Ἔργον
Θεόδωρος ὁ Στουδίτης – Ἐπιστολαί
Βιβλίον Γ': Θεολογική ανασκευή των εικονομάχων και ποιμαντικές συμβουλές
Συνέχιση του αγώνα κατά των εικονομάχων, υπεράσπιση της σχετικής προσκυνήσεως των εικόνων και παραινέσεις προς τον κλήρο και τον λαό.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίον Γ': Θεολογική ανασκευή των εικονομάχων και ποιμαντικές συμβουλές
Συνέχιση του αγώνα κατά των εικονομάχων, υπεράσπιση της σχετικής προσκυνήσεως των εικόνων και παραινέσεις προς τον κλήρο και τον λαό.
Τοῖς μοναχοῖς τοῦ Φωτεινουδίου Χαρᾶς μὲν ἡ προγραφὴ ὑμῖν, ἀδελφοί, λύπης δὲ ὅτι μάλιστα ἡ ἐπὶ τὸ γράφειν ὑπόθεσις, ὅτι ἀπολέλοιπεν ὑμᾶς ὁ ποιμὴν ὁ καλός, ὁ ἐν Κυρίῳ πατήρ, ὁ ὁδηγὸς καὶ φωστήρ, ὁ πολλοῖς ἔτεσι καὶ πολλὰ πρόβατα ποιμάνας καὶ τὴν λείαν ἐάσας πλήρη θρεμμάτων, εἴπερ ἐν διακοσίοις παρὰ εἴκοσιν ἠριθμημένην, ὁ αἰδέσιμος ἀνὴρ καὶ χάριτος θείας μέτοχος, ὁ λευκὸς ἄγαν τὴν τρίχα καὶ ἔτι λελευκασμένος τὴν καρδίαν, ὁ πλούσιος τὴν ἀγάπην καὶ πλουσιώτερος τὴν ἐλεημοσύνην, ὁ πλείοσιν ἀρεταῖς ὡς ἀληθῶς κατακεκοσμημένος, ἵνα μὴ ἓν καθ᾽ ἓν ἀπαριθμούμενος μακρὸν εὑρεθῶ ἀποτείνων λόγον. ὤ, ὤ, πῶς οὐ ταῦτα θλιπτικά, πῶς δὲ οὐκ ὀδυρτικά, πῶς δὲ οὐκ ἐπ᾽ ἐρημίας ἡ θεωρία τῆς ποίμνης ὅσον κατὰ τὰ φθάσαντα;
Ἀλλὰ τί ἆρα; ἐπιμείνωμεν τῷ πένθει; κατηφιάσωμεν δυσθυμότερον; ἐναφεθῶμεν τῷ πάθει; οὐ μὲν οὖν, ὦ ἀδελφοί· ἀλλ᾽, εἰδότες ὅτι δόγμα θεοῦ πᾶσιν ἀνθρώποις εἰς γένεσιν ἐλθοῦσιν αὖθις ἀναλύειν καὶ τὴν κρείττονα καὶ ἀπήμονα μεταλαμβάνειν ζωήν, ἧς ἀπαρχὴ Χριστὸς ὁ θεὸς ἡμῶν, ὁ τῆς ζωῆς ἀρχηγός, παρακληθῶμεν παρακλήσει θεοῦ, εἰς ἑαυτοὺς γενώμεθα, εἴπωμεν· ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο τὸν καλὸν διδάσκαλον, τὸν ἱερὸν καθηγεμόνα· τίς γάρ ἐστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον, ἵνα τοῦ ἡμετέρου πατρὸς ξενοπαθεῖν ἔχωμεν; εὐχαριστέον ὅτι τοιούτου ἠξιώμεθα καὶ ὅτι ἕως γήρους καὶ πρεσβείου ἡ χρονικὴ παράτασις καὶ ὅτι γε ἐγκατέλιπεν οὐκ ἀπροστατεύτους οὐδὲ ἐρήμους, ἀλλὰ καὶ εὐλόγησεν ἐξόδια καὶ ἐπηύξατο ἁρμόδια καὶ ἕνα τῶν σὺν ὑμῖν κατέστησεν ἐφ᾽ ὑμᾶς προστατεύοντα· ὃν παραινοῦμεν ζώσασθαι ὡς τέλειον ἄνδρα τὴν ὀσφῦν καὶ χριστομιμήτῳ ταπεινώσει τῆς ἐμπιστευθείσης αὐτῷ διακονίας ἔχεσθαι, κανόνι καὶ ἴχνει τοῦ μακαρίου ἐκείνου πορευόμενον τῷ κατ᾽ ἐντολὴν θεοῦ λόγῳ.
Παρακαλοῦμεν δὲ ὡσαύτως καὶ ὑμᾶς, τὴν καλὴν ἀδελφότητα, ὁμογνώμῳ πίστει τε καὶ ἀγάπῃ τῷ νεοκτίστῳ καθηγεμόνι ὑπείκειν ἐν Κυρίῳ καὶ δεῖξαι ὅτι ὄντως ὁ θεὸς ἐν ὑμῖν ἐστι καὶ ὁ ὅσιος πατήρ, προθυμούμενος καὶ συνδέων πάντας εἰς ὁμόνοιάν τε καὶ σύμπνοιαν. ναί, ἀδελφοὶ ἐπιπόθητοι, οὕτως ἔσεσθε, οὕτω παγιώθητε, κἂν πᾶσα ἀρχὴ οὐκ εὐθὺς εὐμάρειαν ἔχοι, χρόνῳ δὲ προϊοῦσα εἰς ἕξιν ἐπιστημονικὴν καθίσταται· μηδὲ ὁμοιωθῆτε τοῖς ἐκ φιλαρχίας ἀστάτοις καὶ ἀνεπιστήμοσιν. ἐπειδὴ δὲ ἐπὶ ξυροῦ τὸ τοῦ διωγμοῦ πρᾶγμα, μὴ προδῶτε, ὑμῶν δέομαι, τὴν πίστιν μηδὲ τὴν εὐσέβειαν, ἀλλ᾽, εἰ ἥξει μηδαμῶς τοῖς αἱρετικοῖς καθ᾽ οἱονδήποτε τρόπον συνυπαχθῆναι, φέροιτε γενναίως, πάντα δεύτερα ἡγούμενοι, μὴ μόνον μοναστήρια καὶ τὰ ἐν μοναστηρίοις ἅπαντα, κἂν εἶεν ὑπερλίαν ἄπορα, ἀλλὰ γὰρ καὶ τὰ ἑαυτῶν σώματα, τὴν καλὴν φυγαδείαν ἑλόμενοι καὶ τὸν τοῦ διωγμοῦ μακαρισμὸν στεφανούμενοι, τὸν ὑπερένδοξον καὶ ὑπερθαύμαστον, καθὰ καὶ ἐντέταλται ὑμῖν ὁ μακάριος. εἰ δὲ ὅτι ἑάλω ἐκεῖνος (ναί, καὶ φεῦ τῆς ἥττης), πλὴν ὅτι ἀνακέκληται, πλὴν ὅτι ἐπιτετίμηται καὶ μετὰ τῶν εὐσεβῶν συνῆπται καὶ εἷς ἐστι τῶν ἀδελφῶν καὶ πατέρων ἡμῶν, καθότι καὶ εἰσδέδεκται πρὸς τοῦ ἱεροτελεστοῦ ἡμῶν μακαριωτάτου πατριάρχου.
Ταῦτα οὖν εἰδότες, ἀδελφοί, εὐψυχήσατε, εὐτακτήσατε, εὖ πράξοιτε ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὃς κἀκεῖνον ἀναπαύσειε μετὰ δικαίων καὶ ὑμᾶς καταρτίσειεν ἐν πᾶσιν ἀγαθοῖς, ἠγαπημένοι ἡμῶν ἀδελφοί.
Πέτρῳ Νικαίας Νῦν εὐοδούμεθα ἐπιστεῖλαι τῇ πατρικῇ σου ἁγιωσύνῃ, ὁπηνίκα ἀνθυπεστρέψαμεν τῆς φυγαδείας· ἐπείπερ ἡ τῶν Ἀράβων ἔφοδος σὺν πολλοῖς ἄλλοις καὶ ἡμᾶς τοὺς ταπεινούς, μεθεῖσα τῆς ξενίας, ἀπήγαγε πρὸ τοῦ ἄστεος ἐν τῇ Πριγκίπῳ νήσῳ. ἐν ᾗ ὅσον ἐταλαιπωρήσαμεν ἀπό τε τοῦ συνέχοντος ἡμᾶς φυγαδευτικοῦ λαοῦ, τοῦ τε καύσωνος καὶ τῶν δυσπότων ὑδάτων, τί δεῖ καὶ λέγειν; εἶτα, ἐπειδὴ προύβημεν ἐγγυτέρω κατὰ τὴν Χαλκηδόνα, ἐκεῖ τοῖν δυοῖν θάτερος κατεπέσαμεν ἐν ἀσθενείᾳ δυσοίστῳ, νεφριτικοῖς πόνοις παιδευούσῃ ἡμῶν τὴν ἐλεεινὴν σάρκα μέχρις ἑβδοματιαίου χρόνου καί, ἁπλῶς εἰπεῖν, ἀργαλεωτέρα ἡμῶν ἡ ὁδὸς ἐγεγόνει. ὅμως τρία ταῦτα γέγονεν ἡμῖν ἐπιτεύγματα θεοῦ χάριτι, τόν τε μακαριώτατον ἡμῶν ἀρχιερέα προσκυνῆσαι, κομισαμένους τὰς ἱερὰς προσευχὰς αὐτοῦ, ἔπειτα τούσδε καὶ τούσδε τῶν ἱερῶν πατέρων καὶ ἀδελφῶν καὶ τρίτον τὸ διαλῦσαι ἐλέει θεοῦ τὰς ἐνστάσεις καὶ ἀντιπαραστάσεις, ἃς καθ᾽ ἡμῶν οὐκ οἶδ᾽ ὅθεν ἀνῆψαν οἱ τῆς εἰρήνης δημιουργοί· σχισματικοὺς ἡμᾶς προανεζωγράφησαν τῆς τοῦ θεσπεσίου ἡμῶν ἀρχιερέως συναφείας, ἰδιονόμους ἀπεφήναντο ἐν ταῖς ἐπιτιμίαις τῶν ἑαλωκότων τῇ αἱρετικῇ κοινωνίᾳ, ἄλλα, ἅττα ἐργωδέστερον τῷ γράμματι ἐπικυκλεῖν.
Πλήν, ὡς προείρηται, εὐχαῖς σου πρὸς ἓν ἕκαστον ἀπαντήσαντες εὐθυβόλως, καὶ τοῦ ἱεροῦ ἡμῶν πατριάρχου κοινωνικοὶ εἶναι ἀποδεδείχαμεν, ὃς καὶ μετὰ ὑπερβαλλούσης συγκαταβάσεως καὶ ἐδέξατο καὶ ἐφιλοφρονήσατο καὶ ἀπέστειλεν ἡμᾶς, μή τινος λόγου τῶν σκαιωρηθέντων ἐπιμνηματισθέντος, οὐ μὴν ἀλλὰ καὶ τοῦ κυρίου Ταρασίου καὶ ἐν ἁγίοις μνημονευομένου· ἔφασαν γὰρ οἱ δῆθεν φιλοπάτορες καὶ τούτου ἡμᾶς διεσχίσθαι καὶ τήν γε ἐν Νικαίᾳ τὸ δεύτερον ἁγίαν σύνοδον τοπικὴν ἀποκαλεῖν. ἡμεῖς δὲ συνεστησάμεθα ἑαυτοὺς καὶ αὐτὸν ἐν πατράσιν ἁγίοις ἔχειν καὶ τήν γε σύνοδον οἰκουμενικὴν ὁμολογεῖν ἐγγράφως τε καὶ ἀγράφως, εἰς καί που καί ποτε καί πως καί τισιν ἀπεκρίθημεν ἑτέρως. ἃ οὐ δεῖ, ὥσπερ καὶ τὰ τηνικαῦτα ἑτέρως πεπραγμένα, νῦν ἀναζητεῖν καὶ ἀναξαίνειν· ἔστι γὰρ ταραχῆς αἴτιον καὶ οὐδὲν ὄνησιν φέρον ἢ μᾶλλον λογομαχίαν καὶ προσκοπὴν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, οὕτως καὶ οὕτως, οἵδε καὶ οἵδε ἔδρασαν, ἔγραψαν, ἕκαστοι τὸ ἀληθὲς ἔχειν οἰόμενοι. μακροῖς ἔτεσιν, ὡς οἶσθα, τριπόθητε, τὸ θρυλλούμενον κατεπράχθη, ἀνατολῇ καὶ δύσει γνώριμον γενάμενον· τὰ πεπραγμένα καὶ γεγραμμένα οὐθέτερον μέρος ἀνατρέπειν οἷόν τέ ἐστιν. νῦν καιρὸς ὁμονοίας, νῦν καιρὸς συναθλήσεως· τὰ ἐγκαταλείμματα τοῦ γεγραφότος, εἰ μὲν εὖ ἕξειν δοκεῖ τοῖς μετέπειτα, ἐπαίνου ἔνδικα, εἰ δὲ μή, τοὐναντίον.
πιστὸς ὁ λόγος, καὶ περὶ τούτου λέγειν ἄλλο οὐ βουλόμεθα οὔτε νῦν οὔτε πρὸς τὸ ἑξῆς· καὶ δηλώσει, φησίν, ἡ τῆς ἀποκαλύψεως ἡμέρα καὶ τὸ τελευταῖον πῦρ, ᾧ κρίνεται καὶ καθαίρεται τὰ ἡμέτερα.
Ταῦτα, ὁμοῦ μὲν ὡς πατρὶ συμψύχῳ καὶ εἰρηνάρχῳ, ὁμοῦ δὲ καὶ ὡς τὸ ἐξειπεῖν τὰ λυπηρὰ ῥᾳστώνην οἶδεν φέρειν τοῖς ὀδυνωμένοις, ἀναγκαίως γέγραπται. εἰ δὲ παρακληθεὶς ὀφθῇς ἡμῖν τοῖς ταπεινοῖς, κόπον ἀγάπης ἀναλαμβανόμενος, πάντως ἡδείους ἡμᾶς ποιήσειας περὶ πάντα. οἱ σὺν ἡμῖν προσαγορεύουσι πλεῖστα τὴν ἁγιωσύνην σου. τοὺς σὺν σοὶ καὶ ἡμεῖς πλεῖστα προσφθεγγόμεθα, παναγιώτατε.
Νικήτᾳ σπαθαρίῳ Ἐδηλώθη μοι ὑπὸ τοῦ καλοῦ σου ἀδελφοῦ ὅτι τις τῶν ἡμετέρων ἱεραρχῶν ἐνδιέβαλέν με ἐπὶ τοῦ τιμίου προσώπου τῆς ἀγάπης σου ὡς θεοποιούμενον τὴν Χριστοῦ εἰκόνα καὶ τοῦτο κεῖσθαι ἐν τῇ πρὸς τὸν ἀδελφὸν Ἀθανάσιον ἐπιστολῇ μου. ἐφ᾽ ᾗ διαβολῇ ἐστέναξα ὁ ταπεινός, ἐννοούμενος πῶς οἱ κατηγγελμένοι καὶ περὶ ἀργοῦ ῥήματος δώσειν λόγον ἐν ἡμέρᾳ κρίσεως ἐπὶ τῶν οὕτω μεγίστων (τί γὰρ μεῖζον πίστεως;) ἁπλῶς καὶ ἀφυλάκτως φθέγγονται, κατηγορίας βέλει τιτρώσκοντες τοὺς ἀνευθύνους καὶ οὐχὶ μᾶλλον, εἴπερ καί τι ἦν ἐσφαλμένον, ἀγαπητικῶς ὑπομνῆσαι κατὰ τὸ γεγραμμένον· ἐλεγμῷ ἐλέγξεις τὸν πλησίον σου καὶ οὐ λήψῃ δι᾽ αὐτὸν ἁμαρτίαν. τὸ δὲ οὕτως ἐνδιαβάλλειν οὐ μόνον ἐστὶ τῆς ἐντολῆς ἀναιρετικόν, ἀλλὰ γὰρ καὶ τῷ ὀνόματι τῆς διαβολῆς αὐτὸς ἑαυτὸν ἄξιον ὀνομάζεσθαι ἀποφαίνει· οὗ τί χεῖρον εἶεν ἐν ἀνθρώποις;
Ἀλλ᾽ ἐπὶ τὴν ἔγκλησιν ὁ λόγος. ‛θεοποιεῖται‚, φησί, ‛τὴν Χριστοῦ εἰκόνα‚. οὔ τί που τοῦτο, ὦ τριπόθητε, ἐν τῇ ἐπιστολῇ μου, ἀλλ᾽ ὅτι τῇ εἰκόνι Χριστοῦ οὐ λατρευτέον (εἰδωλολατρείας γὰρ φρόνημα τοῦτο· μόνῃ γὰρ τῇ Ἁγίᾳ Τριάδι τοῦτο ἀναθετέον) καὶ ὅτι ὁ ἐν τῇ οἰκείᾳ εἰκόνι προσκυνούμενος Χριστὸς λατρεύεται σὺν πατρὶ καὶ πνεύματι, τὴν δὲ Χριστοῦ εἰκόνα προσκυνητέον σχετικῇ προσκυνήσει καὶ ὅτι ταύτην προσκυνοῦντες τὸν Χριστὸν προσκυνοῦμεν, οὐ διαιρούμενον κατὰ τὴν ὑπόστασιν, ἀλλὰ διαφορούμενον κατὰ τὸν τῆς οὐσίας λόγον, ὅπερ καὶ ἄληθες· τὸ γὰρ ἀρχέτυπον ἐν τῇ εἰκόνι ἐκφαίνεται καὶ ἑκάτερον ἐν ἑκατέρῳ παρὰ τὸ τῆς οὐσίας διάφορον, ὥς φησιν ὁ πάνσοφος Διονύσιος.
Πῶς οὖν, οὕτως ἐχούσης τῆς ἐπιστολῆς, ἐνδιαβάλλοι ὁ δι᾽ ἐναντίας καὶ ἀποδείκνυσιν ἑαυτὸν ἀντίθετον τοῖς ἁγίοις; ἀλλὰ τί βούλοιτο; προσκυνοῦντας ἡμᾶς τὴν Χριστοῦ εἰκόνα ὁμολογεῖν προσκυνεῖν ἄλλην ὑπόστασιν; φεῦ τῆς ἀτοπίας· τούτῳ γὰρ μερίζειν ἐστὶ τὰ ἀμέριστα. ἀλλ᾽ οὐκ ἐνδέχεται· οὔτε γὰρ τὸ κράτος σχίζεται οὔτε ἡ δόξα μερίζεται, ὡς αὖθίς φησιν ὁ Μέγας Βασίλειος. διὸ καὶ προσκυνουμένης τῆς εἰκόνος ὁ Χριστὸς προσκυνεῖται, οὗ ἐστι καὶ ὁμοιότης, καὶ οὐχὶ ἡ ὑποδεξαμένη ὕλη τὴν ὁμοιότητα, ὡς καὶ ἐπὶ τοῦ τύπου τοῦ σταυροῦ διαδείκνυται· ὁ γὰρ τὴν ὕλην δοκῶν προσκυνεῖν νήπιος, ἄλογος. οὔτε οὖν ἡ ὕλη, ἐφ᾽ ᾗ ἡ εἰκών, προσκυνεῖται ἐπ᾽ ἀμφοτέροις οὔτε παρὰ τὴν τοῦ εἰκονιζομένου ἄλλη ὑπόστασις· ἐφίσης γὰρ ἡ παρατροπὴ τὸ ἀσεβὲς ἔχει. τοιγαροῦν διὰ τοῦτο καὶ ὁ τύπος τοῦ σταυροῦ σταυρὸς εἴρηται καὶ ἡ εἰκὼν τοῦ Χριστοῦ Χριστὸς εἴρηται, οὐ κυρίως, ἀλλὰ κατὰ κατάχρησιν. ἐὰν οὖν τοῦτο ἡμᾶς πείσῃ μὴ τὸν τύπον τοῦ σταυροῦ σταυρὸν ὀνομάζειν, πείσειεν ἡμᾶς μήτε τὴν εἰκόνα Χριστοῦ Χριστὸν ὀνομάζειν· καί, ἐὰν ἐν τῷ πρώτῳ τὸ μὴ προσκυνεῖν τὸν σταυρὸν προσκυνοῦντας τὸν τύπον, μηδὲ ἐν τῷ δευτέρῳ προσκυνεῖν Χριστὸν προσκυνοῦντας τὴν Χριστοῦ εἰκόνα.
ἀλλὰ μὴν τὸ πρῶτον ἄληθες, ὅτι σταυρὸς καὶ λέλεκται καὶ προσκυνεῖται ὁ οἰκεῖος αὐτοῦ τύπος, οὐκοῦν καὶ τὸ δεύτερον ἄληθες, ὅτι Χριστὸς καὶ λέλεκται καὶ προσκυνεῖται ἡ οἰκεία αὐτοῦ εἰκών, καὶ μάτην εἰκαιολογεῖ ὁ παρὰ ταῦτα καινότερόν τι φρονῶν ἢ λέγων.
Ταῦτα γέγραφα, ὁμοῦ μὲν ἑαυτὸν ἔξω αἰτίας τιθείς, ὁμοῦ δὲ καὶ τῆς σῆς φειδόμενος ἀγαπητικῆς ὑπεροχῆς εἰς τὸ ἀντιποιεῖσθαι ὀρθοδόξου πίστεως καὶ μὴ παρασύρεσθαι λόγοις ἑτεροδιδασκαλίας.
Θεοδώρῳ μονάζοντι Ἐδεξάμην σου τὴν ἐπιστολὴν τῆς τιμιότητος ἐπιγράφουσαν ἐγκύκλιος ἐπιστολή, ἤτοι θεραπευτική, καὶ εὐθὺς ἀπὸ βαλβῖδος ἐξέστην, ἀδελφέ· ἐπελθὼν δὲ τοῖς ἐφεξῆς μικροῦ καὶ τοὺς λογισμοὺς ἀπώλεσα, μὴ ἔχων ὅ τι διαλογίσομαι ἢ τί ἀπολογήσομαι τῷ ἠγαπημένῳ. καί μοι μακροθύμως οἴσειας, εἰ καὶ τραχύτερα τὰ λεχθησόμενα, οὐκ ἔχοντί πως ἄλλως τὰ ἐνσκήψαντα τῇ ταπεινῇ μου καρδίᾳ κατὰ τὸ εἰκὸς ἐκφερομυθῆσαι καὶ ἀναγκαῖον εἰπεῖν.
Ἆρα μή τις, ἀγαπητέ, τὸ σὸν πρόσωπον ὑποδὺς εἰς τοσοῦτον ἐξετραχηλιάσθη ὄγκον φρονήματος, ὥστε ἐννοῆσαι τὰ ὑπερνεφῆ καὶ δρᾶσαι τὰ καταράσσοντα; ἆρα μὴ αὐτοὶ ἡμεῖς, ἔξω ποτὲ φρενῶν γενόμενοι, παιδιάν τινα προειλάμεθα συγγράφεσθαι ἐν οὐ παικτοῖς, ἀλλὰ καὶ λίαν χαλεποῖς τολμήμασιν; τί λέγεις, ὦ τᾶν; ἔξεστιν ἡμῖν, τοῖς μή τινα κλῆρον ἱερωσύνης ἔχουσιν ἢ μόνον ἐν μοναχοῖς τελοῦσιν, δίχα κινδυνευούσης ἀληθείας ἁρπαγμῷ ἱερατικοῦ ἀξιώματος ἐγκύκλιον ἐπιστολὴν ἐντάττειν καὶ ταύτῃ κατεξανίστασθαι ἱεραρχῶν τε καὶ ἱερωμένων, μοναστῶν τε καὶ καθηγουμένων, οὐ μὴν ἀλλὰ καὶ νόμους ἰδικοὺς ἀποίσειν ἐξ ἰδιοκρίτου καρδίας, πρὸς δὲ καὶ ὕβρεσι καὶ ὀνείδεσι, κατακρίσεσί τε καὶ ἀλλοτριώσεσιν ὑποβάλλειν τὸ ὅλον πλήρωμα τῆς ὁμολογητικῆς ἀδελφότητος;
Οὗτοι γάρ, ὡς φῆς, κἂν οὐχὶ πάντες οἱ τῆς ἀληθείας ὑπασπισταί, τὸ τῆς μετανοίας ὑποκρινόμενοι, ὃν τρόπον οἱ τῆς ἐναντίας μοίρας τὸ τῆς εὐσεβείας ὄνομα ψευδῶς ὑποδυσάμενοι, ἐξ ἴσου παγχάλεπα τὴν ἀλήθειαν καὶ τὴν μετάνοιαν διέθηκαν, δεινοῖς κατακοντίζοντες λόγοις καὶ συρφετὸν ἀθλίων εἰσκομίζοντες λογισμῶν, διχοστασίας ἐγείροντες, τὴν ἀμώμητον πίστιν ἀδικοῦντες, τὸν ἁπάντων ἡνίοχον καὶ ἐπιστάτην καὶ δημιουργὸν ἀτιμάζοντες, ἀλλήλοις ἐρίζοντες, λημμάτων ἡττώμενοι, πόρους ἐπινοοῦντες, τοῖς ὁμόφροσι τῶν ἀσεβησάντων χάριν προσκρούοντες, τῶν ὁμολογησάντων καὶ τῆς ἀληθείας προκεκινδυνευκότων τοὺς τὰ μέγιστα ταύτην ἀδικήσαντας καὶ διώξαντας προτιμῶντες καὶ προτιθέμενοι, οἷς τε δρῶσι τῇ ἀληθείᾳ χαλεπαίνοντες καὶ τὸ ὑπὲρ Χριστοῦ παθεῖν οὐδὲν ἡγούμενοι, κακῶς εἰδότες καὶ ὑπὲρ ὧν κεκινδυνεύκασιν ὠμῶς καὶ ἀκαθηκόντως ἀμνημονήσαντες.
Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξα ἐπὶ πλεῖον ἐγὼ ὁ τάλας· καί, εἰ μὴ τῶν σῶν φωνῶν ἐπαΐειν, οὐκ ἂν ἐπίστευσα τῷ προδεδηλωκότι ἐπιστολὴν συντετάχθαι ὑπὸ τῆς τιμιότητός σου κατὰ τῆς τοῦ θεοῦ ἐκκλησίας· κατ᾽ αὐτῆς γάρ ἐστι τὸ τοὺς κλεινοὺς καὶ ὁμολογητὰς ἄνδρας, οἳ περιῆλθον ἐν ποικίλοις πειρασμοῖς ὑστερούμενοι, θλιβόμενοι, κακοχούμενοι, διωκόμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ ταῖς ὀπαῖς τῆς γῆς, ὧν οὐκ ἄξιος ὁ κόσμος, ἀποστολικῶς εἰπεῖν, καταγορεύειν τὰ τοιαῦτα βατταρίσματα· καὶ οὔπω ἐκπέφασται τὰ αἰτιολογικώτερα καὶ ἀπανθρωπότερα. τολμᾷ τις, ἐρωτῶ, ἐν στρατιώταις κατειλεγμένος, βασιλικῷ συγγράμματι ἐξαυθεντήσας τοῦτο κἀκεῖνο διαγορεύειν καὶ τοὺς ἐν ὑπεροχαῖς καθυβρίζειν ὡς ἀτάκτως καὶ εἰκῇ φερομένους; εἰ δὲ τοῦτο φωραθείη πεποιηκώς, ἀνάρπαστος εὐθὺς καὶ ἀγώγιμος ὡς ἐπιθανάτιος· τί καὶ οὐ πείσεται ὁ ἁπλῶς μοναστὴς ὑπὸ τοῦ τῆς ἐκκλησίας κριτηρίου παραπλήσιον ἐκείνῳ τετολμηκώς; μὴ γὰρ οὐκ ἔχομεν ἀρχιερέα, τὸν δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν κατὰ τὸ γεγραμμένον, μετριοπαθεῖν τε δυνάμενον τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις; οὗ ἡ ἐγκύκλιος ἐπιστολὴ κατὰ τὴν δεδομένην αὐτῷ ἐξουσίαν τοῦ πνεύματος. ὅς, εἰ ᾔδει ἐν τοῖς γιγνομένοις ἔκθεσμόν τι καὶ οὐ λυσιτελοῦν, πάντως δὴ ἐφθέγξατο τὰ εἰκότα.
ἀλλ᾽ ἐπειδὴ ὁρᾷ τὴν ἐπικρατοῦσαν αἵρεσιν καὶ στενὰ ἑκατέρωθεν παριστάμενα, εἴασεν ἅπαντας τοὺς προθυμουμένους ἰᾶσθαι τὰ συμπεσόντα νοσήματα ὡς ἕκαστος ἔχει δυνάμεως, εὖ ποιῶν ὁ θεσπεσιώτατος, ὡς μήτε νομοθεσίαν εἶναι τὸ τελούμενον μήτε μὴν ἀθεράπευτον ψυχήν, ὑπὲρ ἧς Χριστὸς ἀπέθανεν, καταλιμπάνεσθαι, καὶ τοῦτο δηλαδὴ μέχρις ὀρθοδόξου συνόδου, ὁπηνίκα καὶ τὰ καλῶς ὑπηργμένα ἐγκριθήσεται καὶ τὰ ἄλλως ἔχοντα ἀποδοκιμασθήσεται. καὶ τὸ πρᾶγμα θεῷ προσφιλὲς ὅτι μάλιστα, ὃς ἐρᾷ πάντας σῴζεσθαι, μὴ ὅτι γε τοὺς τῷ τῆς μετανοίας φαρμάκῳ προστρέχοντας, ὃς καὶ συνεπικουρεῖ τῷ φιλαδέλφῳ, χεῖρα ὀρέγοντι, καὶ συνανίστησι τῷ ἐξεγείροντι τὸν κάμνοντα· αὐτοῦ γὰρ φωνή ἐστιν· παρακαλεῖτε, παρακαλεῖτε, ἱερεῖς, τὸν λαόν μου, λαλήσατε εἰς τὰ ὦτα Ἱερουσαλήμ. τί δ᾽ ἂν εἴη ἄλλο ἡ παράκλησις ἢ ἡ τῶν καθεστώτων συντήρησις καὶ τῶν ἐκτραπέντων διὰ μετανοίας ἐπανόρθωσις; εἶτα πρὸς τοὺς ἡμαρτηκότας· ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ καὶ γνώσῃ ποῦ ἦσθα. καὶ αὖθις· ἔτι σου τὰ ῥήματα τῆς προσευχῆς λαλοῦντος, ἐρεῖ ‛ἰδοὺ πάρειμι‚.
καὶ βοηθός ἐστι τῶν ἀποστρεφόντων ἀπὸ ὁδοῦ πονηρᾶς καὶ τὸ πεπλανημένον πρόβατον ἐπὶ τῶν ὤμων αἴρει καὶ ἄχρις οὗ τὸ σήμερον καλεῖται τὰ τῆς μετανοίας φάρμακα προτίθησι· καὶ τὸν λῃστὴν μιᾷ καιροῦ ῥοπῇ τοῦ παραδείσου ἠξίωσεν καὶ τὸν μέγαν Πέτρον ἀρνησάμενον τῷ πικρῷ κλαυθμῷ προσήκατο καὶ τῷ Δαυὶδ ὡς μηδ᾽ ὁτιοῦν ἁμαρτήσαντι πάλιν τὸ τῆς προφητείας χάρισμα ἐνίησι. καὶ τί δεῖ τὰ πολλὰ παραδείγματα ὑποφαίνειν καὶ μηκύνειν τὸν λόγον; καὶ χρηστός ἐστιν ἐν τοῖς πρὸς τοὺς ὁμοδούλους χρηστευομένοις καὶ ἀπότομος ἐν τοῖς ἀσυμπαθέσιν. οὗ εἵνεκα αἱ ἰατρεῖαι, αἱ ἐπιτιμίαι κατὰ τὸν παρόντα χρόνον τελούμεναι, οὐχ ὡς ἡ τιμιότης σου κεκωμῴδηκεν (ἄπαγε τῆς βλασφημίας) οὐδὲ σκανδάλων παραίτια τὰ γιγνόμενα, ἀλλ᾽ ἀληθινῆς ἀγάπης τεκμήρια· φησὶ γὰρ ὁ Κύριος, τοιαύτην ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.
