Ἔργον
Θεόδωρος ὁ Στουδίτης – Ἐπιστολαί
Βιβλίον Δ': Κανονικές ερωταποκρίσεις και επιτίμια των πεπτωκότων
Πρακτικές και κανονικές λύσεις σε ερωτήματα σχετικά με την εκκλησιαστική κοινωνία, τη συμμετοχή στα μυστήρια και τους μετανοούντες αιρετικούς.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίον Δ': Κανονικές ερωταποκρίσεις και επιτίμια των πεπτωκότων
Πρακτικές και κανονικές λύσεις σε ερωτήματα σχετικά με την εκκλησιαστική κοινωνία, τη συμμετοχή στα μυστήρια και τους μετανοούντες αιρετικούς.
Πέτρῳ Νικαίας Ἤκουσεν πάντως ἡ ἱερά σου ἀκοὴ τὸ περὶ τὸν μακάριον καὶ κοινὸν πατέρα ἡμῶν μητροπολίτην Συννάδων πάθος καὶ ὠδύρατό σου ἡ ἁγία ψυχὴ ἐπ᾽ αὐτῷ τὰ εἰκότα, ἐπεὶ καὶ ἔτι τοῦ στεναγμοῦ οὐκ ἀποπαύσοι οὐδὲ τῆς οἱονεὶ ἐκ τῆς διχοτομίας γενομένης ἀλγηδόνος ἀπολήξειεν. ἀλλὰ δεῦρο καὶ παρ᾽ ἡμῶν, ὦ τριπόθητε, διδάχθητι ἐνεργέστερον, ὡς ἂν καὶ ἡμεῖς τὸ ὀφειλόμενον χρέος τίσωμεν καὶ αὐτὸς ἱστορικώτερον ἐπιγνοὺς τὰ κατ᾽ αὐτὸν ῥᾳστώνην τινὰ λάβοις ἐκ τῆς ἐξηγορίας. ὤ, ὤ, πῶς ἀδακρυτὶ ἐνέγκοιμεν τὸ ὀδυρτικὸν ἀπάγγελμα; ὑγιαίνων ἦν ὁ πατήρ, τὰ συνήθη ἐνεργῶν τῆς ἀνυποκρίτου αὐτοῦ ἀγάπης καὶ πρὸς τοὺς ἀδελφοὺς καὶ πατέρας δεξιώσεως. τίς γὰρ ὁ πλέον ἐκείνου φιλοξενίαν ἀσπαζόμενος καὶ θεραπεύων φιλουμένους, ὃν οὐχὶ ἡ ἐπάλληλος τῶν ἐπιφοιτώντων παρουσία καὶ ἐπιμονὴ ἐδάμαζεν, ὅσον ἠνία μᾶλλον ἡ σπάνη τούτων καὶ ταχεῖα παλινοδία;
Καὶ τί δεῖ πρὸς σὲ τὸν εὖ εἰδότα ὑποδειγματίζειν τὸ λεγόμενον; ἦν οὖν, ὡς εἴρηται, ἐν τούτοις. ἐπεὶ δὲ παρῆν ἡ ἡμέρα τῆς μετὰ τὴν Πεντηκοστὴν δευτέρας ἑορτάσιμος, ἀναστὰς ἀπὸ τῆς ἑστιάσεως ἐλήφθη πόνοις καταρροίας, ἀπὸ τῆς κεφαλῆς γενομένης ἐπὶ τὸν σπόνδυλον καὶ τοὺς τόπους τῶν μεταφρένων· ἐφ᾽ ᾧ κινηθέντες οἱ ταπεινοὶ εὕρομεν αὐτὸν κάμνοντα τῷ ὄντι καὶ διασαφοῦντα τὰς αἰτίας τῆς συμπτώσεως. εἶτα, ἐπειδὴ ὑπεστρέψαμεν οἴκοι, αὖθις τῇ ἑξῆς παραγενόμενοι εὕρομεν αὐτὸν ἔτι βαλλόμενον σφοδροτέραις ἀλγηδόσι καὶ διακαεῖ πυρετῷ, μόλις δυνηθέντα ἡμῖν ἠρέμα προσφθέγξασθαι καὶ τὴν ἀπόγνωσιν τοῦ ζῆν ἐν σαρκὶ αἰνιττόμενον. τί τὸ ἑξῆς; τῇ τρίτῃ ἡμέρᾳ καὶ δεσμὸς τῆς γλώττης πάμπαν καὶ [οὐ] μετ᾽ οὐ πολὺ ὁ πικρὸς θάνατος.
Ἀλλ᾽ ἡμῖν μὲν διὰ τὴν στέρησιν τοῦ ἁγίου ἀνδρὸς τὸ πικρὸν εἰρήσθω, ἐκείνῳ δὲ καὶ πάνυ γλυκὺ διὰ τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι· οὗ τί ἂν εἴη μακαριώτερον; ἔκειτο οὖν ὁ μακαρίτης (καλὸν γὰρ καὶ τοῦτο ὑπογράψαι) ὥσπερ τι ξένον θέαμα, αἰδέσιμος τῇ ὄψει, ἀγγελοειδὴς τῷ σχήματι, τῆς ἐνδημησάσης πρὸς Κύριον ψυχῆς ὥσπερ τινὰς ἡλιοειδεῖς χαρακτῆρας ἐναπομαξαμένης τῷ ἱερῷ σώματι, μεθ᾽ οὗ καὶ ἐφ᾽ ᾧ λελάτρευκε τῇ Ἁγίᾳ Τριάδι. ἠθροίσθη ἐξαπίνης ὅμιλος, ὁμοῦ μὲν μοναστῶν, ὁμοῦ δὲ καὶ μιγάδων, πολὺς ὅτι μάλιστα, περιεκέχυτο εἰς αὐτὸ ὡς εἰς ἱερὸν κειμήλιον ἀποβλέπων ἤ, μᾶλλον, οἰκειότερον εἰπεῖν, ὡς ἔμπνουν καὶ φωνεῖν δυνάμενον. ἐχεῖτο δάκρυα τῶν μὲν αἰδημόνων ἀψοφητί, τῶν δὲ θεραπευτῶν ἐκραγέστερον. οὕτως οὖν σὺν ψαλμῳδίαις ταῖς καθηκούσαις καὶ ἐπικλήσεσιν ἱεραρχικαῖς παρεδόθη τῷ τάφῳ, καθ᾽ ὃν τόπον εἰώθει ὁ μακάριος λειτουργεῖν Κυρίῳ· καί γε προσετέθη ὁ πατὴρ τοῖς πατράσιν, ὁ ὁμολογητὴς τοῖς ὁμολογηταῖς, ὁ διδάσκαλος τοῖς διδασκάλοις, ὁ ὑποφήτης τοῖς ὑποφήταις, προσθείημεν δ᾽ ἂν καὶ ταῦτα, ὁ ἐγκρατὴς τοῖς ἐγκρατέσιν, ὁ ἁγνὸς τοῖς φιλάγνοις, ὁ φιλόξενος τοῖς φιλοξένοις, ὁ μέτριος τοῖς μετριόφροσιν, ὁ πάντα τοῖς πᾶσιν εὖ γεγονὼς καθ᾽ ὅσον οἷόν τε, ἵνα τοὺς πάντας ἢ τοὺς πλείονας κερδήσῃ, ἀποστολικοῖς κατορθώμασιν ἐπερειδόμενος.
καὶ νῦν ἡμεῖς μὲν οἱ ταπεινοὶ ὀρφανικῶς ἀποδυρόμενοι τὸν ὡς ἀληθῶς καὶ φιλοπάτορα καὶ φιλάδελφον, ἡ δὲ κατ᾽ αὐτὸν ἐκκλησία, εἴτουν τὸ μικρὸν ποίμνιον, ἠπορημένον λίαν καὶ ἀνακαλούμενον τὸν ποιμένα καὶ πατέρα, οἷα εἰκὸς νεοττοὺς ἀπολελωκότας τοὺς φύσαντας καὶ πυκνὰ τρύζοντας καὶ ἀλύοντας καὶ οὐκ ἔχοντας τὸν δυνάμενον βρωματίζειν νοητῶς τε καὶ αἰσθητῶς· ἐφ᾽ οἷς καὶ φροντιστέον τὰ κατὰ δύναμιν τοῖς ἐκείνου φίλοις.
