ διὰ τοῦτο ἀσφαλίζομαι καὶ τὸ δικαίωμα τοῦ θεοῦ ἀναγγέλλω, ἀθωῶν ἑαυτὸν τοῦ αἵματος τοῦ ἐνόχου τῆς ἁμαρτίας, καὶ οὐχ ὡς ἐπιζητῶν χρυσίον (μὴ πλανᾶσθε), ἀλλὰ τὸ σῶσμα τῶν ψυχῶν ὑμῶν. ἐπεὶ καυχήσομαι ἐν Κυρίῳ· μέγα μοι πλούτου ὑπόθεσις μετὰ τοῦ κορυφαίου τῶν ἀποστόλων λέγειν, ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, καίπερ οὕτω φιλοῦντι ἐν ἀφροσύνῃ λέγω· ἐπιδίδοταί μοι τοσοῦτον, ὥστε καὶ ἐκκακεῖν με λαμβάνειν.

Ταῦτα ὡς φιλῶν γράφω καὶ ἀσφαλίζομαι. ὁ δὲ θεὸς τοῦ πατρός μου, ὁ τῆς εἰρήνης δοτήρ, ὁ τοῦ ἐλέους χορηγός, ὁ ποιμὴν ὁ καλὸς ἔτι ποιμανεῖ ἡμᾶς καὶ ὑμᾶς, μηδὲν ὑστερῶν τῶν δεόντων κατά τε πνεῦμα καὶ σωματικὴν ζωήν· καὶ ἀξιώσειεν καὶ τῆς αἰωνίου βασιλείας.

Ἀβρααμίῳ ξενοδόχῳ Φίλου γνήσιον γνώρισμα τὸν φιλούμενον ἐπισκέπτεσθαι εἴτε δι᾽ αὐτοψίας εἴτε διὰ γράμματος, ὥστε ἐντεῦθεν γνώριζε ἡμᾶς ἀγαπᾶν σε, τιμιώτατε καὶ περιφανέστατε. ἀγαπῶμεν δέ σε εἰκότως, καὶ τοῦτο κατ᾽ αἰτίας διαφόρους· ἡ πρώτη διὰ τοὺς ποτὲ ὑπάρξαντας βασιλεῖς αὐθεντικοὺς ἡμῶν, ἐπείπερ ἐκεῖνοι, ὡς οἶδας, τῶν φιλούντων καὶ φιλουμένων· ἡ δευτέρα διὰ τὸ πρὸς τὴν ταπείνωσιν ἡμῶν συμπαθητικόν σου, ὁπότε ἦμεν ἐν τοῖς Ἀνατολικοῖς, ἡνίκα τὴν προσηγορίαν ἡμῖν διεπέμψω καὶ ὅσα κατὰ τὸν Σμυρναίων ἀσεβέστατον πρόεδρον· ἡ τρίτη διὰ τὴν τοῦ ὀρθοῦ φρονήματος δόξαν, ἣν περισσοτέρως ἐξηγόρευκεν ὁ πνευματικὸς ἡμῶν καὶ ἠγαπημένος ἀδελφὸς καὶ γραμματηφόρος, προσθείην δ᾽ ἂν καὶ διὰ τὸν κοινὸν φίλον κύριον Ἀρκάδιον, τὸν σύντροφον λέγω καὶ σύμψυχον, ὃν καὶ περιέπεις ἐν τοῖς σοῖς, ὡς μανθάνω.

Ἀλλ᾽ ἐπειδὴ φίλου ἔργον καὶ ὑπομιμνήσκειν ἐν οἷς χρὴ τὸν ἀγαπώμενον, ὑπομνήσκομεν καὶ παρακαλοῦμεν τὴν μεγαλειότητά σου πεφεισμένως καὶ προσεκτικῶς διεξέρχεσθαι αὐτὴν ἐν τῇ καταπιστευθείσῃ αὐτῇ ὑπὸ τῶν μεγάλων βασιλέων διακονίᾳ. καὶ μή μοι λεγέτω ὅτι ἀναγκάζεται φόβῳ οὕτω διαπράττεσθαι· φόβου γὰρ θεοῦ οὐδὲν μεῖζον καὶ σωτηρίας ψυχῆς οὐδὲν ἀναγκαιότερον. τί γὰρ ὠφελήσει ἄνθρωπος, φησίν, ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; καὶ ὁ ἰατρὸς ἐν ταῖς περιστάσεσι ζητητέος καὶ ὁ κυβερνήτης ἐν τῷ κλύδωνι· ἢ οὐχ ὁρᾷς ὅτι κλύδων μέγας καὶ θεομηνὴς πληγή; ἰάτρευσον, δέσποτα, κυβέρνησον, ἵνα καὶ σεαυτὸν σώσῃς καὶ τοὺς ὑπαιτίους ἐξιάσῃ καὶ ἀναστοιχειώσῃς εἰς εὐστάθειαν, ἀνεχόμενος τὴν ἀπειλὴν ὡς καὶ αὐτὸς ὢν ἐν σώματι καὶ ὑπὸ τὸ πταιστόν· οὕτως γὰρ καὶ θεὸν κτήσῃ ἵλεω, θεοῦ δὲ περιέποντος τίς ὁ κακώσων; μνήσθητι, κύριέ μου, ὅτι σὰρξ εἶ καὶ αὐτὸς καί, ὡς φοβῇ τὰς πληγάς, φείδου τῶν πληγῶν· ἐπείπερ, οἵῳ μέτρῳ μετροῦμεν, ἀντιμετρηθήσεται ἡμῖν. μνήσθητι, ἀδελφὲ καλέ, ὅτι σήμερόν ἐσμεν καὶ τί τέξεται ἡ ἐπιοῦσα οὐκ οἴδαμεν, ὡς μὴ εὑρεθῆναι ἡμᾶς κωμῳδουμένους καὶ κατηραμένους καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι. μνήσθητι τῆς ἀποφάσεως ἐκείνης τῆς φοβερᾶς καὶ ἀπαραλογίστου, ὑφ᾽ ἧς οἱ ἀνελεήμονες εἰς πῦρ ἄσβεστον ἐκπεμφθήσονται.

μνήσθητι ὅτι παραστήσονται ἡμῖν τὰ εὖ πεπονθότα πρόσωπα καὶ τὰ δεινοπαθήσαντα ὑφ᾽ ἡμῶν· καὶ τί ὠφελήσει τότε τὸ ἐνταῦθα ἀκοῦσαι ἡμᾶς ἱκανούς;

Μή, παρακαλῶ, μὴ οὕτως εἰς ἑαυτοὺς τὸ ξίφος ὠθῶμεν· φιλῶν λέγω καὶ μάλα κηδόμενος, δέσποτα. τέλος τοῦ λόγου, ἀκούσαιμι ἀπὸ τοῦ νῦν ἀγαθὰς ἀκοὰς καὶ φιλανθρώπως παιδευτικὰς περὶ τοῦ ἐμοῦ κυρίου, ἵνα ᾄσω, ἵνα γνῶ ὡς ὑπακουόμενος ἔσομαι καὶ πρὸς τὸ ἑξῆς ὑπὸ τοῦ ἐμοῦ φίλου. ἤδη γὰρ καὶ οἱ γειτνιάζοντες ἡμῖν ἐνταῦθα ἔμφοβοι καὶ ἔντρομοί εἰσιν ἐξ ὧν ἀκούουσι, καίπερ μὴ ἐπταικότες τι· ‛τύραννός ἐστιν ὁ ἐρχόμενος, μάχαιραν ἐπιφέρεται, πτωχὸς οὐχ ὑποίσει ἀπειλήν· οὐχ ἵνα ἀνταγωνίσηται δέχεται, κἂν μὴ βούλοιτο, ἐπὶ τούτῳ οὐχ ὑπεύθυνος· οὐδὲ γὰρ αὐτὸς ἐγὼ καταληφθεὶς οὕτως δυνηθείην ἂν ἑτέρως δρᾶσαι‚. ἐὰν δὲ πέρα τούτων τὸ αἴτιον, καλῶς, ἀλλὰ καὶ οὕτως συμπαθῶς, ὡς ἐν ὀφθαλμοῖς Κυρίου· ἐξ οὗ καὶ εὐσταθήσει μᾶλλον τὸ ὑπήκοον, δουλούμενον εὐνοίᾳ τοῖς νικοποιοῖς βασιλεῦσιν.

Ὑπατίῳ τέκνῳ Οὐκ ἀπαθῶς καὶ ἡμεῖς οἱ ταπεινοὶ ἐδεξάμεθα, ὦ τέκνον, τὴν ἱερὰν κοίμησιν Ἰακώβου τοῦ ὁμολογητοῦ Χριστοῦ καὶ ἡμῶν ἀδελφοῦ ἀξιεράστου, ἀλλ᾽ οὖν οὐδὲ ἀπεριχαρῶς. τὸ πρῶτον διὰ τὸ πνευματικὸν φίλτρον (τί γὰρ ἢ υἱός, καὶ υἱὸς τηλικοῦτος, οὗ ἐγὼ διὰ τὰς ἁμαρτίας οὐδὲ παῖς καλεῖσθαι ἄξιος;), τὸ δὲ διὰ τὴν ἐλπίδα, μᾶλλον δὲ διὰ τὸ λυσιτελές, καὶ οὐχ ἡμῶν μόνον, ὧν ὡς μέλος κόσμος ἱερὸς καθίστασθαι πέφυκεν, ἀλλὰ γὰρ καὶ πάσης τῆς τοῦ θεοῦ ἐκκλησίας· τί γὰρ οἴει τὸν ἄνδρα; ἀλλ᾽ οὐχ ὁμολογητήν; ἀλλ᾽ οὐχὶ μάρτυρα; ἀλλ᾽ οὐχ ὅσιον; ἐκ νεότητος ἤθλησεν ἀσκητικῶς ὑποταγεὶς ἐννόμως, κατὰ παθῶν ἀνδρισάμενος, παρθένον τὸ σῶμα φυλάξας δι᾽ ὑπωπιασμῶν ἐγκρατικῶν καὶ δουλαγωγιῶν, οὕτως ὡς ἔτυχεν ἐσθίων, οὕτως καθεύδων, ἔτι ὑγιαίνων ὡς ξενίζειν τοὺς ὁρῶντας, ὑποχωρητικὸς ὡς τὰ πολλά, ἐφ᾽ ὅσον οἷόν τε καὶ εἰς ἑαυτὸν ἐπαναγόμενος κἀντεῦθεν πτερῶν ἑαυτὸν πρὸς τὸν οὐράνιον ἔρωτα. καὶ μή τις νομίσειεν ὑποπλάττεσθαί με ψυχαγωγίας ἕνεκεν τῶν ἀκουόντων λόγους· μάρτυς θεὸς καὶ ὁ ἐκείνου παιδαγωγὸς Λουκιανὸς ὁ ἱερός, κἂν δυσανέγερτος, ἐξ οὗ μοι καὶ ἡ τῶν ἀγνοουμένων δήλωσις.