Τιθέασιν οὖν τὰς ψυχὰς αὐτῶν ὑπὲρ τῶν ἰατρευομένων οἱ ἀκέστορες κατὰ τὸν ἀληθῆ λόγον, οὐκ ἐμπορευόμενοι τὴν θεόκριτον οἰκονομίαν ὡς χριστέμποροι· καὶ ὁ λαὸς τοῦ θεοῦ ὁσημέραι ἀνακαθαίρεται καὶ ὁ οἶκος Σαοὺλ ἀσθενῶν ἠλάττωται, ὁ δὲ οἶκος Δαυὶδ μεγαλυνόμενος ἐπηύξηται, ἐκ τούτου εἰς τοῦτο μεταταττομένου τοῦ ἀνασφήλαντος. ἀλλὰ τί βούλοιο, ὦ θαυμάσιε, ἐν τοσούτοις χρόνοις ἐπικρατούσης τῆς αἱρέσεως καὶ ὀλλυμένου τοῦ θείου πλάσματος μὴ ὀπτανθῆναι ἰατρόν τί που; μὴ εἶναι θεραπευτικὰς μεθόδους; μὴ χειραγωγηθῆναι τυφλώττοντα; μὴ ὑγιασθῆναι νοσηλευόμενον; μὴ μοτωθῆναι τραυματιζόμενον; μὴ ὀρθοποδῆσαι χωλεύοντα; μὴ καταδεσμευθῆναι συντριβόμενον; μὴ ἐπιστραφῆναι πλανώμενον; μὴ κατὰ πᾶν ὁτιοῦν νόσημα καθόσον οἷόν τε ἐπαγωνίσασθαι τὸν προαιρούμενον; καίτοι γε ὁρῶμεν ἐν τοῖς τῶν σωμάτων ἰατροῖς πολλὴν τὴν ἐπιμέλειαν καὶ πολλὰ τὰ ἰατήρια· καὶ ὃς μὲν τόνδε, ὃς δὲ τόνδε ἐγκεχείρισται θεραπεύειν καὶ οὐδὲ ὁ ἐν στάσει ὑπηρέτου κατατεταγμένος κεκώλυται χειραπτεῖν κατὰ τὴν ἐνοῦσαν αὐτοῖς ἰατρικὴν ἐπιστήμην ἢ προύχουσαν ἢ ὑφειμένην. καὶ καθ᾽ ἑκάστην οἱ συμπίπτοντες καὶ πλήρεις αἱ τούτους ὑποδεχόμεναι ἑστίαι, καὶ οὐδεὶς κατεγκαλεῖ τὴν ἐπιμέλειαν οὐδὲ καταιτιᾶται τὸν περὶ τὴν ἰατρείαν σπουδαιολογούμενον, ἀλλὰ καὶ πρώταρχοι καὶ ἀρχιητροὶ καὶ μέσοι καὶ τελευταῖοι τὴν φιλάνθρωπον δρῶντες οἰκονομίαν.
εἰ δὲ ἐκεῖ οὕτως, πολλῷ δήπουθεν ἐν τοῖς κατὰ ψυχὴν κατὰ τὸ ἀνάλογον πάντα καὶ ὁρᾶται καὶ ὀφείλει γίγνεσθαι καὶ ὁ κωλύσων λυμεών τις καὶ κοινὸς ἐχθρὸς τοῦ γένους ὡς τῷ ἀπ᾽ ἀρχῆς ἀνθρωποκτόνῳ συνεργῶν λογισθήσεται. ‛οὔ‚, φησί, ‛τοιοῦτον τὸ ἡμέτερον, ἀλλ᾽ ἐκεῖνο πυνθάνομαι ὅτι, εἰ ὁ Κύριος τὴν μετάνοιαν, παρατροπὴν οὖσαν τῆς τοῦ δικαίου ἀκριβείας, διὰ τὸ ἀγαθὸν οὐ τεθάρρηκε δωρεῖσθαι πρὶν πᾶσαν ὀφειλομένην τοῖς τοῦ δικαίου σταθμοῖς τε καὶ ζυγοῖς δι᾽ ἑαυτοῦ καταθέσθαι δικαίαν τιμωρίαν, τίς τολμηρὸς καὶ ὑπερήφανος, ὃς ἐπιτρέψει ἑαυτῷ μετάνοιαν καθαρίζειν τῶ ἀρνησαμένων τοῦ σωτῆρος ἡμῶν Χριστοῦ τὰ ὑπὲρ ἡμῶν παθήματα, μὴ πρότερον ἅπασαν ἔκτισιν ἀποδοῦναι τῇ τοῦ δικαίου ἀπαραβάτῳ αὐστηρία;‚ Φεῦ τοῦ τολμηροῦ καὶ ἀσυνέτου προβλήματος. πότε ὦπται ὁ Χριστὸς τὴν μετάνοιαν εὐαγγελιζόμενος; πότε τῷ παραλυτικῷ εἴρηκεν, θάρσει, τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου; πότε τῇ δακρυοβρεχούσῃ πόρνῃ τοὺς θείους πόδας ἡ αὐτὴ συγχώρησις δεδώρηται, ἐπιπλήττουσα Σίμωνα τὸν ἑστιάτορα; πότε τῷ ἐν ἀσθενείᾳ κατακειμένῳ ἐν τριάκοντα καὶ ὀκτὼ ἔτεσιν εἴρηται, ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται, ὡς ἐξ ἁμαρτίας δηλαδὴ τῆς ἀσθενείας ἐπισκηψάσης; ἄλλα, ἅττα οὐκ εὔκαιρον ἀνελιττομένῳ ὑποφαίνειν θεοσημείας ἔργα, πότερον, πρὸ τοῦ πάθους ἢ μετὰ τὸ πάθος;
εἰ δὲ πᾶσιν εὔδηλον καὶ ὁμολογούμενον ὅτι πρὸ τοῦ πάθους, ὥσπερ καὶ τοὺς μαθητὰς ἀπεσταλκὼς δίδωσιν ἐξουσίαν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν θεραπεύειν, ἥτις διὰ τῆς τῶν προσερχομένων μετανοίας καὶ ὑποπτώσεως ἐδεδώρητο, τίς ἡ τολμηρὰ γλῶσσα ἐπιφθεγγομένη μὴ τεθαρρηκέναι Χριστὸν πρὸ τοῦ πρὶν πᾶσαν τὴν ὀφειλομένην τοῖς τοῦ δικαίου σταθμοῖς τε καὶ ζυγοῖς δι᾽ ἑαυτοῦ καταθέσθαι δικαίαν τιμωρίαν κἀντεῦθεν ἐπιτιμᾶν τοῖς τῆς μετανοίας ἀναδεξαμένοις τὴν οἰκονομίαν ὡς τολμηροῖς καὶ ὑπερηφάνοις, μὴ πρότερον ἅπασαν ἀποτίσασι τὴν τοῦ δικαίου αὐστηρίαν; ἢ δῆλον ὅτι Φαρισαϊκῆς διανοίας ἡ ἐπίπληξις καὶ Ναυατιανικῆς μισανθρωπίας ἡ ἀπαγόρευσις;
Ὅρα δὴ οὖν λοιπόν, ὦ ἄνερ, οἷον ἀπομετεωρισθεὶς κατεκρημνίσθης, τῶν οἰκείων μέτρων ἐκστὰς καὶ μὴ συντετηρηκὼς ἑαυτῷ τὸ ἐνόν σοι ἀξίωμα. ἢ οὐκ ἀνέγνως ὡς πᾶς ἀλλοτριοεπίσκοπος ἐκκήρυκτος; καὶ οὐκ ἀπέστελλον αὐτούς, φησί, καὶ προεφήτευον· καί, οὐχ ἑαυτῷ τις τὴν τιμὴν λαμβάνει, ἀλλ᾽ ὁ καλούμενος ὑπὸ τοῦ θεοῦ. οὕτως καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γενέσθαι ἀρχιερέα κατὰ τὸ γεγραμμένον, ἀλλ᾽ ὁ λαλήσας πρὸς αὐτόν· σὺ ἱερεὺς εἶ εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. σὲ δὲ τίς κέκληκεν, ἀδελφέ, τίς δὲ κατέστησεν νομοθέτην ἐπὶ τῆς ἐκκλησίας τοῦ θεοῦ, ὅς, μηδὲ ἄρχεσθαι τυχὸν μεμαθηκὼς κἀκ τούτου μηδὲ ἄρχειν τινὸς τεθεωρημένος, ὀφείλεις νομοθετεῖσθαι μᾶλλον ἢ νομοθετεῖν, χειραγωγεῖσθαι μᾶλλον ἢ χειραγωγεῖν, φωτίζεσθαι ἢ φωτίζειν, διδάσκεσθαι ἢ διδάσκειν, κἀκ τῆς τοῦ προτέρου πείρας ἐπὶ τὸ δεύτερον ἀνιέναι, ὥσπερ δὴ θεῖος νόμος καὶ κάλλιστα ἔχων κἀν τοῖς θείοις κἀν τοῖς ἀνθρωπίνοις ἀξιώμασιν.
Μὴ γὰρ οἰώμεθα, ὦ φίλε, τὸ ἐκ τῆς μωρανθείσης σοφίας εἰδέναι τι φθέγγεσθαι καὶ ἐπίτριπτον λόγον συνεισβάλλειν, τοῦτο καθίστησι νομοθέτας (ἐπεὶ καὶ Μωαβίταις καὶ Ἀμμανίταις εἰσιτητὸν τὸ θεῖον θυσιαστήριον), ἀλλ᾽ οὓς ὑπακοὴ χριστομίμητος ἐδοκίμασεν καὶ πολυχρόνιος ὑπομονὴ ἐμαρτύρησεν καὶ εὐαγγελικὸς λόγος ἐτελείωσεν· εἰ δὲ καὶ ἐξωτερικὸς πάρεστιν, οὐκ ἄχαρις, εἴ γε ὑπὸ ταπεινοφροσύνης κεκόσμηται καὶ ὑπὸ τοῦ εὐαγγελικοῦ ἡγεμονεύοιτο, ἀλλὰ μὴ τοῖς οἰκείοις ἀξιώμασιν ἐναβρύνεται, οἷς οἱ ἐναβρυνόμενοι, ὡς ἐπὶ καλαμίνῃ ῥάβδῳ ἐπερειδόμενοι, εἰκότως τιτρωσκόμενοι καταράσσονται. ἀλλά, φησί, ζηλῶν ἐζήλωκα τῷ Κυρίῳ καὶ οὐκ ἀνεκτὰ τὰ ὁρώμενα. καὶ ποῦ ἡμῖν τὸ τῆς προφητείας χάρισμα, ὦ βέλτιστε; καὶ ποῦ τὸ Καρμήλιον ὄρος; καὶ ποῦ αἱ οὐράνιαι κλεῖς; καὶ ποῦ ἡ διατέμνουσα τὸν Ἰορδάνην μηλωτή, ἐν διπλῷ χαρίσματι τῷ Ἐλισσαίῳ ἐπιφοιτήσασα; ἡμῖν δέ, εἰ καί τι πάρεστι χάρισμα, τίνι καταλειπτέον, μηδὲ φοιτητὴν ἔχουσιν;
Ὅθεν σκοπῶμεν ἤδη μήπως τῶν ὑπὲρ δύναμιν ἐφιέμενοι καὶ τῶν μετρίων ἀποτύχοιμεν μηδὲ τὸν κώνωπα διυλίζοντες τὴν κάμηλον καταπίνωμεν ἢ καὶ τὰ κάρφη ἐκ τῶν ὀφθαλμῶν τῶν ἀδελφῶν ἐξαίρειν δοκιμάζοντες αὐτοὶ τὴν δοκὸν ἐπὶ τῶν ὀφθαλμῶν μὴ δοκοῦντες φέρωμεν, τὸ δὴ λεγόμενον, ἐξ ὧν συναναστρεφόμεθα καὶ συνεσθίομεν ὧδε κἀκεῖσε καταγινωσκόμενοι. ‛ὁ δεῖνα‚, φησί, ‛ψευδῶς ἐξηγόρευκε, κρύπτων τὸ αἴσχιστον αὐτοῦ ἁμάρτημα· καὶ ἄλλος, κρύψας τὸ ἀσέβημα, ἕτερα ἀνθ᾽ ἑτέρων ἐξηγεῖται. καὶ πῶς ὁ δῆθεν ἰατρεύων δύναται φάναι θεραπείας τούσδε τετυχηκέναι;‚ οὐ πιστευτέον, ὦ τᾶν, ἀλλὰ καὶ λίαν κατηγορητέον· οὐδεὶς γὰρ αὐθαιρέτως ἴων πρὸς ἴασιν μὴ οὐχὶ ἀπογυμνοῦν τὸ οἰκεῖον πάθος αἱρήσεται. εἰ δὲ καί ποι ἄληθες, οὐχ ἡμῶν τὸ κρίνειν, ἀλλὰ θεοῦ τοῦ ἐφορῶντος· φησὶ γάρ· τὰ μὲν φανερὰ θεῷ καὶ ἡμῖν, τὰ δὲ κρυπτὰ Κυρίῳ τῷ θεῷ σου· σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἰητῆρα; πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ θεοῦ ἢ τοὐναντίον. ‛Πάντες‚, φησίν, ‛ὑπερβάθμιον ἐκτείνουσι πόδα καὶ τῶν οὐ παρακεχωρημένων κατατολμῶσιν καὶ τοῖς ὑψηλοτέροις ἐπεκτείνονται‚.
τοῖς οἰκείοις ἑάλως πτεροῖς, ὥς πού τις ἔφη τῶν ἔξω, ἀφ᾽ οὗ καὶ ἡ πρότασίς σου· ποὺς γὰρ τεταγμένος εἰς κεφαλὴν ἐξ αὐθαδείας ἤρθης, ταῖς ἄλλαις δυσὶ προτάσεσι περιπαρείς, ὦ γενναῖε. ἑτέρα πάλιν ἔγκλησις· ‛πάντες ἑαυτοῖς ἐπιτρέπουσι τὰ ὑπὲρ δύναμιν καὶ ἥττονας ἡγοῦνται τοὺς ἄλλους καὶ τῷ λύειν καὶ δεσμεῖν ἀσχέτως καὶ ἀκλήτως ἐπιτρέχουσι καὶ πάντας φιλονεικοῦσι πρὸς τοὺς οἰκείους ἕλκειν πόδας καὶ μηδένα ἕτερον τὸν λύοντα ἢ εἶναι ἢ νομίζεσθαι θέλουσιν καὶ φθονοῦσι τοῖς τὰ τοιάδε πράττουσι καὶ τούτους μόνους δέχεσθαι, οὓς αὐτοὶ λελύκασι, τοὺς δὲ ὑφ᾽ ἑτέρων τετυχηκότας ἐπιτιμήσεως ἀποστρέφεσθαι καὶ ἐγκαλεῖν, ἐπεὶ μὴ πρὸς αὐτοὺς δεδραμήκασι καὶ παρ᾽ αὐτῶν ᾐτήσαντο τὴν ἄφεσιν‚. ἀναπλάσματα διανοίας δαιμονιώδους τὰ κατηγορήματα καὶ ἐκ φθονερᾶς καρδίας τὰ προβλήματα· οἷς ἐπιγελάσειέν τις εἰκότως ὡς παιδιάς τινας καὶ ὕθλους καὶ ἀθύρματα· ἢ μᾶλλον τἀληθὲς εἰπεῖν, ἐπεὶ μηδεὶς ἡμῖν ἐξ ἀπιστίας ὁ προστρέχων κατὰ λῆψιν ἐπιτιμήσεως, μαινόμεθα πρὸς τοὺς ἐκ πεποιθήσεως τῶν προσιόντων θεραπεύοντας, δαιμόνιόν τι πάθος πάσχοντες καὶ τοῖς εἰκονομάχοις τὰ ἴσα τοὺς αἰδήμονας καθυβρίζοντες. ‛Τί‚, φησί, ‛τὸ διάφορον τῆς αἱρέσεως ταύτης πρὸς τὸν Μανιχαϊσμόν; οὐχὶ κατὰ Μανιχαϊκῆς αἱρέσεως ἠγωνίσμεθα καὶ λόγοις καὶ ἔργοις;
καὶ δηλοῦσι τὰ ἔγγραφα συντάγματα τῶν κατ᾽ αὐτῆς ἀγωνισαμένων, ἐν οἷς ἀπαραλογίστοις συλλογισμοῖς καὶ ἀκαθαιρέτοις ἀποδείξεσιν ἀπέδειξαν, εἰ καὶ νῦν ἑαυτῶν καὶ τῶν οἰκείων πονημάτων ἀμνημονοῦσιν‚. ἔοικας, ἑταῖρε, ἀσυλλογίστως συλλογίζεσθαι καὶ ἰδίοις λογισμοῖς ἐπ᾽ ἀθετήσεις ἀληθείας στηρίζεσθαι, μὴ εἰδὼς ὅτι τὰ παραδείγματα, τοῖς πρωτοτύποις παραβαλλόμενα, οὐκ αὐτὰ ἐκεῖνα εἶεν τὰ ἀρχέτυπα, ἀλλὰ τοσοῦτον ἔχοντα τὸ πρὸς ἄλληλα ταὐτόν, ὅσον τὸ κατὰ τοὔνομα κοινὸν τοῖς ἄλλοις ἐξαλλάσσοντα. καὶ τὰ μὲν κυρίως ὠνόμασται, τὰ δὲ οὐ κυρίως, καὶ τὰ μὲν κατὰ κατάχρησιν λέλεκται, τὰ δὲ κατὰ ἀλήθειαν· οἷον, φέρε εἰπεῖν, ἐπὶ τῆς εἰκόνος Χριστοῦ καὶ αὐτοῦ Χριστοῦ, ὅτι ὁ μὲν κατὰ ἀλήθειαν Χριστὸς καὶ ἔστι καὶ ὀνομάζεται, ἡ δὲ κατὰ κατάχρησιν, ἤτοι ὁμωνυμίαν. ἐπεὶ καὶ Παῦλος ὁ ἱερὸς ἀπόστολος τὴν φιλαργυρίαν δευτέραν εἰδωλολατρείαν ἀπεκάλεσεν αἰτιολογικῶς καὶ κατὰ ἀναφορὰν ὁμοιωματικὴν τῆς οὔσης εἰδωλολατρείας· ἐξ οὗ οὐδὲ ἐπιτιμητέον τοῖς φιλαργύροις ὡς εἰδωλολάτραις, ἐπεὶ ἄρα ὀφείλομεν ἐκ τοῦ κόσμου ἐξελθεῖν. νῦν δὲ πολλοὶ φιλάργυροι καὶ πάντῃ ἀνεπιτίμητοι παρεωραμένοι. τί οὖν ἀπᾷδον κἀνταῦθα, εἰ ἡ εἰκονομαχικὴ αἵρεσις τῇ Μανιχαϊκῇ παραβάλλοιτο ὅσον κατ᾽ εἰκόνος καὶ πρωτοτύπου λόγον;
καθὸ καὶ ἡ ἐν Νικαίᾳ τὸ δεύτερον οἰκουμενική τε καὶ ἁγία σύνοδος τοὺς ἐν ταύτῃ ἑαλωκότας οὐχ ὡς μανιχαΐσαντας ὑπεξελθοῦσα τεθεράπευκεν καὶ οὔ τί που ἀμνημονήκασιν οἱ τὰ περὶ αὐτῆς πονήματα καταβαλλόμενοι, καὶ λόγοις καὶ ἔργοις κατ᾽ αὐτῆς ἀνταγωνισάμενοι. ἠγνόηκας δ᾽ αὐτὸς ὄντως ἑαυτόν, ὃ πολλῆς ἐστι κατηγορίας καὶ ἀβελτερίας ἔγκλημα.
Ἐβουλόμην οὖν καὶ ἑτέρας προτάσεις τοῦ πολυσχεδοῦς καὶ ταὐτολογοῦντος γραμματείου συνεισοῖσαι τοῖς προλεχθεῖσι καὶ ἀποδεῖξαι πάντῃ ἐξ ὀρθοῦ λόγου ἐληλεγμένας· ἀλλὰ ἃς μὲν ὡς ἀλυσιτελεῖς καὶ ἀσυναρτήτους, ἃς δὲ ὡς αὐτόθεν ἐχούσας τὸν ἔλεγχον, ἐνίας δὲ ὡς σκοτεινὰς καὶ ἀντιδόξους τῇ ἀληθείᾳ πόρρω που ἀπορριψάμενος ὡς εἰς πῦρ Ἡφαίστου, ἐπὶ τέλει τοῦ λόγου ἐκεῖνο ἐπιφθέγγομαι, ὅτι, εἰ μὲν αἰτοῦμεν συγγνώμην ἐφ᾽ οἷς προπετῶς καὶ θεὸν παρωργίσαμεν καὶ ἁγίους ἠτιμάσαμεν καὶ τὴν ὁμολογίαν κατῃτιασάμεθα καὶ τὴν ἐκκλησίαν δεδυσφημήκαμεν, εὖ ἂν ἔχοι· εἰ δὲ μή, ἀλλ᾽ ἡμεῖς γε οἱ ταπεινοὶ ἐπὶ στόματι χεῖρα ἐπιθήσομεν, μὴ ἐκκαλούμενοί σου τὴν ὁσιότητα εἰς δευτέραν γραμματικὴν προσφώνησιν.
Λέοντι σακελλαρίῳ Πολλοῦ χρέους εὐχαριστιῶν καὶ ἀπολογιῶν ὑπεύθυνοι ὄντες μικράν τινα νομίζομεν ἀποδιδόναι ὀφειλὴν ἐν ταῖς πρὸς τὴν πανεύφημον καὶ παμπόθητόν σου ὑπεροχὴν ὑπὸ τῆς ταπεινώσεως ἡμῶν ἐγχαραττομέναις ἐπιστολαῖς. ἐπεὶ καὶ νῦν ἐπὶ τῷ ἀδελφῷ Σιλουανῷ τί καὶ ἀπολογησόμεθα; πρῶτον μὲν ὅτι οὕτως αὐτὸν προσήκατο ἰδεῖν ἡ θεοφιλής σου ψυχὴ ὡς ἕνα τινὰ τῶν συνήθων, μειλιχίῳ ἤθει καὶ εὐπροσίτῳ προσώπῳ συλλαλήσασα καὶ συνανακραθεῖσα μετὰ τοῦ εὐτελοῦς· ἔπειτα τὰ περὶ ἡμῶν τῶν ἁμαρτωλῶν οὕτως συνανακρῖναι, τήν τε τοῦ ἀμφοτέρων ἡμῶν ταπεινοῦ σώματος ἀσθένειαν καὶ τὴν ἄλλην ὑποφῆναι ἀγαπητικὴν συνδιάθεσιν, ὡς τοσοῦτον εἰπεῖν, ὅτι ‛καὶ Στουδιώτης ὑποπτεύομαι πρός τινων τῶν ἀντιθέτως πρὸς ὑμᾶς ἐχόντων‚ καὶ τὸ ἀπεύξασθαι μή ποτε γενέσθαι τινὰ τρῶσιν τῆς τηλικαύτης φιλικῆς ἀνακράσεως.
τοῦτο ὅλον ἐξένισεν ἡμᾶς καὶ συνερρίζωσε μᾶλλον καὶ μᾶλλον ἐν τῇ εἰλικρινεῖ αὐτῆς ἀγαπήσει, τὰ αὐτὰ λέγοντες· μή ποτε, ὦ δέσποτα τῶν ἁπάντων, δῴης ἡμῖν ἐπιλαθέσθαι τοῦ καλοῦ εὐεργέτου, τοῦ πιστοῦ συμψύχου, τοῦ δοκίμου ἐραστοῦ, τοῦ ἱεροῦ ἀνθρώπου, τοῦ κατὰ πάντα ἐν πᾶσιν καὶ προστάτου καὶ κηδεμόνος καὶ κυρίου ἡμῶν καὶ δεσπότου, ἀλλ᾽ εἴη τὸ φίλτρον καὶ μετὰ πότμον ἐνιζάνον ἐν ἡμῖν, μᾶλλον δὲ καὶ συμμετερχόμενον ἐν τῷ μέλλοντι αἰῶνι, ἐν ᾧ πιστεύομεν γνωρίζειν ἀλλήλους καὶ συγχαίρειν ἐν θεῷ τοὺς φιλήσαντας ἑαυτοὺς πνευματοκινήτως.
Ἀλλ᾽ ἐντεῦθεν ὁ λόγος μετελθὼν ἐν ταῖς δυσὶν ὑποθέσεσιν ἐνδιατρίψειεν κατὰ τὴν κέλευσιν. ἐπὶ μὲν οὖν τῆς πρώτης ὡς ἔχεις, ὁ κύριος ἡμῶν, οὕτω καὶ ἡμεῖς διατιθέμεθα· προδιαιτείσθω δὲ ὁ λόγος οὕτως. φονίσκος ἐπὰν κρατηθῇ, δικαίως ἀποτίσει πρὸς τοῦ νόμου τὴν ἀντισήκουσαν ποινήν. νυνὶ δὲ ἐμφύλιος πόλεμος πρόκειται, ὅς, ὥσπερ αἱ ἄλλαι θεομηνίαι, σεισμοί τε καὶ λιμοί, καταποντισμοὶ καὶ ἐμπρήσεις, παρὰ θεοῦ πρὸς σωφρονισμὸν ἡμῶν δικαίᾳ κρίσει ἀνερριπίσθη, ὀλέσασα τοσοῦτον ἀριθμόν, ὅσος καὶ ὤλλυτο. ἐπεὶ οὖν σπλαγχνισθεὶς κεκόπακεν τὴν θραῦσιν Κύριος, οὐ βούλεται τοὺς ὑπολειφθέντας ὄλλυσθαι, ἐπεὶ πάντως πανωλεθρίαν εἰργάσατο ὡς ἐπὶ τοῦ κατακλυσμοῦ· ἀλλὰ τί; τὸ διασεσῶσθαι τοὺς ἐαθέντας καὶ φειδοῦς γενέσθαι ἀξίους· φησὶ γὰρ ἐν τοῖς εὐαγγελίοις, ἄφετε καὶ ἀφεθήσεται ὑμῖν· καὶ διὰ τοῦ μακαρίου Παύλου· μή τίς τινι κακὸν ἀντὶ κακοῦ ἀποδιδότω, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας. οὐ μὴν ἀνεπιτιμήτως· ἐπεὶ καὶ Κάιν φονεύσας τὸν ἀδελφὸν τὸ πολυειδὲς καὶ ᾀδόμενον ἐπιτίμιον εἰκότως εἴληφεν. ἐπιτετίμηται πρὸς ἑαυτοῦ καὶ Λάμεχ, καὶ Ἀβεσσαλώμ, τὸν ἀδελφὸν Ἀμνὼν κτείνας, ἐάθη ὑπὸ τοῦ πατρὸς κατὰ τὸ ὑπὸ τῆς Θεκωίτιδος πρόβλημα ἄκταντος.
καὶ αὐτὸς Δαυὶδ οὐκ ἐβούλετο τὸν Ἀβεσσαλὼμ τὸν πατρολῴαν κτένεσθαι, ἀλλ᾽ οὐδὲ τοὺς συναποστατήσαντας αὐτῷ μετὰ τὴν παῦλαν τοῦ πολέμου γέγραπται προστάξαι φονεύεσθαι. τοσαῦτα ὡς κατ᾽ ἐπιτομὴν περὶ τοῦδε· ἐλεήμων γὰρ ὢν ὁ θεὸς θέλει δι᾽ ἐπιτιμήσεων, ἤγουν ἐξοριῶν, φυλακῶν, ἄλλων τινῶν ὑποθέσεων τὸ τῆς μετανοίας αὐτοῖς διὰ ζωῆς συντηρεῖσθαι.
Ἐπεὶ δὲ τῇ ἑτέρᾳ ὑποθέσει τί καὶ φῶμεν, εἰδότος σου τοῦ ἐχέφρονος καὶ δραστηρίου νοῦ τὰ πάντα; εἰς αὐτὸ τοῦτο ἡ τοῦ προάρξαντος Λέοντος ἔνστασις συνᾶραι ἡμᾶς λόγον μετὰ τῶν ἑτεροδόξων, ἀντιθετικῶς κρίσιν ἀποίσοντος, ὡς ἐνόμιζεν. ἀλλὰ καὶ αὐτοῦ ἤδη τοῦ βασιλεύοντος ἡ αὐτὴ ἔνστασις, ὁπηνίκα κατὰ πρόσωπον πρὸ τριῶν ἐτῶν διελέχθη ἡμῖν, οὐκ αὐτοῦ λέγοντος κρίνειν τὴν διαδικασίαν, ἀλλὰ τοῦτον κἀκεῖνον τῶν δῆθεν ὁμοφρόνων ἡμῖν· ἀλλ᾽ οὔτε ἡμεῖς οἱ παρόντες κατὰ πρόσωπον οὔτε ὁ κλεινὸς ἡμῶν ἀρχιερεὺς ἠνέσχετο ὡς ἔκθεσμον καὶ ὀθνεῖον. ὅπερ καὶ ἄληθες, παμπόθητε ἡμῶν δέσποτα· οὐδὲ γὰρ περὶ βιωτικῶν καὶ σαρκικῶν ὁ λόγος, ὧν βασιλεὺς τὸ κράτος ἔχει τοῦ κρίνειν καὶ τὸ βιωτικὸν κριτήριον, ἀλλὰ περὶ θείων καὶ οὐρανίων δογμάτων, ὃ ἄλλοις οὐκ ἐπιτέτραπται ἢ ἐκείνοις, οἷς φησιν αὐτὸς ὁ θεὸς λόγος· ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ. τίνες δὴ οὗτοι οἱ ἐντεταλμένοι; ἀπόστολοι καὶ οἱ τούτων διάδοχοι. τίνες δ᾽ οὖν οἱ διάδοχοι; ὁ τῆς Ῥωμαίων νυνὶ πρωτόθρονος, ὁ τῆς Κωνσταντινουπόλεως δευτερεύων, Ἀλεξανδρείας τε καὶ Ἀντιοχείας καὶ ὁ Ἱεροσολύμων.
τοῦτο τὸ πεντακόρυφον κράτος τῆς ἐκκλησίας, παρὰ τούτοις τὸ τῶν θείων δογμάτων κριτήριον· βασιλέων δὲ καὶ ἡγεμόνων τὸ συνεπικουρεῖν καὶ συνεπισφραγίζειν τὰ δεδογμένα καὶ διαλλάττειν τὰ σαρκικῶς διαφορούμενα. οὐκ ἄλλο τι ἐν τοῖς θείοις δόγμασιν οὔτε δέδοται πρὸς θεοῦ οὔτε γενησόμενον στήσεται. διὰ τοῦτο ἀπεδοκιμάσθη ἐπὶ τοῦ δόγματος τῶν θείων εἰκόνων τὰ ἐπὶ τοῦ πάλαι Κωνσταντίνου καὶ Λέοντος βασιλικῷ κράτει καὶ θράσει συνεδριασθέντα τε καὶ βατταρισθέντα· ἐφ᾽ οἷς ἐτμήθη ἡ τῇδε ἐκκλησία τῶν ἑτέρων τεττάρων, ἀναθεματισμοῖς ὑποβαλλομένη αἰωνίοις σφραγῖδι τοῦ Ἁγίου Πνεύματος. εἶτα ἐλέῳ θεοῦ ἠγέρθη κέρας ὀρθοδοξίας ἐπὶ Εἰρήνης τῆς πάνυ σὺν τῷ αὐτῆς ῥαδάμνῳ, ἐφ᾽ ἧς συνήφθη τὰ διεστῶτα μέχρις Λέοντος τοῦ προσεχοῦς· ἐφ᾽ ᾧ αὖθις διετμήθη ἡ τῇδε ἐκκλησία, ἀναθεματιζομένη ὑπὸ τῶν προτέρων ἰσορρόπως.