Σὺ δέ, ὦ μάκαρ, τί φῆς πρὸς ταῦτα; ἐπιμένεις τῇ σαρκὶ ἢ ἀναγκαιότερον κρίνεις ἀπᾶραι τῶν ἐνθένδε; ἐπειδὴ κεκμηκότα σε λίαν πάλιν ἄρτι μεμαθήκαμεν. ἢ κρεῖττον μᾶλλον ἡμᾶς τοὺς γεγηρακότας καὶ μή τι χρησιμεύοντας τῷ βίῳ, μᾶλλον δὲ καὶ ἁμαρτίας ἐφ᾽ ἁμαρτίαις ἐπισπωμένους ἐκχωρῆσαι τοῦ δυστήνου τοῦδε σαρκίου, αὐτὸν δὲ καὶ τοὺς οἵους αὐτός, ἐπειδὴ φαεινοὶ καὶ βίῳ καὶ λόγῳ, ἔτι ἐμπολιτεύεσθαι ἐν ἀνθρώποις; πρὸς ταῦτα ἀντίφθεγξαι ἡμῖν, ὦ ἐπιπόθητε, οὐ μὴν ἀλλὰ καὶ φωνῆς σου ἀκουσάτωσαν παραμυθητικῆς οἱ τοῦ σοῦ ὁμαδέλφου καὶ συνάθλου καὶ συμψύχου παῖδες ἱεροί· οὕτω γὰρ ῥᾴους γενοίμεθα ἀμφότεροι, θεῷ τὰ χαριστήρια καὶ εὐκτήρια χαρμολύπως ἀνατιθέμενοι.
Συμεὼν μονάζοντι Τὸ παρὰ τῆς τιμιότητός σου προταθὲν ἐρώτημα ὀφείλει οἴκοθεν τὴν διασάφησιν εἰληφέναι· οὐδὲ γὰρ τῶν ἀμυήτων, ἀλλὰ καὶ ἄλλους ὠφελεῖν ἰσχυόντων ὑπάρχει. ποία γὰρ κοινωνία, φησὶν ὁ ἀπόστολος, φωτὶ πρὸς σκότος ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; εἰ οὖν τὸ ποτήριον τῆς εὐλογίας κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστιν καὶ ὁ ἄρτος ὃν κλῶμεν κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν, δῆλον ὅτι καὶ τὸ αἱρετικὸν ποτήριον καὶ ὁ ἄρτος κοινωνία τοῦ ἀντικειμένου ἐστίν. εἰ δὲ ταῦτα οὕτως ὁμολογουμένως, φανερὸν ὅτι ἐπὶ τῶν κεκοιμημένων ἐν τῇ ἑκατέρᾳ κοινωνίᾳ, ἐν ταύτῃ καὶ τὴν ἀποκλήρωσιν σχοίη. ἡμῖν δὲ φυλακτέον ἐπὶ τῶν τοιούτων τὴν ἀναφορὰν ἐγκεκριμένως ποιεῖσθαι, ἵνα μὴ ἀκούσωμεν, αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε.
Φιλοθέῳ κτήτορι Ὅτε μὴ πάρεστι πρόσωπον πρὸς πρόσωπον τοὺς φιλουμένους ὁμιλεῖν, οὐ μικρὸν εἰς παρηγορίαν καὶ τὸ διὰ γράμματος φθέγγεσθαι, ὅπερ ποιοῦσα ἡ φιλόθεός σου ὡς ἀληθῶς ψυχὴ φαντασίαν ἡμῖν παρέχει τοῦ ὁρᾶν καὶ περιπτύσσεσθαι αὐτήν. ὅθεν καὶ ἡμεῖς, ἀφοσιούμενοι τὸ φίλτρον, οὐ διαλιμπάνομεν κινεῖν τὴν γραφίδα καὶ πνευματικῶς συνάπτεσθαι αὐτήν, χαίροντες ὅτι τοιούτου φίλου κάτοχοί ἐσμεν, οὗ ὁ ἔπαινος διὰ πάσης Μακεδονίας παρά τε μοναζόντων καὶ λαϊκῶν εὐσεβῶν, ἐπὶ γλώσσης φερόντων τὴν καλλονὴν καὶ ἀρετὴν τῆς εὐσεβείας σου. ἀλλ᾽ ἔτι δῴη σοι Κύριος ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμετάδοτον εἶναι, κοινωνικόν, ἀποθησαυρίζοντα ἑαυτῷ θεμέλιον καλὸν εἰς τὸ μέλλον, ὡς ἂν ἐπιτεύξῃ τῆς αἰωνίου ζωῆς. ὦ Φιλόθεε κράτιστε, τὴν παρακαταθήκην τῆς πίστεως ἀσφαλῶς κάτεχε, ἀεὶ λαμπρυνόμενος ταῖς θεουργοῖς πράξεσι.
Καὶ περὶ τούτων μὲν ἅλις. ἐπειδὴ δὲ καὶ αὖθις περὶ τοῦ πρεσβυτέρου ὁ λόγος, ἐξαιτούσης τῆς τιμιότητός σου τὴν λύσιν τοῦ ἱερουργεῖν αὐτόν, εἰ μὲν ἀνθρώπινον ἦν τὸ ζητούμενον, εὖ ἂν εἶχεν· ἐχωροῦμεν γὰρ πρὸς πᾶσάν σου ὑπακοήν, φιλοῦντές σε θεραπεύειν, τὸν πολλοστὸν θεραπευτὴν ἡμῶν. ἐπειδὴ δὲ περὶ θεοῦ τὸ κινούμενον καὶ τῆς τῶν θείων κανόνων ὁροθεσίας ἡ παράβασις, σύγγνωθι, ἀδελφὲ φίλτατε, οὐχ οἷοί τέ ἐσμεν κατά τε θεοῦ καὶ ἱερῶν κανόνων ἀποῖσαι κρίσιν, μάλιστα ὅτι ἐν αὐτῷ τούτῳ τῷ παρομοίῳ κεφαλαίῳ ἐν τοῖς προλαβοῦσι χρόνοις πᾶσαν τὴν ζωὴν ἡμῶν ἐθέμεθα, χωρῆσαι πρὸς κινδύνους καὶ ἐξορίας καὶ θανάτους ἤπερ συνθέσθαι τῇ ἀνομίᾳ καὶ λύσει τοῦ εὐαγγελίου τοῦ Χριστοῦ. οὔτε οὖν μοιχοζεύκτης παρ᾽ ἡμῶν οὔτε διγαμοζεύκτης λέλυται τῆς ἱερουργίας· εἰ γὰρ ὁ ἱερὸς κανὼν οὐκ ἀνέχεται εἰς διγαμοῦντος γάμον ἑστιαθῆναι τὸν πρεσβύτερον, πολλῷ γε μᾶλλον ἀπείργει τοῦτον τοῦ στεφανῶσαι. εἰ δὲ ἄλλοι ἄλλως κρίνουσιν, ὄψονται ἐφ᾽ οἷς πράττουσιν· ἡμεῖς γάρ, φησίν, καὶ αἱ ἐκκλησίαι τοῦ θεοῦ τοιαύτην συνήθειαν οὐκ ἔχομεν.
Ὥστε, εἰδὼς τὸ ἐπικίνδυνον κρίμα, μὴ παραβιάζου τὴν ταπείνωσιν ἡμῶν· εἰ γὰρ ὑπὲρ τοῦ λόγου τῆς ἀληθείας καθ᾽ ἑκάστην ἡμέραν εἰς κινδύνους παρατετάγμεθα, πῶς κατὰ τῆς ἀληθείας ἑτεροτρόπως κινηθησόμεθα; οὐκ ἔχει φύσιν, ὦ δέσποτα, παρὰ τὰ θειωδῶς κεκριμένα τοῖς κανόσι δρᾶσαί τι ἢ εἰπεῖν. πιστεύομεν δὲ ὅτι καὶ αὐτός, ἓν ζητῶν, τὸ θεῖον θέλημα καὶ τὸ σωτηριῶδες τῆς ψυχῆς σου, συμφήσειας ἡμῖν ἐπὶ τοῖς λελεγμένοις καὶ προσεύξῃ μᾶλλον ἐπερείδεσθαι ἡμᾶς τῷ θείῳ νόμῳ καὶ μὴ προΐεσθαι τὸ οἱονοῦν ἐπὶ παραβάσει ἐντολῆς θεοῦ καὶ κανόνος.
Εἰρήνῃ ἡγουμένῃ Μακρὰν ἀπὸ τῶν ἐγκωμίων σου οἱ τρόποι καὶ οἱ λόγοι τῆς πολιτείας μου, τιμιωτάτη γυναικῶν· ἀλλ᾽ εἴωθεν ψυχὴ πιστὴ καὶ ζητοῦσα τὸν Κύριον ἐπαίνους ἀνάπτειν τοῖς ἀγεράστοις, ὡς ἂν ἐντεῦθεν ἐρανίσοιτο τὸ τῆς ταπεινοφροσύνης κλέος. τοιαύτη οὖν ὑπεδείχθης ἡμῖν, ἀδελφὴ ἐν Κυρίῳ, ἐπεὶ ἡμεῖς, γινώσκοντες τὰ καθ᾽ ἑαυτούς, οὐδὲ τῶν νῦν ἐσχάτων ἰσοστατεῖν κρίνομεν ἑαυτούς, μὴ ὅτι γε ὕψει τηλικούτῳ παρενείρειν, καθὰ γέγραφας.