Ταῦτα ὡς ἴνδαλμά τι σχέδιον τῆς ἀσκήσεως· ἐπὶ δὲ τῆς ὁμολογίας πόσοι καὶ ἡλίκοι; θέατρον ἐγενήθη καὶ ἀγγέλοις καὶ ἀνθρώποις. ὢ τῆς εὐθύμου καὶ θεοφιλοῦς καρδίας· εἰσῆλθεν εἰς τὸ στάδιον ὡς Χριστοῦ στρατιώτης, ἀδείλαντος, ἀτρέμας· ἐντεῦθεν καὶ ἐντεῦθεν οἱ ὑπηρέται τοῦ σκότους κατέξαναν ταῖς πληγαῖς νῶτα, στέρνα, βραχίονας, ἐξέχεαν αἵματα, ὑπέτεμον σάρκας, εἴασαν εἰς γῆν ἐρριμμένον τὸν ἅγιον, μὴ προέμενον ῥῆμα ἀριστερὸν τὸ καθόλου, ἀλλὰ θεοτελῆ τὴν μαρτυρίαν ποιούμενον, καὶ ταῦτα ὑπὲρ Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ καὶ θεοῦ ἡμῶν· τὸ γὰρ περὶ τῆς ἁγίας αὐτοῦ εἰκόνος ἐναθλεῖν ὑπὲρ αὐτοῦ ἐκείνου ἐστὶ μαρτυρεῖν. ἀκουσάτωσαν πραεῖς καὶ εὐφρανθήτωσαν, χορευσάτωσαν φιλομάρτυρες καὶ γεγηθέτωσαν· αἰσχυνέσθω διάβολος, πιπτέτω εἰκονομάχων στῖφος. ἐκ τῶν ἔργων ἀμφοτέρων θεοκελεύστως ἐπιγνώσατε ἀμφοτέρους· οἱ μὲν γὰρ οὐ τόνδε μόνον, ἀλλὰ γὰρ καὶ πολλοὺς τῶν ἡμετέρων καὶ οὐχ ἡμετέρων, ἡμετέρων δ᾽ οὖν ὅμως (ἐπειδὴ οἱ πάντες ἓν σῶμα ἐν Χριστῷ Ἰησοῦ, ὃς κεφαλὴ πάντων) ὡσαύτως ᾐκίσαντο, ἔκτειναν, ἐλιμαγχονήσαντο καὶ ὅσα ἄλλα τούτοις ἑπόμενα· ὁ δέ, ἀπὸ τῶν δυσφορωτάτων ἐκείνων πληγῶν παραλυθεὶς καὶ ἐξαρθρωθείς, καὶ χειρουργεῖται ἀνίαις δριμείαις τὸ σῶμα καὶ ἔκτοτε μέχρι τέλους ἐντεῦθεν διαλελυμένος ὡς καθ᾽ ἡμέραν ἀποθνήσκων διετέλει, καί γε ἐν εὐχαριστίᾳ, καί γε ἐν ταπεινοφροσύνῃ.

εἰ δέ, ὡς σὺ φῆς, καὶ τὸν θάνατον αὐτοῦ προηγόρευσε, καὶ τοῦτο ἀκόλουθον τῶν ἄθλων. ἐπειδὴ δὲ προεῖπας καὶ πολυάνθρωπον συνδρομὴν γενέσθαι τῆς κηδείας καί γε καὶ ἀπὸ τῶν περιφανῶν κατ᾽ ἀμφότερα, ἔτι μαρτύριον τοῦ λόγου· οὐ γὰρ ἂν εἰς ἄνθρωπον ἀφανῆ τὸ κατὰ σάρκα, εἰ μὴ θεοῦ νεῦσις, ἡ τοιαύτη συνάθροισις ἐγεγόνει.

Ἐκεῖνος μὲν οὖν μετέβη πρὸς οὐρανὸν καὶ προσετέθη τοῖς συνάθλοις, καὶ ηὔξησεν ὁ χορὸς τῶν ἀπ᾽ αἰῶνος ὁμολογητῶν καὶ μαρτύρων, ἐφ᾽ ᾧ χαρὰ ἐν οὐρανῷ καὶ θυμηδία· οὗ ταῖς εὐχαῖς σωθείημεν, ἀδελφοί, εὕροιτε δὲ μισθαποδοσίαν ἀξίαν τῆς ὁσίας ἐξυπηρετήσεως αὐτοῦ. εὐλογημένοι δὲ καὶ οἱ συναγερθέντες ὡς ἀληθῶς εὐσεβεῖς, ὡς ἀληθῶς φιλομάρτυρες· ὧν ἡ μερὶς μεθ᾽ οὗ ἐξεκομίσαντο εἶεν. περὶ τοῦ τιμίου αὐτοῦ λειψάνου, ὡς γέγραφα περὶ κανόνος, εἰ εὐδοκεῖ Κύριος, ποιήσω. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ· καὶ γὰρ πᾶσι τοῖς ἀδελφοῖς ἀναγνωστέον. ἀσπάζεται ὑμᾶς ὁ κύριος ὁ ἀρχιεπίσκοπος, ὁ πρωτοπρεσβύτερος, ὁ οἰκονόμος καὶ οἱ λοιποὶ ἀδελφοί. ὁ Κύριος μεθ᾽ ὑμῶν. ἀμήν.

Πέτρῳ Νικαίας Αὕτη ἡ παρ᾽ ἡμῶν συμβουλὴ πρὸς τὴν ἐρώτησιν τοῦ κυρίου ἡγουμένου, ἵνα μέχρι τῶν Ἁγίων Ἀποστόλων καὶ λυθῶσι πάντες τοῦ ἐπιτιμίου, μετέχοντες τῶν ἁγιασμάτων, οὐ μέντοι ἐνεργεῖν τοὺς ἱερεῖς τὰ τῆς ἱερωσύνης ἕως ἐλεύσεως ὀρθοδόξου συνόδου, ἐν ᾗ πᾶσα λύσις καὶ πᾶσα θυμηδία. κοινῶς δὲ πάντες ὡς κοινοὶ μοναχοί, εἴτε ἱερωμένοι εἴτε μή, εὐλογείτωσαν καὶ εὐλογείσθωσαν, εὐχέσθωσαν καὶ εὐχὰς λαμβανέτωσαν. ἐπειδὴ δὲ ἀναγκαῖον καὶ λειτουργίαν θείαν ἐπιτελεῖσθαι, ἵνα χειροτονηθῇ καὶ πρεσβύτερος καὶ διάκονος, ἀναπληροῦντες τὸν τόπον τῶν εἰργομένων, ὧν οὐχὶ φθόνος, ἀλλ᾽ εὐχαριστία γνωριζέσθω, ἐπείπερ ἀλλήλων τὰ βάρη βαστάζειν ἀποστολικῶς διατετάγμεθα, ἤδη τούτου προδιομολογουμένου ὑπὸ πάντων, τὸ εἰ παραχωρήσοι θεὸς κατὰ τὰ ἀθεώρητα αὐτοῦ κρίματα τῆς δικαιοσύνης πάλιν διωγμὸν ἀναφθῆναι, πάντα ἑλέσθαι μέχρι θανάτου ἢ τὴν ἀλήθειαν προδοῦναι.

Οὕτως ἡμεῖς οἱ ταπεινοὶ φρονοῦμεν, ἐπεὶ καὶ πᾶσιν ἀποκρινόμεθα· ὡς δὲ δοκεῖ τῇ πατρικῇ σου ἁγιωσύνῃ, εἴη ἂν πάντως τὸ εὐκριτώτερον.

Δημητρίῳ ὑπάτῳ Μικροῦ καὶ πρότερον διὰ τοῦ γράμματος ἀπελογησάμεθα ὡς πολλὴ καὶ ὑπὲρ τὴν ἀξίαν ἡμῶν ἡ πίστις σου, δέσποτα, ἥ τε τιμὴ καὶ ἡ ἀγάπησις. ἡμεῖς δὲ οὐχ οὕτως ἐσμέν, καθὰ ὑπολαμβάνετε, ἀλλ᾽ ἁμαρτωλοί, εἰς οὐδὲν ὄφελος οὔτε ὑμῖν, οὔτε μὴν ἄλλοις ὑπάρχοντες. εἴη δὲ ὑμῖν κατὰ τὴν πεποίθησιν ὁ μισθὸς καὶ ὁ ἔλεος παρὰ Κυρίου σὺν τῇ κυρίᾳ ὑπατίσσῃ καὶ τοῖς εὐγενέσιν ὑμῶν κλάδοις· ὧν καὶ τὰς προσφορὰς δεξάμενοι προσηνέγκαμεν Κυρίῳ τὰ χαριστήρια.

Ἀλλ᾽ ἐπὶ τὸ κατεπεῖγον ὁ λόγος. ἐλυπήθησαν, φησί, τινὲς διὰ τὸν δεύτερον Ἡρώδην, ὅτι ὀρθόδοξος ἦν καὶ ἡ ἐκκλησία μνημονεύει αὐτοῦ. πρῶτον μέν, Ἡρώδην σύνηθες λέγειν τοὺς κρατοῦντας, καθά φησιν ὁ Θεολόγος, ἐὰν Ἡρώδῃ παραστῇς, σιώπησον· ἔπειτα σκοπείτωσαν οἱ ἐπισκήπτοντες, εἰ μὴ εἰκότως ἡ ἀφομοίωσις. ὁ πρῶτος Ἡρώδης, γυναῖκα ἔχων τὴν θυγατέρα Ἀρέτα τοῦ βασιλέως καὶ ταύτην ἐκβαλών, εἴληφε τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ εἰς δεύτερον συνοικέσιον· καί, ἐπειδὴ παρὰ τὸν νόμον τοῦτο, ἐλέγχεται ὑπὸ τοῦ Προδρόμου· καί, μὴ φέρων τὸν ἔλεγχον, κτείνει τὸν προφήτην. εἶτα μετὰ μικρὸν ὑπὸ τοῦ ἰδίου λαοῦ ἀνασοβευθεὶς φονεύεται, τοῦ δικαιοκρίτου θεοῦ ἀξίαν ἐπαγαγόντος δίκην τῷ φονευτῇ, ἀντὶ θανάτου ὁσίου θάνατον οἴκτιστον.

Ἔλθωμεν ἐπὶ τὸν περὶ οὗ ὁ λόγος. γυναῖκα καὐτὸς ἔχων Μαρίαν, τὴν νομίμως συναφθεῖσαν αὐτῷ ἐκ νεότητος, ἐκβαλὼν ταύτην μοιχικῶς κατὰ τὸν λόγον τοῦ Κυρίου εἴληφε γυναῖκα Θεοδότην κουβικουλαρέαν εἰς δεύτερον συνοικέσιον· καί, ἐπειδὴ παρὰ τὰ εὐαγγέλια τοῦτο, ἐλέγχεται ὑπὸ Πλάτωνος κατὰ πρόσωπον· καί, μὴ φέρων τὸν ἔλεγχον, κλείει τὸν ὅσιον ὡς τεθαμμένον. εἶτα μετὰ μικρὸν ὑπὸ τοῦ ὑπηκόου ἀνασοβευθεὶς τυφλοῦται. τοῦ δικαιοδότου θεοῦ προσήκουσαν ἐπαγαγόντος δίκην τῷ φρουριστῇ, ἀντὶ φυλακῆς ὁσίας πήρωσιν ὀφθαλμῶν. ἐνωτισάσθω οὖν πᾶς ἔχων νοῦν ὡς ἄρα δικαίως δεύτερος Ἡρώδης Κωνσταντῖνος, ἐπὰν οὐκ ἄλλος ἔκτοτε μέχρι τοῦ δεῦρο πέπραχε τοιοῦτον, ὀνομάζοιτο, αὐτὸς ἑαυτῷ προξενήσας πρακτικῶς τὸ ὄνομα. καὶ περὶ τούτου πράγματα μὴ παρεχέτωσαν ἡμῖν. οὐ δύναται Χριστός, ἡ ἀλήθεια, ψεύσασθαι, ὅτι μοιχός ἐστιν, οὐδὲ ὁ ἀντιπίπτων, ὅτι μὴ οὐχὶ θεομαχεῖ· καὶ οὐ λήξοι λαλούμενον ὃ ἐποίησεν ὁ μοιχεύσας ἕως συντελείας τοῦ αἰῶνος.