Ἀμήχανον οὖν ἐστιν, ὦ δέσποτα, βιωτικῷ κριτηρίῳ παραβάλλεσθαι τὸ θεῖον κριτήριον ἢ συναφθῆναι τήνδε τὴν ἐκκλησίαν μὴ οὐχὶ ὁμονοούντων τῶν πέντε πατριαρχῶν. εἰ δέ τις ἐρωτοίη ‛καὶ πῶς ἐνδέχεται τοῦτο γενέσθαι;‚ τῷ ἐκστῆναι τοὺς ἑτεροδόξους τῶν τοῦ θεοῦ ἐκκλησιῶν καὶ ἀπολαβεῖν τὸν οἰκεῖον θρόνον Νικηφόρον τὸν ἱερὸν πατριάρχην· ὅς, συνεδρεύσας μεθ᾽ ὧν συνήθλησεν (εἰ οὐκ ἐνδέχεται ἐκ τῶν ἄλλων πατριαρχῶν παρεῖναι ἀντιπροσώπου· ὅπερ δυνατόν ἐστιν, εἰ θέλοι βασιλεὺς τὸν ἐκ Δύσεως παρεῖναι, ᾧ καὶ τὸ κράτος ἀναφέρεται τῆς οἰκουμενικῆς συνόδου), ἀποπεράνοι ἂν τὸ τῆς εἰρήνης καὶ τὸ τῆς συναφείας βραβευτήριον δῆλον ὅτι δι᾽ οἰκείων συνοδικῶν, ἀποστελλομένων τῷ πρωτοθρόνῳ. εἰ δὲ οὐ τοῦτο καταδεκτέον τῷ βασιλεῖ καί, ὥς φησι, παρετράπη σὺν ἡμῖν τῆς ἀληθείας Νικηφόρος ὁ πρόεδρος, ἐξ ἑκατέρου μέρους ἀποσταλτέον πρὸς τὸν Ῥώμης κἀκεῖθεν δεχέσθω τὸ ἀσφαλὲς τῆς πίστεως. καὶ γὰρ οὕτως ἔχει· εἰ παρατραπῇ εἷς ἐκ τῶν πατριαρχῶν, ὑπὸ τῶν ὁμοταγῶν, καθά φησιν ὁ θεῖος Διονύσιος, τὴν ἐπανόρθωσιν λήψεσθαι, οὐχ ὑπὸ βασιλέων κρίνεσθαι, κἂν ἐξαναστῶσιν πάντες οἱ ὀρθοδοξήσαντες βασιλεῖς. καὶ τούτου τοῦ κεφαλαίου οὐκ ὀφείλει ἀφειδῆσαι ὁ βασιλεὺς ἡμῶν, ἀλλὰ καὶ πρὸ πάντων γε φροντίσαι, ἐν ᾧ καὶ τὸ βασίλειον μακάριον καὶ τὸ βασιλεύειν ἐννόμως δεδώρηται.
Ἄλλο τι οὐ φρονοῦμεν οἱ ταπεινοὶ καὶ ἀνάξιοι, ὑπερευχόμενοι τῆς πολυεύκτου σου εὐζωΐας· εἰ δέ τι ἐλλιπὲς ἐν τοῖς γράμμασιν, ὁ προσκυνητὴς τῶν τιμίων σου ἰχνῶν καὶ ἐπιστοληφόρος ἀπολογήσεται.
Θεοδότῳ πατρικίῳ Ἀπὸ τοῦ τιμίου γράμματος εἴδομέν σου τὴν πανεύφημον ὑπεροχὴν καὶ ἀπὸ ἀκροάσεως τῶν σημαινομένων ἐπέγνωμέν σου τὴν καλὴν ψυχήν· τὸ γὰρ πρὸς ἡμᾶς τοὺς ἁμαρτωλοὺς τοιούτοις χρήσασθαι τιμητικοῖς λόγοις, ἐπιθυμεῖν τε ἡμῶν ἰδεῖν τὸ εὐτελὲς πρόσωπον, εἶτα καὶ ἀκουτισθῆναι λόγον σωτήριον, ἀνδρός ἐστιν ὄντως ἐνθέου καὶ ψυχῆς ἐπιποθούσης θεόν. καὶ ὡς θαυμαστὰ τὰ ἔργα τοῦ μεγάλου καὶ μόνου θεοῦ ἡμῶν τῶν χριστιανῶν· ὅτι ἐκάλεσέν σε ἐξ ἔθνους οὐχ ὁσίου εἰς τὴν σεπτὴν ἐπίγνωσιν τῆς ἀληθείας αὐτοῦ τρόπῳ τηλικούτῳ, δοκοῦντι μὲν ἀκουσίῳ, αὐθαιρέτῳ δ᾽ ὅτι μάλιστα, σὺν τοῖς συνεξελθοῦσιν ἀγχιστεῦσιν, ἐπείπερ ἄλλως οὐ δεδοκίμασται τῇ θείᾳ οἰκονομίᾳ ἀφαρπάσαι ὑμᾶς τῆς ἀθεότητος.
ὢ τῆς θαυμαστῆς κλήσεως· ὢ τῆς ἐπαινετῆς ἀπολυτρώσεως· ἠνέχθης ἐκ σκότους εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς, ἀπεκδυσάμενος τὸν παλαιὸν ἄνθρωπον σὺν τοῖς ἀτόποις καὶ ἐθνικοῖς λογισμοῖς τε καὶ πράξεσιν, ἐνεδύσω τὸν Χριστόν, χριστιανὸς ἀντ᾽ ἐθνικοῦ χρηματίζων, υἱὸς φωτὸς καὶ υἱὸς ἡμέρας, ἀνθ᾽ υἱοῦ σκότους καὶ νυκτὸς ἀσεβείας, ἕνα θεὸν σέβων, τὸν ἐν πατρὶ καὶ υἱῷ καὶ Ἁγίῳ Πνεύματι προσκυνούμενον, πεφευγὼς τῆς πολυθεΐας καὶ Βουλγαρικῆς εἰδωλολατρείας τὴν δυσσέβειαν· εἶτα καὶ ὁμολογῶν τὸν ἕνα τῆς Ἁγίας Τριάδος, αὐτὸν τὸν υἱὸν καὶ λόγον τοῦ θεοῦ, δι᾽ ὑπερβάλλον ἔλεος τοῦ καθ᾽ ἡμᾶς γένους ἄνθρωπον γεγενῆσθαι ὅμοιον ἡμῖν κατὰ πάντα μετὰ καὶ τοῦ εἶναι τὸν αὐτὸν θεὸν τέλειον. θεὸς γὰρ ὁ πατήρ, θεὸς καὶ ὁ υἱός, θεὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, εἷς θεός, οὐ τρεῖς θεοί, ἄπαγε, τὸ μὲν διὰ τὴν μίαν θεότητα, τὸ δὲ διὰ τὰ τρία πρόσωπα. αὕτη ἡ ἀληθινὴ πίστις τῶν χριστιανῶν, καταργοῦσα πᾶσα πλάνην καὶ αἵρεσιν.
Ἐπειδὴ δὲ διπλοῦς ὁ Χριστός, καθὸ θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος, τὸ μὲν ὡς ἐκ τοῦ πατρὸς γεννηθεὶς πρὸ αἰώνων ὡς ἐξ ἡλίου ἀπαύγασμα, τὸ δὲ ἐκ τῆς μητρὸς ἐπ᾽ ἐσχάτου τῶν χρόνων ὡς ἡ καθ᾽ ἡμᾶς γέννησις, μᾶλλον δὲ καὶ ὑπὲρ ἡμᾶς (ἐπειδὴ παρθένος ἡ τεκοῦσα καὶ πρὶν καὶ ἐν τῷ τίκτειν καὶ μετὰ τὸν τόκον, ἐφ᾽ οἷς καὶ Θεοτόκος ἀληθινῶς καὶ νενόηται καὶ προσηγόρευται), διὰ τοῦτο, ὥσπερ κατὰ τὸν πατέρα ἀπερίγραπτος, οὕτω κατὰ τὴν μητέρα ἐν πίνακι περιγραφόμενος καὶ ἡ περιγραφὴ αὐτοῦ, ἤτοι εἰκών, προσκυνητή, ἐν ᾗ βλέπεται ὑφ᾽ ἡμῶν τῶν χριστιανῶν οἵαν μορφὴν ἀνέλαβεν καὶ δεδοξολόγηται ὡς ὅμοιος ἡμῖν κατὰ πάντα γεγονὼς πλὴν ἁμαρτίας, καταργήσας πᾶν εἰδωλικὸν ὁμοίωμα, ἐφ᾽ ᾧ ὤλλυτο λατρεῦον ἐξ ἡμερῶν αἰῶνος τὸ γένος τῶν ἀνθρώπων. ὁ γοῦν μὴ καταδεχόμενος αὐτὸν ἐξεικονίζεσθαι, ὦ καλὲ φίλε, ἀπαναίνεται αὐτοῖς πράγμασι, κἂν λόγῳ συγκατατίθεται, γενέσθαι τὸν υἱὸν τοῦ θεοῦ ἄνθρωπον· καὶ ὁ μὴ προσκυνῶν αὐτοῦ τὴν ἁγίαν εἰκόνα μὴ προσκυνεῖν αὐτὸν ἀποδέδεικται, κἂν ὁμολογῇ προσκυνεῖν· ἡ γὰρ τῆς εἰκόνος αὐτοῦ τιμὴ ἐπ᾽ αὐτὸν διαβαίνει, ὥσπερ καὶ ἡ ἄρνησις αὐτῆς εἰς αὐτὸν τὴν ἄρνησιν ἀναπέμπει.
Ἐπεὶ οὖν, ὡς μανθάνω, οὕτως καὶ αὐτὸς πέποιθας καὶ διὰ τοῦτο στέλλῃ τῆς κοινωνίας τῶν εἰκονομάχων, χαίρω καὶ συγχαίρω σοι, εὐχαριστῶ καὶ συνευχαριστῶ σοι ὅτι ὁρᾷς τὴν ἀλήθειαν, καίτοι ὀψιμαθὴς ὢν καὶ ἀρτιγέννητος υἱὸς θεοῦ. καὶ μή τοι θαυμάσῃς ὅτι καὶ ἐν χριστιανοῖς εἰσέρχεται πλάνη· ὅπου γὰρ ἡ σωτηρία, ἐκεῖ τρέχει ὁ δράκων διάβολος ποιῆσαι ἀπώλειαν, καὶ τοῦτο δι᾽ ἑνὸς ἀνθρώπου τοῦ ἐξουσιάζοντος. ἄρτι γὰρ ἡ πλάνη ταύτη ἐπεισήχθη ἐν τοῖς χριστιανοῖς, ἐπεὶ ἐξ αἰῶνος ἡ Χριστοῦ εἰκών, τῆς τε Θεοτόκου καὶ τῶν ἁγίων αὐτοῦ.
Ταῦτά σοι, δέσποτα τιμιώτατε, ὡς παρὰ θεοῦ κινηθείς, κἂν ἁμαρτωλός εἰμι, ἐφθεγξάμην πρὸς βεβαίωσιν τῆς πίστεώς σου, πρὸς σύμβολον ἀγαπήσεώς σου, ἐπειδὴ σὺ ἀδελφὸς ἡμέτερος καὶ οὐ ξένος, καθὼς εἴρηκας. εἰ δὲ ξένος τοῦ κόσμου, εὖ ἂν ἔχοι· καὶ ἡμεῖς γὰρ οἱ ταπεινοὶ τὸ αὐτὸ ἔχομεν καὶ διὰ τοῦτό ἐσμεν ἀπορρεριμμένοι ἐνταῦθα διὰ τὸν λόγον τοῦ θεοῦ. καὶ μακάριος εἶ, πιστεύων εἰς Χριστὸν ὀρθῶς καὶ πάντα δεύτερα ὑπὲρ αὐτοῦ ἡγούμενος. ἰδέσθαι δὲ ἀλλήλους δύσκολον διὰ τὴν ἐξουσίαν, εἰ μή τι θεὸς κελεύει καθ᾽ ὃν οἰκονομήσει τρόπον. μεμνῆσθαί σου δὲ οὐ διαλειψόμεθα καὶ ἀγαπᾶν σε ὡς ἀδελφὸν ἡμῶν· ὅν ποτε οὐκ ἐγνωρίσαμεν ἀπὸ σαρκὸς καὶ αἵματος, νῦν δὲ ἀπὸ τοῦ Ἁγίου Πνεύματος ἔχομεν ὡς σύγγονον, ἀποτεχθέντες ἀμφότεροι ἐκ μητρὸς τῆς υἱοθετικῆς, κολυμβήθρας τοῦ βαπτίσματος. εἰρήνη σοι, φίλε καὶ ἀδελφὲ καὶ δέσποτα, εἰρήνη καὶ τῷ οἴκῳ σου καὶ πᾶσι τοῖς διαφέρουσί σοι ἀπὸ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. ἀμήν.
Κατηχητικὴ πρὸς τοὺς ἑαυτοῦ μαθητάς. Θεόδωρος ἐλάχιστος, πρεσβύτερος καὶ ἡγούμενος τῶν Στουδίου, ἠγαπημένοις ἀδελφοῖς μου καὶ πνευματικοῖς υἱέσιν, τοῖς διὰ Κύριον ὧδε κἀκεῖσε διεσπαρμένοις Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ χαρισαμένου ὑμῖν τὸν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ διωγμόν· ὅς, εἰ καὶ λυπηρὸς κατὰ σάρκα, ἀλλὰ χαροποιὸς κατὰ πνεῦμα· μακαρισμῶν γὰρ θεολέκτων αἴτιος καὶ στεφάνων αἰωνίων πρόξενος. οὗ χάριν κἀγὼ ὁ εὐτελὴς χαρᾷ χαίρω καὶ ἀγαλλιάσει ἀγαλλιῶμαι, ὅτι ἠξίωμαι τοὺς ἐμοὺς ἀγαπητοὺς ἰδεῖν ἐν τοιαύτῃ προκοπῇ, ἐν τηλικούτῳ βαθμῷ τῆς καλῆς ὁμολογίας, ἣν ὡμολογήσαμεν ἐνώπιον θεοῦ καὶ ἀνθρώπων, προσκυνεῖν Χριστὸν ἐγγεγραμμένον, ἤγουν ἐξεικονισμένον, καθὼς πάντες οἱ ἅγιοι πατέρες ἡμῶν. μόνον παρακαλῶ καὶ ὑπομνήσκω ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ὑμᾶς πολιτεύεσθαι, τὴν ἀναστροφὴν ὑμῶν ἔχοντες καλὴν ἐν οἷς διατρίβετε καὶ τόποις καὶ προσώποις, τὸν λόγον ἐν χάριτι ἅλατι ἠρτυμένον, τὴν ἕξιν εὐλαβείᾳ μεμεστωμένην, τὴν βρῶσιν καὶ τὴν πόσιν αὐταρκείᾳ τετηρημένην, τὸ ἔνδυμα καὶ βάδισμα συνέσει τεθεωρημένον, ὡς ἂν φωτισμός ἐστε τῶν λαϊκῶν, ἀλλὰ μὴ τοὐναντίον, ὑπόθεσις θείας ἐξομολογήσεως, ἀλλὰ μὴ τοὐναντίον. ἕκαστος καθὼς ἔλαβεν χάρισμα εἰς ἑαυτοὺς αὐτὸ διοικοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος θεοῦ, καθὼς γέγραπται.
εἴ τις λαλεῖ, ὡς λόγια θεοῦ, ἀλλὰ μὴ ματαιολογίας· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος, ἀλλὰ μὴ καθ᾽ ὑπερηφανίαν· εἴ τις ἐργάζεται, ταῖς ἰδίαις χερσὶν πρὸς τὸ μὴ ἐπιβαρὴς εἶναι, ἀλλὰ μὴ ὡς ἀργὸς κατακρινόμενος καὶ τοῦ ἐσθίειν· εἴ τις ἐν πᾶσιν κατ᾽ ἐντολὴν πράσσει, ὡς ἐργάτης θεοῦ, ἀλλὰ μὴ κατὰ σκάνδαλον γιγνόμενος τοῦ πέλας, ἵνα ἐν πᾶσι δοξάζηται ὁ θεὸς κἀγὼ ὁ τάλας ἀκούων εὐθυμῶ καὶ χαίρω.
Βλέπετε τοὺς κακοὺς συνδυασμούς, βλέπετε τὴν ὀλεθρίαν παρρησίαν, βλέπετε τὴν πορνοποιὸν ἀδηφαγίαν· μή τις μετὰ γυναικὸς ὁμιλείτω ἄνευ ἀνάγκης, μή τις μεμονωμένος καθεζέσθω, μή τις φιλαργυρείτω, κέρματι κέρμα προστιθεὶς καὶ αὔξων χρυσίον, ἐν ᾧ ῥιζοῦται ἡ ἁμαρτία καὶ ἡ μερὶς τοῦ Ἰούδα. μή τις ἀπεμπολείτω τὴν μοναχικὴν ἐλευθερίαν, κτώμενος ἀργυρώνητον δοῦλον· μέχρι γὰρ τοῦδε ἔφθασεν ἥ τινων πονηρία, δουλωθέντων τῇ προσπαθείᾳ καὶ ἀπολελωκότων τὸ μοναχικὸν ἀξίωμα. μή τις οἰνοφλυγείτω, ἀκούων τοῦ ἀποστόλου, ὀλίγῳ οἴνῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας, ἀφ᾽ ὧν ἀνάπτονται κατὰ τῆς ψυχῆς αἱ σαρκικαὶ ἐπιθυμίαι καὶ ἐμπυρίζεται ὁ οἶκος τοῦ θεοῦ, ὅστις ἐστὶν ὁ ἔσω ἡμῶν ἄνθρωπος. ἀλλ᾽ ὡς ξένοι καὶ παρεπίδημοι ὦμεν, ὦ ἀδελφοί, ἕκαστος ἡμῶν ἐν τῷδε τῷ διωγμῷ ὡς ἀποθνήσκοντες, καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, ὡς λυπούμενοι, ἀεὶ δὲ χαίροντες, ὡς πτωχοί, πολλοὺς δὲ πνευματικῶς πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ τὰ πάντα κατέχοντες, ἀποστολικῶς εἰπεῖν.
οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς ὑμᾶς τοὺς ποθητούς μου, ἡ καρδία μου καιομένη ἐν ὑμῖν ἐν Κυρίῳ, τὰ αἰσθητήριά μου μαιμάσσει με, ἡνίκα ἀκούσω ἀπευκτὴν ἀκοὴν ἐπί τινι, ἐπὰν μάθω ἐκτροπὴν θεομίσητον· οἱ ὀφθαλμοί μου κατάγουσι δάκρυα, ἡ ψυχή μου συντρίβεται, ὁπόταν παρὰ τὴν παράδοσιν καὶ κατάστασιν καὶ τὴν τῶν προειρημένων ἔκφανσιν περιπατῇ ὁ ἀφιλόθεος.
Ἐξεληλύθατε, ὦ πατέρες, ἀπὸ τοῦ μοναστηρίου εἰς ὑψηλότερον φάος τοῦ διωγμοῦ· μὴ γὰρ εἰς ἐπισκότωσιν; διαιρέθημεν ἀπ᾽ ἀλλήλων πνευματοκινήτως· μὴ γὰρ ἵνα περιπαθῶς ζήσωμεν; μὴ γὰρ ὁ θεὸς οὐχ ὁρᾷ; μὴ γὰρ οὐκ ἀκουστὸν γίνεται ἑκάστου τὸ ἔργον, ὅπως ἀναστρέφοισθε; οἱ τοὺς δούλους ἔχοντες ταῦτα ἀκούοιτε, οἱ μονοκάθιστοι, οἱ γυναικιζόμενοι, ἵνα μή τι πλέον λέγω, οἱ φιλάργυροι, οἱ φιλόγυροι. οὐχ ἑκὼν ὀνειδίζω, σύγγνωτε, ἀλλὰ πονῶν κατηγορῶ, ὡς εἰς τοῦτο κείμενος. πληρώσατέ μου τὴν χαράν, ὦ τέκνα, ἵνα τὸ αὐτὸ φρονῆτε, τῷ αὐτῷ στοιχῆτε κανόνι, ἀγαθὰ ὑποδείγματα καὶ ὑπομνήματα ἐναποσφραγίζοντες ταῖς ψυχαῖς τῶν ὁρώντων εἰς δόξαν θεοῦ, εἰς κλέος ὑμῶν ἄσβεστον, εἰς εὐφροσύνην κἀμοῦ τοῦ ἁμαρτωλοῦ, εἰς ἔπαινον τῆς ἀδελφότητος ὑμῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
Τῇ ἡγουμένῃ Ἰγνῶν Ἀπεδεξάμην τὴν εὐλάβειάν σου, ἀδελφὴ ἐν Κυρίῳ, καὶ ἐφ᾽ οἷς ἀπέστειλας δώροις καὶ ἐν αἷς διαθέσεσιν ὑπολαμβάνεις τὰ καθ᾽ ἡμᾶς. ἀλλ᾽ οὐ τοιοῦτοι ἡμεῖς· οἵ γε οὐδ᾽ ἑαυτοῖς ἀρκοῦντες ἐν ἀγαθοῖς πῶς ἂν ἄλλοις μεταδοίημεν ἀγαθοειδοῦς διδασκαλίας; γένοιτο δὲ κατὰ τὴν πίστιν σου θεοπρεπῶς πολιτεύεσθαι, τὸν ἐν παρθενίᾳ βίον ἀμέμπτως διατελοῦσαν, οὐ μὴν ἀλλὰ καὶ τὸν τῆς προστασίας βαθμὸν ἀκατακρίτως περιέπειν· ἴσθι γὰρ ὡς πολύμισθον τὸ πρᾶγμα, ἀλλ᾽ οὖν γε τοῖς μὴ προσέχουσι καὶ ἐπικίνδυνον, ψυχῶν ἄρχειν τῶν κατ᾽ εἰκόνα θεοῦ πεποιημένων.
Ὡς οὖν ἐν Κυρίῳ ἄρχουσα ἡγοῦ καὶ κατευοδοῦ τῆς ποίμνης σου, παντὸς ἀγαθοῦ προτύπωμα ἑαυτὴν τιθεῖσα, ἵνα ἀξιωθῇς εἰπεῖν, ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ θεός· θεὸς γὰρ παραδέδωκέν σοι τὰς ψυχὰς δι᾽ ἀποταγῆς καὶ αὐτῷ δεῖν σε αὐτὰς προσάξαι ὡς θυσίαν εὐπρόσδεκτον· κἀν τούτῳ πολύς σου ὁ μισθὸς ἐν οὐρανοῖς ὑπάρξει. δίδασκε αὐτάς, νουθέτει τὰ σωτήρια ἐντάλματα, ποθεῖν μόνον Χριστόν, ἀλλὰ μὴ σάρκας καὶ αἵματα, ἀκτημονεῖν, ἀλλὰ μηδὲν ἔχειν ἰδιόκτητον, ἀπροσπαθεῖν, ἀλλὰ μὴ φιλοϊδιάζειν πρὸς τοὺς ἀγχιστεύοντας, προθυμοεργεῖν, ἀλλὰ μὴ ὀκνηρῶς ἔχειν πρὸς τὴν ἄσκησιν· ἂν γὰρ οὕτως, ἀπαντήσει αὐταῖς ὁ νυμφίος Χριστὸς μικρὸν ὕστερον λαμπαδηφορούσαις καὶ ἀπαντηθήσεται περιχαρῶς, ἀσπάσεται καὶ ἀσπασθήσεται ἱεροπρεπῶς, ἀνοίξει αὐταῖς τὸν οὐράνιον καὶ ἀχειρότευκτον νυμφῶνα, δώσει αὐταῖς βασιλείαν οὐρανῶν, τρυφὴν παραδείσου, πόματα ἀθανασίας, γλυκάσματα ἀειζωίας, ἐνδύσει αὐτὰς περιβλήματα φωτοειδῆ, κοσμήσει κόσμοις ἀφθαρσίας, νυμφαγωγικοῖς διαδήμασιν, ἐμπλήσει τῶν ἀπείρων ἀγαθῶν εἰς αἰῶνας αἰώνων.
Διὰ ταῦτα καὶ σὺ κἀκεῖναι μοχθήσατε, διώξατε ἡμέρᾳ καὶ ἡμέρᾳ κατεργάζεσθαι τὴν ἑαυτῶν σωτηρίαν, ἀναψύχετε ταῖς ἐλπίσιν, σβεννύετε τὸ ἐπεισαγόμενον πῦρ παρὰ τοῦ ἐχθροῦ ἐν ψυχαῖς τῷ θείῳ ἔρωτι, ὅ τι ἂν ἄλλο ἐπαχθὲς τῆς ἀσκήσεως ταῖς ἀναλήψεσι τῶν θείων ἀναγνωσμάτων τε καὶ ᾀσμάτων παραμυθεῖσθε, περιφρουροῦσαι καὶ τὸ ἀκοινώνητον τῆς αἱρέσεως, κἂν δέῃ ὑπὲρ αὐτοῦ παθεῖν τι μέχρι καὶ θανάτου, μηδαμῶς προώμεναι τὴν πίστιν· τῆς γὰρ ἀγάπης Χριστοῦ οὐδὲν προτιμότερον, καθὼς ἀπέδειξαν αἱ ἀπ᾽ αἰῶνος παρθένοι Χριστοῦ μέχρι τοῦ δεῦρο, ἐπειδήπερ εἰσὶ καὶ νῦν διωκόμεναι καὶ τῶν μονῶν ἐξεωθεῖσαι διὰ Χριστὸν ἢ μετασχεῖν τοῦ αἱρετικοῦ ἄρτου.
Ταῦτα ὡς κατὰ Χριστὸν ἀδελφῇ οὔσῃ καὶ θυγατρὶ γέγραφά σοι καὶ ταῖς μετὰ σέ, ὡς ἂν ἴδοις ὅτι κοινός ἐστιν ὁ δεσπότης ἀμφοτέρων ἡμῶν καὶ ὡς φιλοῦμεν πάντας σῴζεσθαι ὡς ἑνὸς ὄντες σώματος Χριστοῦ καὶ ἀπ᾽ αὐτοῦ ἀδελφοὶ ἀλλήλων χρηματίζοντες· ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε ἄρσεν οὔτε θῆλυ, ἀλλὰ πάντα καὶ ἐν πᾶσι Χριστός, ὃς διασώσειεν καὶ ἡμᾶς καὶ ὑμᾶς.
Εὐφροσύνῃ ἡγουμένῃ Ἡ μνήμη τῆς μακαρίας μητρός, σοῦ μὲν ἀμφοτέρωθεν, ἐμοῦ δὲ κατὰ πνεῦμα, θαρρῶ δὲ εἰπεῖν καὶ πολλῶν ἄλλων (ἐπείπερ σεβασμία ἡ κυρία), προυτρέψατό με, ὥσπερ ὑπ᾽ ἐκείνης νυττόμενον, προσφθέγξασθαί σε, ἀδελφὴ ἐν Κυρίῳ, βραχέα τινὰ καὶ τανῦν. τίνα δὲ ταῦτα; ἵνα ἀγωνίζῃ τὸν καλὸν ἀγῶνα τῆς ἀσκήσεως, εἰς ἣν ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων. πῶς δὲ ἔστιν ἀγωνίσασθαι; ἐκ τοῦ ἔχειν τὸν φόβον τοῦ θεοῦ ἐν τῇ καρδίᾳ· οὗ γὰρ φόβος, ἐκεῖ ἐντολῶν τήρησις. ἐκ τοῦ μελετᾶν τὸν θάνατον· ἔνθα γὰρ μελέτη, παθῶν ἀλλοτρίωσις. ἐκ τοῦ μεριμνᾶν τὴν ἀπὸ τοῦ σώματος διάζευξιν, τὴν ἐπὶ ταύτῃ ἀγγελικὴν ἐπιστασίαν, τὴν ἀπαγωγὴν τῆς ψυχῆς πρὸς τὰ οὐράνια, πῶς ἆρα διέλθοι τὸν ἄρχοντα τοῦ τῇδε αἰῶνος, πειρώμενον πρὸς ἑαυτὸν τὴν ἀνιοῦσαν ψυχὴν ἐπισπάσασθαι, εἴπερ ἴδοι αὐτὴν κατεστιγμένην τοῖς πάθεσιν, εἶτα ποῦ τὴν ἀποκατάστασιν λάβοι μέχρι καιροῦ ἀναστάσεως, ἡνίκα τὸ συζυγὲς σῶμα ἑνωθείη κατὰ τὴν ἄρρητον τοῦ θεοῦ δύναμιν.
λέγω τὴν μικρὸν ὕστερον ἐπέλευσιν τοῦ νυμφίου Χριστοῦ ἀπ᾽ οὐρανοῦ μετ᾽ ἀγγέλων δυνάμεως αὐτοῦ, τήν τε εἰς ἀέρα ἁρπαγὴν τῶν θεοφιλῶν ψυχῶν καὶ τὴν ὁμοῦ πάσης τῆς κτίσεως συναγωγὴν πρὸ προσώπου τοῦ φοβεροῦ βήματος, εἶτα τὴν ἀπόφασιν ἑκατέρων τῶν παρισταμένων μερῶν, τοὺς μὲν δικαίους καλοῦσαν εἰς βασιλείαν οὐρανῶν, τοὺς δὲ ἁμαρτωλοὺς ἀποπέμπουσαν εἰς τὸ πῦρ τὸ ἐξώτερον. τοίνυν ἡ ταῦτα ἐννοοῦσα εὐαισθήτως ψυχὴ τρέμει, δεδιᾷ, κατανύσσεται, δακρύει, καθαίρεται, φωτίζεται, ἐξισταμένη τῶν τῇδε σχέσεων, ἀλλοιουμένη τε τὴν καλὴν ἀλλοίωσιν καὶ πρὸς θεὸν ἀνατρέχουσα ἐν χαρᾷ πνευματικῇ καὶ ἀρρήτῳ θυμηδίᾳ, ὡς ἀποστρέφεσθαι μὲν καὶ ἥλιον ὁρᾶν καὶ τῶν ἄλλων ἡδέων τοῦ παρόντος βίου διὰ τὴν ὑπερνικῶσαν τοῦ καλοῦ θεωρίαν.
Οὕτως ἔστιν τὸν καλὸν ἀγῶνα ἀγωνίζεσθαι, τιμιωτάτη, τοῦτον δὴ ἀγωνισαμένη ἡ καλή σου μήτηρ ἐκολλήθη θεῷ καὶ μετέβη ἐπαινετῶς τῶν ἐνθένδε. ἐπειχθῶμεν οὖν καὶ ἡμεῖς, παρακαλῶ, τοῖς ἐκείνης ἴχνεσιν ἕπεσθαι· καὶ μή τι ἰλιγγιάσῃς πρὸς τὸ ὕψος τῆς ἀρετῆς ἐκκαλουμένη, τὸ μὲν ὅτι χάριτι θεοῦ καὶ συνεπαίρῃ ταῖς καλαῖς ἀναβάσεσιν, ἐξ ὧν ἀκούω εὖ πράττειν σε, τὸ δέ, ὅτι, οὗ τὸ θέλειν πάρεστιν, ἐκεῖ κατὰ μικρὸν καὶ ἡ τελείωσις προσγίνεται, τοῦ θεοῦ δυναμοῦντος καὶ φιλοῦντος τὴν σωτηρίαν τοῦ οὕτως προαιρουμένου. τάχα δὲ τὴν προστασίαν τῶν ἀδελφῶν ἐμπόδιον ἡγήσῃ τῆς τοιαύτης προθέσεως, προσβαρουμένη τῇ ὁδηγίᾳ. ἀλλὰ μηδαμῶς, ὦ κυρία· οὐδὲν γὰρ οὕτως ἀγαπητὸν θεῷ ὡς τὸ ποιμαίνειν καὶ ὁδηγεῖν τοὺς ἑπομένους. φησὶ γὰρ πρὸς τὸν μέγαν Πέτρον· εἰ ἀγαπᾷς με, ποίμαινε τὰ πρόβατά μου. καὶ πάλιν· ὁ ἐξάγων ἄξιον ἐξ ἀναξίου ὡς στόμα μου ἔσται. καὶ πάλιν· ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν αὐτοῦ ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν. ἂν μὲν γὰρ ἐπιτρέχων τις ἐκ φιλαρχίας δράξηται τῆς ποιμαντικῆς ῥάβδου, μισητὸς καὶ ἀπόπτυστος θεῷ, οὔτε σῴζων οὔτε σῳζόμενος· ἂν δὲ κληθεὶς δι᾽ ὑπακοὴν θεοῦ δέξηται τὴν προστασίαν, καὶ φίλος θεῷ καὶ σῴζων καὶ σῳζόμενος ἀποδειχθήσεται.