Ἀλλ᾽ ὧδε μὲν ταῦτα κείσθω. ἐπὶ δὲ τῇ τοῦ πρεσβυτέρου ὑποθέσει μετατακτέον τὸν λόγον. οὔ τί που ἡμεῖς, ὦ ἀμμάς, νῦν μὲν τοῦτο λέγομεν, αὔριον δὲ ἕτερον, ἀλλ᾽ ὁ αὐτὸς λόγος ἡμῖν ἐστιν ἀεί· τί τοῦτο; τὸν ἁλόντα πρεσβύτερον τῇ κοινωνίᾳ τῶν αἱρετικῶν, εἴ γε μάλιστα καὶ ὑπογραφῇ, μὴ ἐξεῖναι ἱερουργεῖν ἕως καιροῦ ὀρθοδόξου συνόδου, ἐφ᾽ ᾗ τὰ τοιαῦτα καὶ θεωρηθήσεται καὶ διακριθήσεται, ἢ μόνον τὸ κατὰ περίστασιν βαπτίζειν, ἐκκομίζειν νεκρόν, διδεῖν σχῆμα μοναχῷ, ἁγιάζειν τῶν Θεοφανίων τὸ ὕδωρ, εὐαγγελίζεσθαι κατ᾽ ὄρθρον καὶ μεταδιδόναι τῶν ἁγιασμάτων, ἤδη θεουργηθέντων ὑπὸ σεσωσμένου πρεσβυτέρου. καὶ ταῦτα, ὡς εἶπον, ἐξ ἀνάγκης, ἐπεί, εὑρισκομένου τοῦ μὴ ἐμπαρέντος τῇ κοινωνίᾳ ἱερέως, οὐδὲ τὰ προειρημένα πράσσειν ἐξόν.
Ὁ μὲν οὖν ἡμέτερος λόγος τοιοῦτος. εἰ δὲ ἄλλοι ἄλλως ἢ φρονοῦσιν ἢ κρίνουσιν εἴτε ἰσοστάσιοι εἴτε ὑπερβάθμιοι (ἐπειδὴ οὐχ ὅρος ἐξήνεκται ἀπὸ τοῦ ἀρχιερέως, ἐφ᾽ ᾧ ἀναγκαῖον ἦν στέργειν πάντας), τῆς ἐξουσίας εἰσὶ κύριοι, καὶ ἡμεῖς γε σιωπὴν ἕξομεν. παρακαλοῦμεν δέ σου τὴν τιμιότητα ὡς ἐπὶ τῇ ἀγαθῇ πολιτείᾳ οὕτως καὶ ἐπὶ τῇ ὀρθοδοξίᾳ ἀκρίβειαν ἕλκειν, ἀκούουσαν τοῦ ἀποστόλου λέγοντος· καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ θεοῦ. οἶδας γὰρ ὅτι οὐ μικρὸς ἀνερριπίσθη διωγμὸς ἐν τῇ λυσσώσῃ μέχρι τοῦ παρόντος αἱρέσει, ἀλλὰ καὶ αἵματα ἐκενώθησαν καὶ σάρκες κατεξάνθησαν καὶ μάρτυρες ἀπετελέσθησαν· ὅσα δὲ τὰ ἐν ταῖς φυλακαῖς καὶ εἱρκταῖς κακωτικά, τί δεῖ καὶ λέγειν, τὰς ἐξορίας, τὰς ἐπαγωγάς, τὰς ἁρπαγάς, τὰς σιδηρώσεις, τὰς λιμαγχονήσεις, τὰς μονώσεις, τὰ ἄλλα πάντα, ὧν οὐ μικρᾶς ἐστιν ἱστορίας ἔργον.
εἰ τοίνυν ταῦτα οὕτως, καὶ δεῖν τὸν πρεσβύτερον ἰσοπαθῶς διεξελθεῖν, κομιούμενον τὸν ἀμαράντινον τῆς δόξης στέφανον, τοὐναντίον, ἐπειδὴ ἑάλω τῇ κοινωνίᾳ καὶ τῇ ὑπογραφῇ τῇ κατὰ Χριστοῦ, τῆς τε μητρὸς αὐτοῦ καὶ πάντων τῶν ἁγίων (τοῦτο γὰρ διὰ τῶν οἰκείων εἰκόνων ἡ ἐπὶ τῶν πρωτοτύπων ἀναφορά), πῶς οὐ μέγα ἡγεῖται καὶ τὸ ὅλως ζῆν, καὶ τὸ ὅλως συγκεχωρῆσθαι αὐτῷ τὸ ἀνόμημα, φεύγων ἐφάπτεσθαι καὶ τῶν προειρημένων κατὰ φιλανθρωπίαν, μὴ ὅτι γε καὶ ἐξ ὁλοκλήρου λελύσθαι αὐτὸν ἱερουργεῖν; οὐκοῦν ἕωλα τὰ πάντα καὶ εἰκῇ τὰ μαρτύρια καὶ μάτην αἱ ἀθλητικαὶ ἐνστάσεις. ἀλλὰ μὴ γένοιτο· καὶ ὁ μάρτυς μάρτυς ἐν τῇδε τῇ ὁμολογίᾳ καὶ ὁ ἠρνημένος ἔκπτωτος ἐν τῇδε τῇ ἐξαρνήσει, καὶ δεῖν προσκλαίειν μέχρι θανάτου πάντα τὸν ἁλόντα, εἴ γε ἐμοὶ πείθοιτο καλῷ συμβούλῳ.
Μαρίᾳ σπαθαρέᾳ Ἡ τιμιότης σου γνωρίζει ὅτι ἡ ἐκκλησία φυγαδευτήριόν ἐστι σωτηρίας καὶ ὥσπερ εἰς χεῖρας θεοῦ ὁ πρόσφυξ ἀποτρέχει, περιστατηθεὶς ὑπὸ ἀναγκῶν. οὔτε οὖν ἐν τῇ παλαιᾷ διαθήκῃ ἐξὸν ἦν τὸν εἰς τὴν πόλιν τῶν φυγαδευτηρίων ἀποσεσωσμένον ἀφαρπάζειν τινὰ οὔτε πολλῷ μᾶλλον ἐν τῇ νέᾳ θεμιτὸν ἀποσπᾶν τῆς ἐκκλησίας τοὺς καταφεύγοντας· καθύβρισις γάρ ἐστι τοῦτο τῶν θείων νόμων καὶ τοῦ θείου θυσιαστηρίου. ὥστε σκοπησάτω σου ἡ εὐσέβεια ἡλίκον τὸ τόλμημα.
Τίς δὲ ἡ θεραπεία; πρῶτον μὲν τοῦ θέσθαι ἑαυτῇ ὅρον μηκέτι τολμᾶν τοῦτο πρᾶξαι, κἂν τὰ ἄνω κάτω γένηται· ἔπειτα τεσσαρακοστὴν ὅλην ἀπόσχου τῶν ἁγιασμάτων, γονυκλιτοῦσα καθ᾽ ἑκάστην δεκάκις καὶ πεντηκοντάκις λέγουσα ‛Κύριε, συγχώρησόν μοι τὴν ἁμαρτίαν, Κύριε, ἱλάσθητί μοι τῇ ἁμαρτωλῷ‚, ὁμοίως καὶ ‛Κύριε, ἐλέησόν με δωρεάν‚, τρεῖς τε ψαλμοὺς στιχολογεῖν, ἐξαιρέτως τὸν 〈ϛ〉ʹ, τὸν 〈λ〉〈ζ〉ʹ καὶ τὸν 〈ν〉ʹ, καὶ εἶθ᾽ οὕτως ὁ θεὸς συγχωρήσει σοι τὴν ἁμαρτίαν, κυρία. εἰ δὲ καὶ πάρεστι δύναμις, τεσσαράκοντα ἀργύρια δοῦναι πτωχοῖς.
Θεοδοσίᾳ αὐγούστῃ καὶ Βασιλείῳ υἱῷ αὐτῆς Ἐκ διαφόρων ἀξιοπίστων προσώπων, καί γε πρὸ τῶν ἄλλων παρά τε τοῦ θεοφιλεστάτου ἐπισκόπου Ἠσαΐου καὶ τοῦ τιμιωτάτου καθηγουμένου τοῦ Μηδικίου, ὁσίων πατέρων ἡμῶν, ἐκδιδαχθέντες τὰ καθ᾽ ὑμᾶς, ὅτι εὐδοκίᾳ τοῦ ὑπεραγάθου θεοῦ ἡμῶν μετεστοιχειώθητε εἰς τὸν τῆς εὐσεβείας καὶ ὀρθοδοξίας τρόπον καὶ λόγον, χαίρειν φράσαντες τῇ πάλαι κακοδοξίᾳ ὡς οὐκ ἠργμένῃ θεόθεν, ἀλλ᾽ ἐκ τῆς ἐναντίας μερίδος, καθὸ καὶ ὥρμηται πατρόθεν ἐξ εὐσεβοῦς ῥίζης ἡ σὴ θεοσέβεια (ὁμολογητέον γὰρ ὅτι τοιοῦτος ὁ ἀνὴρ ἐκεῖνος, θεῷ τε πεφιλημένος καὶ πάσῃ καλοκἀγαθίᾳ κατηγλαϊσμένος), ηὐχαριστήσαμεν τῷ Κυρίῳ, ὃς οὐκ εἴασεν ὑμᾶς ἐν τῷ ζόφῳ τῆς αἱρέσεως διαμεῖναι, ἀλλ᾽ ἔπλησε τὰς ψυχικὰς ὑμῶν ὄψεις ὀλβίου φωτός, εἰς τὸ ἐπιγνῶναι ὅτι Ἰησοῦς Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ, ἐν τῷ καθ᾽ ἡμᾶς εἴδει γεγονὼς διὰ σπλάγχνα οἰκτιρμῶν, εἰς τὸ ἀνασώσασθαι τὸ ἑαυτοῦ ἐκπεπτωκὸς εἰς φθορὰν πλάσμα, ὁμοίως ἡμῖν ἐξεικονίζεται, ὡς ἂν μηδὲν λείποι ἐν αὐτῷ τῶν ἀνθρωπίνων ἰδιωμάτων, μένων ὡς θεὸς ὁ αὐτὸς ἀπερίγραπτος, ὡς καὶ τὰ πατρῷα ἰδιώματα ἅπαντα ὑφ᾽ ἑνὶ προσώπῳ κεκτημένος, καθὸ καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων πέφηνε, τῇ μεσότητι τοῖς ἄκροις κοινωνῶν καὶ δι᾽ ἑαυτοῦ κοινωνοὺς ἡμᾶς θείας φύσεως ἀπεργασάμενος.
