Οὕτως εἰργάσατο ὁ θεοφιλέστατος ἀδελφὸς ἡμῶν καὶ ἡγούμενος τοῦ Μηδικίου, οὕτως ὁ ἁγιώτατος πατὴρ ἡμῶν τῆς Λαοδικείας, ἐπεὶ καὶ ἕτεροι. δυοῖν θάτερον, εἰ οὗτοι ἐννόμως, αὐτὸς ἀνόμως καὶ εἴ τίς σοι ὁμοίως δέδρακεν. ἀλλ᾽ εἰσί τινες, ὡς μανθάνω, τῆς συμπτωματικῆς συστοιχίας (ὧν τὰ ὀνόματα ἑκὼν ὑπερβήσομαι), οἳ λέγουσιν ὑπὲρ αὐτῆς μηδ᾽ ὁτιοῦν μετανοεῖν μηδ᾽ αὖ ἓν συγχωρητικὸν καὶ μόνον ἐξαιτεῖν, καὶ καλῶς πεποιηκέναι· ἐξ οὗ καὶ οἱ ἀδελφοί, φασί, σέσωνται καὶ οἱ ναοὶ ἀσίαντοι. ὢ τῆς πωρώσεως· ὢ τῆς θεομαχίας· Χριστὸς ἤρνητο, ἀθετουμένης τῆς ἁγίας αὐτοῦ εἰκόνος, ἡ Θεοτόκος, ὁστισοῦν τῶν ἁγίων, δι᾽ ὧν καὶ ἀρχιερεὺς ἐδίωκτο καὶ ἐπίσκοποι περιωρίζοντο καὶ ἡγούμενοι ταὐτοπαθοῦντες, μοναχοὶ καὶ μονάζουσαι, λαϊκοί, λαΐζουσαι, οἱ μὲν τυπτόμενοι, οἱ δὲ φρουρούμενοι, ἄλλοι λιμοκτονούμενοι, ἕτεροι ξεόμενοι, ἄλλοι θαλαττευόμενοι, ἕτεροι θανατούμενοι, ἄλλοι κρυπταζόμενοι, ἕτεροι δραπετεύοντες. πλήρεις αἱ ἐρημίαι καὶ τὰ σπήλαια, πλήρη τὰ ὄρη καὶ αἱ νάπαι· σάρκες κοπτόμεναι, αἵματα ῥέοντα, ἡ καθ᾽ ἡμᾶς οἰκουμένη κωδωνιζομένη τῷ διωγμῷ, πᾶσα ἡ ὑπ᾽ οὐρανὸν ὡς εἰπεῖν στοναχίζουσα καὶ κατακλάουσα. καὶ σύ, ὦ τρισάθλιε, ἑαλωκὼς τῇ ψυχοφθόρῳ κοινωνίᾳ καὶ μένων εἰς τὸ ὀλετήριον (ἐπὰν οὕτως, ἀλλ᾽ οὐ μοναστήριον) λέγεις εὖ ἔχειν καὶ ἐγγελᾷς τοὺς χριστοφόρους, μᾶλλον δὲ αὐτὸν Χριστόν, ὑπὲρ οὗ καὶ τὸ πάσχειν;