Μαριανῷ σπαθαρίῳ
Ἕλκει ἡμᾶς ἡ εὐσέβειά σου πρὸς τὸ γράφειν, ὡς ὄφελος, φησίν, εὑρίσκουσα (καὶ οὐ δοκῶ, ἐπείπερ ἡμῶν σὺν τῷ βίῳ καὶ ὁ λόγος ἄχρηστος), ἀλλ᾽ ὡς ἀγάπῃ φερομένη· ἡ ἀγάπη γάρ, φησὶν ὁ ἀπόστολος, τὸ κακὸν οὐ λογίζεται. πλήν, ὁποτέρως ἂν ἔχοι, εἴκω καὶ πείθομαι τῷ ἡμετέρῳ ἐραστῆ, τῷ ἀγαθῷ ἀνδρί, τῷ πανευφήμῳ ἄρχοντι, τῷ τροφίμῳ τῆς εὐσεβείας, τῷ θρέμματι τῆς ὀρθοδοξίας, τῷ ἀνθρώπῳ τοῦ θεοῦ, τῷ φιλητῇ τῶν μοναστῶν. πολλά σου τὰ ἐγκώμια, κάλλιστα τὰ ἀριστεύματα. ἀλλὰ βλέποις, ὁ δεσπότης μου, πῶς περιπατεῖς (τοῦτο γὰρ βοᾷ ὁ ἀπόστολος), μὴ ὡς ἄσοφος, ἀλλ᾽ ὡς σοφός, μὴ ὡς φιλόσαρκος, ἀλλ᾽ ὡς φιλόθεος, μὴ ὡς ἀθάνατος, ἀλλ᾽ ὡς ἐμμέριμνος ἐξόδου, τὸ κοινὸν χρέος, τὸ ἀνυπέρβατον ὁροθέσιον· οὐκ ἔστι γάρ, φησίν, ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον. τίνα οὖν ἀμφοτέρων τὰ ἰδιώματα, εἴποις ἄν; ἐγώ σοι διεξίημι, φίλε· τοῦ μὲν πρώτου χορεύματα, γελοιάσματα, παίγνια, αἰσχρολογήματα, οἰνοφλυγίαι, γαστριμαργίαι, μετεωρισμοί, διάκενα φυσήματα, καλλωπίσματα ἀλλεπάλληλα, φιλοπλουτίας ἔρωτες, καὶ τὰ πλείω καὶ βαρύτερα αἰδοῖ τῆς ἐξουσίας σου ἀφίημι· καί γε οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν, ἀπέφηνεν ὁ ἀπόστολος.