ὡς γὰρ οὐκ ἐνδέχεται θεὸν αὐτὸν ὄντα καὶ ἴσον τῷ πατρὶ μὴ οὐχὶ ἔξω περιγραφῆς εἶναι (ἄπειρον γὰρ τὸ θεῖον καὶ ἀόριστον καὶ ἀπερίληπτον), τὸν αὐτὸν δὴ τρόπον ἀνεγχώρητόν ἐστιν ἄνθρωπον αὐτὸν ἀληθῶς ὄντα καὶ ὅμοιον ἡμῖν κατὰ πάντα γεγονότα μὴ οὐχὶ περιγραφῆς εἴσω μένειν· περιληπτὸν γὰρ αὐτοῦ τὸ σῶμα, ἁφῇ καὶ χροιᾷ ψηλαφώμενον. ὅπερ οὐχ ὁμολογοῦντες οἱ εἰκονομάχοι ἀρνησίχριστοι ἀριδήλως καθεστήκασι, τὸν ἐνσώματον ἀσώματον ὑπολαμβάνοντες καὶ τὸν μεθ᾽ ἡμῶν γεγονότα ἔξω τῆς καθ᾽ ἡμᾶς φύσεως δογματίζοντες. ἐντεῦθεν ἐδονήθη ὁ κόσμος, ἠρνήθη Χριστὸς διὰ τῆς σεπτῆς αὐτοῦ εἰκόνος, ἥ τε Θεοτόκος καὶ πᾶς τις τῶν ἁγίων· τῇ γὰρ παραδοχῇ τῆς εἰκόνος παραδέδεκται ὁ εἰκονιζόμενος, ὡς καὶ ἔμπαλιν τῇ ἀθετήσει ἠθέτηται. ἐντεῦθεν διωγμὸς ἀναβρασσόμενος καὶ πατριάρχης θεσπέσιος ἐκσκορακιζόμενος, ἱερεῖς τε καὶ ἱεράρχαι, μονασταί τε καὶ μιγάδες ἐνθεώτατοι, οἱ μὲν ἐξοριζόμενοι καὶ φυλακιζόμενοι, ἕτεροι δὲ μαστιγούμενοι καὶ λιμοκτονούμενοι, ἔνιοι δὲ καὶ ἀποκτενόμενοι· ἐντεῦθεν ἐν ὄρεσι φυγαδευόμενοι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς οἱ μηδὲν τῶν τῇδε προκρίνοντες θεοῦ· ἐντεῦθεν ναοὶ κατασκαπτόμενοι καὶ ἅγια βεβηλούμενα καὶ θεῖα ἀναθήματα πυρὶ παραδιδόμενα, καὶ κραυγῆς τὰ πάντα καὶ λεηλασίας πλήρη, ὡς ἐν συντόμῳ εἰπεῖν.
Τοιαῦτα τὰ τῆς ἀσεβείας ἐγχειρήματα, ὡς ἂν ἐκ τοῦ καρποῦ τὸ δένδρον γινώσκηται. ἐπειδὴ δὲ ὑμᾶς, ὡς προείρηται, ἡ θεία χάρις ἠγκαλίσατο διὰ τῆς καλῆς ὁμολογίας, ἧς ὡμολογήσατε τοῖς πατράσιν, ὑπὲ ἧς καὶ μέχρις αἵματος προθυμεῖσθε ἀντικαθίστασθαι, καὶ ἡμεῖς οἱ ταπεινοὶ ταύτῃ δή, ταύτῃ τῇ ὁμολογητικῇ πεποιθήσει σέ τε τὴν κυρίαν δέσποιναν, τόν τε κύριον καὶ δεσπότην σὺν τοῖς λοιποῖς εὐκλεέσι κλάδοις καὶ εἰσδεδέγμεθα καὶ συνεισκρίνομεν τῷ μέρει τῆς ὀρθοδοξίας, μᾶλλον δὲ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ· καί, ἥκοντας ὑμᾶς πρὸς τὴν ταπείνωσιν ἡμῶν, προσκυνοῦμεν καὶ συγκοινωνοῦμεν ὑμῖν, εὐχαριστήρια τῷ ἀγαθῷ θεῷ ἀναπέμποντες, τῷ ποιοῦντι μεγάλα καὶ ἀνεξιχνίαστα, ὧν οὐκ ἔστιν ἀριθμός, τῷ ἐκ σκότους εἰς φῶς ἄγοντι καὶ ἐξ ὁδοῦ πλάνης εἰς τρίβον εὐσεβείας μεταφέροντι πάντα τὸν ἐξ ἀληθινῆς καρδίας ἐφιέμενον σῴζεσθαι.
Ταῦτα μὲν οὕτως. ἐπειδὴ δὲ ἀπεδόθη ὑμῖν παρὰ τοῦ μεγάλου βασιλέως εἰς κατοικητήριον διαίτης ἡ νῆσος τῆς Χαλκίτου, οὐ μικρῶς ἐλύπησεν οὐχ ἡμᾶς μόνους, ἀλλὰ καὶ πολλοὺς τῶν πατέρων ὅτι ἀδελφότης ὅλη σὺν καθηγουμένῳ τῆς πάλαι οἰκείας μονῆς ἐξεώθη καὶ νῦν ὧδε κἀκεῖσε περιφέρεται καὶ ὅτι ὤφθημεν ἀνοίγοντες γλώσσας ἐπὶ προτέραις δυσφημίαις. ὅμως, ἐπειδὴ ἀπελογήσασθε διὰ τοῦ πνευματικοῦ ἡμῶν υἱοῦ Κλήμεντος, τοῦ εὐλαβεστάτου ἡγουμένου, οὕτως καὶ οὕτως ὑπάρξαι τὴν ὑπόθεσιν ἐκ βασιλικῆς ἐξουσίας, ἀπελύθημεν τῆς λύπης. τοῦτο δὲ παρακαλοῦμεν, ὅσον ἐνδέχεται ἐκβιάσασθαι ὑμᾶς, θεραπεῦσαι τὸ ἄλγος τῶν ἐξιόντων, ἐπειδὴ γέγραπται, μὴ δῷς ἀνθρώπῳ τόπον καταρᾶσθαί σε, καί, ἱνατί, φησίν, ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως;
Κασσίᾳ κανδιδατίσσῃ Χρονία ἡ ἐπιστολὴ τῆς τιμιότητός σου, καὶ αὕτη ἐγκλητική, καὶ πῇ μὲν ὑποταπεινουμένη, πῇ δὲ κατεξανισταμένη τῆς οὐθενότητος ἡμῶν, ὡς ἁπλῶς καὶ ἀνεξετάστως προσιεμένων τὰς κατὰ σοῦ διαβολάς, οὐ μὴν ἀλλὰ καὶ ἀκρίτως ἐκφερόντων φωνάς, καὶ ταύτας ἐν τοῖς μάλιστα ἀναγκαίοις. ἡμεῖς δέ, κατειθισθέντες τοῖς τοιούτοις χαίρειν λέγειν, ἐκεῖνο δηλοῦμεν, ὅτι οὕτως ἀκούομεν τὰ θρυλλούμενα ὡς παιδιάς τινας καὶ οὕτως λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ θεῷ, τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν, εἰ καὶ ἄλλως ἁμαρτωλοὶ τυγχάνομεν· εἰ γὰρ Βαλαὰμ ὁ οἰωνοσκόπος οὐ παρὰ τὸ βούλημα τοῦ θεοῦ ἠνέσχετο ἀποκριθῆναι τῷ Βαλάκ, βασιλεῖ τῶν ἀλλοφύλων, πῶς ἡμεῖς, οἱ ἐν βαθμῷ ἱερωσύνης κείμενοι καὶ λόγον ὑφέξοντες ἐν ἡμέρᾳ κρίσεως ἀνθ᾽ ὧν ἐρωτώμενοι ἀποκρινούμεθα, δυνατὸν παρατετραμμένως φθέγγεσθαι τοῦ δέοντος;
Οὕτως οὖν ἀπεκρίθημεν τοῖς ἐρωτήσασιν, οὐκ αὐτοὶ ἀφ᾽ ἑαυτῶν ἐπιτετραπότες τοῦτο κἀκεῖνο γενέσθαι, ὡς αὐτὴ προήχθης εἰπεῖν. καὶ τί βούλει, πρὸς τὸ ἀρέσκον ἑκάστῳ ἐμπορικῶς ἡμᾶς ἀποκρίνεσθαι ἢ ὀρθοτομοῦντας τὸν λόγον τῆς ἀληθείας; μὴ τοίνυν μήτε αὐτὴ πλήττου εἰς ἡμᾶς τοὺς ταπεινοὺς ἀκαίρως μήτε ἡ κυρία ἡ ἀδελφὴ μήτ᾽ ἄλλος, ὁ προαιρούμενος σκώπτειν καὶ διασύρειν ἡμᾶς, ἀλλὰ γίνωσκε ὅτι καὶ τὸν ἀείμνηστον στρατηγὸν οὐκ ἐχθρωδῶς ἔχομεν, ἀλλὰ καὶ μάλα ἀσπασίως, ὥσπερ καὶ τὴν ὁμόζυγον αὐτοῦ. λυπούμεθα δὲ καὶ ἀντεγκαλοῦμεν εἰκότως ὅτι ὑμεῖς, αἱ καὶ γνώσει διαφέρουσαι καὶ εὐλαβείας ἀντιποιούμεναι, οὐκ ἀληθινῇ ἀγάπῃ ἤχθητε ἐν τέλει πρὸς αὐτόν· ἐπεὶ ἔδει πρὸ πάντων καὶ ὑπὲρ πάντα τὸ σωτηριῶδες τῆς ψυχῆς αὐτοῦ εἰς τὸ μετασχεῖν τῶν ἁγιασμάτων ἀγωνίσασθαι, τὰ ἄλλα πάντα σκύβαλα ἡγούμεναι, ὥστ᾽ ἂν εὑρεθῇ ἐν τῇ ὀρθοδόξῳ κοινωνίᾳ, ἐπειδὴ γέγραπται, ὅπου ἄν εὕρω σε, ἐκεῖ σε κρινῶ.