Ἀλλ᾽, ἐπειδὴ οἱ λυπούμενοι συναπήχθησαν τῇ μοιχείᾳ, ἀνιῶνται κακῶς τῇ ὑπομνήσει, δέον αὐτοὺς ὁμολογεῖν τὸ ἀληθὲς καὶ προσπίπτειν καὶ προσκλαίειν τῷ θεῷ ὑπὲρ τῆς ἀπαγωγῆς, ἐφ᾽ ᾗ καὶ δώσουσι λόγον ἐν ἡμέρᾳ κρίσεως μὴ μετανοοῦντες. οἱ δὲ πρὸς τὸ παροξύνειν τὸν θεὸν ἔτι ἁμαρτίας ἐφ᾽ ἁμαρτίᾳ ἐπισπῶνται· ἢ λέληθεν αὐτοὺς οἷος διωγμὸς ἐντεῦθεν ἀνήφθη πανταχοῦ καὶ ὅσοι ἐμοίχευσαν ἐκ τοῦ προύχοντος παραδείγματος; καὶ τἆλλα σιωπῶ λέγειν αἰδοῖ τινων προσώπων. παυσάσθωσαν λυπεῖσθαι λύπην θεοστυγῆ, οἵτινες ἂν εἶεν· πρόσωπον γὰρ θεὸς ἀνθρώπου οὐ λαμβάνει· καί, παρ᾽ ὃ ἐκ τοῦ εὐαγγελίου παρελάβομεν, ἐάν τις εὐαγγελίζηται ἕτερον, μέχρι καὶ ἀγγέλου, ἀναθέματι ὑποβάλλεται, καθὰ βοᾷ ὁ μακάριος ἀπόστολος. ταῦτα εἰδὼς καὶ ὁ εὐλαβέστατος ἡγούμενος μὴ ἐγκαλείτω περὶ τοῦ Ἁγίου Θεοφάνους ὅτι ᾐτιάθη ἐν τῷ πράγματι· ἀληθείας γὰρ οὐδὲν προτιμότερον. καὶ οὐκ ἀπαναίνεται ἀκούων ὡς οὐδὲ Πέτρος ὁ μέγας ἀπόστολος τὴν ἄρνησιν, οὐδὲ Δαυὶδ ὁ ἅγιος τὴν μοιχείαν, οὐδὲ Κυπριανὸς ὁ ἱερομάρτυς τὴν γοητείαν; περὶ δὲ τοῦ ὅτι ὡς ὀρθόδοξος μνημονεύεται ἐν τῇ ἐκκλησίᾳ οὐδὲν προσίσταται τῷ εὐαγγελίῳ, ἐπεὶ μνημονεύεται καὶ Οὐαλεντινιανός, ἀλλ᾽ οὐ κατὰ τὸ δύο ὁμοῦ γυναῖκας ἔχειν παρανόμως, ἀλλὰ κατὰ τὴν ὀρθὴν πίστιν· καὶ Ἰοβιανός, ἀλλ᾽ οὐ, καθὼς ἱστορεῖται, ὅτι ἀρρενοφθόρος ἦν· καὶ Νικηφόρος, ἀλλ᾽ οὐ καθὸ πλεονέκτης.

καὶ πολλοῦ ἐστι λέγειν περὶ τῶν ἄλλων, οἵ, κἂν τὰ ἄλλα διαβεβλημένοι, διὰ δὲ τὴν ὀρθοδοξίαν μόνον μνήμης ἔτυχον ἐκκλησιαστικῆς.

Ταῦτα ἐχέτω ὧδε. αὐτὸς δέ, δέσποτα, κάτεχε ἀσφαλῶς τὸ σύγγραμμα, μὴ ἔκφορον αὐτὸ ποιῶν, ἐπειδὴ κίνδυνος, καθὰ ἀναγγελεῖ ὁ γραμματηφόρος. ὁ Κύριος μετὰ τοῦ πνεύματος ὑμῶν. ἀμήν.

Εὐαρέστῳ τέκνῳ Ἐκ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας μου, προσθείην καὶ δακρύων, ἡ ἐπιστολὴ αὕτη, ἀδελφέ, διότι ἀκήκοα ἀποθανεῖν σε τὸν τῆς ἁμαρτίας θάνατον· φασὶ γὰρ ἀπορριψάμενον τὸ ἐπάγγελμα τῆς παρθενίας, τὸ ἔνδυμα τὸ ἀγγελικόν, τὸ σεβάσμιον καὶ ἀγγέλοις καὶ ἀνθρώποις πολίτευμα, λαβεῖν σε γυναῖκα μοιχικῶς, μᾶλλον δὲ τὴν Εὔαν εἰπεῖν κυριώτερον· αὕτη γάρ σε τοῦ παραδείσου τῆς ἁγίας ζωῆς ἐκβαλοῦσα ἔθετο εἰς πένθος μὲν ἐμοὶ τῷ ἁμαρτωλῷ σου πατρὶ εἴς τε αἰσχύνην τῆς ἀγγελικῆς σου ἀδελφότητος καὶ εἰς ἔπαρσιν καὶ αὔχημα τῷ διαβόλῳ. ὤ, τί γέγονεν; φεῦ, πῶς σε ἐχειρώσατο ὁ δράκων, εἰς οἷον δέ σε ἀπέρριψε βάθος δυσωδίας; τὸ φῶς γέγονας σκότος, ἡ Χριστοῦ εὐωδία δυσωδία, ὁ ἱερὸς μιαρός, ὁ τίμιος ἄτιμος, ὁ ἔνδοξος ἄδοξος, ὁ ἄσχετος τῷ δαίμονι χειροδέσμιος, ὁ φιλητὸς μισητός, τὸ πρόβατον Ἰησοῦ θηριάλωτον (προσθήσω τὰ μείζω), ὁ δεδιωγμένος ἕνεκεν τῆς δικαιοσύνης κατειλημμένος ὑπὸ τῆς ἁμαρτίας, ὁ ὁμολογητὴς ἀρνητής, ὁ τὸν μακαρισμὸν ἐπὶ κορυφῆς ὡς διάδημα φέρων ἀφῃρημένος τὸ θαυμαστὸν ὄνομα τοῦ μοναχοῦ.

Οἴμοι, τίς ἀκούσας οὐ στενάξειεν, τίς δὲ κατανοῶν οὐ φρίξειεν; ᾔσχυνας τὸ μοναχικόν, ἐφόβησας τοὺς ἑστηκότας, ἐσάλευσας τοὺς ὀκλάζοντας, ἔπιες ποτήριον ἀνομίας, εἵλκυσας τὸ καθ᾽ ἑαυτὸν τοὺς ὁμοταγεῖς ἀπογεύσασθαι τοῦ θανάτου. ὤ, καὶ αὖθις λέγω, τί πέπονθας ἐλεεινέ; πῶς ὁ ἑωσφόρος ἐσκοτίσθης; πῶς τὸ χρησιμεῦον σκεῦος συνετρίβης; οὐκ αἰδῇ κἂν τὸ ὄνομά σου, ὅτι, Εὐάρεστος καλούμενος, Δυσάρεστος ἐχρημάτισας; οὐ πέρυσι ἧκες πρός με, ἐπεὶ καὶ πρὸς τὸν κῦριν τὸν ἀρχιεπίσκοπον, ὅλος ὑγιής, εὔθυμος, πρόθυμος, ὑπὲρ ἑτέρου μᾶλλον ἀδελφοῦ σου παρακλήτωρ καὶ ἀνορθωτής; πῶς ἐξάπινα ἐξέλιπες; πῶς ἀπετυφλώθης; πῶς ἠμνημόνησας καὶ θεοῦ καὶ ἡμῶν τῶν τε προηνυσμένων ἀσκητικῶν σου πόνων καὶ ἱδρώτων; ἐπεὶ ἦς καὶ τῶν χρησίμων, καὶ τῶν ἐν ταῖς ὑπερεχούσαις διακονίαις τεταγμένων. εἶτα τί; μικρὰ προσβολὴ τοῦ ἐχθροῦ, ἐπιθυμία ἔχουσα μὲν τὸ δοκεῖν γλυκύ, συνειλιγμένη δὲ διστόμῳ μαχαίρᾳ, ἧς τῆς πικρίας οὐδὲν χολωδέστερον, δραξαμένη σε κατήγαγεν ὡς ἀπ᾽ οὐρανοῦ τῆς ὑψηλῆς πολιτείας, δείκνυσι δὲ ὡσεὶ τραυματίαν, καθεύδοντα ἐν τάφῳ. τί γὰρ ἄλλο ἐστὶν εἶναι τὸν ἐν τῇ ἁμαρτίᾳ ἢ ἐν φθορᾷ;

οὐ τί που φῶς νοερόν, οὐδεμία ἐλπίς, οὐδεμία γλυκύτης ψυχῆς, οὐδεμία διανόησις ἱερά, ἀλλὰ νὺξ βαθεῖα, μύσις τοῦ διανοητικοῦ, δαγμὸς καρδιακός, φόβος καὶ τοῦ τυχόντος, ἐν τῷ βορβόρῳ κυλινδεῖσθαι καθ᾽ ἑκάστην ὡσεί τι ἰλυσπώμενον κνώδαλον. ἔ, ἔ, τί εἰργάσατο ὁ δαίμων; τί σε ἀπετέλεσεν ἡ παγκατάρατος ἐπιθυμία; δι᾽ ἧς ἀπὸ τοῦ αἰῶνος οἱ ἠπατημένοι οὐδὲ τὰ ἐνταῦθα κεκερδήκασιν, ἀλλὰ καὶ τὰ οὐράνια ἀπώλεσαν, ἓν κληρονομήσαντες μόνον, τὸ πῦρ τὸ αἰώνιον.

Ἀλλὰ δεῦρο, υἱέ μου, ἀνακλήθητι, καλῶ σε ἀπὸ βαθέων καρδίας μου, ἀπὸ σπλάγχνων ἐμπυριζόντων με, ἐπειδὴ ἡ σὴ δόξα ἐμή, ὡς καὶ ἔμπαλιν ἡ αἰσχύνη. δεῦρο, ἐξεγέρθητι, ὁ Κύριος κεκέλευκεν· οὐ μὴ μνησθῶ, φησί, τῶν ἀνομιῶν σου καί, μὴ ὁ πίπτων οὐκ ἀνίσταται; καί, εἶδον ὅτι πορεύῃ στυγνὸς καί, ἴαμαι τὸ σύντριμμά σου. ἴδε θεὸς ἀγαθός, ἴδε ἰατρὸς ἐλεήμων. ναί, δέομαί σου, τέκνον (τέκνον γάρ μου εἶ, κἂν ἀποτέθνηκας), μὴ ἀναμείνῃς ἔτι τῇ ἁμαρτίᾳ· διαρρήσσων διάρρηξον τάχει τὰ συμπλακέντα σοι ὑπὸ τοῦ διαβόλου σχοινία καί, ὡς ἀπὸ βόθρου ἀναστάς, μεταπήδησον εἰς τὸ θαυμαστόν σου τῆς προτέρας ἀγωγῆς φῶς. κἀγώ σε ὑπτίαις χερσὶν ὑποδέξομαι, οὐκ ὀνειδίζων, ἀλλὰ οἰκτείρων, οὐ βαρύνων τὰ φάρμακα τῆς μετανοίας, ἀλλ᾽ ἠπιῶν αὐτὰ καὶ κουφίζων ὅσον οἷόν τε. καί γε σπεῦσον, σπεῦσον, πρὶν ἢ αἰφνίδιον ἐπελεύσεται ὁ ἀπότομος ἄγγελος, ἐλεεινῶς σε χωρίζων τοῦ σώματος καὶ εἰς κρίσιν αἰώνιον ἀποφέρων.