ἐπειδὴ δὲ αὐτὴ οὕτως κέκλησαι, χαῖρε καὶ τρέμε, τὸ μὲν διὰ τὴν ἐλπίδα, τὸ δὲ διὰ τὴν ἀγωνίαν· ἡγοῦ καὶ κατευοδοῦ, ποιμαίνουσα καὶ διαφέρουσα τὴν φροντίδα τῆς ἀδελφότητος. ὀρρωδεῖ σε τὰ θρυλλούμενα, ὡς φῆς; ἀλλ᾽ ἔχεις θεὸν ἐπίκουρον συνεργίᾳ τῶν προσευχῶν τῆς μητρός, ἐφ᾽ ᾧ τὴν μέριμνάν σου ἐπιρρίψοις καὶ αὐτὸς ποιήσει ῥᾴους τὰς διαθέσεις σου. οὐκ ἔχειν λέγεις τινὰ τὸν προστατοῦντά σοι γνησίως; ἀλλ᾽ ἔχεις τὸν προστάτην αὐτὸν ὃν ἠγάπησας Κύριον, ἔπειτα καὶ τὸν φύλακα τῆς ζωῆς σου ἄγγελον, ῥυόμενόν σε ἐκ παντὸς κακοῦ.
Διὸ εὐθύμει καὶ μὴ ἀθύμει, εὐρώστει καὶ μὴ ἀρρώστει, πρόνοιαν ποιοῦσα τῆς εὐεξίας τοῦ σώματος, ἵνα δουλεύῃς θεῷ ἀρκούντως καὶ διέπῃς τὰς ἀδελφάς. καὶ αἱ ἀδελφαὶ πάλιν (πρὸς αὐτὰς γὰρ ὁ λόγος ἐπιστρέφοιτο) ἵνα ἕπωνται κατὰ λόγον καὶ ποιμαίνωνται θεοπρεπῶς, σὲ μόνον ἀναπνέουσαι καὶ σὲ μητέρα ἀληθινὴν γνωρίζουσαι καὶ συγγόνους ἀψευδεῖς ἀλλήλας. ὅπου γὰρ ἡ τοιαύτη συμψυχία πάρεστιν, ἐκεῖ ὁ Χριστὸς ἐν μέσῳ καὶ ἡ μακαρία ζωὴ τελειουμένη· μακαρίαν γὰρ ζωὴν εἵλαντο, παρθενίαν ἀσπασάμεναι καὶ Χριστὸν νυμφίον ἔχουσαι καὶ οὐκ ἐπικήρους μνήστορας, ὧν ἡ συνάφεια ὀδυνηρὰ καὶ ἡ μικρὸν ὕστερον διάζευξις ἀλγεινοτέρα. ὃν δὲ νυμφίον ἔχουσι, Χριστόν, οὔποτε ἀποθνήσκει, ἀλλὰ καὶ ζωή ἐστι τῶν ἁπάντων καὶ συνεισελεύσονται αὐτῷ, τηροῦσαι τὸ ἐπάγγελμα τῆς ἁγνείας εἰς τὸν οὐράνιον νυμφῶνα. καὶ φαγέτωσαν καὶ πιέτωσαν καὶ ἐνδιδυσκέσθωσαν καὶ ὅ τι ἂν ἄλλο χρειῶδες λαμβανέτωσαν πρὸς τῆς εὐδιακρίτου σου θεοφιλίας· ἐπείπερ φησὶν ὁ ἀπόστολος· οὕτως ὀμειρόμενοι ὑμῶν εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς. μόνον ὁμογνωμονείτωσαν, συμφρονείτωσαν, μίαν ψυχὴν ἔχουσαι, ἓν θέλημα, πάντα κοινά, μηδὲν ἰδιόκτητον, μηδὲν ἑτερόγνωμον, καὶ τὸ πᾶν αὐταῖς τῆς σωτηρίας ἐξείργασται καὶ ὁ σύντομος καὶ ὁ πάγκαλος τοῦ κοινοβιακοῦ βίου διήνυσται.
καὶ χορεύσουσιν εἰς αἰῶνας αἰώνων μετὰ σοῦ, τῆς καλῆς μητρὸς καὶ θεόφρονος· οὕτω γὰρ τὸ καλὸν κοινόβιον καὶ ἡ καλῶς ποιμαίνουσα εὐφρανθήσονται ὁμοδίαιτον εὐφροσύνην καὶ ἔσονται σὺν Κυρίῳ πάντοτε.
Αὕτη ἡμῶν ἡ μικρὰ καὶ μηδαμινὴ προσφώνησις. σὺ δέ, κυρία, τὰ βραχέα σπέρματα λαβοῦσα, παρ᾽ ἑαυτῆς πρόσθες τὰ ἐλλείποντα καὶ προσεύχεσθαι περὶ ἡμῶν τῶν ἁμαρτωλῶν παρακλήθητι· ἵνα, ὧν λόγων ἐσμὲν διδάσκαλοι, τούτων ἐνεργεῖς ὀφθῶμεν πράκτορες καὶ σωθῶμεν σὺν ὑμῖν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
Κατηχητική Ὅτι ἐπεζήτησεν ἡ τιμιότης σου λόγον νουθεσίας παρὰ τῆς ταπεινώσεως ἡμῶν, καὶ ὁ λόγος ἡμῶν ἐξουθενημένος καὶ ὁ βίος ἡμῶν ἠμελημένος· ὅμως ὅτι ἐρῶμεν τῆς σωτηρίας σου, καθότι καὶ παρθένος εἶ νύμφη Χριστοῦ, κειμήλιον ἁγιότητος, καὶ καθὼς ἐκ πεποιθήσεως ἐπιζητεῖς ἡμῶν τὴν νουθεσίαν, ἐπιζητεῖς δὲ αὐτὴν διὰ τὴν ἐπὶ θύραις ἐφισταμένην ἁγίαν Τεσσαρακοστήν. καὶ ἡ ἀληθινὴ παρθένος Χριστοῦ οὐκ ἐν ἡμέραις ἀφωρισμέναις, ἀλλ᾽ ἐν παντὶ καιρῷ καὶ ἐν ἑκάστῃ ἡμέρᾳ ζητεῖ πῶς ἀρέσει τῷ Κυρίῳ καὶ νυμφίῳ αὐτῆς. ἔχει δέ τι πάντως καὶ ὁ τῶν νηστειῶν χρόνος ἰδίωμα σπουδῆς ἐναρέτου πρὸς τὸν ὅλον ἐνιαυτόν.
Τοιγαροῦν, ὦ τιμιωτάτη, τὸν κατασυνήθη σου κανόνα τῆς ἀσκήσεως ἐνεργεῖν καὶ ἄρτι προθυμήθητι· οὐ γὰρ δυνάμεθα ὁροθετεῖν τοῦτο κἀκεῖνο ἢ σοὶ ἢ ταῖς μετὰ σοῦ συνασκουμέναις διὰ τὸ μήπω εἰδέναι τὴν τάξιν καὶ ἀγωγὴν ὑμῶν. εἷς δὲ ὅρος καὶ κανὼν κοινωφελὴς πᾶσι κεχρεωστημένος, καὶ μάλιστα τοῖς ἀνῃρημένοις τὸ μοναχικὸν ἐπάγγελμα, τὸ μηδὲν ἔξω τῶν ἀπαρεσκόντων θεῷ πράττειν ἡμᾶς, ἀλλ᾽ ἐν φόβῳ καὶ τρόμῳ τὴν σωτηρίαν ἡμῶν κατεργάζεσθαι· καὶ γὰρ νηστεία ἀληθὴς ἡ παντὸς κακοῦ ἀποχή. νηστεύσωμεν πρῶτον μὲν ἀπὸ τοῦ μὴ εἰσοικίζεσθαι τοὺς πονηροὺς λογισμοὺς ἐν τῇ καρδίᾳ κἀντεῦθεν ἀνάπτεσθαι εἰς ἐπιθυμίας ἐκτόπους. μία γὰρ ἐπιθυμία καὶ εἷς ἔρως ἀληθινός, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ καλὸς καὶ ὡραῖος νυμφίος, οὗ ἡ ἐφιεμένη ἐξ ὁλοκλήρου ψυχὴ μισεῖ σάρκα καὶ αἷμα καὶ πάντα τὰ τῆς φθορᾶς ἰνδάλματα, ἀεὶ δὲ πτερουμένη τῷ περὶ αὐτὸν πόθῳ ἀποστρέφεται, σχεδὸν εἰπεῖν, καὶ αὐτὸν τὸν ἥλιον ὁρᾶν καὶ σφαδάζει καὶ τοῦ σώματος ἐκβῆναι καὶ πρὸς τὸν ποθούμενον γενέσθαι· ὅπερ ἐστὶ τὸ ἀκρότατον ὀρεκτὸν τοῖς λόγου μετειληφόσιν. νηστεύσωμεν δὴ κατὰ δεύτερον λόγον καὶ ἀπὸ βρωμάτων ποσότητός τε καὶ ποιότητος καὶ τοσοῦτον, ὁπόσον ἡ δύναμις τοῦ σώματος φέρει· φησὶ γὰρ ὁ ἀπόστολος· ἕκαστος καθὼς προαιρεῖται τῇ καρδίᾳ, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· τὸ ἱλαρὸν γὰρ ἀγαπᾷ ὁ θεὸς καὶ τὸ κατὰ δύναμιν.
τοῦτο δὲ ἐπὶ σοῦ τῆς καθηγουμένης κυριολεκτεῖσθαι δύναται, ἐπὶ δὲ τῆς ἀδελφότητος οὐκ ἔχει δύναμιν διὰ τὸ κατὰ τὴν ὑπὸ σοῦ δεδομένην διάταξιν καὶ ἐσθίειν καὶ πίνειν καὶ τὴν ἄλλην ἀγωγὴν εἶναι ἐφ᾽ ἑκάστης, ὥστε διακριτικοῦ ὄμματός σοι χρεία προσηκόντως τὰ κατ᾽ αὐτὰς ἐπιθεωρεῖν. κοινῶς δὲ ἐπὶ πᾶσι τὸ ἀπέχεσθαι ματαιολογίας ἀκαίρου, βασκανίας ἀτόπου, ἀργίας περιέργου, μᾶλλον μὲν οὖν ἡσυχίαν ἄγειν εὔκαιρον καὶ λόγον φθέγγεσθαι δέοντα καὶ ἀγαπᾶν καὶ στέργειν ἀλλήλας κατὰ Κύριον καὶ πάντα κοινὰ ἔχειν καὶ μηδὲν ἀποτεταγμένως ἴδιον, μήτε μὴν ἰδιοβούλως τι πράττειν, κἂν δοκῇ εὐάρεστον εἶναι, ἀλλ᾽ ὡς ὑπὸ σοῦ διατέτακται, μήτε μεμερισμένην ἔχειν τὴν καρδίαν ἐν ταῖς τῶν κατὰ σάρκα ἰδίων σχέσεσι, σχολῇ γε εἰπεῖν ἐν ἄλλων τινῶν ἀγαπήσεσιν, ἀλλ᾽ ὅλην δι᾽ ὅλου τὴν ψυχὴν συνημμένην εἶναι πρὸς θεόν, εἴς τε τὴν καθηγουμένην καὶ πρὸς τὰς κατὰ πνεῦμα ἀδελφάς, ὡς μαρτυρεῖσθαι ἐκεῖνο ἐφ᾽ ὑμῖν λελέχθαι, ὅπερ καὶ ἐπὶ τῶν ἀποστόλων, ὅτι ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία πάντων καὶ οὐδείς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον, ἀλλ᾽ ἦν ἅπαντα κοινά.
Ὅπου οὖν τοῦτο κεκατώρθωται, ἐκεῖ ὁ ἀποστολικὸς βίος τεθεώρηται, ἐκεῖ ἡ εἰρήνη τοῦ θεοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, ἐκεῖ ἡ ἄλυπος καὶ μακαρία ζωή, ἐκεῖ ἡ τῶν φρονίμων παρθένων χορεία, ἐκεῖ ὁ νυμφίος Χριστός, μέσος ὁρῶν καὶ ὁρώμενος, κατὰ νοῦν τρέφων καὶ τρεφόμενος, γλυκαίνων καὶ γλυκαινόμενος, ἐρῶν καὶ ἀντερώμενος, ἐπειδὴ καὶ τρέφει ταῖς φωταυγέσι καὶ τρέφεται ταῖς εἰς ἀρετὴν ἑκάστου ἐπιδόσεσι· πεινᾷ γὰρ τὴν ἑκάστου σωτηρίαν καὶ οἱονεὶ ἐπισκέπτεται τὴν συκῆν· κἂν μὲν εὕρῃ καρπὸν ἐν αὐτῇ θεόβλαστον, ταύτῃ τρέφεται, εἰ δ᾽ οὖν, ἐπικεκατάραται, καθάπερ ἱστορεῖ τὸ εὐαγγέλιον.
Σπουδάσωμεν τοίνυν, ἀδελφὴ ἐν Κυρίῳ, καὶ ἡμεῖς καὶ ὑμεῖς καρποὺς ἐνεγκεῖν ἐξ ἐμφύτων καὶ θείων λογισμῶν γλυκεῖς τῷ Κυρίῳ, τοῦτο μὲν δι᾽ ὅλης τῆς βιώσεως ἡμῶν, τοῦτο δὲ κἀν τῇ ἐπιούσῃ ἱερᾷ ἐγκρατείᾳ, ὡς ἂν θρέψοιμεν αὐτὸν κατὰ τὸ ἅγιον Πάσχα παραγενόμενον, εὐλογοῦντά τε ἡμᾶς ἐπὶ καρποφορίᾳ καὶ ὡς συμμόρφους τοῖς παθήμασιν αὐτοῦ συναναστήσοντα καὶ συνδοξάσοντα ἡμᾶς κατὰ τὴν ἡμέραν τὴν μεγάλην καὶ φοβερὰν τῆς ἐπιφανείας αὐτοῦ· ὅτι αὐτῷ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
Θεοδότῳ στρατηγῷ Τοῦ ὄντως ὄντος φίλου καὶ ἡ λύπη καὶ ἡ χαρὰ μεταβαίνειν πέφυκε πρὸς τὸν φιλοῦντα, εἴπερ μία σχέσις ἐν ἀμφοτέροις κατὰ τὸν τοῦ πρός τι λόγον τεθεώρηται. ἐπεὶ οὖν καὶ ἡ τοῦ περιποθήτου ἡμῶν δεσπότου περὶ τῆς ἑτεροδόξου κοινωνίας λύπη ἀνηγγέλθη ἡμῖν παρὰ τῆς κυρίας τῆς εὐλαβεστάτης ἡγουμένης τὸ νῦν, τῷ ὄντι ἥψατο καὶ ἡμῶν τῶν ταπεινῶν τὸ πάθος καὶ ἄλγος ἐνεποίησεν ἡμῖν κατὰ καρδίαν, ἐννοοῦσι τὸ ἐναντίον ἀπάντημα. ὢ τῆς συμφορᾶς· τίς αὕτη ἡ ἀκούσιος ἀπαγωγή; τίς δὲ ἡ ἀναγκαστικὴ μέθεξις, ἐπαπειλοῦσα τὸν κατὰ σάρκα κίνδυνον ἐν τῷ μὴ προαιρεῖσθαι μεθέξειν τοῦ ἑτεροδόξου ἄρτου; ἑκουσιόθυτον, ὦ χριστιανικώτατε λογισμέ, τὸ σῶμα καὶ αἷμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· φησὶ γὰρ ὁ μέγας ἀπόστολος περὶ αὐτοῦ· ὅς, ἐν μορφῇ θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβὼν ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείωνσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. ἐπεὶ οὖν ἑκουσιόθυτον καὶ ἑκουσιόδοτον, τοῖς ἐθέλουσιν, ἀλλ᾽ οὐχὶ τοῖς μὴ ἐθέλουσιν· καὶ γὰρ αὐτὸς ὁ Κύριος ἐν τοῖς εὐαγγελίοις φησὶ πρὸς τοὺς ἀποστόλους, μὴ καὶ ὑμεῖς θέλετε ἀπελθεῖν; διὰ τοὺς ἤδη ἀπελθόντας ἀπ᾽ αὐτοῦ τῶν δοκούντων μαθητιᾶν. καὶ ἡ παρὰ τοῦ μεγάλου Πέτρου ἀπόκρισις τοιάδε· πρὸς τίνα ἀπελευσόμεθα;
ῥήματα ζωῆς αἰωνίου ἔχεις· καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἔγνωμεν ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. καὶ πάλιν ὁ μέγας Πέτρος ἐν τῇ οἰκείᾳ ἐπιστολῇ· ἑκουσίως ποιμαίνειν δεῖ, ἀλλ᾽ οὐκ ἀναγκαστικῶς.
Γνώτωσαν οὖν λοιπὸν οἱ βιαστικῶς ἕλκοντες πρὸς τὴν ἑαυτῶν κοινωνίαν τοὺς μὴ προαιρουμένους ὡς ἑλληνοειδῶς τοῦτο πράττουσιν, οὐ σῶμα Χριστοῦ τὸ ἐθελόθυτον παρέχοντες, ἀλλὰ τοὐναντίον εἰδωλοθύτου ἔχον ἔμφασιν κατὰ τὴν ἀκούσιον τοῦ θυομένου ἐν ταῖς κατ᾽ αὐτῶν φιλοδαίμοσι σπονδαῖς. καὶ ὁ λόγος ἀληθὴς καὶ ἡ δεῖξις ἐναργὴς καὶ ὁ ἀκούων οὐδείς· ἀλλὰ φεῖσαι, Κύριε, φεῖσαι καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τέλειον, ὥς πού τις ἔφη τῶν προφητῶν. τί δὲ ἡμεῖς πάθωμεν, ὦ τριπόθητε καὶ πανεύφημε; (εἰρήσεται γάρ, εἰ καὶ τραχύτερόν πως φιλίᾳ ὁ λόγος) ἀπαχθείημεν τῷ καιρῷ ἔτι; ὑποπτήξωμεν τὴν ἐξουσίαν πλέον ἢ καλῶς ἔχει; καὶ ποῦ ἡ φωνὴ τοῦ Κυρίου, ἀπαγορεύουσα τὸν ἀνθρώπινον φόβον καὶ μᾶλλον καθορίζουσα τὸν θεοῦ μόνον, ἐφ᾽ ᾧ ἡ πᾶσα ἐξουσία καὶ ἡ δύναμις τοῦ καὶ ψυχὴν καὶ σῶμα ἐμβαλεῖν εἰς γέενναν πυρός; φεῦ τῆς συμπτώσεως· ἀβάλε τῆς ὑποπτήξεως ἐφ᾽ ὁτῳοῦν προσώπῳ καὶ μάλιστά γε χριστιανωνύμῳ.
Πλὴν ὅμως δεῦρο πάλιν, φίλε καὶ κύριε καλέ, ἀνακληθῶμεν, μεταμεληθῶμεν, ἐγγὺς Κύριος τοῖς ζητοῦσιν αὐτόν· καὶ οὐ βούλεται μὲν τὴν πτῶσιν ἡμῶν κατά τι τῶν ἁμαρτανομένων, πεσόντας δὲ ἐρᾷ ἀνίστασθαι ἡμᾶς θᾶττον καὶ ἁμαρτάνοντας ἐπιστρέφειν, καὶ τοῦτο ὁσάκις ἂν καὶ συμβαίη κατά τινα περιπέτειαν ἀβουλίας. εἴποι δ᾽ ἂν τυχὸν ἡ τιμία σου ψυχή· ‛ὁ βαλὼν καὶ ἰάσεται‚. καὶ οἷον τὸ ἐπιτίμιον· οὐδὲν γὰρ ἀνιάτρευτον θεραπευόμενον, οὐ βαρὺς ἡμῖν ὁ τῆς ἰατρείας λόγος.
Θεοκτίστῳ ἐρημίτῃ Ἡ τοῦ Κυρίου ἐντολή, ἡ ἀπαιτοῦσα ἡμᾶς ἀγαπᾶν ἀλλήλους καὶ τοσοῦτον, ὅσον τὴν ψυχὴν τιθέναι ὑπὲρ ἀλλήλων, ἠνάγκασέν με, ἀδελφὲ πνευματικέ, καὶ πάλιν ἐπιστεῖλαί σοι, πονοῦντα περὶ τῆς σωτηρίας σου καὶ ἀκούοντα διαίρεσιν εἶναι σχισματικὴν μεταξὺ ὑμῶν καὶ ἑτέρων ἀδελφῶν οὐ τὴν τυχοῦσαν, ἀλλὰ καὶ λίαν χαλεπήν, ὥστε καὶ συναπορραγῆναι εἰς δύο μέρη ἀντικείμενα τὸν ἀγελαῖον λαόν, ἑκατέρου ἑκατέροις προσκειμένου καὶ πόρρω ἀφισταμένου τῆς ἀλληλούχου κοινωνίας. καὶ τοῦτο ὅλον ἔργον τοῦ σατανᾶ, τοῦ ἀρχαίου ἀνθρωποκτόνου, καὶ τοῦτο σκάνδαλον μέγα· καὶ λέλεκται παρὰ τοῦ Κυρίου· οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων. καὶ πάλιν· συμφέρει ἵνα μύλος ὀνικὸς δεθῇ περὶ τὸν τράχηλον αὐτοῦ καὶ ῥιφῇ εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ ἕνα τούτων τῶν ἐλαχίστων. καὶ θαυμάζω πῶς ἡ τιμιότης σου, ἀσκοῦσα καὶ προσκειμένη θεῷ ἐν τοσούτοις ἔτεσιν, ἀφροντίστως ἔχει περὶ τοῦ κινδύνου τούτου· ὅς, εἰ μὴ διορθωθῇ διὰ πάσης σπουδῆς σου καὶ ἐπιμελείας, οὐ μόνον κενὴν πᾶσάν σου τὴν ἄσκησιν ἐργάσεται, ἀλλὰ καὶ πόρρω σε θεοῦ ποιήσει, ὃ μὴ γένοιτο.
Διὰ τοῦτο, ἀδελφέ, φιλαδέλφως κινηθεὶς πρὸ τριῶν ἐτῶν, ἡνίκα ἐπλησίασα τοῖς αὐτόθι ἀπὸ Σμύρνης ἐπανιὼν καὶ τὸ σχίσμα μεμαθηκώς, ἔγραψά σοι ἅπερ ἀκήκοα καὶ ὡς δεῖ σε φρονεῖν περὶ τῆς ἀληθείας καὶ ὡς φυγεῖν τὸν ἐπηρτημένον κίνδυνον τοῦ σκανδάλου καὶ οὐκ ἀντέγραψάς μοι· καὶ πάλιν δεδήλωκα καὶ οὐκ ἀπεκρίθης μοι. καὶ τοῦτο κατηγορία ἐναργὴς τοῦ μὴ θέλειν σε θεὸν θεραπεύειν μηδὲ ὀρθοποδεῖν περὶ τὴν ἀλήθειαν. καί, συγχώρησον, μὴ καταγανακτήσῃς μου λέγοντος τὸ ἀληθές· γέγραπται· ἐλεγμῷ ἐλέγξεις τὸν πλησίον σου καὶ οὐ λήψῃ δι᾽ αὐτὸν ἁμαρτίαν. ἰδοὺ ἐγὼ ὁ τάλας, καίπερ μὴ ἰδών σε πώποτε, ἀλλ᾽ ὅτι ἀδελφὸς κατὰ Χριστόν, οὐκ ἤνεγκα τὴν ἀκοὴν φόβῳ θεοῦ, ἐλεγμῷ δὲ ἤλεγξα, παρακαλῶν παρεκάλεσα, ἀποδυόμενος τὸ κρίμα καὶ φιλῶν τὴν σωτηρίαν σου. πῶς αὐτὸς ὁ ἐγκληθεὶς καὶ τοῦ σχίσματος πατὴρ οἴσεις τὸ κρίμα; πῶς δὲ ἀπολογήσῃ τῷ Χριστῷ, ὑπὲρ τοσούτου λαοῦ εὐθυνόμενος; Ἰωάννου τοῦ Προδόμου εἰ τὸ ἔργον ἔχοις, κενόν σε τῆς βασιλείας ἀποπέμψει τοῦ θεοῦ, εἰ μὴ προκαταλάβοις διορθώσασθαι.
Τίς δὲ ἡ διόρθωσις; εἰ μὲν οἷόν τε, σοῦ αὐτοῦ παρόντος, εἰ δὲ μή, δι᾽ ἀποστόλου σου ἀπολογία γραμματικὴ περὶ ὧν πρότερον ἐνεκλήθης, ἀθωῶν ἑαυτὸν διὰ τῆς ἀπολογίας καὶ ὑποδεικνύων ὀρθὴν τὴν πίστιν καὶ τὴν ἐφ᾽ ἅπασιν ὀρθοτομίαν τοῦ λόγου τῆς ἀληθείας. καὶ οὕτως γινομένης ὁμονοίας ἐν Κυρίῳ, οὐ λέγω μετὰ τοῦδε καὶ τοῦδε, ἀλλὰ μετ᾽ ἐμοῦ μόνου τοῦ ταπεινοῦ, ἤρθη τὸ σκάνδαλον ἐκ μέσου καὶ συνήφθη τὰ διεστῶτα· καὶ ὁ Κύριος ἐν μέσῳ ἡμῶν καὶ οὐ βλασφημούμενον τὸ ὄνομα αὐτοῦ δι᾽ ἡμᾶς, οὐ λέγω ἐν τοῖς ἔθνεσιν, ἀλλ᾽ ἐν τοῖς χριστιανοῖς. κἄν τινες διαφέρωνται, μετὰ τὴν εἰς ἀλλήλους συμφωνίαν διδαχθήσονται καὶ συναφθήσονται δι᾽ ἡμῶν αὐτῶν τῶν ταπεινῶν, ὑπερασπιζομένων σου ὡς ἐμαυτῶν. καὶ ἵλεως ἔσται θεὸς καὶ ὁ βίος σου οὕτω μακάριος καὶ τὸ τέλος σου αἰνετὸν καὶ τὰ ἐγκαταλείμματά σου ἐν δικαιοσύνῃ.
Ἰδοὺ δευτέρα ἡ ἐπιστολή μου αὕτη ἡ εὐτελής. καὶ εἰ μὲν δράσεις τὰ δέοντα, δηλῶν καὶ ἀπολογούμενος περὶ πάντων ὧν ἐγκαλῇ, ἐκερδήθης ὁ ἀδελφὸς ἡμῶν, κυριολέκτως εἰπεῖν, καὶ χαίρομεν ἐπὶ σοὶ μέγα οἱ ταπεινοί· εἰ δέ, ὅπερ ἀπείη, ἐμμείνῃς ἐν τῇ αὐτῇ σιωπῇ καὶ ἀπειθείᾳ, βαστάσοις τὸ κρίμα αἰώνιον, ἄπρακτα ἀσκῶν, μᾶλλον δὲ ὀλεθρίως σχίζων τὸν λαὸν τοῦ θεοῦ διὰ τῆς οἰκείας ἰδιοπραγίας. ἡμεῖς δὲ προσέξομεν τῷ ἀποστόλῳ λέγοντι, αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος.
Ἀρχιμανδρίτῃ Γοτθίας Χάριν ὁμολογοῦμεν τῷ ἁγίῳ θεῷ, ὅτι ἠξιώθημεν δέξασθαι γράμματα ἀγαπητικὰ τῆς ὁσιότητος ὑμῶν, οὐ μὴν χρῄζομεν ἀπολογίας διὰ τὴν βραδυτῆτα· τίνες γὰρ ἡμεῖς οἱ εὐτελεῖς ἢ τίνος ἕνεκεν ὅλως τὸ τῇ ἡμετέρᾳ οὐθενότητι ἀναφέρειν ὑμᾶς περὶ τῶν συγκινούντων ὑμᾶς ἀναγκαίων; ὅμως ἐπειδὴ μετριόφρονες τυγχάνοντες οἴδατε καὶ τοῖς ἐλαχίστοις συμπεριφέρεσθαι, εἰκότως καὶ αὐτοὶ γεγράφατε καὶ ἡμεῖς ἐδιδάχθημεν, οὐ μόνον ὅσα ἡ ἐπιστολή, ἀλλὰ καὶ ὅσα οἱ ταύτην ἐπιφερόμενοι αἰδεσιμώτατοι ἀδελφοὶ καὶ πατέρες ἐδίδαξαν. καθ᾽ ὧν ἁπάντων ὁ θεὸς ἡμῶν ὑπερασπιστὴς καὶ τῶν ἐπιφερομένων ἀλόγως αἰτιαμάτων διαλλάκτης. συνεισοίσομεν δὲ καὶ ἡμεῖς οἱ ταπεινοί, εἴ ποτε λόγος γίνοιτο, τὰ παρ᾽ ἑαυτῶν ἐν τοῖς φθάζουσιν ἐνδιαβάλλειν, οὐ χάριν ὑμῖν καταβαλλόμενοι, ἀλλὰ τὸ κεχρεωστημένον τῇ ἀγάπῃ ἀποπληρώσοντες. οὗ χάριν ἠναγκάσθημεν ἐπιστεῖλαι καὶ τῷ θεοφιλεστάτῳ πατρὶ καὶ ἀρχιερεῖ κυρίῳ Φιλαρέτῳ, εἴ γε καὶ προσδεχθείη ἡ παράκλησις ἡμῶν τῶν ταπεινῶν, συνδέουσα τὰ πρὸς εἰρήνην, ἧς οὐδὲν λυσιτελέστερον καὶ ἐφ᾽ ᾗ Χριστοῦ μαθηταὶ οἱ ἀπ᾽ αὐτοῦ κεκλημένοι ὀφείλουσι χαρακτηρίζεσθαι.
Ταῦτα ὡς ἐν κεφαλαίῳ περὶ τῶν κατεπειγόντων. ὑπὲρ δὲ τῶν ἄλλων τί καὶ ἐπεζητήθημεν ὅλως ἀποκριθῆναι, ἐχόντων ὑμῶν τῶν θεοδιδάκτων τὴν θεοχάρακτον βίβλον τοῦ Μεγάλου Βασιλείου, διδάσκουσαν τοῦ μοναδικοῦ εἴτουν κοινοβιακοῦ βίου τὰ σωτήρια καὶ ὀνησιφόρα, ἧς χωρὶς οὐκ ἔστιν οὔτε καθοδηγῆσαι θεοπρεπῶς οὔτε καθοδηγηθῆναι λυσιτελῶς καὶ ἄρχοντα καὶ ἀρχόμενον; ἐκεῖνος ἐρωτώμενος ἐπὶ πάσῃ ὑποθέσει καὶ ἀφορμῇ τῆς ἐν κοινοβίῳ ἱερᾶς ζωῆς διὰ Πνεύματος Ἁγίου ἀποκέκριται καὶ ὁ ἐκείνῳ στοιχῶν ἐστοίχησεν τῷ Ἁγίῳ Πνεύματι, ὁ δ᾽ αὐτῷ ἀπειθῶν ἠπείθησεν τῷ ἐν αὐτῷ φθεγξαμένῳ Χριστῷ. τὰ γοῦν συμπίπτοντα ἐξ ἀπροσεξίας τοῖς ἀδελφοῖς σφάλματα οὐκ ἐξὸν ἐπὶ λαϊκῶν προσώπων κρίνεσθαι καὶ αὐτὸς ὁ ἱερὸς ἀπόστολος βοᾷ· τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων κρίνεσθαι ἐπὶ τῶν ἀδίκων καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; καὶ μεθ᾽ ἕτερα· οὕτως οὐκ ἔνι ἐν ὑμῖν οὐδεὶς σοφός, ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ, ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων; ἴσον δὲ τῶν ἀπίστων ἐστὶν τὸ ἐπὶ τῶν λαϊκῶν τὰ τῶν μοναχῶν ἐξετάζεσθαι καὶ ἀνοίγειν θύραν οἷς οὐ θεμιτὸν παρακύπτειν εἰς τὰ ἡμέτερα· καὶ τοῦτο ἀπᾷδόν ἐστι παντάπασι καὶ ἀσύμφορον τῇ ἐκκλησίᾳ τοῦ θεοῦ.