Ἡμεῖς μὲν οὕτως φρονοῦμεν καὶ λέγομεν. εἰ δὲ ἄλλοι ἄλλως, αὐτοὶ κύριοι τῆς οἰκείας φωνῆς, καὶ ἡμεῖς γε σιωπῶμεν. οἶδεν Κύριος τοὺς ὄντας αὐτῷ, καὶ ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου, καθὰ γέγραπται.
Ὑπακοῇ μοναζούσῃ Οἱ τὸν μονήρη βίον ἐπανῃρημένοι καὶ τῷ κόσμῳ ἐντεῦθεν ἐσταυρωμένοι, ὡς ἤδη ἀνώτεροι γενόμενοι τῶν σαρκικῶν σχέσεων καὶ συμβάσεων, οὐ πεφύκασι κατακάμπτεσθαι ἐν ταῖς συμβατικαῖς τῶν συγγενῶν περιστάσεσιν οὐδὲ λυπεῖσθαι ἐν ταῖς τούτων ἀποβιώσεσιν. ἀλλ᾽, ἐπειδὴ εὑρίσκομεν καὶ ἐπ᾽ αὐτῶν τῶν ἁγίων κεκάμφθαι ἐν τῷ τῶν συναίμων πάθει καὶ δάκρυον ἀποστάζειν θερμὸν ἐν ταῖς τούτων ἀποβιώσεσιν, οὐ ξένον τι κρίνομεν καὶ ἡμεῖς τὰ αὐτὰ πεπονθέναι, καὶ μάλιστα ἐπὶ ἀδελφῷ, καὶ ἀδελφῷ καλλίστῳ κατά τε φρόνησιν καὶ περιφάνειαν καὶ οἷον ἐν τάξει πατρὸς ἐπέχοντι τῆς καθ᾽ ὑμᾶς φροντίδος τὸν λόγον.
Δεινὸν ὄντως τὸ πάθος, ἀδελφὴ ἐν Κυρίῳ, καὶ ἥψατο ὑμῶν τῆς καρδίας ἡ πληγὴ καθάπερ ὑπὸ μαχαίρας τεμνούσης. τί τοῦτο; ἐκκαλυπτέον γὰρ τὸ πρόσωπον. ὁ κύριος ὁ ἀδελφός, ὥς φασι, κεκοίμηται· ᾤχετο ἀνὴρ ἀγαθός, ἐσβέσθη ὁ ὀφθαλμὸς τοῦ γένους, ἀπέπτη τὸ παραμύθιον ὑμῶν. ὀρφανοὶ μὲν οἱ παῖδες οὓς ἤνεγκεν, ὀρφανὴ δὲ καὶ αὐτὴ σὺν ταῖς ἀδελφαῖς, οὐκ ἔχουσα ποῦ ἐρείσῃ τὴν χεῖρα ὀκλάζουσα ἢ ποῦ ἀποβλέψοις περιστατουμένη. ἀλλ᾽ ἱνατί ἐπὶ πλεῖον ἐλεεινολογοῦμεν τὸ πάθος; πρὸς θεοφιλῆ ἡμῖν ὁ λόγος, πρὸς συνετήν, πρὸς ἐχέφρονα, πρὸς πολύπειρον, πρὸς ἔμπλεων τῇ θείᾳ γνώσει, δυναμένην καὶ ἄλλους σωφρονίζειν τῷ καθ᾽ ἑαυτῆς ὑποδείγματι. ἔκβαλε ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας σου τὸν πνευματικὸν πλοῦτον, τὰ φάρμακα τῆς παραμυθίας, ἐπαρκοῦσα σαυτῇ τε καὶ ταῖς ἀδελφαῖς· ἴσμεν γὰρ ὅτι κἀκείνων ἥψατο ἐξ ἴσου ἡ λύπη, ἐπεὶ καὶ τῆς κυρίας ἡγουμένης, ἀλλὰ γὰρ καὶ ὅλου τοῦ γένους, προσθείην δ᾽ ἂν καὶ αὐτῆς τῆς συγκλήτου. τίς ἐπ᾽ αὐτῷ μὴ ἐπιστενάξειε; τίς δὲ μὴ καταγάγοι δάκρυα, ὅπερ καὶ ἡμῶν τῶν ταπεινῶν, καίπερ οὕτω φιλοσοφούντων, ἥψατο ἡ λύπη;
Ἀλλ᾽, ἐπειδὴ ἀπεβλέψαμεν ὅτι οὐδεὶς εἰς γέννησιν ἐλθὼν μὴ οὐχὶ καὶ ἐκδημήσειε τῶν ἐνθένδε, καὶ τοῦτο ἀπὸ τοῦ προπάτορος ἡμῶν Ἀδάμ μέχρι τοῦ δεῦρο, οὐδὲν ξένον ἡγησάμεθα ἐπὶ τῷ συμβεβηκότι· ξένον δ᾽ ἂν εἶεν, εἴπερ ἡ θεοσύνετός σου καρδία ἐνέγκοι εὐχαρίστως, ὑποτύπωσις γενομένη σὺν τῇ κυρίᾳ καθηγουμένῃ ταῖς τε ἀδελφαῖς καὶ ἐξαδέλφαις καὶ πάσῃ τῇ συγγενείᾳ. διάθου κατὰ τὸ εἰωθός σοι εὐψύχως πάντα, μεγαλοβούλως καθ᾽ ὅσον ἐνδέχεται ἐπικουροῦσα καὶ τὴν οἰκίαν τοῦ ἀδελφοῦ εἰς τὸ μὴ ἐρήμην καταδραμεῖν τοὺς ἐφεδρεύοντας ἐν ταῖς περιστάσεσι τῶν ἀνθρώπων. φρόντισον οὖν ὅσον δυνατὸν καὶ τῆς τιμίας ψυχῆς τοῦ ἀγαθοῦ ἀνδρὸς ἐκείνου, ὅτι καὶ μετὰ θάνατον βοηθοῦνται παρὰ τῶν ζώντων οἱ ἐκδεδημηκότες.
Καὶ ἁπλῶς τὰ πάντα ἐν πᾶσιν οἴδαμέν σε εὖ διατίθεσθαι καὶ στρατηγεῖν τὸν λογισμὸν μᾶλλον ἢ στρατηγεῖσθαι ὑπὸ τῆς ἀθυμίας καὶ μοχθηρίας. εἰς αὐτὸ γὰρ τοῦτο καὶ τὸν ἀδελφὸν Ἀθανάσιον ἀπεστάλκαμεν, ἐπιδεικνύντες τὸ περιπαθὲς ἡμῶν πρὸς τὸν ἄνδρα καὶ πρὸς τὴν ὑμετέραν τιμιότητα ἐπικαμπτικόν· ὃν εὐχόμεθα τάχιον ἀποδέξασθαι, ἄγγελον ἀγαθὸν τῆς εὐχαρίστου ὑμῶν ὑπομονῆς γιγνόμενον.