Σευηριανῷ υἱῷ πνευματικῷ Ὅσον εὔφρανεν ἡμᾶς ἡ μικρὰ ἐπιστολή, τέκνον, τοσοῦτον ἐλύπησεν ἡ μείζω· ὡς γὰρ μήπω κινήσαντός σου λόγον περὶ τῶν ἐν αὐτῇ ἐμφερομένων προτάσεων μήτε ἀκηκοότος πρὸς ἡμῶν τὸ δέον, ἤχθης νῦν προτεῖναι τὰς φωνάς, δῆθεν μὲν ἄλλῳ προσώπῳ μαχόμενος, μᾶλλον μὲν οὖν τῇ ἀληθείᾳ ἀντικαθιστάμενος, καίτοι μὴ ὀφείλων διδάσκειν, οὐ λέγω τοσοῦτον διὰ τὸ ὑφειμένον σε εἶναι (καί γε φέρε μακροθύμως), ἀλλὰ γὰρ καὶ διὰ τὸ τοὺς ἁλόντας τῇ αἱρετικῇ κοινωνίᾳ, ἐξ ὧν εἷς σύ, μὴ ἔχειν παρρησίαν ἀνοίγειν τὸ στόμα, μένειν δὲ ἐν ἡσυχίᾳ καθηκούσῃ καὶ αἰτεῖσθαι συγγνώμην μέχρι βίου παντός. ἔπειτα οὐδὲ τοσαύτη σοι εὐτεχνίας δογματικῆς ἐπιστήμη, ὡς εἰδέναι ἀκριβῶς φθέγγεσθαι, μήτε γραμματικῆς μήτε φιλοσοφίας ἁψαμένῳ, ὁπότε καὶ οἱ τούτων ἐπιστήμονες κατὰ θεὸν οὐκ ἴδιόν τι δογματίζουσιν, ἀλλ᾽ ἑπομένως τοῖς θεοφόροις. πόθεν οὖν σοι ἐπῆλθεν, ἐρωτῶ, λέγειν ‛οὐ σχετικῶς προσκυνεῖται ἡ εἰκὼν τοῦ Χριστοῦ‚; οἶδας γὰρ τί ἐστι σχέσις; ἡ σχέσις τῶν πρός τί ἐστιν, πρός τι δὲ τὸ πρωτότυπον καὶ παράγωγον, ἤτοι ὁ Χριστὸς καὶ ἡ αὐτοῦ εἰκών, ὅτι ἔχεται ἐν ἑκατέρῳ ἑκάτερον καὶ οὐκ ἀπέσχισται οὔτε τῷ κράτει οὔτε τῇ δόξῃ. ἰδοὺ ἀμαθαίνων οὐκ οἶσθα καὶ καλῶς ἐστιν ἐκεῖνο εἰπεῖν· εἶδον πονηρίαν ὑπὸ τὸν ἥλιον, ἄνδρα δόξαντα παρ᾽ ἑαυτῷ σοφὸν εἶναι καί, ὃ τούτου χαλεπώτερον, παιδεύειν ἄλλους φιλονεικοῦντα.

Οἷον δέ σου καὶ τὸ δεύτερον πρόβλημα; ‛λατρεύεται ὁ Χριστὸς ἐν τῇ αὐτοῦ εἰκόνι, ὥστε καὶ ἡ εἰκὼν λατρευτή‚. πόθεν τοῦτο ἢ παρὰ τίνος μαθὼν δογματίζεις; οὐδεὶς γάρ πω τῶν ἁγίων τοῦτο φαίη, ἀλλ᾽ ὅτι προσκυνεῖται ἐν τῇ αὐτοῦ εἰκόνι Χριστὸς καὶ προσκυνητὴ ἡ εἰκών, εἴτ᾽ οὖν τιμητικὴ εἴτ᾽ οὖν σεβαστή. ἀμφότερα γὰρ εἰς ταὐτὸν φέρει τὸν νοῦν, καὶ εἰκότως· ἐπειδὴ ἡ λατρεία, ὥσπερ καὶ ἡ πίστις, τῇ Ἁγίᾳ Τριάδι μόνῃ ἀναφέρεται, τὰ δ᾽ ἄλλα τοῖς ἄλλοις, τῇ μητρὶ τοῦ θεοῦ, τῷ ζωοποιῷ σταυρῷ, τοῖς ἁγίοις, τῇ σεπτῇ εἰκόνι Χριστοῦ καὶ πάσαις ἄλλαις ἁγιωτικαῖς εἰκόσιν, καὶ τοσοῦτον, ὅσον ὑπερέχει τὰ πρωτότυπα τῶν κατὰ ταῦτα παραγώγων. εἰ οὖν λατρεύεται, ὡς φῆς, ὁ Χριστὸς ἐν τῇ εἰκόνι, ἐπειδὴ τῆς Τριάδος τὸ λατρεύεσθαι, συλλατρεύεται ἐν τῇ εἰκόνι καὶ ὁ πατὴρ καὶ τὸ πνεῦμα. καὶ τί τὸ ἐντεῦθεν συναγόμενον; τὸ καὶ τὸν πατέρα καὶ τὸ πνεῦμα σεσαρκῶσθαι· οὗ τί ἂν γένοιτο ἀσεβέστερον; ἐπειδὴ δὲ αὖθις φῆς ‛λατρευτὴ καὶ ἡ Χριστοῦ εἰκών‚, κατὰ τὸ ἀκόλουθον οὐδὲν ἄλλο ἢ τετραδίτης εὑρεθήσῃ, λατρεύων μετὰ τῆς Τριάδος καὶ τῇ εἰκόνι Χριστοῦ.

οὐ μήν, ὅτι καὶ προσκυνοῦντι τῇ Τριάδι, ἐπειδὴ καὶ τῇ εἰκόνι, τὸ αὐτὸ ἀκολουθήσει ἄτοπον· εἴρηται γὰρ ὅτι ἡ τιμὴ καὶ ἡ προσκύνησις κοινοποιοῦνται μέχρι καὶ τοῦ τυχόντος ἀνθρώπου, οὐ μὴν ἡ πίστις τε καὶ λατρεία· ὥσπερ γὰρ πιστεύομεν εἰς πατέρα καὶ υἱὸν καὶ Ἅγιον Πνεῦμα μόνον, οὕτω καὶ λατρεύομεν.

Ταῦτα ἐνωτισθεὶς ἀπόσχου, ἀδελφέ, παρακαλῶ, τῆς κενοφωνίας καὶ Τζυκαλικῆς, ἤγουν Κενδουκλαδικῆς, αἱρέσεως, ἥτις ἐκ διαμέτρου πρὸς τὴν εἰκονομαχικὴν ἀντιφέρεται· εἰ δέ, ὅπερ μὴ γένοιτο, ἐπιμενεῖς, γίνωσκε μέρος μεθ᾽ ἡμῶν μὴ ἔχειν, μᾶλλον δὲ μηδὲ μετὰ παντὸς ὀρθοδόξου. μετὰ πόνου μοι περὶ σοῦ ὑπηγορεύθη ἡ ἐπιστολὴ αὕτη.

Θεοδώρῳ μονάζοντι Ἡδύνθην, οὐκ ἐδάχθην, ἐφ᾽ οἷς καθήψω μου, τιμιώτατε· οὐδὲ γὰρ οὕτως ἀνουθέτητός εἰμι, ὡς ἐν ταῖς ἀγαπητικαῖς ὑποκρούσεσι δυσχεραίνειν. εἰ δὲ καὶ ἐδάχθην, οὐ διὰ τὴν ὑπόμνησιν, ἀλλὰ διὰ τὴν ἑκάστου αἵρεσιν, ἐξ ἧς τέτμηται τὸ σῶμα τοῦ Χριστοῦ, εἰς μυρίας δόξας διαιρούμενον. ἐγὼ τοίνυν, ἵνα ἐκ βαλβῖδος ἀφηγήσωμαι (δεῖ γάρ με ἀπολογήσασθαι ἐγκληθέντα), δοὺς ἐπιτίμιον, καταναγκαζόμενος ἀπὸ πρώτης ἡμέρας, καὶ τοῦτο ἀπὸ φυλακῆς διὰ γραμμάτων (ὅτι καὶ διὰ γράμματος ἡ ἐξαίτησις μοναζόντων τε καὶ ἱερωμένων), τοῦτο ἀπεκρίθην, ὡς οὐχ ὁριστικῶς, ἀλλὰ συμβουλευτικῶς πρὸς ἐμοῦ τὸ ἐπιτίμιον· διατί; ὅτι οὐχ ἱεράρχης ἐγώ, ἀλλ᾽ ἱερεύς, πρὸς μὲν τοὺς οἰκείους μαθητὰς νομοθετικῶς ἀγόμενος, πρὸς δὲ ἄλλους οὐχ οὕτως, ἀλλ᾽, ὡς εἴρηται, ἀναθέμενος τὸν λόγον αὐτοῖς ἕως καιροῦ εἰρήνης καὶ τηνικαῦτα, ὅπερ διορισθῇ πρὸς τοῦ ἁγιωτάτου πατριάρχου σὺν ἐπικρίσει τῆς ἁγίας συνόδου, εἰσδέξασθαι, εἴτε πρόσθεσιν ἔχοντος τοῦ ἐπιτιμίου εἴτε ὕφεσιν. καὶ οὐκ ἔξω, οἶμαι, τοῦ εἰκότος πεποίηκα, ὀρέξας χεῖρα τοῖς πεπτωκόσι φιλανθρώπως, οὐ μὴν εἰς ἐμαυτὸν περιστήσας τὸ κράτος, ὅπερ ἔκτοπον. τί δὲ τὸ ἐπιτίμιον;

ποικίλον ἐπὶ ποικίλοις τοῖς παραπτώμασιν, ὅπερ οὐκ ἐπιστολῆς μέτρον ἐξηγορεύει· ἐν κεφαλαίῳ δὲ εἰπεῖν, τὸν ἢ ὑπογραφῇ ἢ κοινωνίᾳ αἱρετικῇ ἁλόντα ἱερέα ἢ ἁπλῶς διάκονον εἴργεσθαι παντάπασιν τῆς ἱερουργίας, ἀλλὰ γὰρ καὶ τῆς κοινωνίας, μετὰ δὲ τὴν τῆς ἐπιτιμίας περαίωσιν τῶν μὲν ἁγιασμάτων μετέχειν, τῆς δὲ λειτουργίας οὐδαμῶς, ἕως ἁγίας συνόδου, εὐλογεῖν δὲ ἢ καὶ εὔχεσθαι ὡς κοινὸν μοναχόν, οὐχ ὡς ἱερωμένον, ἀλλὰ καὶ τοῦτο μετὰ συμπλήρωσιν ἐπιτιμητικήν· εἴς τε τὰς ὑπὸ αἱρετικῶν κατεχομένας ἐκκλησίας μὴ εἰσιέναι μήτε, ἐὰν ἐαθῇ ναὸς κρατεῖσθαι ὑπὸ ὀρθοδόξου μετὰ τὸ ἐκεῖσε αἱρετικὰς ἀναφορὰς γενέσθαι, λειτουργεῖν τὸν ὀρθόδοξον ἄνευ λύσεως ὀρθοδοξοῦντος ἐπισκόπου.