Περὶ ἀποταγῆς καὶ ἀποκάρσεως, ἐπειδὴ καὶ τούτου λόγος, οὔτε τὸ ἀποσείεσθαι ἀκίνδυνον (φησὶ γάρ, τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω) οὔτε τὸ προσίεσθαι ἁπλῶς καὶ ὡς ἔτυχεν καὶ ἀποκείρειν ἀνεπιστημόνως ὅσιον· εἰ γὰρ οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ, καθὰ γέγραπται, πόσῳ δὴ οὖν μᾶλλον ἐπὶ τῇδε τῇ θεολέκτῳ στρατιᾷ; πᾶσιν ἀποτάξασθαι δεῖ, πάντων ἀπογυμνωθῆναι χρή, πάντων ἀπορραγῆναι δέον καὶ σχέσεων καὶ οἰκείων καὶ φίλων καὶ συγγενῶν καὶ τοῦ σύμπαντος κόσμου κατὰ διάθεσιν ξενωθῆναι τόν γε ὡς ἀληθῶς ἀκολουθεῖν μέλλοντα τῷ Χριστῷ, εἶθ᾽ οὕτως στοιχηθῆναι καὶ διαπλασθῆναι τὴν θεοστοιχῆ καὶ θεόπλαστον μοναδικὴν ἕξιν καί, πεῖραν δόντα καὶ βάσανον ἀρετῆς, οὕτως εἰσαχθῆναι τῇ μαρτυρίᾳ τῶν πολλῶν εἰς τὴν μοναδικὴν τελείωσιν καὶ ἕνα γενέσθαι τῶν τοῦ Χριστοῦ προβάτων. ἀμυήτως δὲ καὶ ἀμαθῶς, ὡς ἀπήγγελται ἡμῖν, ἀποκείρεσθαι ἐπικίνδυνον καὶ ὀλεθριώτατον καὶ τῷ κειρομένῳ καὶ τῷ κείροντι· ἀλλὰ γὰρ καὶ ἀποσχηματίζειν μοναχὸν ἴσον ἐστὶ τῷ ἀποβαπτίζειν. ὅλως τολμᾶται τοῦτο γίγνεσθαι; φρικτόν ἐστι καὶ ἀκουόμενον.
εἰ δὲ μετὰ τοῦ δεόντως ἀποκεῖραι, ἐπειδὴ ὑπονοστοῦσί τινες πρὸς τὰ χείρονα, τοὺς τοιούτους, ἐπιμένοντας τῇ κακίᾳ καὶ μὴ ἰωμένους ἑαυτοὺς ἐν τοῖς ψυχικοῖς ἀρρωστήμασιν, ἐκκόπτεσθαι χρὴ τῆς ἀδελφότητος καθ᾽ ὁμοίωσιν τῶν σεσηπότων μελῶν, ὡς ἂν μὴ τῇ συνεχείᾳ καὶ τὸ ὑγιὲς βλάπτοιτο· φησὶ γὰρ ὁ Κύριος· συμφέρει σοι ἵνα ἓν τῶν μελῶν σου ἀποκοπῇ καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς τὴν γέενναν τοῦ πυρός. ἐὰν δὲ ἄλλῳ δυνατὸν ᾖ τὸν ἐκκοπέντα προσήκασθαι κατὰ φιλανθρωπίας τρόπον, οὐκ ἔξω τοῦ εἰκότος, εἴ γε εὑρεθείη ἐπιστημονικωτέρως ἰατρεύων, ἀλλὰ μὴ ἀπολλυμένῳ συμπεριφερόμενος. οἱ δὲ ἄλλως κουφότητι ἀποπηδῶντες τοῦ κοινοβίου ἀπρόσδεκτοι ἔστωσαν ταῖς ἄλλαις ἀδελφότησιν, ἵνα συνασπισμὸς ᾖ καὶ συμφωνία κατὰ πάντα τοῖς πᾶσι καὶ μὴ ὑπ᾽ ἀλλήλων τὰ ἀλλήλων καταλύοντες σπουδάσματα, ἐξ ὧν οὐ κεφαλὴ ὁ Χριστός, ὁ τῇ εἰρήνῃ συνδέων τὰ πάντα, ἀλλὰ τίς; ἀπευκταῖον καὶ λέγειν. δοῦλον δὲ ἔχειν μοναχὸν καὶ μοναστήριον τοσοῦτον ξένον, ὡς καὶ τὸ ἔχειν γυναῖκα· ἀμφότερα γὰρ τῆς παρακοῆς εὑρήματα. καὶ τοῖς εἰς τὸ κατ᾽ ἀρχὰς ἀναδραμεῖν ἐφιεμένοις διὰ τῆς μοναδικῆς πολιτείας καὶ τὴν ἀπήμονα τοῦ παραδείσου ζωὴν μιμεῖσθαι ἐζηλωκόσιν ἀπόβλητα τὰ προειρημένα.
Ταῦτα οὐκ οἴκοθεν, ἀλλ᾽ ἐξ ὧν οἱ θεοφόροι πατέρες φθέγγονται συνειληχότες ὑπομνηστικῶς ἐφθεγξάμεθα, αἰτούμενοι ὑμᾶς τοὺς πανιέρους προσεύχεσθαι μὴ μόνον λέγειν ἡμᾶς τὰ καλά, ἀλλὰ καὶ πράττειν ἐν Κυρίῳ.
Στεφάνῳ ἡγουμένῳ Ἡ συχνότης τῶν γραμμάτων πυκνουμένην δείκνυσι τὴν ἀγάπην τῆς τιμιότητός σου, πατρικῷ ἔθει ἐπερειδομένην· κἀκεῖνος γὰρ ὁ μακάριος πρὸς τοῖς ἄλλοις αὐτοῦ κατορθώμασι καὶ τῷδε τῷ ἐπιτηδεύματι δημιουργῶν ἦν πρὸς τοὺς ἀδελφοὺς τὸ τῆς ἀγάπης καλόν. γράφε τοίνυν, ὦ τριπόθητε, πατρῴζων ἐν τούτῳ, ἡμᾶς τε ἡδείους ποιῶν τῷ συνεχεῖ τοῦ φθέγματος· μὴ μέντοι ἐπαίνει μηδὲ σύγκρινε χρυσῷ μόλιβδον μηδὲ μαργαρίτῃ πηλόν, προσεύχου δὲ μᾶλλον καὶ ὑμῶν τῶν ἐκείνου ὀπαδῶν κατόπιν ἰέναι διὰ τὸ ἀχρεῖόν με εἶναι ἐν πᾶσι, κἂν αὐτὸς ὠφελεῖσθαι λέγοις πρὸς ἡμῶν τῶν ἀνωφελῶν, ἀγαπητικῶς φερόμενος. εἰ δὲ καί τι ὀνησιφόρον σου γίνοιτο, θεῷ τὸ πρᾶγμα ἀναθετέον, τῷ δι᾽ ἀλλήλων καὶ ἐν ἀλλήλοις οἰκονομοῦντι τὰ κατὰ χρείαν.
Εἶεν δὴ ταῦτα. πρὸς δὲ τῶν ἐκ μετανοίας ἀνασφηλάντων, σφραγῖδα ἐπὶ τραπέζης ἢ κατὰ ἄλλην τινὰ περιπέτειαν δεδέχθαι τοὺς ἤδη διαπεφευγότας τὸν ὄλισθον, ἤδη ἐπὶ πατέρων ἁγίων, σχεδὸν εἰπεῖν, συνοδικῶς συνεζητήθη καὶ συνεκροτήθη εὖ ἔχειν, καὶ ἡμῖν τοῖς ταπεινοῖς εὐαπόδεκτον τὸ πρᾶγμα καὶ φυλαττόμενον καὶ ἄλλοις μεταδιδόμενον. εἰ οὖν καὶ αὐτὸς οὕτω βούλοιο κρατεῖν, καὶ ἐπαινοῦμεν καὶ ἀποδεχόμεθα· τὸ γάρ τινας ἀπαναίνεσθαι ἐθελοθρησκείας ἐστὶν ἔργον, κατηγορουμένης ὑπὸ τοῦ ἀποστόλου, ἀλλ᾽ οὐκ ἐχούσης οὔτε τὸ ἔννομον οὔτε τὸ φιλάδελφον. πόθεν γὰρ ἐρείδονται τὸ ἀσφαλὲς ἔχειν, μήτε κανόνος θεσπίζοντος μήτε τοῦ θεσπεσίου ἡμῶν ἱεράρχου ἀπείργοντος ἡμᾶς τοῦτο δέχεσθαι; ἢ οὐχὶ μᾶλλον ἀναιρετικόν ἐστι μετανοίας καὶ ἀπογνωστικόν ἐστι σωτηρίας τὸ τὸν ἀξιούμενον μετέχειν τῶν ἁγιασμάτων καὶ σημειοῦν ἑαυτὸν τῇ σταυροειδεῖ εἰκόνι μὴ ἐξεῖναι σφραγίζειν βρῶμα κοινὸν εἴτε ἰδίᾳ εἴτε δημοσίᾳ; ἢ οὐκ ἴσμεν ὅτι ὁ ἀγαθὸς ἡμῶν θεὸς καὶ Κύριος, ὁ μόνος ἀναμάρτητος καὶ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὑπὸ πόρνης τοὺς ἀχράντους πόδας ἠνέσχετο καὶ χειραπτεῖσθαι καὶ ὑπαλείφεσθαι δάκρυσιν ὥσπερ καὶ μύρῳ; ἀλλὰ καὶ μετὰ τελωνῶν ἐσθίει καὶ παρὰ τελώναις καὶ μαθητεύει τελώνας· καὶ οὐδὲν αὐτῷ οὕτω φιλητὸν ὡς τὸ ἐπιστρεπτικὸν ἐξ ἁμαρτίας καὶ ἀγαπητικὸν ἐπ᾽ ἀλλήλοις.
ἐντεῦθεν καὶ χαρακτηρίζεσθαι τοὺς μαθητὰς αὐτοῦ ὑπογράφει, καί γε τὸν μακάριον Πέτρον μετὰ τὴν ἄρνησιν πρώταρχον τῶν λοιπῶν ἀποστόλων ἀναδείκνυσιν· οὗ τί μεῖζον εἰς παράστασιν τοῦ προκειμένου λόγου; τί δὲ ἀσυνετώτερον τῶν ἀμαθῶς καὶ οἰηματικῶς μὴ καταδεχομένων σφραγίζειν καὶ προσεύχεσθαι τοὺς ἤδη τῇ μετανοίᾳ βελτιωθέντας;
Ἡμεῖς τοιγαροῦν οἱ ταπεινοὶ οὕτως ἔχομεν, ὡς προείρηται, καὶ ὑμῖν συμβουλεύομεν, ἄλλοι δέ, ἄλλως ἔχοντες, ὄψονται περὶ τούτου. πρὸς ἃ δὲ ὁ ἀδελφὸς ἡμῶν Συμεὼν ἠρώτησεν, ἀπεκρίθημεν, καὶ ἐφιέμεθα ἐν πᾶσι πρὸς ἀνάπαυσιν ὑμῶν εἶναι τῶν σεβασμίων οἱ ταπεινοὶ καὶ εὐχόμεθα ἀσινεῖς ὑμᾶς διαφυλάττεσθαι ἐν πᾶσιν.
Κατηχητικὴ πρὸς τοὺς ἐν Κυζίκῳ Ἡδέως εἴδομεν τοὺς περὶ τὸν ἀδελφὸν Συμεών, τὸν εἰς κεφαλὴν ὑμῶν τεταγμένον, τὸ μὲν διὰ τὴν τοῦ χρόνου ἀπουσίαν, τὸ δὲ διὰ τὴν καλὴν πολιτείαν· ἀγαθὴ γὰρ πολιτεία καὶ αὐτῷ καὶ ὑμῖν τὸ τοσούτους ἐπὶ τὸ αὐτὸ ἀδελφοὺς συζῆν ἐν δεδιωγμένοις χρόνοις· ὅπου γὰρ δύο ἢ τρεῖς τυγχάνοιεν ὄντες, ἐπαίνου ἄξιον, ὡς τοῦ Χριστοῦ μεσιτεύοντος κατὰ τὴν ἐπαγγελίαν, τὸ δὲ τοσούτους εἶναι, ὅλον μοναστήριον καὶ μεγάλην συνοδίαν, ἀναντίρρητον τὸ ἐγκώμιον. καὶ χάρις Κυρίῳ, ὃς ἔδωκεν ὑμῖν ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλεῖν τῇ πίστει τοῦ εὐαγγελίου καὶ διαφέρειν ἐν ταὐτῷ τὸν ἀσκητικὸν βίον δίαθλον καὶ διαυγῆ καὶ διαστεφῆ ἀγῶνα ἐν τούτῳ περαιοῦσθαι. ἐβουλόμεθα δὲ καὶ ὑμᾶς αὐτοὺς τοὺς ἀπόντας κατ᾽ ὀφθαλμοὺς ἰδεῖν καὶ συμπαρακληθῆναι τῇ κοινωνίᾳ τοῦ πνεύματος, ὡς ἂν καὶ τοὔνομα καὶ πρόσωπον καὶ ἦθος καὶ λόγον ἑνὸς ἑκάστου κατεμάθομεν· ἀλλ᾽ ἐπεὶ τοῦτο ἠδυνάτει γενέσθαι, εἴδομεν ὑμᾶς ἤδη διὰ τοῦ προηγουμένου καὶ τῶν ὁμοταγῶν ὑμῶν, ὧν ἡ θέα ἔθρεψεν ἡμῶν τὰς καρδίας, εὐλαβείᾳ κεχαρακτηρισμένη.
Τί οὖν ἐστι λοιπὸν εἰπεῖν; ἵνα, καθὼς χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἠθροίσθητε καὶ συνηρτήθητε ἁρμονίᾳ πνευματικῇ καὶ συμψυχίᾳ ὁμονοητικῇ, διαλάμψαντες ἐν τοῖς αὐτόθι καθάπερ τινὲς ἀστέρες ἐν τῇ ζοφερᾷ τῆς αἱρέσεως νυκτί, καὶ πρὸς τὸ ἑξῆς οἱ αὐτοὶ διαμείνοιτε, σύμψυχοι, τὸ ἓν φρονοῦντες, ὁμογνώμονες, ὑποτακτικοί, πειθήνιοι, εὐήκοοι, εὐχάριστοι, εὔκλητοι, φίλαγνοι, σώφρονες, ἀπαρρησίαστοι, ἄρτιοι, κατηρτισμένοι ἐν παντὶ ἔργῳ ἀγαθῷ, ἔτι λάμποντες, ἔτι αὐγάζοντες, ἔτι φωτοβολοῦντες, ἔτι ἁλίζοντες, ὡς ἂν καὶ περὶ ὑμῶν εἰκότως ῥηθείη ὑπὸ τοῦ Κυρίου· ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· καὶ αὖθις· ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς. τάχα δὲ ἐπειδὴ τὴν ὀρεινὴν κατοικεῖτε, καταλλήλως ἐπᾴδοιτο κἀκεῖνο περὶ ὑμῶν, οὐ δύναται πόλις κρυβῆναι, ἐπάνω ὄρους κειμένη, ὄρους, δηλαδὴ ὑψηλῆς πολιτείας, ἐφ᾽ ᾗ οἱ ἐπιβεβηκότες ὡς ἐν οὐρανῷ ἐπὶ τῆς γῆς διατρίβουσιν, ὧν οὐκ ἄξιος ὁ κόσμος κατὰ τὸ ἀποστολικῶς εἰρημένον.
Βλέπετε, τέκνα καὶ ἀδελφοί, ὅπως ὑμᾶς ἦρεν ὁ λόγος τῆς ἀληθείας, ἄνω θεὶς τοῖς ἐγκωμίοις καὶ ὑποδείξας ἀληθινοὺς εἶναι μοναστάς, ὁμολογητὰς Χριστοῦ, φυγάδας κόσμου, ἄνδρας ἐπιθυμιῶν τῶν κρειττόνων, σαρκὸς παθοκτόνους, στεφανίτας ἐν πνεύματι. καὶ ταῦτα μὲν λόγοι γυμνοὶ τῆς ἀνταποδόσεως ἄρτι· ἐὰν δὲ τὸν ἀγῶνα ὑμῶν τῆς τε ὑποταγῆς καὶ ὁμολογίας ἐκτελέσητε κυριώτατα, τηνικαῦτα μεταβαίνοντες τοῦ βίου τὴν τῶν ἔργων ἀπολήψεσθε μακαριότητα, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
Γρηγορίῳ τέκνῳ Ἐχάρην ἐπὶ τῷ γράμματί σου, τέκνον ἠγαπημένον, ὅτι καὶ ἀστεία ἡ ὁδὸς τῶν ἐν ἄστει καὶ ὑγείαν προσελάβου ἅμα τῷ ἀδελφῷ Ζωσιμᾷ διὰ τῆς ἀφαιμάξεως καὶ τἆλλα ὑμῖν ὅτι κατὰ σκοπὸν ἀπέβη. ἐπὶ δὲ ταῖς παρὰ τοῦ ξενοδόχου προτάσεσι, τί ὅτι παρ᾽ ἡμῶν ἐπεζήτησας ἔτι διασάφησιν, ἐγκεκριμένως ἀποκριθεὶς αὐτῷ κατὰ τὴν τῶν θεοφόρων πατέρων διδασκαλίαν; οὐδὲν περισσότερον ἔχομεν λέγειν τῶν σῶν ἀντιπαραστάσεων. εἰκαιολογοῦσι δέ, ὡς ἔοικε, καὶ οὐ φιλομαθοῦσιν οἱ ἐπερωτῶντες· ὅμως ἐπειδὴ γέγραπται, ἕτοιμοι ὄντες πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, ἀποκρινόμεθα καὶ ἡμεῖς τάδε.
Τὸ τῶν μοναχῶν σχῆμα παρθενίας ἐστὶν ἐπάγγελμα καὶ μυστήριόν ἐστι μοναχικῆς τελειώσεως κατὰ τὴν φωνὴν τοῦ θείου καὶ πανσόφου Διονυσίου. καὶ τὸ λέγειν τινὰς τὸ ‛πόθεν παρεδόθη τὸ ἀποτάσσεσθαι καὶ γίνεσθαι μοναχόν;‚ οὐδὲν ἕτερόν ἐστιν εἰπεῖν ἢ ὅτι ‛πόθεν παρεδόθη γίνεσθαί τινα χριστιανόν;‚ ὁ γὰρ τὸ πρότερον θεσμοθετήσας ἀποστολικῇ παραδόσει καὶ τὸ δεύτερον ἐξέδωκεν, ἓξ μυστήρια ἐκτεθεικώς, πρῶτον περὶ φωτίσματος, δεύτερον περὶ συνάξεως εἴτουν κοινωνίας, τρίτον περὶ τελετῆς μύρου, τέταρτον περὶ ἱερατικῶν τελειώσεων, πέμπτον περὶ μοναχικῆς τελειώσεως, ἕκτον περὶ τῶν ἱερῶς κεκοιμημένων. τί οὖν ἔστιν εἰπεῖν ἐν τούτοι; ὅτι ὁ ἀμφισβητῶν περὶ ἓν τῶν εἰρημένων ἀμφιβάλλει δῆλον ὅτι καὶ περὶ τῶν ἄλλων μὴ θεοπαραδότως ἔχειν καὶ τῇ τοῦ ἑνὸς ἀναιρέσει συνανῄρηται ἐξ ἀναγκαίου καὶ τὰ λοιπά· καὶ οὔτε φώτισμα οὔτε σύναξις οὔτε θεῖον μύρον οὔτε ἱερατικὴ τελείωσις οὔτε τῶν ἱερῶς κεκοιμημένων διατύπωσις εἶεν ἄν, εἴπερ μὴ πάρεστιν ἡ μοναχικὴ τελείωσις, καὶ ἐσμὲν ἐθνόφρονες, ἄθεοι ὄντες ἐν τῷ κόσμῳ καὶ ἐλπίδα μὴ ἔχοντες. τοιοῦτός ἐστιν ὁ τὴν πρότασιν εἰσάγων, τὸ πόθεν παρείληπται μονάζειν ἄνθρωπον. καὶ οὔπω λέγω ὅτι καὶ πάντες οἱ ἔξοχοι τῶν θεοφόρων πατέρων καὶ μονασταὶ γεγόνασι καὶ τὸν μοναδικὸν βίον ὡς ἀγγελικὸν ἐκθειάζουσιν· πρὸς ὧν καὶ τὰ διατυπωτικὰ τῆς ἱερᾶς ζωῆς συγγράμματα.
εἰ δέ τινι νοῦς πάρεστι, πάντως εὑρήσει καὶ αὐτὸν τὸν θεῖον Διονύσιον πῶς κατὰ τοὺς ἀγγελικοὺς διακόσμους καὶ τοὺς ἱερατικοὺς βαθμοὺς καὶ τοὺς ἔξω ἱερωσύνης ἰσαρίθμως τρισὶ τάξεσιν ἀπένειμεν, πρώτην καὶ εἰσαγωγικὴν τῶν ἔτι μαιευομένων, ἤτοι κατηχουμένων, δευτέραν τῶν πεφωτισμένων καὶ τρίτην τῶν μοναχικῶς τελειουμένων· καὶ τὸ τοῖς ἐναργέσι μάχεσθαι ἀναισθήτων ἐστὶν ἢ ἀβαπτίστων.
Τὸ δεύτερον πρόβλημα περὶ τῶν νηπίων, ‛ὅτι‚, φησίν, ‛ὁ Ἅγιος Βασίλειος ἐν τοῖς κανόσιν ἐπιτρέπει ἐρχόμενα εἰς τὴν ἔννομον ἡλικίαν, εἰ μὴ φέροιεν τὸν ζυγὸν τῆς ἐν παρθενίᾳ ζωῆς, ἀποσχηματίζεσθαι‚. οὐχ οὕτως, ἀλλὰ νομοθετήσας πάντα ἐν πᾶσι θείῳ πνεύματι καὶ σωτηρίως τῷ κόσμῳ καὶ ὡς οὐκ ἂν ἐπινοηθεῖεν βελτιώτερόν τι γίνεσθαι, κἄν τινες ἀφρονεύοντες πειρῶνται τὰ κρείττονα νομοθετεῖν· αὐτὸς καὶ περὶ τῶν ἀπὸ πρώτης ἡλικίας προσερχομένων τοῖς ἀναδεδεγμένοις τὸν τῆς ἡγεμονίας θεσμὸν νενομοθέτηκεν· καὶ ἡ βίβλος δηλοῖ καὶ τὸ καθ᾽ ἔπος λέγειν ἐνταῦθα οὐκ ἐπαρκές, πλὴν ὅτι μετὰ τὴν συμπλήρωσιν τοῦ λόγου, ἤγουν ἀπὸ ἑξκαιδεκαετίας καὶ πρός, μεθ᾽ ὃν καὶ τιμαὶ καὶ τιμωρίαι, ὥς φησιν αὐτός, περὶ αὐτῶν ἐγκρίνεσθαι δεῖν, καὶ συνάπτεσθαι ταῖς ἀδελφότησιν διὰ τῆς μοναχικῆς τελειώσεως προστέταχε. καὶ ἔκτοτε μετατιθεμένους πρὸς τὸν κοινωνικὸν βίον ἐξ ἀνατροπῆς πονηρᾶς μηδὲ θύραν ἀνοίγεσθαι αὐτοῖς κατὰ ψιλὴν περίοδον ἐξ ὧν ἀπέστησαν κεκέλευκεν· ἔνδοθεν δὲ τοῦ προειρημένου ἔτους, εἰ μὴ αἱρουμένους τὸν ἐν παρθενίᾳ βίον, ἢ καὶ αἱρουμένους ἀλλὰ μὴ θέλοντας κατηρτισθῆναι πρὸς τὴν μοναχικὴν ζωήν, ἀποκρίνεσθαι καὶ ἀποπέμπεσθαι εἰς τὸν κοινωνικὸν βίον, ὡς μὴ ὀνείδη ἀνάπτεσθαι ταῖς ἀποτυχίαις τῷ ἱερῷ βίῳ.
Ταῦτα δέ, ἐπεὶ οὐ πάντως γίνονται ἔν τισι καθὰ ἐντέταλται, ἀλλὰ ἀποκείρουσι νηπιόθεν ἢ καὶ κατὰ ἡλικίαν ἔννομον, ἀλλ᾽ οὐ νομίμως καὶ κατηρτισμένως, διὰ τοῦτο τὰ ἄνω κάτω καὶ ἱερεὺς καὶ προφήτης ἐξέστησαν κατὰ τὸ γεγραμμένον καὶ μυριόδοξος παράδοσις καὶ αὐτόκριτος νομοθεσία οὐ διὰ θεοφιλίαν, ἀλλὰ διὰ φιλαργυρίαν, οὐδὲ διὰ σωτηρίαν, ἀλλὰ διὰ φιλοκερδίαν. καὶ πρὸς ταῦτα ἐγὼ ὁ τάλας ἀποκρίνεσθαι οὐκ ἔχω ἢ στένειν καὶ σκυθρωπάζειν καὶ τὰς ἑαυτῶν ἁμαρτίας ἀποκλαίειν· σὺ δὲ σωθείης, τέκνον ἠγαπημένον.
Θεοκτίστῳ ἐρημίτῃ Δεξάμενος τὸ γραμματεῖον τῆς τιμιότητός σου καὶ ἀναγνοὺς εἰς ὑπήκοον τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου καὶ ἀδελφοῦ μου ἅμα τοῖς συνοῦσιν ἀδελφοῖς εὐχαρίστησα ὁ ταπεινὸς τῷ Κυρίῳ, ὃς ἔκλινεν τὴν καρδίαν σου γράψαι ὀρθῶς τὸ τῆς πίστεως σύμβολον· τὸ γὰρ ὁμολογεῖν δέχεσθαι τὴν παλαιὰν καὶ νέαν διαθήκην καὶ πάντα τὰ ὑπὸ τῶν ἁγίων πατέρων παραδεδομένα τῇ ἐκκλησίᾳ τοῦ θεοῦ κεφαλαιωδῶς ἡ ὀρθότης ἐστὶ τῆς πίστεως. ἐπειδὴ δὲ καὶ αἱρετικοῖς ἔστι ταῦτα λέγειν, οὐ μὴν εὑρίσκεσθαι κατὰ τοὺς λόγους αὐτῶν ὀρθοτομοῦντας τὸν λόγον τῆς ἀληθείας, διὰ τοῦτο καὶ παρὰ τῶν πεμφθέντων ἀδελφῶν, καὶ μάλιστα παρὰ τοῦ ἀββᾶ Σωσιπάτρου, ἐπεζητήσαμεν τὸ ἀκριβές, καθὰ καὶ ἐζήτησας ἐν τοῖς γράμμασι, διὰ τὸ μὴ πάντα ἐγχωρεῖν ἀπαγγέλλειν τὴν ἐπιστολήν, καὶ εὕρομεν χάριτι Χριστοῦ ἀπαγγέλλοντας αὐτοὺς ὀρθοφρόνως τὰ παρὰ σοῦ αὐτοῖς παρατεθέντα.
Τίνα δὲ ταῦτα; δεῖν γὰρ ἐν κεφαλαίοις ἐπισημανθῆναι. πρῶτον περὶ τῆς ἁγίας Θεοτόκου· φασὶ γὰρ λέγειν σε ὅτι πρὸ τῶν αἰώνων ἡ παρθένος. τοῦτο ἐπειδὴ ἀρνεῖσαι μήτε λέγειν μήτε δὲ φρονεῖν, ἀλλ᾽ ὁμολογεῖν ἐξ ἀνδρὸς καὶ γυναικὸς Ἰωακεὶμ καὶ Ἄννης τετέχθαι αὐτήν, εὖ ἂν ἔχοι. δεύτερον περὶ τοῦ Κυρίου, ὅτι οὐκ ἐσταυρώθη· ἐπειδὴ δὲ ὁμολογεῖς ἐσταυρῶσθαι αὐτὸν κατὰ τὰς γραφάς, εὖ ἂν ἔχοι. τρίτον περὶ τῶν ἀγγέλων καὶ τῶν δαιμόνων, ὅτι μετὰ τὴν κρίσιν ἀποκατάστασις ἔσται πάλιν καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. καὶ ἐπειδὴ τοῦτο ἀπαρνεῖσαι καὶ ὁμολογεῖς αἰώνιον εἶναι καὶ τὴν κρίσιν καὶ τὴν βασιλείαν τῶν οὐρανῶν, εὖ ἂν ἔχοι. τέταρτον περὶ μοναχοῦ ἑνός, ὅτι δύναται τῆς κολάσεως ῥύσασθαι ἑκατὸν πεντήκοντα κρινομένους. καὶ ἐπειδὴ τοῦτο ἀπαρνεῖσαι καὶ λέγεις μήτε μετάνοιαν εἶναι μετὰ θάνατον μήτε τινὰ τὸν δυνάμενον ἐξελέσθαι ἀπὸ τῆς θεοῦ ἀπονεμηθείσης ἑκάστῳ κολάσεως, εὖ ἂν ἔχοι. πέμπτον περὶ βιβλίου τοῦ ἐπιλεγομένου τοῦ Ἀντωνίου, ὅτι λέγεις εὐαπόδεκτον εἶναι, ἐν ᾧ πολλὰ βλάσφημα, ὡς ἡμεῖς αὐτοὶ ἀναγνόντες ἔγνωμεν. καὶ τοῦτο ἐπείπερ ὁμολογεῖς ἀποβάλλεσθαι ὡς ἀλλότριον τῆς ἐκκλησίας τοῦ θεοῦ καὶ μηκέτι μήτε ἔχειν μήτε ἀναγινώσκειν μήτε σὲ μήτε τοὺς μετὰ σοῦ, εὖ ἂν ἔχοι.
καὶ εὐλογητὸς ὁ θεός, ὁ ποιησάμενος καθαρισμὸν ἐν ὑμῖν τῶν προειρημένων σκανδάλων, καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης αὐτοῦ, τὸ πεῖσάν σε εἰπεῖν χωρικὸν εἶναι καὶ ἀμαθῆ καὶ εἴκειν κατὰ πάντα καὶ πείθεσθαι τῷ λόγῳ τῆς ταπεινώσεώς μου.
Ἐγὼ δὲ οὐδὲν παρὰ τὰ θειωδῶς ἐκπεφασμένα τοῖς ἁγίοις ἀποστόλοις καὶ προφήταις καὶ πατράσι παραινέσω ἢ διατυπώσω, ἀλλ᾽ αὐτὸ τοῦτο, καθὼς γέγραφας, πιστεύειν σε εἰς τὴν Ἁγίαν Τριάδα, τὴν ἀμερῆ κατ᾽ οὐσίαν, διαιρουμένην δὲ τοῖς χαρακτῆρσιν εἰς πατέρα καὶ υἱὸν καὶ Ἅγιον Πνεῦμα, ἕνα θεόν, ἕνα Κύριον, καθὸ καὶ μία πίστις. ἔστι δὲ καὶ ὁ πατὴρ θεὸς καὶ ὁ υἱὸς θεὸς καὶ τὸ πνεῦμα θεός, οὐ τρεῖς θεοὶ (μὴ γένοιτο), ἀλλ᾽ εἷς θεός, ὥσπερ καὶ Κύριος.
τοῦτο τῆς θεολογίας τὸ δόγμα περὶ τῆς οἰκονομίας πιστεύειν ὅτι ὁ εἷς τῆς Τριάδος εὐδοκίᾳ τοῦ πατρὸς καὶ συνεργίᾳ τοῦ Ἁγίου Πνεύματος ἐσαρκώθη ἐκ τῆς ἁγίας Θεοτόκου, προσεισεληλυθότος τοῦ Ἁγίου Πνεύματος ἐν αὐτῇ καὶ οὕτως ἐπισκιάσαντος τῆς τοῦ ὑψίστου δυνάμεως κατὰ τὸ εὐαγγέλιον· ἐξ ἧς καὶ ἐτέχθη ἄνθρωπος τέλειος, ὢν ἐν ταὐτῷ καὶ θεὸς τέλειος, εἷς τῇ ὑποστάσει, διπλοῦς τῇ φύσει, καθὼς οἱ θεοφόροι πατέρες καὶ αἱ ἑπτὰ ἅγιαι οἰκουμενικαὶ σύνοδοι ἐξέθεντο, ὁμολογεῖν τε τὴν παρθένον Θεοτόκον, πάντων οὖσαν ὑψηλοτέραν καὶ τιμιωτέραν δυναμένην τε πρεσβεύειν μητρικῶς τῷ αὐτῆς υἱῷ καὶ Κυρίῳ ὑπὲρ παντὸς τοῦ κόσμου, ὁμολογεῖν τε τοὺς ἀγγέλους ὡς ἀγγέλους, ὑπερδεομένων καὶ αὐτῶν πάντων τῶν ἀνθρώπων, τό τε δαιμόνιον φῦλον ἀμιγὲς εἶναι εἰς αἰῶνας ἀτελευτήτους πρὸς αὐτούς, τὸ ἴδιον οἰκητήριον δι᾽ ἀποστασίαν ἀπολιπόντας καὶ καταδεδικασμένους ὑπὸ θεοῦ ἐνδίκοις κολάσεσιν· ὁμολογεῖν καὶ τοὺς ἁγίους πάντας ὡς θεράποντας θεοῦ, πρεσβεύειν τῷ θεῷ δυναμένους εἰς σωτηρίαν ἡμῶν· ἔτι ὁμολογεῖν τὰς ἁγίας εἰκόνας αὐτοῦ τε τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῆς τε αὐτοῦ μητρός, ἀγγέλων τε καὶ πάντων ἁγίων, προσκυνεῖν καὶ ἀποδέχεσθαι κατὰ τὸ δογματισθὲν τῇ ἐν Νικαίᾳ τὸ δεύτερον συνόδῳ, ἀναθεματίζειν τε πάντας αἱρετικοὺς τοὺς ὑπὸ τῶν συνόδων ἀναθεματιζομένους, ἀνακηρύττειν πάντας τοὺς ὀρθοδόξους παρ᾽ αὐτῶν εὐφημουμένους.