Ὀλβιανῷ πατρικίῳ Γεώργιος ὁ θεοφιλὴς ἀνὴρ καὶ περίδοξος νοτάριος, προσηγορίαν ἡμῖν κεκομικὼς παρὰ τῆς πανευφήμου καὶ διαβοήτου ὑμῶν ὑπεροχῆς, ἀπῄτησε τὸν ἀντασπασμὸν ἐγγράμματον ἡμᾶς ποιήσασθαι, ὡς τοῦτο κελευούσης τῆς μακαριότητος ὑμῶν.
ἡμεῖς δέ, ἑαυτοὺς πεπεικότες ὑπείκειν ἐν τοῖς φιλικοῖς καθήκουσιν, χαράττομεν τήνδε τὴν ἐπιστολήν, πρῶτον μὲν προσαγορεύοντες τὰ εἰκότα οἱ εὐτελεῖς, αὐτὸ τοῦτο ἀποδεχόμενοι καὶ ὑπεραποδεχόμενοι, ὅτι γλίχεται τῆς φωνῆς ἡμῶν ἀκοῦσαι, οἰκτρῶν ὄντων καὶ ἁμαρτωλῶν (καὶ γὰρ εὐσεβείας δεῖγμα τοῦτο οὐ τὸ τυχόν, ὅτι ὁ ὑψηλὸς τῇ ὑπεροχῇ πρὸς τὴν τῶν ταπεινῶν φωνὴν ἐπικάμπτεται, καὶ μάλιστα ἐν τῷ παρόντι καιρῷ, ὁπότε ἀποτροπάδην οἱ πολλοὶ καὶ τοὺς ἄγαν φίλους ἔχουσι, μὴ ὅτι γε καὶ τοὺς ἀφανεστέρους), ἔπειτα ὑπομνήσκοντες μεθ᾽ ὑποστολῆς ἄρχειν καὶ διέπειν τὸ ὑπήκοον θεοπρεπῶς· εἰ γὰρ πᾶσα ἀρχὴ καὶ ἐξουσία ὑπὸ θεοῦ ἐστι τεταγμένη, ἀποστολικῶς εἰπεῖν, δῆλον ὅτι ὁ ἄρχων καὶ ἐξουσιάζων θεοτελῶς ὀφείλει διεξάγειν τὸν ὑπὸ χεῖρα λαόν, τοῦτο μὲν ἐν ἀδεκάστοις κρίμασι τῶν ἐν ταῖς διαδικασίαις ἀμφισβητουμένων, τοῦτο δὲ καὶ ἐν εὐμενεῖ καὶ εἰρηνικῷ προσώπῳ ὀπτάνεσθαι τοὺς προσιόντας καὶ διδεῖν τῇ εὐπροσίτῳ παραδοχῇ θάρσος φθέγγεσθαι τὸ παριστάμενον (πτωχὸς γάρ, φησίν, οὐχ ὑφίσταται ἀπειλήν), εἶτα καὶ περὶ τὸ πτωχὸν μέρος καὶ τεταπεινωμένον ἐπικάμπτεσθαι καὶ παιδεύειν μέν, ὁπηνίκα ἡ χρεία ἀναγκάζει, παιδεύειν δὲ μὴ ἐν θυμῷ, ἀλλὰ σκοπῷ διορθώσεως ἀταράχως, μηδὲ ἐν πολλαῖς μάστιξι (τὸ γὰρ ἀπηνὲς ἄφιλον θεῷ), ἀλλ᾽ ἐγκεκριμένως καὶ ὅσον τὸ ἀπαίδευτον ἀναστεῖλαι καὶ τὸ διορθωτικὸν περιποιήσασθαι, οἷα πατὴρ παιδὶ καὶ ὡς ἰατρὸς τῷ κάμνοντι.
καὶ μακάριος ὁ οὕτως δημαγωγῶν καὶ στρατηγῶν, ἐπειδὴ καὶ Μωσῆς ὁ θεράπων τοῦ θεοῦ ἀρχικὸς καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ στρατηγός· καὶ πολλοῦ ἐστι φάναι ὅσοι οὐ μόνον ἐν βασιλεῦσιν, ἀλλὰ καὶ κριταῖς καὶ ἄρχουσι καὶ πρὸ νόμου καὶ ἐν νόμῳ καὶ μετὰ τὴν χάριν ἀρχαΐζοντες καὶ πρωταρχοῦντες εὐηρέστησαν τῷ Κυρίῳ, σὺν εὐσεβείᾳ ἀναστρεφόμενοι.
Ταύτῃ δὴ οὖν καὶ σέ, τὸν πανεύφημον καὶ ἐπιπόθητον ἡμῶν δεσπότην, φιλοῦμεν καὶ αἰτοῦμεν διέπειν καὶ τούτοις δὴ τοῖς σεσωσμένοις καὶ ἀξιαγάστοις ἐναρίθμιον γενέσθαι. καὶ μή τοι δέξῃ τὴν ὑπόμνησιν ἡμῶν ὡς αὐθαδιασμόν, ἀλλ᾽ ὡς ἀγαπητικὸν τρόπον, ἐπειδὴ φιλοῦμέν σε, φιλοῦντα τὸν θεόν, καὶ φίλου δεῖγμα τὰ ἐπωφελῆ φθέγγεσθαι τῷ φιλουμένῳ· ὅπερ δέδειχεν τὸ εὐτελὲς ἡμῶν γράμμα. ἀξιώσειε δὲ ἡμᾶς ὁ ἀγαθὸς θεὸς ἡμῶν καὶ εἰς τὴν κατ᾽ ὀφθαλμοὺς ὁμιλίαν ὀψέ ποτε ἐλθεῖν καὶ ἀπολαῦσαι τῶν ἐν σοὶ καλῶν, ἵνα, ὅσα ὁ λόγος τῆς ἀκοῆς οὐ παρίστησι, ταῦτα ἡ αὐτοπτικὴ ἱστορία ὑποδείξασα ἐνεργεστέρους ἡμᾶς καταστήσειεν τῆς φιλικῆς ἀνακράσεως, ἐπειδήπερ ἐξεδιδάχθημεν παρὰ τοῦ χρηστοῦ γραμματηφόρου οὐκ ὀλίγων κατορθωμάτων κεχαρακτηρίσθαι τὴν εὐσέβειαν ὑμῶν· ἣν καὶ διασώσειεν ὁ Κύριος ὡς κόρην ὀφθαλμοῦ, ὑπερθέουσαν πάσης βλαπτικῆς ἐπηρείας, καὶ σώσειεν εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον.
Ἀντωνίῳ ἐπισκόπῳ Πρέπουσαν προσφώνησιν ἡ πατρική σου ἁγιωσύνη πεποίηται τανῦν, οὐκ ἐφ᾽ ἡμῖν τοῖς ταπεινοῖς, ἄπαγε (συνίσμεν γὰρ ἑαυτοὺς οἷοί ἐσμεν, ὡς ἀποδέοντες καὶ τῶν ἐν τῷ ἐσχάτῳ βαθμῷ ἀπονενεμημένων κατὰ τὸν τῆς ἀρετῆς λόγον), ἀλλὰ τοῖς πᾶσι θείοις τε πατράσι καὶ ὁμολογηταῖς, ὥσπερ τις ἄγγελος ἀγαθὸς ἀναγγέλλων τὰ προσαγορευτικὰ καὶ συνδέων τοὺς ἅπαντας ἡμᾶς τῷ ἀγαπητικῷ τρόπῳ γε. τοῦτο δίκαιον καὶ προσῆκον, τοὺς ἄλλους ἀλλαχῇ διεσπαρμένους διὰ τὸν λόγον τοῦ θεοῦ καὶ τὴν μαρτυρίαν τοῦ μονογενοῦς αὐτοῦ υἱοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ φθέγγεσθαι ἀλλήλοις τοῖς γράμμασι καὶ συνάπτεσθαι πνευματικῶς τοῖς ὑπομνήμασι, καὶ μηδαμῶς τῇ ἀφωνίᾳ ὡς τεθνεῶτας λελογίσθαι. τοῦτο γὰρ ἴσμεν καὶ τὸν μακάριον ἀπόστολον Παῦλον σὺν τοῖς ὁμοταγέσι θεοστόλοις ἀλλήλους μακρόθεν φωνοῦντας καὶ εἰς ταὐτὸν ἐρχομένους τῷ συναπτικῷ λόγῳ καὶ τὸ εὐαγγέλιον τῆς βασιλείας τοῦ θεοῦ καταγγέλλοντας παντὶ τῷ κόσμῳ, ἐν ᾧ καὶ ἡμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον, εἰ καὶ τολμηρὸν εἰπεῖν, θέμενον παρεγγυᾷ· λάλει γάρ, φησί, καὶ μὴ σιωπήσῃς, ὅτι λαός μοι πολύς ἐστιν ἐνταῦθα. καὶ ἀλλαχοῦ· ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. ὥστε φοβερὸν τὸ κρίμα τῆς σιωπῆς, καὶ ταῦτα ἐν τῇδε τῇ ἐθελοκάκῳ κωφεύσει τῶν αἱρετιζόντων.