Ἐπεὶ οὖν εὐδοκίᾳ θεοῦ ἀφείθημεν τῶν φυλακῶν καὶ συνήφθημεν τῷ τε ἁγιωτάτῳ πατριάρχῃ καὶ τοῖς ἁγίοις ἐπισκόποις, πρὸς δὲ καὶ ὁσίοις ἡγουμένοις, ἀνεθέμεθα τοὺς λόγους καὶ οὐκ ἐμέμφθημεν παρά τινος ἐν οὐδενὶ ἢ μόνον πρὸς ἑνὸς ἐπὶ τῷ εὐλογεῖν· ὧτινι ἀπεκρινάμεθα ὅτι, ‛εἰ μεμπτέον, ἐξενεχθῇ ὅρος παρὰ τῆς κεφαλῆς καὶ ἡμεῖς σιωπῶμεν‚. ὥστε οἱ ἐγκαλοῦντες μὴ ἡμῖν, ἀλλὰ τοῖς κυρίοις ἐπισκόποις ἐγκαλείτωσαν· οἷς ἡμεῖς οἱ εὐτελεῖς καὶ ὑφειμένοι ἑπόμενοι καὶ παρ᾽ αὐτῶν ἀναγκαστικῶς προτρεπόμενοι μέχρι σήμερον καὶ ἐδώκαμεν ἐπιτίμια κατὰ τὸν εἰρημένον εἱρμὸν καὶ ἐπιδιδοῦμεν ὁπότε τύχοι. σκοπείτωσαν δὲ οἱ φιλεγκλήμονες μήπως τὸν κώνωπα διυλίζοντες λελήθασι τὴν κάμηλον καταπίνοντες καὶ τὰ κάρφη ψηλαφῶντες οὐκ αἰσθάνονται τὴν δοκὸν περιφέροντες.

Ἡμεῖς οὖν οὕτω, θεοτίμητε ἀδελφέ, ὡς ὑπὸ θεῷ μάρτυρι διεγενόμεθα συμπαθείᾳ καὶ φιλαδελφίᾳ, οὐ κατὰ πρόσκλησιν ἤ τινα ἄλλην περιπέτειαν ἀνθρωπίνην· ὁ δὲ ταράσσων ὑμᾶς, φησὶν ὁ ἀπόστολος, βαστάσει τὸ κρίμα, ὅστις ἂν ᾖ.

Ἀνθίμῳ τέκνῳ Ὁ νόμος τοῦ θεοῦ, ὁ φόβος τε καὶ ὁ τρόμος αὐτοῦ ὥς φησι· σκοπόν σε τέθεικα τῷ οἴκῳ Ἰσραήλ· ὁ δὲ σκοπὸς τῆς ἀγγελίας ἠνάγκασέ με, ἀδελφέ, διὰ γράμματος πάλιν ἀναγγεῖλαί σοι τὴν ἐρχομένην ῥομφαίαν τοῦ θεοῦ ἐπὶ σέ, ῥομφαίαν φοβεράν, ῥομφαίαν πύρινον, ῥομφαίαν οὐ σῶμα, ἀλλὰ ψυχὴν ἐμβάλλουσαν εἰς γέενναν πυρὸς εἰς ἀπεράντους αἰῶνας. καὶ δακρύω γράφων, ὁ τάλας, καὶ στένω πικρόν, ὅτι ἐπὶ τὸν ἐμὸν υἱὸν καὶ μαθητὴν ὁ λόγος. ἀλλὰ τί πάθω; ἐὰν μὴ ἀναγγείλω, τὸ αἷμά σου ἐκ τῶν χειρῶν μου ἐκζητεῖν ἔφη θεός, οὐδὲν ἕτερον ἢ τὸ αὐτό με τῆς τιμωρίας συναπολαῦσαι κρίμα. ὦ ἀδελφέ, τί ἔμυσας τὸ ὄμμα σου οὕτω τῆς καρδίας; τί κατεφρόνησας θεοῦ, οὗ τῷ βλέμματι τὰ σύμπαντα σείεται καὶ οὐ φέρει στήκειν; ἀπεπήδησας πάλαι τῆς ἀσκητικῆς παλαίστρας, ἐπορεύθης εἰς τόπους, οὓς οὐκ ἐπισκοπεῖ Κύριος, ἔλυσας τὴν σφραγῖδα τῆς ἁγνείας, ἔφθειρας τὴν ψυχὴν καὶ τὸ σῶμα, ἐγένου δοῦλος τῆς ἁμαρτίας· εἶτα ὀψέ ποτε ἐπανῆκες πρὸς ἡμᾶς ἐν τῇ ἀπαρχῇ τοῦ διωγμοῦ, ἐξομολογούμενος, ἐπιτιμώμενος, ἐπαγγελλόμενος τὴν ἀναδρομὴν μετὰ τὴν παῦλαν τοῦ διωγμοῦ. ἐπὶ τούτῳ καὶ πρὸς τοῦ οἰκονόμου ἐστοιχειώθης καὶ παρὰ τοῦ ἀδελφοῦ Διονυσίου προσελήφθης καὶ τὴν καλὴν φυγαδείαν εἵλου, ἐκ τόπων πονηρῶν εἰς τόπους ἀγαθοὺς διαιτώμενος, ἐφ᾽ οὓς ὀφθαλμοὶ Κυρίου καὶ ὁ μακαρισμὸς τοῦ διωγμοῦ ὑπὲρ κεφαλῆς σου περικυκλούμενος.

καὶ εὗ γε τῆς ἀνακλήσεως, τῆς καθάρσεως, τῆς ἀγγελικῆς ἐπικουρήσεως. τί οὖν πάλιν τὸ γεγονός; τί τὸ ἐκστῆσάν σε θεοῦ καὶ παραδῶσαν τῷ διαβόλῳ; φεῦ τῆς ἐμῆς ἀθλιότητος· ἐπέστρεψας πάλιν εἰς τὸν βόρβορον τῆς ἁμαρτίας, φθείρων καὶ φθειρόμενος ὑπὸ γυναικός, μᾶλλον δὲ γυναικῶν. Κύριε, ἐλέησον, φεῖσαι, ὁ θεός· ἀφῆκέν σε ὁ φύλαξ σου ἄγγελος, προσελάβετο ὁ σατανᾶς. ζῇς ἆρα, ἄθλιε; καὶ πῶς ἔστι ζῆν τὸν ὑπὸ ἀνθρωποκτόνου κατεσθιόμενον; ὁρᾷς ἆρα τὸ φῶς; καὶ πῶς ἔστι βλέπειν τὸν ἐσκοτισμένον τῇ ἁμαρτίᾳ; προσεύχῃ ἆρα τῷ θεῷ; καὶ πῶς ἔστι προσιέναι Κυρίῳ τὸν ἑαυτὸν δουλώσαντα τῷ διαβόλῳ; ποῦ ἐστιν ἡ καλή σου ἀρχή, ἡ θέρμη, ἡ κατάνυξις, ἡ ὑποταγή, τὸ δάκρυον, ἡ θεοπτέρωτος προσευχή, ἡ οὐράνιος πολιτεία; ᾤχοντο πάντα, ἀπολώλασιν. ὢ στεναγμῶν μοι πικρῶν ἐπὶ τῇ σῇ ἀλογίᾳ· εἴθε ζῷον ἄλογον ἦς, ὅπερ εἰς κρίσιν οὐκ ἔρχεται· ἀλλ᾽ ὅτι θεόπλαστον, ἀνιστάμενον καὶ κρίνεσθαι μέλλον, τοῦτο ἐλεεινόν.

Δεῦρο δή, ὁ ἀπολωλώς μου υἱός, δεῦρο, ἐπίστρεψον πρὸς Κύριον, ὅτι σφόδρα φιλάνθρωπος ὢν πάλιν δέχεται, πάλιν ὑγιάζει, πάλιν νυμφοστολεῖ, πάλιν θύει τὸν μόσχον τὸν σιτευτὸν καὶ χαίρων συγκαλέσει τὰς ἄνω δυνάμεις ἐπὶ τῇ σῇ εὑρέσει. μὴ δὴ οὖν ἀπειθήσῃς υἱέ μου, υἱέ μου, ἀλλὰ ἀνακλήθητι, ἀλλ᾽ ὑπόστρεψον, συγκολληθεὶς τῷ καλῷ σου ἀδελφῷ Διονυσίῳ, πρίν σε καταλάβῃ ἡ ῥομφαία τοῦ αἰωνίου θανάτου.

Εὐστρατίῳ ἡγουμένῳ Ἐχάρην δεξάμενός σου τὸ τίμιον γράμμα, πατέρων φίλτατε, καὶ διδαχθεὶς τὰ κατὰ τὴν ὁσιότητά σου οὕτως ἔχειν καὶ οὕτως, ἐπεί, ὅσον ἐκ τῶν ἀπαγγειλάντων, καίτοι ἀξιοπίστων, λυπηρῶς διεκείμην, ἀκούσας τὴν ὑποκριτικὴν ὑπογραφήν. καί με δέξαι, τιμιώτατε, παρρησιαστικώτερον διαλεγόμενον. οὐκ ἔξω αἰτίας τὸ κατασχεθέντα σε ὑπὸ βασιλικοῦ μεῖναι ἀπαθῆ, ἤγουν ἄφετον· τοῦτο γὰρ τῶν τεθρυλλημένων ἐπάγωγον. οὐδεὶς οὖν τῶν πεπαρρησιασμένων ἄτερ φυλακῆς ἢ τοὐλάχιστον ἐξορίας, ἤτοι φυγαδείας, ὡμολόγηται διαμεῖναι. οἱ δὲ τούτων ἐκτὸς ἐντὸς τῆς ἀπαγωγῆς, ἵνα μὴ τραχύτερον εἰπὼν λυπήσω. ἢ οὐ διεβλέψω, διορατικώτατε, τὸν χαλεπὸν διωγμὸν Λέοντος τοῦ θηριωνύμου; οὗ ἡ Ἀχααβιτικὴ χεὶρ εἷλε καὶ τοὺς ἐξ ἄλλου κράτους, ἔκτεινέ τε καὶ ὤλεσεν, τό γε φιλανθρωπότερον ἐφρούρησεν μετὰ πικρὰν μαστίγωσιν, μὴ ὅτι γε τοὺς ὑπὸ χεῖρα. εἰ δὲ αὐτὸς οὔ τί που τῶν τοιούτων πεπονθὼς μετὰ τὴν σύλληψιν, σύγγνωθι, ἐσυλήθης, ἅγιε. καὶ μή μοι φυλάττεσθαι τὰς οἰκείας ἐκκλησίας λέγε καὶ σώας τὰς ἱστορίας μένειν τήν τε ἀναφορὰν τοῦ ἁγιωτάτου ἡμῶν πατριάρχου· τοῦτο γὰρ καὶ ἄλλοι ἀπαχθέντες φιλολογοῦσιν. οὐ δύναται ταῦτα διασεσῶσθαι, εἰ μή τοι προδοσία ἀληθινῆς ἐνστάσεως ἐγένετο. τί τὸ ὄφελος, εἰ ἡμεῖς, οἱ ναὸς θεοῦ καὶ ὄντες καὶ λεγόμενοι, ἠχρειώθημεν καὶ ἀψύχους οἴκους περιεποιησάμεθα;

ἡ εἰκὼν τοῦ Χριστοῦ οὔτε τῆς Θεοτόκου οὔτε τινὸς ἁγίου διαπίπτει· μένει γὰρ ἐν αὐτοῖς ὡς πρωτοτύποις, πίπτουσι δὲ οἱ δοκοῦντες καθαιρεῖν αὐτάς, ἀλλὰ γὰρ καὶ οἱ φειδοῖ τούτων προώμενοι τὴν παρρησίαν καὶ τὴν δι᾽ αὐτῆς κάκωσιν. οὐά, ἄλλοι ἀποθνήσκοντες, ἕτεροι ὑπεροριζόμενοι, ἄλλοι μαστιζόμενοι, ἕτεροι φρουρούμενοι, τὰ ὄρη ἔχοντα καὶ αἱ ἐρημίαι, πέτραι τε καὶ σπήλαια τοὺς μακαρίως δεδιωγμένους, καὶ ἡμεῖς οἴκοι μένοντες, καὶ οἰόμενοι ἀβλαβῶς διαμένειν; οὐδαμῶς. ἀπολέσθω πᾶσα ἡ τοῦ κόσμου ὕλη τῶν δοκούντων, ἡ ὁμολογουμένη βλάβη ψυχῆς προκρινέσθω, ἣν ὑπέστη πᾶς προφασιστής.