Αὕτη ἡ εἰλικρινὴς πίστις τῶν Χριστιανῶν, τοῦτο τὸ μαρτύριον τῆς Χριστοῦ ὁμολογίας· παρὰ ταῦτα ὁ φρονῶν ἤτω ἀνάθεμα ἀπὸ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. καθά φησιν ὁ Παῦλος, ὅτι, κἂν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζεται ὑμῖν παρ᾽ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. ὡς προείρηκα, καὶ πάλιν λέγω· εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ᾽ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. ἐπεὶ οὖν αὐτὸς λεπτομερῶς ταῦτα οὐκ ἐξεκάλυψας ἐν τοῖς γράμμασί σου, δέον πᾶσα ἀνάγκη ὁμολογῆσαί σε οὕτως φρονεῖν. τοῦτο δὲ ἔσται πῶς; ἵνα ἐν τῷ πληρώματι τῆς ἐπιστολῆς αὐτῆς ταύτης ὑπογράψῃς κατὰ τὸ ἐμφερόμενον πιττάκιον. καὶ οὕτως ἡ εἰρήνη τοῦ θεοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει καὶ βραβεύσει ἡμᾶς τε καὶ ὑμᾶς ἐν ἑνὶ πνεύματι καὶ μιᾷ καρδίᾳ πιστεύειν καὶ λατρεύειν τῇ Ἁγίᾳ Τριάδι ἐπὶ σωτηρίᾳ τῶν τε οἰκείων ψυχῶν καὶ τοῦ διαιρεθέντος λαοῦ εἰς δύο μέρη, ἀπέναντι τοῦ κυρίου Ἰωαννικίου, τοῦ πνευματικοῦ ἡμῶν πατρός, καὶ σοῦ τοῦ τιμίου καὶ πατρὸς καὶ ἀδελφοῦ ἡμῶν.
Διογένει ἀσηκρῆτις Ἐρώτησις. Πῶς δεῖ καλεῖν τὴν Χριστοῦ εἰκόνα καὶ πῶς αὐτὴν προσκυνεῖν χρή. Ἀπόκρισις. Ἡ ἐρώτησις διπλῆν ἔχει τὴν ἀπόκρισιν, ἤγουν τὴν κλῆσιν· λέγεται γὰρ καὶ κυρίως καὶ οὐ κυρίως τὸ ἐπ᾽ αὐτῇ ὀνομαζόμενον. κυρίως μὲν γὰρ εἰκὼν Χριστοῦ εἴρηται ἡ εἰκὼν αὐτοῦ, οὐ κυρίως δέ, ὅταν καλῆται Χριστός, ἀλλὰ κατὰ κατάχρησιν, ὡς ἔχει ἐπί τε τοῦ ζωοποιοῦ σταυροῦ καὶ τοῦ τύπου αὐτοῦ· ἀναλογοῦν τὸ θεώρημα ὡσαύτως καὶ ἐπὶ τῆς προσκυνήσεως, παραπλησίως τῷ τύπῳ τοῦ σταυροῦ ἡ προσκύνησις. σχετικὴ γὰρ ὡς τῶν πρός τι ὄντων, πρωτοτύπου τε καὶ εἰκόνος, κατὰ τὴν φωνὴν τοῦ Μεγάλου Βασιλείου· ἡ γὰρ τιμὴ τῆς εἰκόνος ἐπὶ τὸ πρωτότυπον διαβαίνει. ἔστι γὰρ τῶν ἀμφοτέρων μία ἡ προσκύνησις, οὐ σχιζομένη οὐδὲ διαιρουμένη, ἀλλ᾽ ἐπὶ μὲν τοῦ πρωτοτύπου οὐσιωδῶς, ἐπὶ δὲ τοῦ παραγώγου σχετικῶς ὑπάρχουσα, ὥσπερ καὶ τὸ εἶδος τῆς μορφῆς, ὅτι ἐκεῖ μὲν φυσικῶς, ἐνταῦθα δὲ μεθεκτῶς πάρεστιν.
Ὁ γοῦν προσκυνῶν τὴν εἰκόνα οὑτινοσοῦν, εἴτε Χριστοῦ, εἴτε τῆς Θεοτόκου, εἴτε ἁγίου, εἴτε ἁπλῶς βασιλέως, εἴτε ἄρχοντος, εἴτε ὑφειμένου ἀνθρώπου, ἐν ταύτῃ προσεκύνησε τὸν οὗπερ αὕτη τυγχάνει εἰκών· καὶ οὕτω προσκυνῶν οὐ σφάλλεται, ἀλλ᾽, ὀρθοδόξως ἐρειδόμενος, τοὺς ἐφ᾽ ἑκατέρᾳ τῇ ἀληθείᾳ ἀντιπίπτοντας ἐνδίκως ἀποκρούεται. τίνες δὲ οὗτοι; οἵ τε ἀπαναινόμενοι προσκυνεῖν τὰς σεπτὰς εἰκόνας καὶ οἱ ἐν τῇ προσκυνήσει λέγοντες αὐτὰ τὰ πρωτότυπα φυσικῶς προσκυνεῖν, ὧν ἀμφοτέρων ἐπ᾽ ἴσης τὸ βλάσφημον, τῶν μὲν ὡς ἀναιρούντων τὸ τῆς οἰκονομίας μυστήριον, τῶν δὲ ὡς θεοποιούντων, ἤτοι οὐσιοποιούντων, τὰ μακρὰν ἀπέχοντα τῇ φύσει ἀπὸ τῶν πρωτοτύπων. τοιγαροῦν προσκυνητέον τὴν εἰκόνα Χριστοῦ (ὧδε γὰρ ὁ κολοφὼν τοῦ λόγου) σχετικῶς, ἀλλ᾽ οὐ λατρευτέον· τοῦτο γὰρ φυσικῶς ἐπ᾽ αὐτοῦ Χριστοῦ, ἐπείπερ ἡ λατρεία μία τῆς Τριάδος. καὶ οὐδὲ αὐτῇ τῇ Θεοτόκῳ λατρευτέον οὐδὲ αὐτῷ τῷ ζωοποιῷ σταυρῷ. οὕτως οὐδὲ τῇ Χριστοῦ εἰκόνι λατρευτέον, ἀλλὰ προσκυνητέον, πασῶν τῶν προσκυνήσεων διὰ μέσου τῶν κατ᾽ αὐτὰς πρωτοτύπων ἐπὶ τὴν μίαν καὶ μόνην λατρευτικὴν προσκύνησιν τῆς Ἁγίας Τριάδος ἀναφερομένων· αἱ γὰρ ἄλλαι οὐ λατρευτικαὶ ἅπασαι, ἀλλὰ τιμητικαί, κατὰ τὸ διάφορον τοῦ ὑφειμένου ἤ προύχοντος προσώπου.
Ἰωάννῃ Γραμματικῷ Τὸ ἀνυπόκριτόν σου τῆς εἰλικρινοῦς ἀγάπης δέδειχεν ἡ τιμιότης σου ἐν τοῖς ἐπανορθωτικοῖς σημειώμασι τοῦ πρὸς ἡμῶν τῶν ἀμαθῶν συνταχθέντος λόγου. καὶ ἔχει μὲν ἐκεῖνα οὕτως ἢ οὕτως συγκεκρίσθαι τῷ λόγῳ. ἐπειδὴ δὲ ἠπόρησεν πῶς ἡμῖν νενόηται τὸ ὑποκείμενον καὶ ὡς ἄλλως ἐκλαμβάνεσθαι παρ᾽ αὐτῆς, καθὰ ὑπεσημήνατο, συνηπορήσαμεν καὶ ἡμεῖς ὅτι ἠπόρησεν ὁ περὶ πάντα σοφός· τὸ γὰρ ὑποκείμενον, ὦ θαυμάσιε, κατὰ Λεόντιον τὸν μακάριον, οὗ τὰ σχόλια ὑπερκαλλῆ, οὐσίαν εἶναι λέγει μετὰ ὑποστάσεως. λέγει δὲ καὶ ὁ Μέγας Βασίλειος οὐχ ἓν τῷ ὑποκειμένῳ ἐπὶ τῆς Ἁγίας Τριάδος; ἀλλὰ γὰρ καὶ ὁ πάνσοφος Διονύσιος ὧδέ πού φησιν τό, πολλὰ τοῖς συμβεβηκόσιν, ἓν τῷ ὑποκειμένῳ· συμβεβηκότα δὲ οὐκ ἐν τῇ καθόλου οὐσίᾳ, ἀλλ᾽ ἐν τῇ ὑποστάσει τεθεώρηται, ὡς οἶσθα. ὥστε, εἰπὼν τό, πολλὰ τοῖς συμβεβηκόσιν, ἓν τῷ ὑποκειμένῳ, τὸ ὑποκείμενον οὐσίαν μετὰ ὑποστάσεως εἴληφεν· καὶ οὐκ ἔξω τοῦ εἰκότος, ὡς οἶμαι, τῷ κεῖσθαι ἐν τῷ λόγῳ. πῶς γὰρ ἂν τὸ μὴ ἓν τῷ ὑποκειμένῳ μὴ οὐχὶ τρισὶ καὶ ὀνόμασι καὶ πράγμασι θεολογηθήσεται, ὡς εἶναι τὸ ὑποκείμενον οὐδὲν ἄλλο ἢ οὐσίαν μετὰ ὑποστάσεως;
Εἰ δέ τι ὀπτικώτερον ἐξευρεθείη τῇ ἁγιωσύνῃ σου, μὴ παραιτήσηται διδάξαι τὸν δῶρον πρὸς αὐτῆς ἐγκωμιαζόμενον.
Ἡγουμένῳ Μέγιστον δῶρον δέδωκεν ὁ θεὸς ἐν τῇ καθ᾽ ἡμᾶς ἐπαρχίᾳ, τιμιώτατε ἀδελφέ, τὸν εὐκλεέστατον κουράτωρα καὶ κράτιστον ἐν εὐσεβείᾳ, ὅτι, Χριστοῦ ἔκδικος γεγονώς, εἷλκεν ὑπὸ χεῖρα τὸν λῃστρικῶς πολιτευόμενον ἐν τοῖς χριστιανοῖς, καίπερ ὄντα τὸ πρότερον ἀνάθημα θεοῦ διὰ τῆς μοναδικῆς τελειώσεως, Ἀμμοῦν λέγω, τόν ποτε ἡμέτερον ἀδελφόν, νῦν δὲ ὑπὸ χεῖρά σου τελοῦντα διὰ μεσιτείας τοῦ ἀξιαγάστου ἀνδρὸς τῇ εὐδοκίᾳ αὐτοῦ Χριστοῦ, τοῦ χαίροντος ἐπὶ σωτηρίᾳ τοῦ ἀπολωλότος. ὡς θαυμαστὸν ἔργον τετέλεσται πρὸς τοῦ θεοφιλοῦς κουράτωρος καὶ ἄξιον τῆς κατ᾽ αὐτὸν ἀρετῆς, οὐ μὴν ἀλλὰ καὶ σοῦ, τοῦ πνευματικοῦ πατρὸς καὶ τὸν ἀπολωλότα ὡς Χριστὸς ἐπὶ τῶν ὤμων ἀναλαβόντος.
Εὐφράνθην οὖν ὁ ταπεινὸς ἐγὼ καὶ ἠγαλλιασάμην, ὅτι τὸ ἀπολωλὸς εὑρέθη καὶ τὸ ἀπωσμένον εἰσῳκίσθη. καὶ χάρις τῷ κράτει καὶ ἐλέει τῆς τοῦ θεοῦ δόξης, τοῦ κἀκεῖνον ἐλεήσαντος κἀμὲ τὸν ταπεινὸν ἐκ τῆς ἀθυμίας ἀνακομίσαντος· ἠθύμουν γὰρ ἀπὸ πολλῶν ἐτῶν ἐπὶ τῇ ἀπωλείᾳ τοῦ υἱοῦ μου. σὺ οὖν ἄρτι πατὴρ αὐτοῦ ἐλέει θεοῦ κεχρημάτικας τῇ ἐπικουρίᾳ τοῦ ἀγαθοῦ μεσίτου καὶ σὺ αὐτὸν προσάξειας θεῷ πρὸς τὸ ἑξῆς· ἰδοὺ γὰρ παραδίδωμι αὐτὸν εἰς χεῖράς σου ὡς ἀπὸ αὐτοψίας ὀφθαλμῶν, καὶ καλείσθω σου μαθητὴς καὶ μαθητεύσει σοι ἕως τέλους καὶ κληρονομήσεις τὸν μισθὸν αὐτοῦ εἰς τοὺς αἰῶνας. καὶ τήνδε τὴν ἐπιστολὴν ἐπαναγνώσεις αὐτῷ, ὡς ἂν ἔχοι τὸ ἀσφαλές, καθὰ κἀκείνῳ αὐτῷ γέγραφα. καὶ πληρούσθω τὸ τοῦ ἀποστόλου, ἀλλήλων τὰ βάρη βαστάζετε καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ· ὃς φυλάξειέ σε μετὰ πάσης τῆς θεολέκτου σου συνοδίας, προσευχόμενον καὶ περὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὰ κρείττονα.
Βασιλείῳ ἡγουμένῳ Τὰ ὑπὲρ τὴν ἀξίαν ἡμῶν πάντοτε ἡ ἀδελφική σου τιμιότης ἐπιστέλλειν εἴωθεν, τιμαῖς καὶ εὐφημίαις ἀποσεμνύνουσα τὴν οὐθενίαν ἡμῶν· ἡμεῖς δὲ τῶν οἰκείων μέτρων μὴ ἐξίστασθαι δεδιδάγμεθα, ἀλλ᾽ ἡγεῖσθαι ἑαυτοὺς οὐθέν, ὅπερ ἐσμέν. καὶ τούτων μὲν ἅλις· ἡ δὲ βραδυτὴς τῶν τιμίων σου γραμμάτων οὐ δήπου λελύπηκεν ἡμᾶς. διατί γὰρ καὶ ἐφ᾽ ᾧτινι τὸ ἀναγκάζον; λελύπηκεν δὲ (δεῖν γὰρ ἐκκαλύψαι τὰ παριστάμενα) ἡ ἐν τῇ ἐν ἄστει διατριβὴ καὶ ἡ πρὸς τὸν κρατοῦντα φάσις καὶ ἀντίφασις καὶ ἡ ὑπὸ κέλευσιν ἔξοδος, ἐπὶ τῶν αὐτῶν πάλιν ὄντων ἡμῶν πρακτικευμάτων τῆς ὑποχειρίου τῶν ἑτεροδόξων κατοχῆς, προσθείημεν δ᾽ ἂν καὶ ἡ πρὸς τοῦ οἰκονόμου ἐπ᾽ αὐτοῦ τοῦ κράτους ἀποστολή, συνεστίασίς τε καὶ συναπαγωγή.
Ταῦτα πάντα λελύπηκεν ἡμᾶς, ὦ τιμιώτατε, καὶ εἴργει ἡμᾶς, σύγγνωθι, ἡ πρὸς ὑμᾶς ἀπάρτι καὶ συνανάκρασις καὶ συναναστροφή, λῆψίς τε καὶ δόσις καὶ εἴ τι ἄλλο τῶν φιλικῶν καὶ ἐξ ἔθους· ἱνατί γάρ, φησίν, ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; καὶ ἐπειδὴ ἱκανῶς ᾠκονομήσαμεν ἐν τοῖς προλαβοῦσιν καί, ὡς θεὸς μόνος οἶδεν, σὺν πολλῇ διαθέσει καὶ ἐλεημοσύνῃ, δεῖν ἄρτι καὶ οἰκοδομῆσαι καὶ μὴ ἀμφοτέρωθεν ζημιοῦσθαι μήτε τὸ ἀλλότριον προσλαμβανομένους καὶ τὸ οἰκεῖον ἀλόγως προέσθαι. εἰδόσιν ὁ λόγος· οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν ἡ ἀλήθεια ἀπεφήνατο. κύριοί ἐστε καὶ δεσπόται καὶ καθηγούμενοι τῶν ἰδίων μονῶν καὶ βουλευμάτων, ἡμεῖς δὲ ταπεινοὶ καὶ ἀλίτιμοι, ὧδέ που παραρρεριμμένοι διὰ τὸν διωγμόν. χαρίσασθε ἡμῖν τὴν ἐλευθερίαν ταύτην καὶ τὸ τοῖς οἰκείοις ἐπιστυγνάζειν ἁμαρτήμασιν. καὶ οἶδα μὲν ὅτι λυπηρὸν τὸ γράμμα τῇ τιμιότητί σου ὥσπερ καὶ ἡμῖν, ἀλλὰ τῆς τοῦ θεοῦ ἀγάπης οὐδὲν προτιμότερον, δι᾽ ἣν καὶ ἡμεῖς σὺν τοῖς ἁγίοις πατράσιν ἡμῶν ἐπὶ τῇ ὕβρει Χριστοῦ ἠρνησάμεθα ἃ ἠρνησάμεθα καὶ προαιρούμεθα ἃ προϊσχόμεθα.
Τῷ αὐτῷ Βραχύ τι παρεμυθήθη τὸ περὶ ὑμᾶς τοὺς τιμιωτάτους λυπηρὸν τῆς ψυχῆς ἡμῶν, εἴ γε ὡς γεγράφατε ἔχει καὶ ὑποχωρεῖτε τῆς ἡγουμενικῆς διακρατήσεως· οὐδεμία γὰρ κοινωνία, ὦ φιλότης, δεδιωγμένοις καὶ ἀδιώκτοις (καὶ οὐ μόνον ἀδιώκτοις, ἀλλὰ καὶ ὑποτελοῦσι τοῖς διώκταις, καθηγεμονιώντων ὧνπερ ἐξουσιάζουσι μοναστηρίων), εἰ μὴ ἄρα τις κοινωνία ὡμολόγηται φωτὶ πρὸς σκότος. ἀλλ᾽ οὐκ ἐνδέχεται, ὡς ὁ ἱερὸς λόγος ἀπεφήνατο· τὸ γὰρ ἕως τοῦ παρόντος ἐπιδοῦναι ἑαυτοὺς ἐν τοῖς ἁλοῦσι δι᾽ ὑποπτώσεως ἰατρικῆς κατὰ τόνδε τὸν τρόπον γέγονε, τῷ λαβεῖν ἡμᾶς ἐγγύας μήτε λόγῳ μήτε ἔργῳ καθ᾽ οἱονδήποτε τρόπον ὑπαχθῆναι πάλιν τοῖς ἑτεροδόξοις· καὶ οἷον ἐν μεταιχμίῳ ἑστᾶσι κρατήσεως καὶ οὐ κρατήσεως τῶν μονῶν καί, τὸ ὅλον εἰπεῖν, ὡς νόμιμον γενέσθαι τὴν ὁμολογίαν διὰ τῆς τῶν ἐναντίων ὑφελκύσεως καὶ τῶν ἐνισταμένων ἀντιπράξεως. ἐπὰν δὲ καιρὸς ἧκε τοῦ ζητουμένου, καὶ τὸ ὁμολογηθὲν οὐκ ἐξηνύσθη ἐνώπιον θεοῦ καὶ ἀνθρώπων πρὸς ἀκριβεστέραν τῆς προτέρας ὑποπτώσεως ἐξίασιν, ἀλλὰ πάλιν ἀπαγωγὴ καὶ πάλιν ὑπόπτωσις ἔν τε λόγοις καὶ ἔργοις, ὡς αὐτὰ τὰ πράγματα μαρτυρεῖ κἀκ τῶν εἰδότων ἀκηκόαμεν, καὶ πάλιν καθηγεμόνες ἀπαρασάλευτοι διὰ τῆς ἄρτι ὑπὸ τοῦ κράτους ὑποδοχῆς καὶ ἀποστολῆς.
ὁ λόγος δὲ ἐπὶ πάντων τῶν οὕτως πεπραχότων καὶ γελοῖόν ἐστιν ἄρτι τὸ ἐπιτιμᾶν, μᾶλλον δὲ φρενοβλάβεια τῶν ἐπιτιμώντων καὶ σκινδαλμὸς τῶν εὐσεβούντων, σύγχυσίς τε καὶ ἀβλεψία ἐπὶ τῇ Χριστοῦ ὁμολογίᾳ. δεῖν τοῦ ἀποστόλου ἀκοῦσαι, λέγοντος στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ, ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβον παρ᾽ ἡμῶν, μᾶλλον δὲ αὐτοῦ τοῦ θεοῦ, διὰ τοῦ προφήτου βοῶντος· ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς, τοὺς οὕτως διαστελλομένους δηλονότι καὶ μὴ συγχέοντας τὴν Χριστοῦ ὁμολογίαν.
Τί γὰρ φήσουσιν, ὦ τιμιώτατε, ὅ τε τῶν Κωμῶν ἡγούμενος καὶ ὁ τοῦ Γουλαίου σὺν τοῖς ὁμοίως ἄρτι διωχθεῖσιν ἐν τῇ ἐνστάσει, εἴπερ ὁρῶσιν ὑμᾶς, τοὺς προδοσίᾳ τῆς ἀληθείας κατέχοντας τὰ μοναστήρια, καὶ ἡμᾶς ὑμῖν συναπαγομένους; τί δὲ οἱ ἐν τοῖς ὄρεσι τληπαθοῦντες κατὰ τὸ τοῦ διωγμοῦ στενοχωρητικόν; οὐ στενάξουσιν; οὐκ οἰμώξουσιν; οὐχ ἡγήσονται παιδιὰν τὴν ὁμολογίαν τοῦ Χριστοῦ; τί δὲ οἱ ἡγουμενεύσαντες τῶν μοναστηρίων ἀπ᾽ ἀρχῆς καὶ διὰ Χριστὸν δεδιωγμένοι σὺν ἡμῖν; οὐ κατασφραγίσονται, ὡς παιγνιῶδές τι πασχόντων ἡμῶν; μὴ πλανᾶσθε, φησὶν ὁ ἀπόστολος, θεὸς οὐ μυκτηρίζεται· ἡ ὁμολογία Χριστοῦ οὐ κεκοίνωται, κἄν τινες οἴωνται ἄλλως φρονεῖν καὶ λέγειν.
Ὥστε, εἰ βούλει, ἀδελφὲ ἠγαπημένε, μεθ᾽ ἡμῶν τῶν ταπεινῶν τετάχθαι, ὑποχώρησον τῆς κατοχῆς τοῦ μοναστηρίου, καθὼς καὶ ὑπέσχου· τοῦτο γὰρ καὶ παρακαλοῦμεν, εἰς τοῦτο καὶ προσευχόμεθα, ἵνα, ὡς τὸ ἐντός, οὕτως καὶ τὸ ἐκτὸς ὀρθόδοξος ὑπάρχῃς, τὴν τιμίαν σου ψυχὴν σῴζων, ἧς οὐδὲν ἀντάξιον τῶν ὁρωμένων. ὁ κύριος ἀρχιεπίσκοπος σὺν ἡμῖν πλεῖστα προσαγορεύει σε, φιλῶν τὴν σωτηρίαν σου ἄγαν, ἐπεὶ καὶ οἱ λοιποὶ ἀδελφοί.
Θεόδωρος ὑπὲρ Εὐστρατίου ἡγουμένου Τὸ πρόβλημα τῆς δοκούσης σοι εὐδοξίας, ὦ τᾶν, ἵνα τἆλλά σου προηγούμενα καὶ ἑπόμενα λεξείδια ὡς ἀσύφιλά τε καὶ σεσολοικισμένα παρῶ, τοιοῦτόν ἐστιν ἐπὶ λέξεως· Χριστὸς ὁ ἀληθινὸς θεὸς ἡμῶν, δύο φύσεις, δύο θελήσεις, δύο ἐνεργείας, ἓν δὲ πρόσωπον ἔχων τῶν δύο φύσεων, τίνος εἰκονίσω πρόσωπον; ἐπειδὴ οὖν ἠρώτησας ποῖον πρόσωπον, ἄισον ἐμμελῶς· τὸ εἰδοποιηθέν, ἐπειδὴ ὁ ἀνείδεος χαρακτὴρ τῆς ὑποστάσεως τοῦ πατρὸς εἰδοποιήθη τῷ καθ᾽ ἡμᾶς· τὸ ἔγχρονον, ἐπειδὴ ὁ ἀίδιος παράτασιν εἴληφε χρονικήν· τὸ ἔχον ὀφθαλμούς, ὦτα, ῥῖνα, στόμα, παρειάς, ἐπειδὴ ὁ ἀσχημάτιστος ἐν σχήματι εὑρέθη ὡς ἄνθρωπος· τὸ φιληθέν, ἐπειδὴ ὁ ἀπερίληπτος περιληφθεὶς ἐφιλήθη ὑπὸ τοῦ προδότου· τὸ ῥαπισθέν, ἐπειδὴ ὁ ἀναφής, ἔπαφος γεγονώς, ἐρραπίσθη ὑπὸ τοῦ ὑπηρέτου· τὸ ἐν σταυρῷ ὀφθὲν ἐγκάρσιον, ἐπειδὴ ὁ ἀθάνατος, κλίνας τὴν κεφαλήν, παρέδωκε τὸ πνεῦμα. καὶ οὐ δυοῖν προσώπων τοῦτο ἐμφαντικὸν (ἄπαγε τῆς ἀσεβείας), ἀλλ᾽ ἑνὸς προσώπου τοῦ ἐκ δύο καὶ ἐν δυσὶ φύσεσιν ὄντος ἀδιαιρέτως καὶ ἀσυγχύτως ἀποδεικτικόν. διό φησιν ὁ ἱερὸς ἀπόστολος· περὶ τοῦ υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα, τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης.
τοίνυν δέδειχέ σοι διὰ τοῦ εἰπεῖν κατὰ σάρκα περιγραπτὸν εἶναι, ἤτοι ἐξεικονισμένον, διὰ δὲ τοῦ φάναι κατὰ πνεῦμα ἁγιωσύνης ἀπερίγραπτον τὸν αὐτὸν ὑπάρχειν Ἰησοῦν Χριστόν· ἀφ᾽ οὗ ἐξειληφότες πάντες οἱ θεοφόροι πατέρες βοῶσι τρανότατα περιγραπτὸν αὐτὸν καὶ ἀπερίγραπτον, ὁρατόν τε καὶ ἀόρατον, ἔγχρονόν τε καὶ ἀίδιον.
Εἰ δὲ οὐ χωρεῖς, Ἰουδαϊκὸν τὸ λῆμμα· πῶς δὲ καὶ δύο φύσεων τὸν Χριστὸν λέγων φῆς ἀπερίγραπτον μόνον; τοῦτο γὰρ μιᾶς φύσεως αὐτοῦ ἐστι σημαντικόν, τὸ δὲ τῶν δύο, τὸ περιγραπτὸν εἰπεῖν ἀκολούθως καὶ ἀπερίγραπτον. οὐκοῦν σεαυτῷ ἐναντιολογεῖς· εἰ γὰρ ἀπερίγραπτος μόνον δοκεῖ σοι, τοῦτο καὶ Μανιχαίῳ, ἀπαμφιεννύντι τὸν λόγον τῆς ἀνθρωπότητος. ὁ γὰρ τῆσδε γυμνὸς ἀπερίγραπτος καὶ ἀνεξεικόνιστος· ταὐτὸν γὰρ ἀμφότερα. ἢ πῶς πάλιν μετέχεις τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ, αὐτοῦ ὄντος κατὰ σὲ ἀπεριγράπτου, ὧν δὲ μετέχεις περιγεγραμμένων; ἢ μὴ μέτεχε, ὦ βέλτιστε, ἢ μετέχων ὁμολόγει τοῦ περιγεγραμμένου Χριστοῦ μετέχειν τὸ περιγεγραμμένον σῶμα καὶ αἷμα, ἵνα μὴ παυλιανίζῃς, ὡς ψιλοῦ ἀνθρώπου μετέχων, ἀλλ᾽ οὐ θεοῦ σεσαρκωμένου.
Συνῆκται οὖν ἐξ ἀληθείας ἀραρότως ὡς ὁ περιγράφων τὸν Χριστὸν οὐκ ἀνθρωπολάτρης κατὰ Νεστόριον ἢ κτισματολάτρης κατὰ Ἄρειον, ὡς ἐφληνάφησας ἀμαθαίνων, ἀλλ᾽ ἀπρὶξ ὀρθόδοξος χριστιανὸς ἀληθέστατος, ὡς καὶ ὁ μὴ περιγράφων κατὰ σὲ μανιχαΐζων ὁμοῦ τε καὶ παυλιανίζων, τὸ μὲν τῇ τοῦ ἀπεριγράπτου φωνῇ γυμνὸν θεὸν εἰσάγων, φαντασιωδῶς ἐνανθρωπήσαντα, τὸ δὲ τῇ αὐτῇ φωνῇ τοῦ ἀπεριγράπτου ὡς ψιλοῦ ἀνθρώπου μετέχων σῶμα καὶ αἷμα κατὰ Παῦλον καὶ οὐ θεοῦ ἀληθῶς ἐνανθρωπήσαντος.
Θεοδώρῳ πατρικίῳ Βραδὺ τοῦ καιροῦ τὸ γραμματεῖον, ἀλλ᾽ ὅτι καὶ βράδιον ἠκουτίσθημεν τὴν ἀπευκταίαν ἀκοὴν τῆς ἐπελθούσης συμφορᾶς τῷ ἡμετέρῳ δεσπότῃ. καὶ ὢ τῆς στενακτικῆς ἀπαγγελίας· ἀπολέλοιπεν ἡμᾶς ἡ ποθητὴ κυρία, ἐτμήθης τῆς καλῆς ὁμοζύγου, ἀπερράγης τῆς ἐπαινουμένης σαρκός, εἴπερ φησὶν ὁ ἱερὸς λόγος ἔσονται οἱ δύο εἰς σάρκα μίαν. εἰ δὲ μία σὰρξ ὁμολογουμένως, δῆλον ὅτι ὁ διαχωρισμὸς τηλικαύτην τὴν πληγὴν ἐνίησι τοῖς χωρισθεῖσιν, οἵαν ποιεῖ μάχαιρα τέμνουσα εἰς δύο τὸν ἕνα ἄνθρωπον. ἀλγεινὴ ἡ τομὴ τῷ ὄντι καὶ τὸ αἷμα οἱονεὶ ῥεῖ κατ᾽ ὀφθαλμοὺς ὑμῶν καὶ οὐκ ἔστιν μάλαγμα ἐπιθεῖναι οὐδὲ καταδέσμους, ὅσον ἐξ ἀνθρωπείας βοηθείας· ἄλλως ὅτι καὶ ἡ ἀπολιποῦσα οὐχ ὡς ἔτυχεν τῶν ὁμοζύγων, ἀλλὰ καὶ λίαν ἐπαινετὴ καὶ θαυμασία, πρῶτον μὲν οὖν ἔχουσα τὸ εὐσεβὲς τῆς πίστεως ἀκλινές, τὸ φίλανδρον, εἰ καί τις ἄλλη, ὅπερ ἀπαιτεῖ πρὸ πάντων ἐν ταῖς συζυγίαις ὁ ἱερὸς ἀπόστολος· ἐξ οὗ καὶ ὑπὲρ τῆς κεφαλῆς δεήσεις τε καὶ προσευχαί, βοαί τε καὶ προσεδρίαι θεῷ, γυμνοποδούσης τῆς μακαρίας ἐν ταῖς νυκτοπορίαις, ὡς ἂν κἀντεῦθεν κάμπτοιτο πρὸς ἔλεον θεός. τί δὲ τὸ οἰκοῦρον; τί δὲ τὸ τεκνοτρεφές; τί δὲ τὸ πρὸς τοὺς δούλους περιποιητικόν, τό τε ἁπλοῦν τοῦ ἤθους καὶ χαρίεν πρὸς τοὺς φίλους καὶ συναπτικὸν τοῦ γένους, ἄφθονόν τε πρὸς τὰς ἰσοκλεεῖς καὶ τὸ περὶ πάντα σεμνοπρεπές τε καὶ κόσμιον;
ἅπερ ὑπὲρ ἐμπλοκίων χρυσέων καὶ διακοσμήσεων μαργαριτῶν καὶ ἐσθήτων πολυτελῶν διεκόσμει ὄντως τὴν ἀοίδιμον ἐκείνην καὶ οἴκοι μένουσαν, καὶ προόδους ποιουμένην, καὶ ἐν βασιλείοις αὐλαῖς ὁρωμένην.