ὅπερ ἡ ἁγιωσύνη σου, καθὰ γέγραφεν, ἐνεργοῦσα θεοπρεπῶς πολλοὺς πειρασμοὺς ὑφίστασθαι φαίη παρὰ τῶν οὐκ ἐθελόντων λόγον ὅσιον ἐνηχεῖσθαι, ἀλλ᾽ ἠρνημένων τὴν θεόγραπτον Χριστοῦ εἰκόνα, τῆς Θεοτόκου καὶ οὑτινοσοῦν τῶν θεραπόντων αὐτοῦ.
Μένοις οὖν, ὦ τριπόθητε, ἐπὶ τῆς λυχνίας τοῦ λόγου κείμενος εὐαγγελικῷ προστάγματι καὶ λάμπων πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ ὡς ἂν οἱ ἁπλοῦντες τὰς ὄψεις τὸ φῶς εἰσδέχοιντο, οἱ δὲ μύοντες τὰς αἰσθήσεις τῆς οἰκείας ἀβλεψίας τὸν καρπὸν δρέψωνται· καί γε εὔξαιο τοῦτο καὶ ἡμᾶς ποιεῖσθαι καὶ ἀνένοχον τὸ τῆς προστασίας δῶρον ἀπενέγκασθαι. γινώσκειν σε δὲ βουλόμεθα ὅτι εἷς τῶν λαμπτήρων ἀπέπτη πρὸς Κύριον, οὗτος δὴ ὁ ἁγιώτατος μητροπολίτης Συννάδων, ἐπεὶ καὶ πρότερον οἱ κλεινοὶ ἀδελφοὶ καὶ πατέρες, Ἀθανάσιος ὁ τοῦ Παυλοπετρίου καθηγεμὼν καὶ Ἰωάννης ὁ τῆς Χαλκίτου καθηγητής. καὶ οἱ αἱρετικοὶ μὲν δοκοῦσιν ὑποτέμνεσθαι τὸ ὁμολογητικὸν πλήρωμα τοῦ Χριστοῦ, ἀγνοοῦσι δὲ ὅτι καὶ μᾶλλον πληθύνεται, ζήλῳ τῶν προηθληκότων συνανιπτάμενον καὶ τὸ πτερορρυῆσαν τυχὸν στῖφος. Χριστὸς δὲ ἔτι καθεύδει, τοῖς μὲν ὑπανοίγων θύραν χρηστότητι ἀνεκδιηγήτῳ, τῶν δὲ δοκιμάζων τὸν πόθον ἐν ὑπομονῆς στεφανώματι, τοὺς δὲ καὶ ὡς χρυσὸν δεδοκιμασμένον προσλαμβάνων ἑκάστοτε εἰς διάδημα κάλλους δόξης αὐτοῦ.
Ταῦτά σοι πρὸς ἡμῶν, ὦ μακαριώτατε. αὐτὸς δὲ ἔτι δυσωπήσειας τὸν θεὸν εἰρήνην ἐμποιῆσαι τῇ αὐτοῦ ἐκκλησίᾳ, ἐκτίλλων πᾶν κακὸν ἐκ μέσου καὶ τοὺς ὑπολελειμμένους ἡμᾶς ἀξιῶν εἰς τὴν κατ᾽ ὀφθαλμοὺς ὁμιλίαν ἐλθεῖν, καθὰ καὶ εὐκτικῶς ὑπεδήλωσας.
Διονυσίῳ μονάζοντι Οἱ παρὰ τῶν ἐπιστημόνων ἰατρῶν θεραπευόμενοι οὐ χρείαν ἔχουσι τῆς τῶν ὑφειμένων ἐπισκέψεως, εἰ μή τι ἆρα ἀγάπης τρόπῳ ἀφοσιούμενοι τοὺς γνησιεύοντας· ὥστε καὶ ἡ ἀδελφικὴ ὑμῶν τιμιότης περιττόν τι ἂν εἰργάζετο, παρὰ τοῦ θεοφιλεστάτου ἡμῶν πατρὸς καὶ ἀρχιεπισκόπου τοῦ Δυρραχίου ἰαθεῖσα καὶ μὴ ἐμμείνασα, ἀλλ᾽ ἔτι καὶ πρὸς ἡμῶν τῶν ὑφειμένων καὶ τεταπεινωμένων θεραπείαν ἐπιζητοῦσα. ἀλλ᾽, ἐπεὶ ὁ λόγος τῆς ἀγάπης κεκίνηκε νῦν ὑμᾶς ἐπιστεῖλαι, πέπεικεν καὶ ἡμᾶς τοὺς οὐδαμινοὺς ἀντεπιστεῖλαι ὑμῖν καὶ συνάψαι πρὸς ἑαυτοὺς τῇ ἀγαπητικῇ διαθέσει· χρὴ γὰρ καὶ δίχα τινὸς ἀναγκαίου τοὺς τὸ αὐτὸ ἐπάγγελμα ἐπανῃρημένους καὶ τὸ αὐτὸ φρόνημα οὖν ἀσπαζομένους ἀγαπητικὸν συνανακρᾶσθαι. καὶ γὰρ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγῆναι τὴν τῶν πολλῶν ἀγάπην ὁ Κύριος εἴρηκεν.
Τὸ μὲν οὖν τῆς ἰατρείας ὑμῶν κατὰ τὸ κεκανονισμένον ὑπὸ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου συντηρείσθω ἄνοσον. τοῦτο δὲ παραινοῦμεν καὶ ὑπομνήσκομεν, μὴ ὑφιζάνειν πάλιν εἰς τὰ ὀπίσω μηδὲ πρὸς τὴν ὀλεθρίαν ὑπόπτωσιν ἀπάγεσθαι διὰ τῶνδε καὶ τῶνδε τῶν γνωρισμάτων· ἀρκεῖ γὰρ καὶ τὰ πάλαι, ἐφ᾽ οἷς καὶ ὀφείλομεν στένειν καὶ ποτνιᾶν εἰς τὸ ἀεί, κλάειν τε καὶ οἰμώζειν, ὅτι τῶν ἀδελφῶν ὁμοσχήμων πετασθέντων ὡς ἀετῶν ὑψοῦ τῇ ὁμολογίᾳ ἡμεῖς ὑπὸ παγίδα κεκρατήμεθα τῆς αἱρέσεως· κἀκείνων διωκομένων ἡμεῖς οἴκοι ἐμένομεν, καὶ τῶνδε ἠθληκότων μαρτυρικῶς ἡμεῖς ἔξαρνοι γεγόναμεν χειρὶ καὶ στόματι, κἂν οὐ καρδίᾳ, καὶ ἄλλων φυλακιζομένων καὶ λιμοκτονουμένων ἡμεῖς ἐν ἀδείᾳ διήγομεν. πῶς οὖν οὐκ ἐνθυμητέον ταῦτα καὶ διὰ τάδε ὀδυρτέον; πῶς ἔσομαι, φησὶν ὁ Μέγας Βασίλειος, μετὰ Ἰώβ, ὁ μηδὲ τὴν τυχοῦσαν θλῖψιν μετ᾽ εὐχαιστίας δεξάμενος; πῶς δὲ μεθ᾽ ἑκάστου τῶν ἁγίων, ὁ μὴ τοῖς ἴχνεσιν αὐτῶν ἐμπολιτευσάμενος;
Ὁρᾶτε, ἀδελφοί, οἷοι οἱ φοβερισμοί, οἷα τὰ διαστήματα; τί, φησίν, ὠφελήσει ἄνθρωπος, ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; οὐχὶ τοῦ Κυρίου φωνὴ αὕτη; οὐκοῦν φοβηθῶμεν καὶ τρομάξωμεν, καὶ περὶ μέντοι τῶν προτέρων δεηθῶμεν ἔτι τὴν συγχώρησιν, πρός τε τὰ ἑξῆς βαδιούμεθα ὀρθοποδοῦντες, μηδόλως σκελιζόμενοι μηδὲ ἐπ᾽ ἀμφοτέραις ταῖς ἰγνύαις χωλανοῦντες κατὰ τὸ γεγραμμένον, ἀλλ᾽ εὐθυποροῦντες ἐν ταῖς ἐντολαῖς τοῦ θεοῦ, τὴν πίστιν ἀκραιφνῆ, τὴν πολιτείαν ἀκίβδηλον συντηροῦντες, ἵνα κληρονομήσωμεν οὐκ ἀγροὺς καὶ ἀμπελῶνας καὶ συκᾶς καὶ ὅσα τῆς ἐπικήρου καὶ φθειρομένης ζωῆς, ἀλλὰ τὰ ἐν ἐπαγγελίαις ἀγαθά, τὴν ζωὴν τὴν αἰώνιον, τὴν βασιλείαν τῶν οὐρανῶν· τὸ γὰρ ἐναντίον ἐκ τῶν ἐναντίων πράξεων ἀπάντημα ἀπείη καὶ ἐννοεῖν καὶ λέγειν.