Ταῦτα φιλῶν καὶ ὑπομνήσκων εἴρηκα, καὶ ὡς ὑπὸ ἐπιτιμίαν ἐσμὲν ἄξιοι ἐλθεῖν καὶ ὅτι ἐν καιρῷ ὀρθοδοξίας οὐδὲν ἀψηλάφητον ἀφεθείη. καὶ εὖ ἔχει διὰ ταπεινώσεως βαδίσαι καὶ ἰάσασθαι τὸ ἠσθενηκὸς ἢ διὰ ἀναιτιασμοῦ προστρίβειν ἑαυτοῖς μείζονα αἰτιάματα.

Λαυρεντίῳ τέκνῳ Ἀκουστὸν ἡμῖν ἐγένετο, τέκνον Λαυρέντιε, ὅπερ ἐκ τοῦ πονηροῦ δαίμονος ἐτελέσθη δρᾶμα ἐν τῇ Ἀντισάρχῳ κωμοπόλει· καὶ ἐστενάξαμεν ἐπ᾽ αὐτῷ μεγάλως καὶ κατὰ τὸν κοινὸν νόμον τῆς ἀνθρωπίνης ἀγάπης καὶ διότι ἀφ᾽ αἵματος τοῦ ἀδελφοῦ Ἀθανασίου καὶ πρωτοπρεσβυτέρου (ὑφ᾽ οὗ καὶ κινηθεὶς γράφω) ἐστὶν ὁ ἀπαγχονισθείς. ὢ φοβεροῦ τραγῳδήματος· ἄνθρωπος ἐν τιμῇ ὤν, προφερέστερος τῶν ἐκεῖσε αὐτοχθόνων, αὐτάρκης κατὰ τὸν βίον, ἀνὴρ συνετός, προσκαρτερῶν εὐχαῖς τε καὶ δεήσεσι καὶ τῇ λοιπῇ τῆς ζωῆς ἀγωγῇ ἐμπρέπων, μηδενὸς περιστατικοῦ συμβεβηκότος, ἐξ οὗ πολλάκις ἔστι περιτρέπεσθαι τοῦ δέοντος κατά τι μικρόν, οὕτως ἐν ἀταραξίᾳ πραγμάτων τηλικοῦτον κακὸν ἀπεργάσασθαι, ἀγχόνῃ χρησάμενος. ὤ, καὶ αὖθις ἐρῶ, τῆς ἀπευκτῆς ἀκοῆς. τοιαῦτα τοῦ διαβόλου τὰ μηχανήματα· ἐκεῖνος ἀνθρωποκτόνος ἀπ᾽ ἀρχῆς, καθὼς ἔφη ὁ Κύριος, ἐκεῖνος πρῶτον μὲν τὸν Ἀχιτόφελ, ἔπειτα τὸν Ἰούδαν ἔπεισεν ἀπάγξασθαι· ὃς οὐ παύεται καὶ μέχρι σήμερον τὸ αὐτὸ ἀποτελεῖν ἐν τοῖς πειθομένοις αὐτῷ.

οἶμαι δὲ κατὰ δύο τρόπους συλᾶν τὸν ἄνθρωπον, ὡς πείρᾳ ἔγνωμεν· ἢ ἀπὸ ὀδύνης καρδίας ἀπαρακλήτου ἢ ἀπὸ ἐφέσεως ἀλογίστου, σκοτώσας καὶ περιτρέψας· ὡς γὰρ ἐπὶ φόνου ἢ μοιχείας καὶ τῶν ὁμοίων ἀσελγημάτων ὑποδείκνυσι τὸ σκότος φῶς καὶ τὸ πικρὸν γλυκεῖον (οὐ γὰρ ἄν, εἰ μὴ οὕτως ἀναστοιχειώσει λογίσασθαι, ἡμᾶς εὑρίσκῃ θηρᾶσαι), οὕτω καὶ ἐπὶ τῆς ἀγχόνης ἥδυνε τὸν θάνατον, ἐζόφωσε τὸν νοῦν, ἀπετέλεσεν τὴν ἀγχόνην. οἴμοι, οἷός ἐστιν ὁ δράκων καὶ ἐφ᾽ ὅσοις μαγγανεύμασιν ἀνθρωποκτονεῖ ἑκάστοτε· τοῦτον οὕτως, ἄλλον ἄλλως, καὶ οὐκ ἔστιν ὃς ἐκφεύξεται τὰς παγὰς αὐτοῦ ἄνευ βοηθείας τοῦ θεοῦ, ἥτις εἴη μετὰ φόβου καὶ τρόμου τῷ κατ᾽ ἐντολὴν αὐτοῦ πιστῶς βιοῦντι.

Ἀλλ᾽ ἐπὶ τὸ κατεπεῖγον ὁ λόγος. ἐδήλωσας ὡς οἱ τοῦ χωρίου ὁμοῦ ἅπαντες ἀποτρέπονται τῆς οἰκίας αὐτοῦ, ἤγουν γυναικὸς καὶ τέκνων, μήτε ἅπτεσθαι μήτε θίγειν μέχρι καὶ μεταδόσεως ἄρτου δανεικοῦ. καὶ εἰ μὲν λέγουσιν οἱ τοῦ ἀπαγξαμένου καλὴν εἶναι τὴν πρᾶξιν τῆς ἀπαγχονίσεως καὶ τὴν αὐτὴν αὐτῷ φιλεῖν τελέσαι κἀκεῖνοι, καλῶς ἀφίστανται, ὁπότε οὐδ᾽ οὕτως εὐθύς· δεῖν γὰρ πρῶτον διδάξαι, φωτίσαι, παρακαλέσαι φυγεῖν τὸν ὄλεθρον· τοῦτο γὰρ χριστιανῶν, τοῦτο φιλαδέλφων, ὅτι καὶ ὁ Κύριος τὸν Ἰούδαν πολλοῖς χρηστεύμασιν καὶ διορθωτικοῖς προφητεύμασιν, εἰδὼς ὃ ἔμελλεν ποιεῖν, ἐπειρᾶτο ἀναπείθειν, τὸ οὐαὶ αὐτῷ ἐπιφθεγγόμενος καὶ τὸ συνέφερεν εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος λέγων, κἂν οὐ συνῆκεν ὁ τάλας. εἰ δέ, ὡς φῆς, καὶ καταθρηνοῦσι τὸν ἰουδοτέλεστον καὶ ἀπεύχονται τῆς μερίδος ἐκείνης πάντα χριστιανὸν καὶ ἔκστασιν ἐξέστησαν ἀφορήτου θλίψεως καὶ ζητοῦσι παράκλησιν, τί τοῦτο, ὅπερ διηγῇ, ἢ ὅτι τῷ Χριστῷ ἐναντιοῦνται οἱ χωριάται καὶ τῷ διαβόλῳ ἀνοίγουσι θύραν ἀπωλείας τῶν ἀξιοπαρακλήτων; οὐαὶ τοῖς οὕτω ποιοῦσιν, ὅτι συνεργοί εἰσι τοῦ διαβόλου.

Καλῶς οὖν ὁ κύριος Μακάριος καὶ πνευματικὸς πατὴρ παρεκάλεσεν τοὺς τοιούτους, καλῶς καὶ ἑστιάθη ἐν ἐκείνῃ τῇ οἰκίᾳ καὶ μηδεὶς χριστιανὸς διακρινέτω τὸ αὐτὸ ποιεῖν. ἐπειδὴ δὲ λόγος περὶ ἐπιτιμίου, οὐχ ὅτι ὑπαίτιοι (ἕκαστος γάρ, φησίν, ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ οὐκ ἀποθανοῦνται τέκνα ὑπὲρ πατέρων, ὡς καὶ ἔμπαλιν), πρὸς δὲ παρηγορίαν, μιᾷ τεσσαρακοστῇ φυλάξονται κρεοφαγίας, δῆλον ὅτι καὶ τοῦ μὴ μετέχειν τῶν ἁγιασμάτων. εἰς δὲ τὴν ἐκκλησίαν εἰσιέτωσαν εὐχόμενοι, μέχρι τῶν κατηχουμένων ἐπιμένοντες, δότωσαν καὶ τὴν ἀνήκουσαν μοῖραν τοῦ ἀθλίου εἰς πτωχούς· προσφορὰ μὲν γὰρ καὶ λειτουργία ὑπὲρ αὐτοῦ οὐ θέμις γίνεσθαι πάντῃ, ἡ δὲ ἐλεημοσύνη γινέσθω· ὠφελεῖ γὰρ αὕτη καὶ εἰς ἄπιστον, ὥς φησιν ὁ Χρυσόστομος, καὶ ἄλλως ὅτι τοῦ Ἰούδα τὰ ἀγκτικὰ ἀργύρια εἰς ταφὴν τοῖς ξένοις ἐδόθη. πηξάτωσαν καὶ τὸ σημεῖον τοῦ ζωοποιοῦ σταυροῦ εἰς τὸν τόπον, οὗ ἡ ἀγχόνη, ὅτι καὶ αὐτὸς ὁ σταυρὸς ἐν τῷ Κρανίου τόπῳ πήγνυται, διότι ἐκεῖ τοῦ ἀνθρωποκτονηθέντος Ἀδὰμ τὸ κρανίον, ἀφ᾽ οὗ καὶ ὠνόμασται.

Τοσαῦτα ἔχομεν λέγειν ἐκ τῶν ἐγγράφως, καὶ τοὺς μὲν τοῦ παθόντος παρακαλοῦντες καταλῆξαι τῆς πολλῆς λύπης καὶ δι᾽ εὐχαριστίας καὶ ἀγαθοεργίας προσεδρεύειν τῷ ἀγαθῷ θεῷ, τοὺς δὲ τοῦ χωρίου παραινοῦντες, ἀφεμένους τῆς πονηρᾶς διακρίσεως, κοινωνοὺς ἔχειν ὡς πρὶν τοὺς τῆς οἰκίας ἐκείνης ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. ἀμήν.