Ἀλλ᾽ ὅμως οἴχεται ταῦτα πάντα καὶ ἐγενόμεθα, περιπαθῶς εἰπεῖν, ἡμιθνεῖς καὶ ἀπερρωγότες, μᾶλλον δέ, ψαλμικῶς εἰπεῖν, ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ, ὡς στρουθίον μονάζον ἐπὶ δώματι, ὁρῶντες τὴν οἰκίαν ἔρημον τῆς προστατούσης, τὰ τέκνα πρὸ ὀφθαλμῶν ὑμῶν περικυκλοῦντα καὶ περικυκλούμενα, οὐκ ἔχοντα ποῦ ἀπερείσειεν τὰς χεῖρας, ὅθεν λάβοιεν μητρικὸν ποππυσμόν, γαλουχικὸν ἐμψύχωμα. στυγνὴ ἡ ἑστία οἱονεὶ ἡλίου αὐτὴν ἀπολιπόντος, κελαδεῖ δὲ οὐδεὶς ἔν τε τοῖς ὠσὶ σοῦ τε καὶ τῶν τέκνων καὶ πάντων τῶν ὑποχειρίων, ἀπούσης ἐκείνης τῆς ὄντως καλλιφώνου καὶ τερπούσης τοὺς ἐπαΐοντας τῇ ὡς ἀληθῶς ἐμμελεῖ διαλέξει τε καὶ ὑπαντήσει. ἐλεεινὰ ταῦτα πάντα ὄντως καὶ στενακτικά, καὶ τροπολογούμενα καὶ διανοούμενα.
Ἀλλὰ τί πάθωμεν, ὦ δέσποτα; θεοῦ πρόσταγμά ἐστιν, μᾶλλον δὲ ἀπόφασις, διὰ τοῦ θείου Δαυὶδ ᾀδομένη· οὐκ ἔστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον. οὕτω πᾶς τις ἀπὸ Ἀδὰμ τοῦ προπάτορος ἡμῶν μέχρι τοῦ δεῦρο, εἰσελθὼν εἰς τὸν κόσμον διὰ γεννήσεως, πάλιν ἔξεισι δι᾽ ἀναλύσεως εἰς τὸν ἐκεῖσε κόσμον ὑψηλότερόν τε καὶ θεοειδέστερον· σπείρεται γάρ, φησίν, ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν. ἰσάγγελοι γὰρ ἐσόμεθα καὶ υἱοὶ τῆς ἀναστάσεως, τοῦ θνητοῦ ὑπὸ τῆς ζωῆς καταποθέντος.
Ὁρᾷς, ὦ δέσποτα, ὅτι, εἰ καὶ ἀπολέλοιπεν ἡμᾶς ἡ κυρία, ἀλλ᾽ εἰς φῶς ἐξελήλυθεν ἀπὸ σκότους καὶ ἀπὸ ζωῆς ἐπικήρου εἰς ἀθάνατον λῆξιν; ἐκεῖ αὐτὴν ὄψῃ μικρὸν ὕστερον μεταβαίνων καὶ αὐτός. ὥστε μὴ λυπώμεθα καθὼς καὶ οἱ λοιποί, οἱ μὴ ἔχοντες ἐλπίδα, ἐλπίζοντες τῇ ἀναστάσει βελτιωθῆναι εἰς ἀπήμονα ζωήν, εἰς ἑαυτοὺς δὲ μᾶλλον, ὑπομνήσκω, γενώμεθα καὶ τῆς οἰκίας ἀντεχώμεθα καὶ τῶν παίδων φροντίσωμεν καί, πρό γε πάντων, τῆς οἰκείας τιμίας ψυχῆς, κατ᾽ ἐκείνην τὴν μακαρίαν ἀρεταῖς κοσμούμενοι καὶ τούτῳ χαίροντες, ὅτι παρεπέμψαμεν ὁμόζυγον ἱκέτιδα πρὸς θεὸν καὶ ὑπόδειγμα καλοῦ βίου ἐπαφήσασαν ἡμῖν τε καὶ πᾶσι τοῖς γνωρίμοις.
Τῇ τουρμαρχίσσῃ τῆς Ἑλλάδος Ὅσον ἀπὸ λόγου ἀσυνοψίσεως οὐκ ἐμέλλομεν ἐπιστέλλειν τῇ τιμιότητί σου, ἄγνωστοι ἀλλήλοις καὶ ἀσυνήθεις· ἀλλ᾽ ἐπειδὴ ἐκ θεοφιλοῦς προσώπου καὶ ἐγνωσμένου ἡμῖν, λέγω δὴ τῆς ἀγχιστευούσης σοι πανευφήμου πατρικίας καὶ τῆς ταύτης κυρίας εὐλογημένης θυγατρός, ἡ προτροπή, εἶτα καὶ ἐξ αὐτοῦ τοῦ γραμματηφόρου Ἰγνατίου, τοῦ πνευματικοῦ ἡμῶν υἱοῦ, ἡ πρὸς ἡμᾶς σου τοὺς ταπεινοὺς προσηγορία ἐγεγόνει, ἀναγκαίως ἤλθομεν ἐπὶ τὸ γράψαι λόγον παρακλήσεως τῇ τετρυχωμένῃ σου ψυχῇ ἐκ τοῦ συμπεσόντος αὐτῇ πάθους εἵνεκα τοῦ μακαρίου υἱοῦ τοῦ τεθνεῶτος ἐν τῷ πολέμῳ.
Ἀλλὰ ποῖον ἂν καὶ ἐξευρεθείη φάρμακον παραμυθίας εἰς ἴασιν τῆς δυσιάτου πληγῆς; ὢ τῆς καὶ ἐν ἀκοῇ μόνῃ ἐξηγορουμένης συμφορᾶς. ᾤχετο ἔντιμον σπέρμα, μητρῷος ὀφθαλμός, ἐγκάρδιον σπλάγχνον, κλάδος εὐφυής, ὅλον δι᾽ ὅλου τῆς τεκούσης τὸ φῶς, φέρον τοὺς πατρῴους ἐν ἑαυτῷ χαρακτῆρας καὶ τὴν ἐρημίαν τῆς χηρείας καθ᾽ ὅσον οἷόν τε ὑποτεμνόμενον καὶ ὅλου τοῦ βίου ὂν παραμύθιον κατά τε τὴν ἰδίαν ἑστίαν καὶ τοὺς ἀφ᾽ αἵματος. καὶ τί γέγονεν; ἀπέπτη τῶν μητρικῶν ὀφθαλμῶν, ἐξεκόπη τῆς ἀγαθῆς ῥίζης καὶ οὐδὲ κατ᾽ ὀφθαλμοὺς ὁ θάνατος, ἐφ᾽ ᾧ καὶ παρηγορίαν διὰ τῶν ἐξοδίων ῥημάτων καὶ τῆς ὁσίας ταφῆς ἐρανίζονται οἱ τοὺς οἰκείους προπέμποντες. νῦν δὲ μετὰ τῶν ἄλλων ἀφαιρήθημεν καὶ τῆσδε τῆς παρακλήσεως, τοῦ ἀγαθοῦ ἔρνους μαχαίρᾳ πολεμικῇ τμηθέντος. ὢ τῆς ἐλεεινῆς τραγῳδίας· ὢ τῆς ἀπαρακλήτου συμπτώσεως· ἀστατεῖ ἄρτι ὁ νοῦς, ἀναθεωρῶν τὸ πάθος ποῦ καὶ πῶς ὑπήρχθη, κατὰ ποῖον μέλος ἡ φονία χεὶρ ἐτάθη, κατὰ τίνα τόπον πεσὼν ἀπέπνει. ἆρα θᾶττον; ἆρα ἐκ μιᾶς πληγῆς; ἆρά τι ἐπειπών; φεῦ τῆς ἱστορίας· ἀβάλε τῆς ὥρας ἐκείνης· ἀπεστείλαμεν μετ᾽ ἐλπίδος χρηστῆς τὸν θησαυρὸν καὶ ἐτρυγήσαμεν ἀπαραμύθητον ὀδυρμόν. καὶ τί ἄν τις εἴποι ἄξιον θρήνους, ἐλεεινολογῶν τὸ πάθος; τάχα σοι καὶ ὁ ἥλιος στυγνὸς καὶ ὁ ἀὴρ κατηφὴς καὶ ἡ θάλασσα οὐχ ἡδεῖα καὶ ἡ γῆ οὐκ ἐφετὴ καὶ ὁ οὐρανὸς ἐπαχθής, οὐκ ἔχων σου τὸν νοητὸν ἀστέρα.
Τοσαῦτα καὶ ἔτι πλείω τούτων τὰ κραδαίνοντά σου τὴν ψυχὴν καὶ συνέχοντα τὴν καρδίαν καὶ προχέοντα τὰ θερμὰ δάκρυα καὶ ἀναπέμποντα τὰς οἰμωγὰς καὶ ἐξαποροῦντα καὶ αὐτοῦ τοῦ ζῆν. ἀλλὰ δεῦρο, κυρία, δεῦρο, ἀναψύχησον (καιρὸς γὰρ ἀνακλήσεως), ἄνοιξόν σου τὰ ὦτα, ἐπακροωμένη τῶν θείων φωνῶν. ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει. οὐκ ἔστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον. εἰ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανεν καὶ ἀνέστη, οὕτως καὶ ὁ θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. οὐ τοίνυν λοιπὸν ἀπολώλαμεν τὸν υἱόν, ἀλλὰ μικρὸν ὕστερον, ἡνίκα ἡ ἐσχάτη σάλπιγξ φωνήσει, ἀναστήσεται εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα κἀκεῖ αὐτὸν ὀψόμεθα. ἐπλήγη καιρίαν ἐνταῦθα πληγήν, ἀλλ᾽ ἐκεῖσε ἀνίας αἰωνίου οὐ πειραθήσεται, Χριστὸν ἐνδεδυμένος διὰ τοῦ βαπτίσματος, τήν τε πίστιν ὀρθόδοξον ἐσχηκὼς καὶ οὔπω ἐμπλησθεὶς τῶν τῇδε ἡδέων, ὅσον ἄκρῳ τῷ δακτύλῳ ἀπογεύσασθαι διὰ τὴν νεότητα· οὗ χάριν πιστεύομεν καὶ τῶν ὡς ἀνθρώπῳ αὐτῷ παρεωραμένων καὶ πεπλημμελημένων διὰ τὸν τοιοῦτον ἄωρον καὶ ἄδικον θάνατον συγχώρησιν λήψεσθαι. πόσων γὰρ ἔμελλεν, ὦ κυρία, ἐπιμένων τῇ σαρκί, ἐμφορηθῆναι κακῶν;
ἢ οὐ δοκεῖ σοι ὅτι ὁ τῇδε βίος πειρατήριον τῷ ἀνθρώπῳ καθέστηκεν, συζύγου λῆψις, τέκνων κτῆσις, δούλων καὶ ἄλλων τῶν κατὰ τὸν βίον χρησιμευόντων περιουσία, προσθείην δ᾽ ἂν καὶ ἐπιγείου κλέους πρόοδος· ὧν ἁπάντων ἀπαλλαγεὶς πολλὴν ἕξει τῆς ψυχῆς τὴν ἐλευθερίαν, τῷ θεῷ προσοικειούμενος καὶ ὀλίγα ῥαντισθεὶς ἐκ τῆς ἁλμυρᾶς τοῦ βίου τρικυμίας τὴν ψυχήν.
Ἐντεῦθεν τοιγαροῦν, ἄνες, ἄφες, δέσποινα, τὸ ἀπαρηγόρητον λυπηρόν, πῆξον ὅρον τῷ πάθει διαρκῆ· θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως, ἀνθομολογήσεως, εἰπὲ μετὰ τοῦ μακαρίου Ἰώβ· ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο. φθέγξαι τὰ τοῦ Δαυίδ· ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου· ψυχὴ γάρ σου ἡ τοῦ υἱοῦ ἀποβίωσις. πρὸς δὲ τὴν χηρείαν ἀποβλέπουσα, ἀνάκραξον· Κύριος ἐμοὶ βοηθός, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. οὕτω γὰρ διατιθεμένη ἑαυτὴν πρῶτον μὲν θεὸν εὐφρανεῖς ὡς αὐθαιρέτως θυσίαν κατὰ Ἀβραὰμ τὸν υἱὸν προσφέρουσα, εἶτα καὶ αὐτῷ τῷ φιλτάτῳ τέκνῳ χαρίσῃ τὰ κράτιστα, ὁρῶντί σε εὐχαρίστως φέρουσαν, τοῖς τε ἄλλοις ἅπασιν ὑπόδειγμα ὑπομονῆς ἀγαθῆς καταστήσειας ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ὃν εὐχόμεθα, ἁψάμενόν σου τῆς καρδίας ἐν ἐλέει καὶ οἰκτιρμοῖς, ἐμποιῆσαί σοι φῶς εὐπαρηγόρητον διατελέσαι τε τὴν ζωήν σου εἰρηνεύουσαν κἀνταῦθα ἀράμενον θεοτελῆ βίον καταξιῶσαι τῆς τε τοῦ υἱοῦ συνοψίσεως καὶ συναγαλλιάσεως αἰωνίου.
Νικήτᾳ μονάζοντι Τὸ παρὰ τῆς ὁσιότητος ὑμῶν διὰ τοῦ θεοφιλεστάτου μητροπολίτου ἀποσταλὲν ἡμῖν βιβλίον ἀνέγνωμεν· καὶ οὐκ ἔστιν ὁ τοῦτο συγγραψάμενος ἐπὶ τῷ δόγματι τῶν σεπτῶν εἰκόνων ὀρθοφρονῶν. λέγει γὰρ τάδε· ‛τὴν ἄρρητον καὶ ἀπερίληπτον εἰς ἡμᾶς τοῦ θεοῦ φιλανθρωπίαν καὶ τοὺς ἱεροὺς τῶν ἁγίων ἀγῶνας ἐν γράμμασι μὲν ἡμεῖς ἱεροῖς ἀνευφημεῖσθαι διατυποῦμεν, οὐδεμιᾷ πλάσει τὸ ἐφ᾽ ἡμῖν ἢ γραφῇ καθάπαξ ἡδόμενοι· συγχωροῦμεν δὲ τοῖς ἁπλουστέροις, ἀτελεστέροις αὐτοῖς ὑπάρχουσιν, ὑπὸ συμφυοῦς αὐτῶν ἐναγωγῆς καὶ ὄψει τῇ αὐτοῖς συμμέτρῳ τὰ τοιαῦτα ἐν εἰσαγωγῆς τρόπῳ μανθάνειν‚.
Τί οὖν ἔστιν ἐν τούτοις εἰπεῖν; πρῶτον μὲν ὅτι διαίρεσιν τῆς μιᾶς καὶ ἐντελοῦς καὶ μηδ᾽ ὁτιοῦν πρόσθεσιν ἢ ὑφαίρεσιν προσιεμένης πίστεως ἡμῶν ἀπεργάζεται, ἑαυτῷ μὲν τὴν διὰ τῶν ἱερῶν γραμμάτων ἀπονέμων διατύπωσιν, τοῖς ἁπλουστέροις δὲ δῆθεν καὶ ἀτελεστέροις ὑπάρχουσι τὴν ἐν πλάσει καὶ γραφῇ ἱστορίαν ἀποίσας· ἔπειτα ἑαυτῷ μὲν ἀνάπτοι τὸ τέλειον τῆς χάριτος, τοῖς δὲ τὴν Ἰουδαϊκὴν ἀπορρίπτοι νηπιότητα, δεομένοις συμφυοῦς ἀναγωγῆς. οὐκοῦν κατ᾽ αὐτὸν διαψεύδεται ὁ ἱερὸς ἀπόστολος, φάσκων· οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. εἰ δὲ ἀληθεύει, ὥσπερ οὖν ἠλήθευται, καὶ εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, τίς ἡ καινὴ αὕτη διαίρεσις εἰς δύο τμήματα ἄνισα; τὸ ἔθνος τὸ ἅγιον, τὸ βασίλειον ἱεράτευμα ἀποκρίνεσθαι, καὶ τὸ μὲν εἶναι τῆς ἐντελεστέρας μοίρας, τὸ δὲ τῆς ὑφειμενεστέρας. ἔπειτα, ὅτι ἐπειδὴ πᾶς τις εὖ φρονῶν ἐφίεται τελειότητος, νεμεσητὸν ἡγήσεται τὸ ἀτελὲς κἀντεῦθεν ἐξ ἀναγκαίου παρέλκον ἐστὶ τὸ τῆς ἱστορίας δόγμα. ἐναντιοῦται δὲ ὅτι μάλιστα καὶ τῷ Μεγάλῳ Βασιλείῳ, μὴ ταὐτίζων τὰ ὑπ᾽ ἐκείνου ἐπ᾽ ἴσης δογματιζόμενα· ἃ γὰρ ὁ λόγος, φησί, τῆς ἱστορίας δι᾽ ἀκοῆς παρίστησι, ταῦτα γραφικὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσιν.
Ἀντανίσταται ἄρα ὁ γεννάδας τοῖς ἱεροῖς λογίοις ὥσπερ καὶ τῷ κορυφαίῳ πατρὶ καί, οἰόμενος ἄλλον ἐπ᾽ αὐτῷ δὴ τούτῳ τῷ δόγματι διορθοῦσθαι, αὐτὸς πεφώραται ὀφλισκάνων μάταια. καὶ διὰ τοῦτο ἡμεῖς μὲν πάντῃ διαγράφομεν τὰ τοιαῦτα βατταρίσματα, ὑπομιμνήσκομεν δὲ καὶ τὴν ὑμετέραν ἐμμέλειαν τῷ αὐτῷ στοιχεῖν κανόνι τῆς ὀρθοδοξίας, εἰδυῖαν ὅτι, ὡς δεῖται πᾶς τέλειος, κἂν ἐν ἀποστολικῷ ἀξιώματι κατείλεκται, τῆς εὐαγγελικῆς δέλτου, οὕτω καὶ τῆς κατ᾽ αὐτὴν γραφικῆς ἱστορίας, ὅτι καὶ τῆς ἴσης τιμῆς τε καὶ προσκυνήσεως ἀμφότερα.
Ἡσυχίῳ πρωτονοταρίῳ Καλὴ μὲν ἡ ἐπιστολὴ τῆς παγκάλου σου τιμιότητος καὶ ὡς ἀπ᾽ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας ἐξηγορευθεῖσα καὶ ὡς τῷ κάλλει τῆς ἀγάπης ἐναγλαϊσθεῖσα, οὐ μὴν ὡς ἀπεσέμνυνεν ἡμᾶς τοὺς ἀμούσους λόγοις ἐγκωμίοις ἔχει. πότε γὰρ ἐγενόμην, ὡς φῆ, λύχνος καιόμενος καὶ φαίνων, ἐν ᾧ ὁ δεσπότης μου ἠγαλλιάσω φωτιζόμενος, ἢ πηγὴ νάουσα διειδέστατα, ἀφ᾽ ἧς ἠρύσατο ἡ φιλότης σου λόγον σωτήριον, καὶ οὐχὶ τοὐναντίον μᾶλλον ἐσκότασεν ὑπὲρ ἀσβόλην, προφητικῶς εἰπεῖν, τὸ εἶδος ἡμῶν τῇ τοῦ βίου ἀχρηστότητι καὶ ὁ λόγος ἠσθένησεν, οὐκ ἔχων τὴν ἐξ ἔργου δύναμιν εἰς ἐνίδρυσιν τοῦ ἀκούοντος; καὶ ταῦτα λέγω οὐ τὴν ἐν τῇ Σμύρνῃ φυλακὴν κακίζων (μή τι γένοιτο· ἡ μὲν γὰρ σεβαστή, σεβαστῆς ὁμολογίας μοι φρουρός), ἐμαυτὸν δὲ αἰτιώμενος ὡς οὐκ ἀξίως ἐν αὐτῇ πολιτευσάμενος.
Ἀλλ᾽ ἀφεὶς ταῦτα, ὡς τῆς ἀγάπης ὄντα συμβόλαια, ἐπὶ τὸ κατεπεῖγον τὸν λόγον μεθαρμόσομαι. ἐσήμανεν ἡμῖν ἡ χρηστότης σου ὡς δύο ἔχειν, συντόμως εἰπεῖν, θεοδωρήτους θυγατέρας, καὶ τὴν μὲν πρώτην πρὸ γεννήσεως καθυποσχέσθαι δι᾽ ἀφιερώσεως τοῦ μοναδικοῦ βίου θεῷ, τὴν δὲ δευτέραν ἐν μεταιχμίῳ φέρεσθαι· νῦν δὲ μεταβεβουλεῦσθαι ἐναλλὰξ ποιήσασθαι κατά τινα ἀναγκαίαν περιπέτειαν, ὥστε τὴν ὑποσχεθεῖσαν ἀπονεῖμαι τῷ κόσμῳ, ἤγουν ἀποδόσθαι ἀνδρὶ καλῷ τε τὰ πάντα καὶ τῇ παιδὶ συνηλικιώτῃ, τὴν δὲ ἐν μεταιχμίῳ, κομιδῇ νέαν οὖσαν καὶ οὐ συντρέχουσαν τῇ ἡλικίᾳ, ἀναθεῖναι θεῷ, κἀν τούτῳ σκάζειν καὶ δυσχεραίνειν μήπως ἐναντιοθελὲς εἴη τῷ θεῷ. ἔδει μὲν οὖν, ὦ δέσποτα τιμιώτατε, ἄλλοις πυνθάνεσθαι περὶ τοῦδε τοῦ δράματος καὶ παρ᾽ αὐτῶν ὡς προφερεστέρων κατὰ γνῶσιν τῆς ἡμῶν οὐθενότητος λαμβάνειν τὴν λύσιν καὶ μὴ τοσούτῳ μήκει διῳκισμένους ἡμᾶς τῇ θέσει τοῦ τόπου ἐπαναλαμβάνειν εἰς ἀπόκρισιν· ὅμως, ἐπειδὴ κέκρικας οἷς πεπίστευκας τρόποις, τοῦτο δὴ μετὰ τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου καὶ ἀδελφοῦ ἡμῶν συνέσκεπται ὡς παρὰ τὸ δέον τὸ πρᾶγμα καὶ παρὰ τὴν ὀρθὴν κρίσιν καὶ παρὰ τὰ ἐξ αἰῶνος παραδείγματα.
πάλαι Ἄννα ἡ ἀοίδιμος, τὸν Σαμουὴλ πρὸ γεννήσεως ὑποσχομένη, οὐχ ὑπήλλαξεν τὸν ὑποσχεθέντα, καίτοι ἔχουσα καὶ ἑτέρους παῖδας, ἀλλὰ τοῦτον προσήγαγεν τῷ θεῷ· Νόννα ἡ μακαρία, ὡσαύτως ὑποσχομένη Γρηγόριον τὸν Θεολόγον, ἀπέδωκεν θεῷ τὴν εὐχὴν αὐτῆς· καὶ μὴν ὁ Ἅγιος Εὐθύμιος δοτὸς τῷ θεῷ παρὰ τοῖς γονεῦσι πρὸ γεννήσεως καὶ οὐ διήλλακται μετὰ τὴν γέννησιν. οἳ καὶ χρῆμά τι θαυμαστὸν τῷ κόσμῳ ὤφθησαν, ἐξ ὧν καὶ οἱ τοκεῖς μεμακάρηνται. πῶς δ᾽ ἂν οὖν ἡμεῖς, ὦ συνετώτατε, παρὰ ταῦτα ποιοῦντες, ἔξω ἐγκλήματος πέσοιμεν καὶ οὐχὶ μᾶλλον καθάψοιτο ἡμῶν ὁ μακάριος Πέτρος, ὧδέ που λέγων, οὐχὶ μένον σοι ἔμενεν καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; καὶ τὸ ἑξῆς δύσφημον πάρειμι λέγειν, εἰδότι διαλεγόμενος. καὶ γάρ, ἐπὰν ὁτιοῦν ἀποταχθείη θεῷ δι᾽ εὐχῆς αἰσίας, εἰς κοινὴν χρῆσιν μεταφέρειν οὐκ ἀκίνδυνον. κοινὴ δὲ χρῆσίς ἐστιν ἡ τοῦ βίου ἐπιγαμία. καὶ ὥσπερ ὁ ὑποσχόμενος μονάσαι καὶ ἐπὶ τούτῳ κείμενος ὑποστήσας καὶ γήμας κατακέκριται, οὕτω καὶ ὁ προελόμενος υἱὸν ἢ θυγατέρα προσοῖσαι θεῷ, εἶτα μεταλλάξας, τὴν αὐτὴν κατάκρισιν ἔχοι.
οὕτω νοοῦμεν, σύγγνωθι, καίπερ ἐφιέμενοι τὸ ἀναπαυστικόν σου καὶ τὸ περὶ σεαυτὸν εὐχθὲν εἰς ἔργον ἀποβῆναι· ἀλλ᾽ οὐ δι᾽ ἐντολὴν ἐντολὴ παραβαίνοιτο οὐδὲ διὰ τὸ θατέρου σωτηριῶδες τὸ θατέρου ἐπιζήμιον πραγματεύοιτο, ὡς οἱ θεοφόροι πατέρες ἀπεφήναντο.
Ἡ δὲ τρίτη ἐπιβολὴ τοῦ λόγου, ὅτι εἰσί τινες, φησί, μοναχοί, ὡς τὸ δοκεῖν τῆς ὀρθῆς πίστεως ἀντεχόμενοι καὶ πολλοὺς διωγμοὺς ὑπὲρ ἀληθείας ὑπομεμενηκότες, συναναστρεφόμενοι δὲ ὅμως καὶ συνεσθίοντες τοῖς αἱρετικοῖς καὶ συγκαταβάταις καὶ ἀδιάφορον τὸ πρᾶγμα οἰόμενοι, ὡς παρά τινι πατρὶ νενομοθετημένοι τρία ταῦτα φυλάξασθαι, μὴ εὐλογεῖσθαι ὑπὸ τῶν αἱρετιζόντων, μὴ συμψάλλειν αὐτοῖς προαρχομένοις καὶ τὸ ἀπέχεσθαι τῆς κοινωνίας τοῦ ἄρτου αὐτῶν. παρὰ τὰ διατεταγμένα τοῖς ἁγίοις πατράσιν τὸ λεγόμενον· οὔτε γὰρ συναναστρέφεσθαι οὔτε συνεσθίειν οὔτε συμψάλλειν οὐθ᾽ ὅλως ἔχειν τινὰ κοινωνίαν πρὸς αὐτοὺς καταδέχονται, ἀλλὰ καὶ τὸ οὐαὶ ἐπιφθέγγονται τοῖς μέχρι βρώματος καὶ πόματος καὶ σχέσεως κοινωνοῦσιν αὐτοῖς. ὥστε ἐκκήρυκτος καὶ ἀλλοτριοδιδάσκαλος ὁ ἐκεῖνα λέγων, ὅστις ἂν εἴη ἐν ἀνθρώποις.
Τῇ ἀδελφότητι τῆς Πελεκητῆς Λυπηρὸν μὲν τὸ συμβεβηκὸς τῇ τιμιότητι ὑμῶν, ἀδελφοὶ καὶ πατέρες (πῶς γὰρ οὔ;), ὅτι τὸν ποιμένα ὑμῶν ἀποβεβλήκατε καὶ ἐγένεσθε ὡς ποίμνιον ἠπορημένον, καὶ ταῦτα ἐν ἡμέραις τοιαύταις, ἐφ᾽ αἷς λύκοι βαρεῖς ἐπὶ τὰ ποίμνια τοῦ Χριστοῦ ἐπερχόμενοι καὶ συλαγωγεῖν ψυχὰς σοφιζόμενοι. ἀλλ᾽ ὅμως, ἐπειδὴ παρὰ θεοῦ τὸ συμβὰν καὶ παρ᾽ αὐτοῦ προσελήφθη ὁ ποιμὴν ὑμῶν, καθ᾽ ὃν καιρὸν ᾔδει τὸ συμφέρον ἀμφοτέρων ὁ τὰ πάντα ἐν τῇ αὐτοῦ σοφίᾳ διοικῶν Κύριος, εὐχαριστητέον καὶ οὐκ ἀγανακτητέον· αὐτὸς γὰρ ἔδωκεν, αὐτὸς καὶ προσελάβετο καί, ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο. τί οὖν τὸ ἐπιζητούμενον; ἵνα εἰς ἑαυτοὺς ἄρτι γένησθε καί, καθὼς ᾑρετίσασθε ἑλέσθαι ποιμένα τὸν κύριον Σέργιον τὸν εὐλαβέστατον ἀδελφὸν ἡμῶν, εἴπερ μή ἐστί τι πρὸς τὸν κύριον Μακάριον τὸν πνευματικὸν ἡμῶν πατέρα ἐνδοιάζον, ἐπιμείνητε εὐθυνόμενοι καὶ ἀρχόμενοι ὑπ᾽ αὐτοῦ, οὗ ἐξελέξασθε πνευματικοῦ πατρός, εἰς ἐπισύστασιν ὑμῶν θεόσωστον καὶ εἰς ἀποπεραίωσιν βίου θεοκλινοῦς, ὡς ἂν τὴν ζάλην τῶν αἱρετικῶν πνευμάτων διαφύγοιτε καὶ εἰς λιμένα σωτηρίας ἐμβιβάζοισθε εἰς τὸ μὴ βλασφημηθῆναι δι᾽ ὑμᾶς τὸ ὄνομα τοῦ θεοῦ, μᾶλλον δὲ δοξασθῆναι κατὰ τὴν προκρατήσασαν εὐαγῆ διαγωγὴν τῆς ζωῆς ὑμῶν.
Σὺ δέ, ἀδελφὲ ἀγαπητέ, οὐκ ἔξω τοῦ εἰκότος πέπραχας, ἐπὰν οὕτως ἐγένετο, κατεληλυθὼς ἐκ τῆς ὀπῆς τῆς πέτρας καὶ ἡγησάμενος τῶν ἀδελφῶν· καὶ γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, συγκαταβάσει χρησάμενος, τὸ τῆς οἰκονομίας ἐξετέλεσε μυστήριον ἐπὶ σωτηρίᾳ τοῦ παντός. στῆθι οὖν, καθὸ κέκρικας καὶ κέκριται ὑπὸ τῶν ἀδελφῶν, ἕως ἡμέρας ἀναδείξεως τοῦ ἱεροῦ ἡμῶν ἀρχιερέως, καὶ τότε γενήσεται ὃ δεῖ γενέσθαι νομιμώτερόν τε καὶ κανονικώτερον· ἕως δ᾽ ἂν μὴ παρῇ ὁ καιρὸς ὁ ἐπιζητούμενος, ἡγοῦ τῶν ἀδελφῶν καὶ κατευοδοῦ ἐν Κυρίῳ, ὡς λόγον ἀποδώσων ὑπὲρ τῶν ψυχῶν αὐτῶν, ἀλλὰ καὶ ὡς τὸν ὑπὲρ αὐτῶν μισθὸν κομιούμενος· καθ᾽ ὅσον γὰρ μέγας ὁ ζυγὸς τῆς προστασίας, κατὰ τοσοῦτον καὶ πολύμισθος. μόνον ἔχε ὀφθαλμοὺς τοῦ ὁρᾶν καὶ ὦτα τοῦ ἀκούειν, καρδίαν ἄγρυπνον καὶ θεοζήτητον, ἕξιν ποιμαντικήν, λόγον διδασκαλικόν, εὔρυθμον ἦθος, εὔσημον στάσιν καὶ βάσιν, ὅλος δι᾽ ὅλου ὑπὸ τοῦ λόγου συντηρούμενος καὶ διευθυνόμενος. καὶ μακάριος εἶ, ἀποστολικὸν ἔργον διατελῶν· καὶ γὰρ ὁ Κύριος ἀπόδειξιν τῆς εἰς αὐτὸν φιλίας προύχουσαν ὑπέδειξε τῷ κορυφαίῳ τῶν ἀποστόλων Πέτρῳ τὴν ποιμαντικὴν ῥάβδον· εἰ φιλεῖς με γάρ, φησί, πλέον τούτων, Πέτρε, ποίμαινε τὰ πρόβατά μου.