Τοῖς ἐν ἄστει ἀδελφοῖς Εὔκαιρον ἡγησάμην τανῦν, εἰσιόντος τοῦ ἀδελφοῦ Λέοντος, ἐπιστεῖλαι κοινῶς πᾶσιν, εὐλογημένοι ἀδελφοὶ καὶ πατέρες, προσυπομνήσκων τὰ ἐχόμενα σωτηρίας, ἐπειδὴ κἀν τῇ ἀπουσίᾳ ταύτῃ καὶ ἐξορίᾳ, ἔμφοβός εἰμι καὶ ἔντρομος μετὰ τοῦ οἰκείου φορτίου τῶν ἁμαρτημάτων καὶ περὶ τῆς ἀνηκούσης μοι εἰς ὑμᾶς φροντίδος καὶ προστασίας· φοβοῦμαι γὰρ καὶ δεδιῶ μήπως ὑμεῖς οἱ ἐν ἄστει διατρίβοντες εὐριπιστότερον εἰς ἔμπτωσίν τινα ἐμπέσοιτε καί, ἅπερ διὰ πολλῶν κόπων τε καὶ ἄθλων τῶν πρὸ διωγμοῦ καὶ ἐν τῷ διωγμῷ συνηθροίσαμεν ἀγαθουργήματα, ἀφυλακτήσαντες πρὸς βραχὺ ἄρδην ἀπολέσωμεν. ἀκούω ἀστασίαν, μεταβασίαν, ἄλλον ἐξ ἄλλου καὶ ἀδελφοῦ καὶ τόπου μεταβαίνοντα καί, τό γε ἐλεεινότερον, μόνον ἄλλον καθεζόμενον καὶ ἕτερον τὸ κελλίον εἰς οἰκίαν, ἔνθα γυναῖκες, ἔχοντα· καὶ ἄλλον πάλιν εἰς μοναστήριον γυναικεῖον διαιτώμενον εἰσαεί, ἕτερον πάλιν ὧδέ τε κἀκεῖ οἰκοτριβοῦντα, ἔνθα κόραι, ἔνθα πῦρ οὐκ ἐμπρῆζον χόρτον, ἀλλ᾽ οἶκον ψυχῆς, ἐνίους πάλιν ἐπιλαθομένους τῆς ἐννόμου ζωῆς, δούλους ὠνησαμένους, αὐτοῖς συζῆν καὶ γοῦν ἑτέρους ἀγροὺς ἀγοράζειν. ὢ τῆς ἀθλίας μου ψυχῆς· πῶς ἐν τούτοις οὐ στενάξω, πῶς δὲ οὐ φοβηθήσομαι μὴ ἀναγγέλλων τὸ δικαίωμα τοῦ θεοῦ; τί δὴ ἐξέστητε, ἀδελφοί, τί δὲ οἱ δοῦλοι Κυρίου δοῦλοι παθῶν γεγόνατε;

τί οἱ ἐν νόμῳ ἀνομεῖν ἀνέχεσθε, τί δὲ οἱ θεραπευταὶ Χριστοῦ, υἱοὶ παραπικραίνοντες, οὐ μετέρχεσθε τῆς πονηρᾶς ἀπαγωγῆς, οὐ καθέζεσθε εἰς τόπους ἀσκανδαλίστους, οὐ δύο δύο ἢ καὶ πρὸς σύνεστε ἀποστολικῶς;

Οὐαὶ τῷ μόνῳ· οὐαὶ τῷ ἀκαθίστῳ· οὐαὶ τῷ γυναιάζοντι, οὐαὶ τῷ δουλοδούλῳ· οὐαὶ τῷ Γιεζῇ, ὃς ὠνησάμενος ἀγροὺς καὶ ἀμπελῶνας κεκληρονόμηκε τὴν λέπραν Νεεμάν. μὴ οὐχὶ θεῖαι φωναὶ αὗται, μή τι ἐγὼ παρ᾽ ἐμαυτοῦ εἰσφέρω; ὅτε ἔβραζεν ὁ διωγμός, εἶχέ τις λόγον ἐξ ἀνάγκης ἔν τισιν ὧν ἀπηριθμησάμην ἐμπίπτειν καὶ ἡ διὰ τὴν πίστιν ἀνάγκη ἔσῳζε τὸν εὑρισκόμενον. νῦν δὲ οὐδεὶς ὁ διώκων οὐδὲ κωλύσων καλῶς ἡμᾶς καθέζεσθαι καὶ σὺν ἀλλήλοις δυοῖν εἶναι τοὐλάχιστον· ἐξ ὑμῶν γὰρ αὐτῶν κατακρίνεσθε, τῶν ἐννόμως διαζώντων οἱ κακόζωοι. ἢ οὐχὶ προδήλωμα τῆς ἐν εἰρήνῃ ἀσυνδρομίας ὑμῶν ἡ παροῦσα ἀθεσία; ἀνανήψατε, παρακαλῶ, ἀδελφοί μου ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι· ἂν μὴ διορθώσησθε, οὐχ οὕτως κλητέοι, ἀλλ᾽ ἐναντίως, ὅπερ ἀπείη.

Ταῦτα διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων· εἴ τις μὴ διορθώσηται μετὰ τὴν ὡρισμένην εἰς χρόνου τινὸς σύμφθασιν ἐπιμονήν, τῶν ἁγιασμάτων ὑπὸ θεοῦ εἰς μετάληψιν εἴργεται κατὰ τὴν ἐξουσίαν, ἣν ἔδωκέν μοι ὁ Κύριος ἐν ὑμῖν. εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν ὁ λόγος. ὑμεῖς δέ, ἀδελφοί μου, ὡς υἱοὶ ὑπακοῆς εὖ πράξατε, ἵνα καὶ θεὸν θεραπεύσητε κἀμὲ τὸν ἐλεεινὸν τοῦ θανάτου τῆς ἁμαρτίας ἐξέλησθε ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα σὺν πατρὶ καὶ Ἁγίῳ Πνεύματι. ἀμήν.

Ἰωάννῃ Σάρδης Ἀπὸ χρόνου ἠκούσαμεν νοσηλεύεσθαί σου τὴν πατρικὴν ἁγιωσύνην, ἄρτι δὲ μικροῦ δεῖν καὶ ἀπογνωσθεῖσαν, καὶ τοσοῦτον ἐθροήθημεν οἱ ταπεινοὶ καὶ συνεκινήθημεν λυπηρῶς, ὡς ὁρμῆσαι καταλαβεῖν ἡμᾶς ἐν τοῖς αὐτόθι καὶ ὄψει ὑπολαβεῖν τὴν ἀπευκτὴν ἀκοήν· οὐκ ἐξεγένετο δὲ διὰ τὰ παριστάμενα τοῦτο. διὸ ἠναγκάσθημεν οἱονεὶ πετασθῆναι τοῖς γράμμασιν ὡς ἐν σώματι καὶ ἰδεῖν σε, τὸν καλὸν πατέρα, τὸν γνήσιον φίλον, τὸν γενναῖον μάρτυρα τῆς ἀληθείας· εἴπερ ὑπὲρ αὐτῆς σὺ καὶ ἐξόριστος καὶ φρουροδέσμιος, καί γε πρὸ τούτων θέατρον γενάμενος, ἀποστολικῶς εἰπεῖν, καὶ ἀγγέλοις καὶ ἀνθρώποις, καθ᾽ ἣν ἡμέραν ἔρριπταί σου ὑπὸ τῶν ἀσεβῶν κατὰ πρόσωπον τοῦ καϊαφαϊκοῦ συνεδρίου εἰς τοὔδαφος ἡ ἱερὰ κορυφή. ὤ, τί γίνεται ἐν ἡμῖν; τί ἀπαίρειν τῶν τῇδε σπεύδεις ὁ στῦλος τῆς ἐκκλησίας; μεῖνον μεθ᾽ ἡμῶν ἔτι, μεῖνον, συγκακοπάθησον τῷ εὐαγγελίῳ ὡς καλὸς στρατιώτης. ὁρᾷς ὅπως ἔνεστιν ὁ πόλεμος, ὅπως βαλλοίμεθα καὶ βάλλομεν ὑπὲρ τοῦ λόγου;

Ναί, ἀντιβολοῦμεν, ἐπίμεινον· αἴτησαι ὃν ὡμολόγησας Χριστὸν καὶ ὁμολογεῖς προσκυνεῖν ἀνθρωποπρεπῶς ἐγγραφόμενον καὶ εἰσακούσει τῆς δεήσεώς σου. εἰ δὲ πάντως ἀπαίρεις, οὕτω τῆς προνοίας κελευούσης, αὐτὸς μὲν χωρήσεις, εὖ ἴσμεν, ὁμολογίας ἔπαθλον ἀπενεγκάμενος, ἡμῖν δὲ ἵλεω τὸν θεὸν τὸν ἀγαθὸν καταστήσοις ταῖς πρεσβείαις, οὐ μὴν ἀλλὰ καὶ εἰς τὸ ταχῦναι ἐπισκέψασθαι τὴν ἑαυτοῦ ἐκκλησίαν.

Νικήτᾳ ἡγουμένῳ Οὐκ ἄκαιρον, οἶμαι, τὸ παρὸν γραμματεῖον τῇ πατρικῇ σου ἁγιωσύνῃ, οὐ μόνον ὅτι τὸ τῆς ἀγάπης πληροῖ, ἀλλ᾽ ὅτι καὶ λυπηρόν τι ἐνιζάνον ἡμῶν τῇ ταπεινῇ ψυχῇ φανεροποιεῖ· καί, εἰ κελεύεις, πρόσσχες τοῖς λεγομένοις. μεθ᾽ ὑποστροφὴν τῆς ἐν τῷ Ἀκρίτᾳ συνοψίσεως ὑμῶν τῶν ἁγίων πατέρων συνέτυχον τῷ ἡμετέρῳ ἀδελφῷ Ἀθανασίῳ, διηγούμενος ἕκαστα τῶν ἐν Κυρίῳ διειλεγμένων, ἐπειπὼν ὅτι καὶ ὁ τοῦ Μηδικίου συνίστησι τὸν Μαξιμίνου ἐπὶ τῇ καλλίστῃ μεταβολῇ αὐτοῦ, ἤγουν ἀπολογίᾳ καὶ ὁμολογίᾳ. ὁ δὲ ἀνένευσεν, καὶ τὴν αἰτίαν τῆς ἀνανεύσεως ἐγὼ μὲν ἀπῄτουν, ἐκεῖνος δέ φησιν· ‛ἐν τῷ ἀπολογητικῷ, ὅπερ συνεγράψατο καὶ αὐτὸς ἀνέγνων, λέγει μεταλαβεῖν, ἀλλ᾽ οὐχὶ κοινωνῆσαι, καὶ οἰκονομίαν εἶναι καθ᾽ ὕφεσιν ἀκριβείας, ἀλλ᾽ οὐκ ἔκπτωσιν ἀληθείας τοῦτο‚. τί ταῦτα, ὦ πάτερ τιμιώτατε; οὐχ ὁμολογεῖ, ὡς ἐν τύπῳ εἰπεῖν, ὅτι ‛φειδοῖ τοῦ γήρους ὤλεσά μου τὴν ψυχήν, κοινωνήσας ἐπὶ τῇ ἀρνήσει τῆς εἰκόνος Χριστοῦ, τῆς τε Θεοτόκου καὶ πάντων ἁγίων· τοῦτο γὰρ ἡ εἰκονομαχικὴ αἵρεσις, κἀν τούτῳ συνηλίσθην τοῖς ἀσεβέσιν, εἶτα καὶ ἕως τέλους ἐνέμεινα ἐν τῷ μοναστηρίῳ μου ἀδίωκτος, δονουμένης τῆς καθ᾽ ἡμᾶς οἰκουμένης‚;

οὐχ οὕτως ἐξομολογεῖται καὶ προσκλαίει, ἀλλὰ τὰ βατταρίσματα ἐκεῖνα φαίη καί, ὥς φησιν ὁ ἐξηγούμενος, ὅτι γε καὶ παράγει εἰς συνηγορίαν αὐτοῦ Διάνιόν τινα τῶν πατέρων τὸ αὐτὸ πεποιηκότα, ὅν, φησίν, εἰσεδέξατο ὁ Ἅγιος Βασίλειος, ἐπεὶ καὶ τὸν πατέρα Γρηγορίου τοῦ Θεολόγου.

Ὢ δικαίας ἀγανακτήσεως τοῦ τε ἱεροῦ ἡμῶν ἀρχιερέως καὶ παντὸς τοῦ ὁμολογητικοῦ πληρώματος· εἰ γὰρ ἐκεῖνο οὐ κοινωνία οὐδὲ ἔκπτωσις, τί τὸ ὄφελος τῶν ἐκείνοις ἀγώνων τε καὶ ἄθλων, αἱμάτων τε καὶ ταλαιπωρημάτων; τί δὲ καὶ αὐτὸς ἐπετιμήθη; τί δὲ καὶ ἀφίησι τὸ μοναστήριον; τί δὲ καὶ εἴργεται τῆς ἱερουργίας; ὤ, καὶ αὖθις λέγω, τῆς θείας ἀγανακτήσεως· ὅτι τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατέχων οἴεται καὶ τοὺς πατέρας ταὐτοπαθεῖν αὐτῷ. φέρε οὖν, ἴδωμεν τὸν ἀλόγιστον λόγον· ‛μετέλαβον, ἀλλ᾽ οὐκ ἐκοινώνησα‚. λέγει τοιγαροῦν ὧδέ που τῶν θεολόγων ὁ διαβόητος· μετέλαβον τῆς εἰκόνος καὶ οὐκ ἐφύλαξα. μεταλαμβάνει τῆς ἐμῆς ἀσθενείας, ἵνα καὶ τὴν εἰκόνα σώσῃ καὶ τὴν σάρκα ἀθανατίσῃ· δευτέραν οὖν κοινωνίαν κοινωνεῖ, καὶ πολὺ τῆς προτέρας παραδοξοτέραν. ἰδού, τὸ ‛μετέλαβον‚ κοινωνεῖν ἐκπέφασται· μετάληψις γὰρ καὶ κοινωνία ταὐτόν, ἡ μὲν ἐκ τοῦ μετέχεσθαι, ἡ δὲ ἐκ τοῦ τοὺς μετέχοντας κοινοποιεῖσθαι ὀνομαζομένη. καὶ τοίνυν ὁ θεσπέσιος ἀπόστολος· τὸ ποτήριον τῆς εὐλογίας, ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστιν; τὸν ἄρτον, ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Κυρίου ἐστίν; ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν.

Ἰδού, δέδειχε κἀνταῦθα τὸ φῶς τοῦ κόσμου ὅτι κοινωνία ἐστὶν ἡ μετοχή, οὐκ ἄν τις δὲ φρενῶν εἴσω ὢν οὐχὶ τὴν μετοχὴν μετάληψιν εἴποι. ὡς οὖν ὁ θεῖος ἄρτος ὑπὸ τῶν ὀρθοδόξων μετεχόμενος πάντας τοὺς μετόχους ἓν σῶμα ἀποτελεῖ, οὕτω δὴ καὶ ὁ αἱρετικὸς ἄρτος κοινωνοὺς τοὺς αὐτοῦ μετέχοντας ἀλλήλων ἀπεργαζόμενος ἓν σῶμα ἀντίθετον Χριστοῦ παρίστησι, καὶ ὁ κενολόγος μάτην κενολογεῖ. εἰ δὲ ὅτι ὁ νοῦς, ὁπότε μετελάμβανεν, οὐ συνδιετίθετο τῷ πραττομένῳ, τοῦτό ἐστι τὸ μᾶλλον ἀρνητικόν, ὅτι, καίπερ εἰδὼς ἐκτοπουργεῖν, ὅμως ἐν γνώσει ἡμάρτανεν, μὴ φοβηθεὶς τὸν ἀποκτένοντα θεὸν καὶ ψυχὴν καὶ σῶμα διὰ τῆς ἐν γεέννῃ ἐμβολῆς, ἀλλὰ τὸν προσκαίρως σῶμα τύπτοντα. τί συμφέρει τὰ ἀσύμβατα; τί οἴεται συνηγόρους τοὺς ἀντηγόρους αὐτοῦ ἁγίους; ἤδη καὶ μόνον κατάνευσις ἢ ἀνάνευσις ἐπί τε ὁμολογίας καὶ ἀρνήσεως ἔργου πλήρωσις αὐτοῖς δογματίζεται καὶ οὐδὲ ὑπόκρισιν εἰς μαρτύριον προσήκαντο τοῦ μόνον ἅψασθαι θύματος, οὐκ εἰδωλικοῦ, ἀλλ᾽ οὐδὲ ἰδιοθύτου· καὶ τὰ παραδείγματα ἄπειρα.

Τί δὴ οὖν ἄλλο ἢ τοῦτο ἦν ἐν τῷ προλαβόντι διωγμῷ; ὁ ἱερὸς πατριάρχης κατηνέχθη, ἐξωστρακίσθη, περιωρίσθη ἐν παραβύστῳ τόπῳ· ἀντίθρονος χριστομάχος, σύνοδος ἀθετούντων, ἀναθεματισμὸς τῆς ἐν Νικαίᾳ ἁγίας συνόδου, ἀνάρρησις τῆς πάλαι ἀντιχριστούσης, ὑπερορίαι τῶν ἁγίων ἐπισκόπων τε καὶ ἡγουμένων, μοναζόντων καὶ μοναζουσῶν· αἵματα χεόμενα, θάνατοι ἄωροι, εἱρκταί, λιμαγχονήσεις, λεηλασίαι· τὸ φοβερώτερον καὶ ὁρώμενον καὶ ἀκουόμενον, ἡ σεπτὴ εἰκὼν τοῦ Χριστοῦ ἐνυβριζομένη, καταπατουμένη, τῆς Θεοτόκου, τῶν ἁπάντων ἁγίων, οἵ τε ναοὶ καὶ τὰ θυσιαστήρια ἐρειπούμενα, τὰ ἅγια βεβηλούμενα, πυρὶ παραδιδόμενα. τούτων οὕτως ἐχόντων, οὐ πᾶς ὁ κοινωνήσας, ἤγουν μεταλαβών, τοῦ ἰοβόλου ἄρτου ἀρνησίχριστος, ἔκθετος, ἀνόσιος, εἰ μή τι διὰ μετανοίας ἀνακληθῇ; οὕτως ἔχει ἡ ἀλήθεια καὶ ταύτῃ ἀπεκτάνθησαν οἱ μάρτυρες καὶ ὕποισαν ἅπαντα οἱ ἀντεχόμενοι. καὶ εἴ τις τῷ κανόνι τούτῳ στοιχεῖ, φησὶν ὁ ἀπόστολος, εἰρήνη ἐπ᾽ αὐτὸν καὶ ἔλεος καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ· τὸ γὰρ τοῦ Διανίου καὶ τοῦ πατρὸς τοῦ Θεολόγου, εἴ τι καὶ τοιοῦτον ἕτερον, τεχνικοῦ γράμματος ὑπὸ αἱρετικῶν σκαιωρηθέντος κλοπὴ ἦν, ἁπλότητι κατασοφισθέντων καὶ οὐκ ἐκ φόβου τινὸς (ἄπαγε) ὑπογραψάντων τῶν ἁγίων ἐκείνων. διόπερ εὐθὺς αὐτοῖς ἅμα τοῦ γνῶναι τὸν δόλον ἡ ἀνάκλησις καὶ ἡ εὔθαρσος ἀπολογία.

Ταῦτα, πάτερ ἅγιε, εἴ σοι θεμιτόν, ἐκφερομύθησον τῷ ἀνδρί, ἵνα εἰδὼς τὴν ἀλήθειαν ἀπορρίψοι τὴν ἄδικον συγγραφὴν ἐκείνην καὶ μετὰ εὐσεβούντων τάττοιτο, ἐπὰν καὶ γέρων καὶ ἐπιτιμηθεὶς καὶ διά τοι τοῦτο ἐάσας τὴν περιβόητον μονήν· εἰ δὲ μή, ἀλλ᾽ ἡμῖν γε εὖξαι μηδεμίαν κοινωνίαν ἔχειν ἐν τῷδε τῷ μέρει μετὰ τοῦ ἀνδρός, εἴπερ καὶ οὐ μεταμελοῖτο.

Ἠλίᾳ τέκνῳ Τίς ὁ ἀναγκάσας με ἐπιστεῖλαί σοι, ἄνθρωπε; θεὸς δῆλον ὅτι, ὁ καταστήσας με ἐπὶ σὲ ποιμένα καὶ νομοθέτην, ᾧ δώσω ὡς ὑπὲρ πάντων τῶν ἀδελφῶν σου καὶ περὶ σοῦ λόγον. ἀπετάξω δὴ οὖν αὐθαιρέτως, ὑπετάγης εὐηκόως, εἶτα ἐσινίασέ σε ὁ σατανᾶς, ἀπορρήξας τῆς θείας συναφείας· αὖθις ἐλέει θεοῦ συνήφθης καὶ πάλιν ἐνεργείᾳ δαίμονος ἀπεπήδησας. ἔπειτα πάλιν ἐλθὼν ἐξωμολογήσω, ὑποσχόμενος τὴν πρὸς τὸ ἑξῆς ἀσφάλειαν, καί, ἐπειδὴ ὑποστροφὴ τῆς ἐξορίας ἐπὶ τοῦ Νικηφόρου, οὐ συνῆλθες τοῖς λοιποῖς, ἀλλ᾽ ἔμεινας ἐφ᾽ ἑαυτοῦ, δελεαζόμενος ὑπὸ τοῦ ὄφεως, καὶ τοῦτο ἕως τοῦ νῦν βασιλεύοντος τετάρτου μετὰ Νικηφόρον. ἕως πότε, ἐλεεινέ, ἐγκυλίῃ τοῖς τῆς ἁμαρτίας τέλμασιν; ἕως τίνος οὐκ ἀνήσεις ἀσχημονεῖν ἐνώπιον θεοῦ καὶ ἀνθρώπων; οὐκ ἔνι θάνατος; οὐκ ἔνι κριτήριον; οὐ δώσεις τίσιν αἰώνιον, ἧς καὶ μόνον ἐνθύμησις καταστέλλει ψυχὴν καὶ ἐπιστρέφει πρὸς μετάνοιαν;

Ἀνάνηψον, ἄνθρωπε, ἀνακλήθητι, παρακαλῶ· ἄφες οἰκοδομεῖν οἰκίας κοσμικῶς, ὁ τὸν οἶκόν σου τῆς ψυχῆς καταλελυκώς· ἔα τεκτονεῖν ὡς λαϊκός, ὁ τεκταινόμενος ὑπὸ τοῦ σατανᾶ. μὴ προφασίσῃ τοῦτο κἀκεῖνο, οὐδείς σε ἐξελεῖται ἐκ χειρὸς Κυρίου. μὴ εἴπῃς ἡμαρτηκὼς ‛οὐκ οἴσω τὰς ἐπιτιμήσεις‚. οἴσεις, τέκνον μου· καλῶ γάρ σε οὕτως ἐλπίδι τῆς ὑποστροφῆς ἐγὼ ὁ ταπεινός· εἰ πατήρ, πεφεισμένως ἰατρεύσω, συμπαθητικῶς, φιλοστόργως. μόνον θέλησον, μόνον κινήθητι, διάρρηξον τὰ κατέχοντά σε δεσμὰ τοῦ θανάτου· ἐγγύθεν θεοῦ βοήθεια καὶ ὁ φύλαξ σου τῆς ζωῆς ἄγγελος προπορεύσεται· χαρὰ ἐν οὐρανῷ γενήσεται, θρηνήσει διάβολος, σκιρτήσω ἐγὼ ὁ τάλας, εὑρηκὼς τὸ ἀπολωλός μου πρόβατον, καί γε ἡ ἀδελφότης σου. εἰ δὲ μή, ἔσῃ θήραμα τῷ διαβόλῳ, τοῦ οὐαὶ κληρονόμος· οὗ ῥυσθείης ὑπακούσας καὶ σὺν τῷ ἀδελφῷ σου Σίλᾳ ἐλευσόμενος.