Ποίμαινε οὖν τὰ πρόβατα Κυρίου, ἀσφαλιζόμενος αὐτὰ ἐν τῇ μάνδρᾳ τῆς ὀρθοδοξίας καὶ ἐκτρέφων αὐτὰ εἰς χλόην τῶν ἐντολῶν αὐτοῦ καὶ κατασκηνῶν ἐπὶ ὕδατος ἀναπαύσεως τοῦ θελήματος αὐτοῦ. βλέπε μή που ὑφαρπαγῇς ἢ αὐτὸς ἢ τῶν σαυτοῦ τι προβάτων ὑπὸ τῶν αἱρετικῶν θηρῶν. ἀρκεῖ τὰ προλαβόντα ἐν τοῖς προλαβοῦσι· νῦν δὲ ἀσφαλῶς περιπατήσωμεν καὶ ἀνεμπτώτως, πάντα δεύτερα ἡγούμενοι καιροῦ καλοῦντος, καὶ αὐτὰ τὰ σώματα, μὴ ὅτι γε ἄλλο τι τῶν φθειρομένων ὑπὲρ τῆς ἀγάπης τοῦ θεοῦ, οὗ ἡ εἰρήνη βραβεύσοι τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν καὶ κατευθύναι τὴν ὁδὸν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
Γρηγορίῳ ὑπάτῳ Ἐζημίου ἡμᾶς μέχρι τοῦ δεῦρο ἡ τιμιότης σου μὴ ἐπιστείλασα, καίπερ ἐπιστέλλουσα καλῶς, ὡς αὐτὰ τὰ γράμματα δηλοῖ, ἐφ᾽ οἷς καὶ ἐπαινέσαμεν αὐτῆς οὐ μόνον τὸ εὐμαθές, ἀλλὰ καὶ τὸ ἔτι φιλομαθές, γλιχομένης παιδείας ὑψηλοτέρας μετασχεῖν· ἧς τὸ πτυκτίον, καθὼς ἐπεζήτησεν, ἔχομεν μέν, οὐ μὴν δὲ ἐνταῦθα. ἐὰν δὲ συμβαίη ἀφικέσθαι ἐν τοῖς αὐτόθι τὸν παροικονόμον ἡμῶν, λαβὼν ἐξ οὗπερ τεταμίευται τόπου ἐπιδώσειεν αὐτό.
Καλὴ δὲ ἡ παιδεία, ὦ δέσποτα, ἕως ἂν συνεργὸς εἴη πρὸς τὴν ὄντως ἀληθινὴν παιδείαν, ἀλλὰ μὴ κορυβαντιῶσα ἀπαιδεύτους διαδεικνύοι τοὺς μετόχους αὐτῆς. τοῦ δὲ ἀποστολικοῦ ῥητοῦ ἡ ἔννοια, ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, οὕτως μοι δοκεῖ ἔχειν, τουτέστιν ὅτι ἐν τῇ προσληφθείσῃ ἐκ παρθένου σαρκὶ τοῦ λόγου, ἤτοι ἐν τῷ ναῷ, ᾧ ᾠκοδόμησεν ἑαυτῷ, κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος· πᾶν τὸ πλήρωμα, φησίν, οὐ μέρος τι, καθὰ πεφρόνηται τοῖς τὴν ἀμερῆ μερίζουσι θεότητα. τὸ δὲ σωματικῶς ἤγουν οὐσιωδῶς· οὕτω γὰρ ἐξείληπται τοῖς πατράσιν κατὰ ἀντίθεσιν τῶν σχετικῶς φληναφούντων. τοιοῦτόν ἐστι καὶ τό, ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν· ἵνα γὰρ μὴ δόξειέν τις εἰς σάρκα τετράφθαι τὸν λόγον, ἐπήγαγεν, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. δῆλον δὲ ὅτι ἄλλο τὸ σκηνοῦν καὶ ἄλλο τὸ σκήνωμα, ἐν ᾧ ἡ σκήνωσις τοῦ σκηνοῦντος, ὥσθ᾽ ἅμα μὲν εἶναι τὰ δύο, θεότητα καὶ ἀνθρωπότητα, ἐν τῷ ἑνὶ προσώπῳ Χριστοῦ. εἰ δέ σοι δοκεῖ ἄλλως ἔχειν, τῆς ὀπτικωτέρας καὶ ἀληθεστέρας θεωρίας μὴ ἀποστερήσειας ἡμᾶς τοὺς ὀλιγομαθεῖς, προσθείην δ᾽ ἂν καὶ ἀτημελεῖς, κἂν ἄλλως αὐτὸς ἐξεθείασας τοῖς φιλικοῖς ἐπαίνοις.
Κατηχητικὴ πρὸς τοὺς ἑαυτοῦ μαθητάς Τῆς ἱερᾶς Τεσσαρακοστῆς ἤδη ἐπιούσης εὔκαιρον ἡγησάμην βραχέα φθέγξασθαι πρὸς ὑμᾶς, ὦ τέκνα ἠγαπημένα καὶ ἀδελφοὶ τιμιώτατοι, καίτοι γε ὑπὸ τοῦ ἀποστόλου παρακαλεῖν, ἐλέγχειν, ἐπιτιμᾶν εὐκαίρως ἀκαίρως προτρεπόμενος. νῦν δὲ ὁ τῆς νηστείας καιρὸς αὐτοδίδακτον ἔχει τὴν παράκλησιν, κατανύσσειν εἰδὼς καὶ τὸν ἀτεράμονα. ὑποδέξασθε οὖν, ἀδελφοί, ἄσμενοι τὰς ἱλαρίου ἡμέρας, ἕκαστος ἐν τῷ καταλύματι ᾧ ξενίζεται τὰ εἰωθότα κατὰ δύναμιν ἐπιτελῶν, ὡς ἂν διὰ τῆς ἡσυχίας καὶ μετριοτροφίας καθάρωμεν καρδίαν, πτερώσωμεν ψυχήν, πτερνίσωμεν πάθη· τοῦτο γὰρ ἡ νηστεία, τοῦτο ἡ ἡσυχία, τοῦτο ἡ ἐντολὴ ἐπιζητοῦσα, τοῦτο τὸ τῆς σωτηρίας ἡμῶν κεφάλαιον· ἐξ οὗ καὶ τὸ μετέχειν τῶν ἁγιασμάτων εἴη ἂν ἡμῖν εὐπρόσιτον, μᾶλλον δὲ ζωῆς αἰωνίου ἐφόδιον. ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, ἤγουν μὴ καθαρῶς ὅσον ἐνδέχεται τῇ ταπεινῇ ἡμῶν φύσει, κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει κατὰ τὴν ἀποστολικὴν ἀπόφασιν, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου.
Διὰ τοῦτο ἀγωνιστέον, ἀδελφοί μου, καὶ ἀπὸ ἐπιθυμίας ἐκτόπου καὶ ἀπὸ φθόνου κατεσθίοντος ψυχὴν καὶ ἀπὸ φιλαργυρίας βυθιζούσης νοῦν καὶ ἀπὸ ἀκηδίας σκοτιζούσης ὀφθαλμὸν ψυχῆς καθαροὺς ἑαυτοὺς διατηρεῖν, προσδεχομένους ἀεὶ τὴν τοῦ σώματος ἔξοδον, ἐφ᾽ ᾧ τήκεται τὰ πάθη καὶ νευροῦται ψυχή. κλείετε τὰς εἰσόδους τῶν παθῶν, φεύγετε τοὺς τῶν πτωμάτων τόπους, φεύγετε τὰς γυναικείας ὁμιλίας καὶ συνδιαιτήσεις· πῶς γὰρ ἂν καὶ μὴ φλεχθείη καρδία, μᾶλλον δὲ ἐμπυρισθείη, λόγους διδοῦσα καὶ λαμβάνουσα μετὰ παρθένου, μετὰ ψαλλούσης, μεθ᾽ οἱασδήποτε γυναικός; πῶς, φησί, θεολογικῶς εἰπεῖν, σώσει ἡ ἀλλοτρία ὃν ἀπώλεσεν ἡ ἰδία; κἂν γὰρ πρακτικῶς δόξειέν τις φυλάττεσθαι, ἀλλά γε καρδιακῶς ἀμοίχευτος οὐ διασωθῇ κατὰ τὴν ἀπόφασιν τοῦ Κυρίου.
Ὁ διωγμὸς οὖν οὐ δι᾽ ἀπώλειαν, ἀλλὰ διὰ σωτηρίαν, οὐδὲ τοσαύτη ἀνάγκη κατεπείγουσα εἰς τὸ συνδιαιτᾶσθαι γυναικί, καθὼς ἐν τοῖς πατράσι τὸ περιστατικὸν ἠνάγκασεν ὑπὸ παρθένῳ τὸν ἀοίδιμον Ἀθανάσιον ἑπταετῆσαι ἢ τόνδε καὶ τόνδε τὸν ἅγιον ὑπὸ γυναικὸς ἐξυπηρετηθῆναι. ἀλλὰ νῦν καὶ πόλεις καὶ χῶραι τὸ ἐλευθέριον ἔχουσι τῆς ἀσυνδυάστῳ τρόπῳ γυναιξὶ ξενίας. σὺ δέ, δῆθεν ὁμολογίας καὶ διωγμοῦ τοῦ ὑπὲρ Χριστοῦ, κατὰ τοῦ Χριστοῦ κινούμενος οὐκ ἐπαισθάνῃ γυναιξὶ πυκνῶς ὁμιλῶν, συμψάλλων ἴσως, τάχα δὲ καὶ συνεσθίων ἢ καὶ συνοικῶν, ἐσθίων τὴν ὄψιν τῆς συνοίκου καὶ ἐσθιόμενος ὑπὸ τῆσδε ὀλεθρίως; φύγετε ὡς ἀπὸ πυρὸς καὶ οἱ ἄνδρες ἀπὸ γυναικῶν καὶ αἱ γυναῖκες ἀπὸ τῶν ἀνδρῶν, εἰ δὲ καὶ σύμβασιν δεῖ γενέσθαι, τοσοῦτον, ὅσον ἡ ἀνάγκη καὶ ἡ χρεία ἀπαιτοίη, διαδιδράσκοντες καὶ τὸ τιθέναι σκάνδαλον ἄλλοις. ἱνατί γὰρ ἡ ἐλευθερία μου, φησί, κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; καί, εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.
Ἀσκανδαλίστως οὖν πολιτεύεσθε, ὦ τέκνα, καὶ ἀποσκόπως καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, καθὼς γέγραπται, ἐπινοοῦντες καὶ τὸ ἄδηλον τοῦ θανάτου. ἤδη παρῆλθεν καὶ ὁ ἀδελφὸς Σίλας, καὶ πρό γε τούτου ὁ ἀββᾶς Θεόσωστος καί γε ὁ ἀδελφὸς Προκόπιος, καὶ οὐδεὶς ἐπιμενεῖ. καὶ μακάριος ὁ συνιῶν ἀκαταγνώστως παρελθεῖν τὸν τῇδε βίον. προσεύχεσθε περὶ ἡμῶν τῶν ταπεινῶν ἀνεπιλήστως ἵνα σῳζοίμεθα.
Δημητρίῳ ὑπάτῳ Ἡ ἀπουσία τοῦ σώματος τίνα ἄλλην εὕροι παραμυθίαν ἢ τὴν διὰ τοῦ γράμματος συνάφειαν; ταύτῃ τοιγαροῦν, ὦ φίλων ἄριστε, συναπτόμεθά σου τῇ ἀγάπῃ οἱ ταπεινοὶ τὸ παρόν, προσπτυσσόμενοί σε τῷ πνεύματι καὶ γνωρίζοντες ὅτι οὐχὶ ἡ ἀπουσία διέζευξεν τὴν ἀγάπην, ἀλλὰ καὶ μᾶλλον ἐκκαλεῖται αὐτὴν διψῶσαν τὸ φίλτρον, καθάπερ οἱ διψαλέως ἔχοντες ἐπιτρέχουσι πρὸς τὰς πηγὰς τῶν ὑδάτων.
Ἀλλὰ τὸ μὲν τῆς ἀγάπης δεικτικὸν τοσοῦτον. πῶς δὲ αὐτὸς διατελοίης ἐν τῇ πιστευθείσῃ σοι παρὰ τῶν βασιλέων ἀρχῇ ἀγνοοῦμεν, μᾶλλον δὲ καὶ ἐμμερίμνως ἔχομεν, ἐπειδὴ καὶ μανθάνομεν τῇ προτέρᾳ ἀρχῇ ἑτέραν ἐπιτεθῆναί σοι, οὐκ ἐθέλοντι, ἀλλὰ προστάσσοντος τοῦ κρατοῦντος, καὶ ὅτι, πορρωτέρω τῆς προτέρας οὖσαν, ἐγγίζει τοῖς βαρβάροις· ἐφ᾽ ᾧ καὶ δέος ἐσχηκέναι τὴν τιμίαν σου ψυχήν, ὥς φασι, μήτε ἐθέλουσαν μήτε ἐξηρτυμένην εἰς τὸ φορεῖν μάχαιραν καὶ πολεμεῖν καὶ πολεμεῖσθαι. ταῦτα ἅπαντα συνεκίνησεν καὶ ἡμᾶς δεήσεις καὶ προσευχὰς ποιεῖσθαι ὑπὲρ τοῦ ἀπήμονά σε φυλάττεσθαι ἐν ἀμφοτέραις ταῖς ἀρχαῖς· καί γε πιστεύομεν διατηρεῖσθαί σε σῶον, ἔχοντα πρὸ ὀφθαλμῶν τὸν φόβον τοῦ θεοῦ καὶ τὴν ἐκεῖθεν ἐκκαλούμενον βοήθειαν. οὗ γὰρ θεὸς ἐπίκουρος, ἐκεῖ ἐκποδὼν πᾶν κακὸν γίνοιτο· παρεμβαλεῖ γὰρ ἄγγελος Κυρίου, φησί, κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς.
Τοιοῦτος οὖν ἔσο καὶ αὐτός, δέσποτα ἡμῶν ἐπιπόθητε, διὰ τῆς εὐσεβείας σου καὶ ἀγαθοεργίας, ὑπὸ τοῦ φύλακος τῆς ζωῆς σου ἀγγέλου φρουρούμενος. γρηγόρει ἐν προσευχαῖς, νῆφε ἐν δεήσεσιν, ἔκφερε ἔνδικον κρίμα, ἐπιδείκνυσο εὐμενὲς ὄμμα πτωχῷ, προασπιστὴς γενοῦ τῶν ἀδικουμένων, μετριότητα ἔν τε βρώσει καὶ πόσει φέρων· ἡ γὰρ ἀκρασία τῶν κακῶν μήτηρ. ἂν ἄλλοι παίζωσι καὶ γελῶσιν, ὁ κύριός μου, ἄκουε τοῦ Κυρίου πάντων λέγοντος, οὐαὶ οἱ γελῶντες, ὅτι κλαύσονται. ἂν ἄλλοι αἰσχρολογοῦσιν, αὐτός, παρακαλῶ, ἐπιφράσσαιο τὰ ὦτα· ὁδὸς γὰρ ἐπὶ τὰ πράγματα οἱ λόγοι τυγχάνουσιν. ἂν ἄλλοι πληρῶσι δώρων τὰς δεξιὰς αὐτῶν, ὁ φιλόθεός μου, ἀρκούμενος εἴης τοῖς ὀψωνίοις, εὐαγγελικῶς εἰπεῖν, τοῖς κατὰ συνήθειαν ἀρχικῶς διδομένοις. ἂν ἄλλοι ἀσεβῶσιν, αὐτὸς εὐσέβει, ὅσον οἷόν τε στελλόμενος τῶν ἀτασθάλων ἀνδρῶν· οἶσθα γὰρ ὅτι ὁ βίος οὗτος ὀνείρου δίκην παραπέμπει τοὺς λειτουργοῦντας αὐτῷ. καὶ τί ὠφελήσει ἄνθρωπος, ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ;
Ὅπερ ἀπείη περὶ τῆς τιμιότητός σου ἐννοεῖν, ἐχούσης ἔμφυτον τὸ ἀγαθὸν καὶ φιλούσης θεὸν θεραπεύειν, τὸν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντα σε καὶ αὐτὸ τὸ ζῆν διδοῦντά σοι καὶ τὸ κινεῖσθαι καὶ ἀναπνεῖν. ὥστε τὴν παραθήκην, ἣν παρέθετό σοι διὰ Πνεύματος Ἁγίου, τήν τε πίστιν καὶ τὴν δεξιὰν πρᾶξιν φυλάξαι ἀποδοῦναι αὐτῷ σώαν ἐν καιρῷ ἐξόδου, ἀκούσων παρ᾽ αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. καὶ γένοιτό σοι ταύτης τῆς φωνῆς ὑπακοῦσαι καὶ σωθῆναι πανοικὶ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. ἀμήν.
Λυκάστῳ ὑπάτῳ Αὐτὸς ὁ τὸ γραμμάτιον ἐπιφερόμενος τῇ τιμιότητί σου ἀπήγγειλεν ἡμῖν τὴν ἐπελθοῦσάν σοι συμφορὰν καὶ τῷ ὄντι καθήψατο ἡμῶν ἡ περὶ σὲ λύπη· ἴδιος γάρ σοι καὶ ἀγχιστεύων, ὁμοῦ τε φίλος ἀρχαῖος καὶ συνηλικιώτης, καὶ οὐκ ἔστι τὸν φιλοῦντα γνησίως μὴ συμπάσχειν τῷ φιλουμένῳ ὡς καὶ ἔμπαλιν ἐπὶ τῇ χαρᾷ. ἀλλ᾽ ὢ τῆς ἀπευκταίας ἀγγελίας· ἀπολέλοιπεν ἡμᾶς ἡ κυρία ἡ ὑπάτισσα, τὸ δὴ λεγόμενον, γυνὴ τῶν ἐπαινουμένων, ὡς καὶ παρ᾽ ἄλλων ἀκηκόαμεν καὶ αὐτοὶ ἡμεῖς ὀφθαλμοῖς ὑπελάβομεν, πρῶτον μὲν ὅτι φίλανδρος, ὃ ὑπὸ τοῦ ἀποστόλου ὑποτυποῦται κάλλιστον εἶναι ἐν συζυγίᾳ, φρόνιμος, οἰκουρός, εὐαπάντητος, εὐπροσήγορος, φιλευσεβής, φιλόπτωχος, τὸ μεῖζον, σωφροσύνῃ κατηγλαϊσμένη καὶ ὀρθοδοξίᾳ περιηργυρωμένη, ἧς καὶ οἱ καρποί, τὰ τέκνα, μαρτύριον τῆς ἀμφοτέρων ὑμῶν εὐζωίας. καὶ γάρ, ὥσπερ ἐκ τοῦ καρποῦ τὸ δένδρον ἐπιγινώσκεται, οὕτως κἀκ τῶν παίδων οἱ φύσαντες, ὁποῖοί εἰσι καὶ ἡλίκοι. καὶ οὔπω βαθεῖαν πεῖραν ἐσχηκὼς τῆς μακαρίας ἐκείνης πῶς ἂν δυναίμην ἐκθειάσαι τὰ κατ᾽ αὐτήν; ἢ μόνον δὶς αὐτῇ συνοψισθεὶς καὶ εἰς ὁμιλίαν ἐλθὼν ἔγνων ὅτι γυναῖκα ἐχαρίσατό σοι ὁ θεὸς τῷ ὄντι βοηθόν, οὐ κατὰ τὴν πάλαι προμήτορα ἀπάτης αἰτία, ἀλλά γε σωτηρίας ὑπόθεσις γενηθεῖσά σοι διὰ παντὸς τοῦ βίου.
ὢ τῆς συμφορᾶς· ᾤχετο αὕτη, ἀπέπτη ἐξ ὀφθαλμῶν ὑμῶν, ἐγκατέλιπεν ὑμᾶς ἡμιθνεῖς, ἀπορραγέντας τῆς καλῆς ὁμοζύγου. οὐκ ἔχομεν ὀφθαλμοῖς ὁρᾶν τὸ ὑπὲρ πᾶσαν θυμηδίαν παραμύθιον, οὐ τὴν ἐν θλίψεσι παράκλησιν, οὐ τὴν ἐν συμφοραῖς παρηγορίαν, οὐ τὴν ἐν ἅπασι τοῖς ὀφειλομένοις ὑπόμνησιν καὶ συνεργὸν καὶ σύμπραξιν. ὁ ἥλιος τῆς ἑστίας ἔδυ· τίς ὁ ὑπαντήσων; τίς ὁ χαριούμενος; τίς ὁ παρακαλέσων; ἤδη ἐγενήθημεν ὡς πόλις ἀποκειραμένη τὸν ἑαυτῆς κόσμον, ὡς στρουθίον μονάζον ἐπὶ δώματι, Δαυιτικῶς εἰπεῖν.
Τί οὖν; λυπηθῶμεν πέρα τοῦ μέτρου καὶ περιβαλούμεθα ἀπαραμύθητον πένθος; οὐδαμῶς οὖν, οὐδαμῶς, ὦ τριπόθητε, ἀλλ᾽, εἰδότες ὅτι ὁ δοὺς ἡμῖν αὐτὴν θεὸς τὰ πρῶτα εἰς κοινωνίαν βίου αὐτός ἐστιν ὁ νῦν προσλαβόμενος, οἴσωμεν εὐχαρίστως τὸ συμβάν, μιμούμενοι τὸν ἀοίδιμον Ἰὼβ καὶ ἐπιφθεγγόμενοι τὴν μακαρίαν ἐκείνην φωνήν, ἣν ἐκεῖνος οὐκ ἐπὶ ἀποβολῇ γυναικός, ἀλλ᾽ ἐπὶ παισὶ δέκα ὁμοῦ τεθνηκόσι σὺν ταῖς προτεραίαις τῶν ἐκτὸς πάντων ἀφαιρέσεσι καὶ αὐτῇ τῇ ὑστεραίᾳ πληγῇ τοῦ σώματος, ἐπὶ κοπρίας ὁ πρὶν βασιλεὺς καθήμενος καὶ ξέων τοὺς ἰχῶρας τῶν ἑαυτοῦ σαρκῶν βώλαξι, τάδε φησίν· ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο, ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο. ἐὰν οὖν ταῦτα, ὦ φιλότης, ἐφ᾽ ἑαυτοῖς καὶ διαθώμεθα καὶ φθεγξώμεθα, οὐ μακρὰν εἴημεν τῆς μερίδος ἐκείνων, ἀλλὰ γὰρ καὶ τῇ μακαρίᾳ ἐκείνῃ τοῦτο καλὸν ἐπιτάφιον ποιησαίμεθα, αὐτούς τε τοὺς ἐκ θεοῦ δοθέντας ὑμῖν κλάδους ὑποτυπωσόμεθα δι᾽ ἑαυτῶν εἰς εἰκόνα θεοτερποῦς βιώσεως καὶ πάντα ὑμῖν ἐντεῦθεν εἰς καλὸν ἀπαντήσοι· ἃ γὰρ ὁ θεὸς ὁ αἰώνιος, ὁ τῶν ἁπάντων δεσπότης, ποιῶν ἐν ἡμῖν εὕροιεν εὐμενῶς δεχομένους, πῶς οὐκ ἂν καὶ τὰ παρόντα ἡμῖν εὖ διάθηται τῇ παρακλήσει τοῦ Ἁγίου αὐτοῦ Πνεύματος καὶ τὰ μέλλοντα ἑτοιμάσειεν ἀπολαυστήρια ἐν αἰῶσιν ἀπείροις;
Ταῦτα ἐγὼ μέν, εἰ καὶ βραχέα, ὅμως ὡς σὸς ἐν ἀγάπῃ καὶ γέγραφα καὶ παρεκάλεσα· αὐτὸς δέ, ὦ δέσποτα, αὐτὰ τὰ τίμιά σου τέκνα προσειπεῖν περὶ ἡμῶν ἀξίωσον.
Εὐφροσύνῃ ἡγουμένῃ Ὅτι μέλει ἡμῖν περὶ τῆς τιμιότητός σου μαρτύριον τὸ τῇδε ἡμῶν ταπεινὸν γράμμα· οὐδὲ γάρ, ὃν λόγον ὑπεσχόμεθα τῇ μακαρίᾳ ἐκείνῃ καὶ ἁγίᾳ μητρὶ ἐπὶ τὸ περιέπειν ἡμᾶς τὴν σεμνοπρέπειάν σου ἐν τῇ διὰ λόγου ἐπισκέψει καθ᾽ ὅσον οἷόν τε, μακρόθεν ἢ ἐγγύθεν ὄντας, ὅσιον διαψεύσασθαι. καίτοι γε, εἰ καὶ μὴ ἐκεῖθεν εἴχομεν τὸν λόγον, κἀξ αὐτῆς σου μόνης τῆς περὶ ἡμᾶς τοὺς εὐτελεῖς πεποιθήσεώς τε καὶ περιποιήσεως ἐπειθόμεθα ἂν τὴν διὰ τοῦ γράμματος προσοίσειν ἐπιμέλειαν.
Ὑγίαινε τοιγαροῦν, ὦ τιμιωτάτη μοι, καὶ ἄγοιο τὸ ποίμνιον, ὃ παρέθετό σοι ἡ ἁγία ἀμμάς, μᾶλλον δὲ δι᾽ αὐτῆς ὁ θεός, θεοπρεπῶς καὶ ἐπιμελῶς. ἴσθι ὡς μέγιστον τὸ τῆς προστασίας σου ἐγχείρημα, γνῶθι τῶν ὑπὸ χεῖρά σου ψυχῶν τὸ θεώρημα, ὅτι νυμφοφυλακτήριόν ἐστι τοῦ βασιλέως τῶν οὐρανῶν, τοῦ μόνου ὡραίου καὶ ἀφθάρτου νυμφίου Χριστοῦ· ὃς οὐ μίαν νύμφην σοι παρέθετο εἰς ἡμέραν νυμφεύσεως αὐτοῦ διὰ τῆς ἐν Ἁγίῳ Πνεύματι συναφείας, ἀλλὰ τοσαύτας, ὅσας γε καὶ ἔχοις, σοῦ τε αὐτῆς πρωτονύμφου τυγχανούσης. νυμφεύεται γὰρ Ἰησοῦς καὶ τὰς ὡς σὺ διὰ βίου ἐληλυθυίας ὡς πολύνυμφος καὶ ἀπειρόνυμφος καὶ πάσας ψυχὰς ἀνδρῶν τε καὶ γυναικῶν ἐρῶν ἁρμόζεσθαι εἰς τὸ πληρῶσαι τὸν ἄνω νυμφῶνα· ἐν ᾧ πολλαὶ αἱ μοναὶ οἷά τινες θάλαμοι παρὰ τοῦ πατρὸς ἡτοιμάσθησαν ταῖς ἀξιωθησομέναις ψυχαῖς διὰ βίου καθαροῦ καὶ πίστεως εἰλικρινοῦς, ἡνίκα φθάσῃ ὁ καιρὸς τῆς ἀποκαλύψεως τοῦ νυμφίου, ὀπίσω αὐτοῦ δραμεῖν καὶ συνεισελθεῖν ἐν τῷ νυμφῶνι καὶ τῆς ἀπεράντου χαρᾶς ἐκείνης ἀπολαῦσαι εἰς αἰῶνας αἰώνων. ἰδοὺ ὑποδέδεικταί σου ἡ διακονία, ἣν παρέλαβες παρὰ Κυρίου, μεγάλη τε καὶ πολλῶν ἀμοιβαία μισθῶν οὐρανίων, ὡς μὴ μόνον σέ, ἀλλὰ καὶ πολλὰς νύμφας προσοῖσαι τῷ ἀθανάτῳ νυμφίῳ.
ὑπὲρ ὧν ὅση καὶ ἡλίκη ἡ ἀνταπόδοσις· τετάξεταί σε ἐν προυχούσαις νύμφαις, ἐν ἐκλεκταῖς νεάνισιν, ἐμπλόκιά σοι παράσχοι, τὰ τοῦ πνεύματος ἀίδια χαρίσματα, ἐπιβλήματα φωτοειδῆ, ἀφθαρσίαν ἀστράπτοντα, στεφανώσει σε τῷ τῆς δικαιοσύνης στεφάνῳ, χορεύσεις χορείαν ἄλυτον ἴσα καὶ ἀγγέλοις σὺν ἀγαλλιάσει ἀμηρύτῳ.
Βλέπε λοιπόν, κυρία, καὶ πρόσεχε σαυτῇ καὶ τὰς νύμφας τοῦ Χριστοῦ φυλάττοιο περιμερίμνως· τρέφοις αὐτὰς τῷ καθαρῷ ἄρτῳ τῆς ὀρθοδοξίας, ποτίζοις τῷ νάματι τῆς εὐπραξίας, ὡς ἂν εἶεν πίονες, ὡραιοειδεῖς. πρὸς τὸ κάλλος τῆς ψυχῆς ὁ λόγος, οὗ καὶ ἐπιθυμεῖ, καθὼς ὑπισχνεῖται ὁ ἅγιος Δαυίδ, Χριστὸς ὁ θεὸς ἡμῶν· φησὶ γάρ· ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου· ὅτι αὐτός ἐστι Κύριός σου καὶ προσκυνήσεις αὐτῷ. ὁρᾷς ὅτι ἐν τῷ ἐπιλαθέσθαι ὑμᾶς, ἤγουν ἀποτάξασθαι γονεῦσιν, ἀδελφοῖς καὶ συγγενέσιν, φίλοις τε καὶ πᾶσι τοῖς κατὰ τὸν βίον, ἐπεθύμησεν ὑμῶν ὁ βασιλεὺς τοῦ κάλλους τῆς ψυχῆς εἰς νυμφίωσιν; τὸ δέ, ‛αὐτός ἐστι Κύριός σου καὶ προσκυνήσεις αὐτῷ‚ γενήσεται ὑμῖν ἐν τῇ ἡμέρᾳ τῆς ἐπιφανείας αὐτοῦ. ὤ, ὤ, οἷον ἐφρονήσατε, ἐπιλαθόμεναι τῶν ἁπάντων· βαβαί, βαβαί, οἵου ἐπετύχετε νυμφίου· κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως, ὅτι ὑπὲρ πάσας τὰς ἐπὶ γῆς βασιλείας ὑψώθητε, ὑπὲρ πάντα τὰ ὡραῖα τῆς γῆς ὡραΐσθητε. αἰδοῦνται ὑμᾶς καὶ ἄγγελοι, περιέπουσιν ὑμᾶς καὶ ἀρχάγγελοι, προύχουσαι ὑμεῖς βασιλίδες ἐν οὐρανοῖς, ὑπεράνω πασῶν μητέρων καὶ θυγατέρων τῶν ἀπὸ σαρκὸς ἐρχομένων.
Οὐκοῦν χαίρετε καὶ συγχαίρετε ἀλλήλαις, τὰ ἐπίπονα ἐντεῦθεν τῆς ἀσκήσεως εἴτουν θαλαμεύσεως φέρουσαι εὐψύχως, εἰδυῖαι ὅτι πᾶσα σὰρξ χόρτος, πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου, πᾶσαί τε ἐπιθυμίαι τοῦ αἰῶνος τούτου ἐκ φθορᾶς καὶ εἰς φθορὰν καταλήγουσαι, μόνον δὲ ὑμῶν ὁ ἔρως καὶ ἡ ἐπιθυμία ἄπειρος καὶ ἄφθαρτος. μικρὸν λοιπὸν ὅσον ὅσον ἀναμείνατε, ὑπομείνατε, ὑποτασσόμεναι μὲν ὑμεῖς τῇ κυρίᾳ τῇ πρωτονύμφῳ καλῶς καὶ εὐηκόως, τὰ τοῦ νυμφίου Χριστοῦ ἐρωτικὰ ἰδιώματα καὶ φυλάγματα ἐπιταττούσῃ, αὐτὴ δὲ κυρία ὡς νυμφιοφόρος καὶ τὴν ψυχὴν προϊεμένη, μὴ ὅτι γέ τι τῶν ἄλλων, εἰς περιποίησιν τῶν νεανίδων, οὐ λέγω ψυχῆς μόνης, ἀλλὰ καὶ σώματος, πληροῦσα τὸ ὑπὸ τοῦ ἀποστόλου εἰρημένον· ὀμειρόμενοι εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχὰς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ὃν καὶ περὶ ἡμῶν αἰτεῖσθε τὴν σωτηρίαν τῆς ταπεινῆς ἡμῶν ψυχῆς, ἵνα οἷς ἐνουθετήσαμεν νενουθετήμεθα καὶ σῳζοίμεθα πάντες ἀπὸ τοῦ πονηροῦ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.