Εἰρήνη ὑμῖν, ἀδελφοὶ ἐν Κυρίῳ· εἰρηνεύετε ἐν ἀλλήλοις, εὔχεσθαι ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν παρακλήθητε.
Ἰωσὴφ καθηγουμένῳ τῶν Κεραμένων Καὶ πρὸ τῆς ἐλεύσεως τοῦ καλοῦ Σεργίου ἠκουτίσθη ἡμῖν τὸ περὶ τὸν μακάριον μητροπολίτην πένθος ὑμῶν, ὦ ἀδελφοὶ τιμιώτατοι, καὶ ὅσον ἐστενάξαμεν, προσθείημεν δ᾽ ἂν καὶ ἐδακρύσαμεν, οἶδεν ὁ τῶν ἀφανῶν γνώστης, ἐπειδὴ κοινὸς ὁ πατὴρ καὶ ὑμῶν καὶ ἡμῶν φίλος τε πιστός, τὸ παρὰ πᾶσι ζητούμενον καὶ σπάνιον εὑρισκόμενον. ὤ, πῶς κατέπεσε στῦλος τῆς ἐκκλησίας ἀκράδαντος, πῶς δὲ ἀπεσβέσθη φῶς τῶν ἐν σκότει καὶ τὸ ὑμέτερον ἰδιαίτατον αὔγασμα; σεσίγηκε γλῶσσα ἡδυεπής, ᾤχετο νοῦς ἐμφρονέστατος, ὑπεσπάσθη ἔρεισμα πίστεως, πρόμαχος ἐκκλησιῶν, μειλίχιος λόγος, πειθήνιος φωνή, πᾶν ὅσον καλὸν καὶ ᾄδεται περὶ τοῦ ἀνδρὸς καὶ γνωρίζεται. καὶ γεγόναμεν (οὐ λέγω τὸ ὑμῶν μόνον, ἀλλὰ καὶ κατὰ τὸ τῶν ὀρθοδόξων πλήρωμα) ὀρφανοὶ ἐπὶ προλαβούσαις ὀρφανίαις· προύλαβεν ὅσδε ὁ μακάριος πατήρ, ἐπηκολούθησεν ἕτερος, συναπέπτη ἄλλος, σχεδὸν πάντες οἱ φωστῆρες τῶν πιστῶν ἔδυσαν κομιδῇ ὀλίγων ἐναπολειφθέντων. καὶ στυγνάζει μὲν ὁ οὐρανός, νέφει περιεχόμενος, στυγνάζει δὲ ὅτι μάλιστα ἡ ἐκκλησία νῦν, τοὺς ἀστέρας αὐτῆς ἀποβεβληκυῖα.
πλὴν ὅμως ὁ τῆς δικαιοσύνης ἥλιος εἴληφε τοὺς ἀστέρας, μακαρίῳ τέλει ἀποβιώσαντας, καὶ αὐτὸς ὑπέσχετο ἕως συντελείας τοῦ αἰῶνος ἔσεσθαι μεθ᾽ ἡμῶν· ὥστε, εἰ καὶ λυπηρὰ τὰ παρόντα, ἀλλὰ πάλιν περιχαρῆ διὰ τὴν ἐλπίδα ὅτι ἔχομεν εἰς θεὸν τοὺς πατέρας ἡμῶν ὑπερασπιστάς, ἄνωθεν ἐποπτεύοντας ἡμᾶς ἵλεως καὶ κάμπτοντας εἰς τὸν περὶ ἡμᾶς οἶκτον τὴν αὐτοῦ ἀγαθότητα.
Λοιπὸν ἐφ᾽ ὑμῖν ἐπιστρετέος ὁ λόγος. οὐ ποίμνιόν ἐστε ἠπορημένον, ὦ ἀδελφοί· ὁ γὰρ καλὸς ἀρχιποιμὴν ὑμῶν, ὁ τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου ὁμώνυμος, ἤδη καὶ ἐτύπωσεν καὶ ἐστοιχείωσεν, ἔτι τε ζῶν ἡγούμενον ὑμῖν προεστήσατο καὶ πᾶν ὁτιοῦν ὀφειλόμενον διετάξατο· καὶ ὅλον ἐνιαυτὸν ὡς ἤδη ἀπαίρων καθ᾽ ἑκάστην ἡμέραν τοὺς συντακτηρίους λόγους ἐπιφωνῶν κατήρτισεν ἕνα ἕκαστον. καὶ εὐχῆς μὲν ἔργον μὴ κατὰ τὴν δυσκολίαν τοῦ χρόνου ἄλλως ἀπαντήσοι τὰ πράγματα, ἀλλ᾽ ὡς διετάξατο διαμεῖναι καὶ ὑμᾶς καὶ αὐτά. οὐ μήν, εἰ δι᾽ ἐναντίας ἔλθοι, τούτου χάριν προέσθαι ὑμᾶς τὴν ἀλήθειαν, ἀλλά, καθὼς κἀκεῖνος διετάξατο ἐγγράφως, πάντα σκύβαλα ἡγήσασθαι διὰ Χριστὸν καὶ μὴ προδοῦναι τοὺς περὶ πίστεως καὶ ἀληθείας λόγους.
Ταῦτα μὲν πᾶσιν ὑμῖν λεκτέον, προηγουμένως δὲ σοί, τῷ κυρίῳ καθηγεμόνι, ἐπειδὴ οἷον τὸ ἄρχον καὶ τὸ ἀρχόμενον πέφυκε γίνεσθαι. καί γε ἅπαξ ἑαλώκαμεν ἐπὶ τῇ αἱρετικῇ κοινωνίᾳ φειδοῖ τῶν ὁρωμένων, μὴ πάλιν, δεόμεθα καὶ ὑπομνήσκομεν, διὰ μοναστήρια, ἀμπελῶνάς τε καὶ ἐλαιῶνας καὶ συκῶνας, ἃ μικρὸν ὕστερον καὶ ἡμεῖς ὡς οἱ πατέρες ἡμῶν καταλείψομεν (καὶ καταλείψομεν εἰς αἰῶνας), προδῶμεν τὴν ἀκρίβειαν τοῦ ἐπαγγέλματος καὶ χρανθῶμεν τῇ ἑτεροδόξῳ κοινωνίᾳ, τὰ σκαμβὰ ὑποδείγματα κυκλόθεν περιβλέποντες. οὐ προστήσεται ἡμῖν ἐν καιρῷ θανάτου, ἐν ὥρᾳ κρίσεως εἰς βοήθειαν ταῦτα, ἀλλὰ τὸ χρηστὸν συνειδὸς καὶ ἡ ἀκατάγνωστος πολιτεία. καὶ ταῦτα οὐχ ὡς βουλόμενοι ὑμᾶς πάσχειν τι δεινὸν προτρεπόμεθα, ἀλλ᾽ ὡς ἀδελφοὶ ἀδελφοῖς βοηθεῖν προαιρούμενοι κατὰ τὴν κελεύουσαν ἐντολήν. ἐπεὶ καὶ κατελεοῦμεν καὶ οἰκτείρομεν τὸν κύριον Γρηγόριον, τὸν πνευματικὸν ἡμῶν ἀδελφόν, ὡς ἤδη λιπαρῶς γεγηρακότα καὶ τοιοῦτον ὄντα οἷον ἴστε ἀπό τε τῶν σαρκικῶν καθηκόντων καὶ ἀπὸ τῶν πνευματικῶν κατορθωμάτων, εἰ καὶ ὅτι χριστομιμήτῳ ταπεινώσει οἴσειν πάντα προέκρινεν ἤ τι ἐναντίον τῶν πατρικῶν ὁρισμῶν διαπράξασθαι.
Χαρισθείη ὑμῖν ἡ εἰρήνη τοῦ θεοῦ, ἥνπερ ἐπεφθέγξατο τοῖς ἁγίοις αὐτοῦ ἀποστόλοις ἀπαίρων ἐν οὐρανοῖς, ἀλλὰ μὴν καὶ ἡ εἰς ἀλλήλους ἀγάπη· ἐν τούτῳ γάρ, φησί, γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. εὐθύμει, ὁ κύριος ὁ ἡγούμενος, αὐτὸς ὁ κύριος Γρηγόριος, εἶτα εἷς ἕκαστος τῶν ἑξῆς, ἀνανεύοντες ἅπαντες ἀπὸ τῆς λύπης καὶ ὁδοποιοῦντες ὥσπερ νέαν τινὰ ὁδὸν τὸν πνευματικὸν ὑμῶν ἀγῶνα, προσευχόμενοι καὶ περὶ ἡμῶν τῶν ταπεινῶν τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας.
Εὐθυμίῳ Σάρδης Σὺ μέν, ὦ μακάριε, τῇ συνήθει ταπεινοφροσύνῃ χρώμενος, οὐ διαλιμπάνεις ἀποσεμνύνειν ἡμᾶς τοὺς ἀγεράστους· ἡμεῖς δέ σε ἴσμεν ὡς ἀληθῶς καὶ κρηπῖδα τοῦ λόγου καὶ ἔρεισμα τῆς ἐκκλησίας, καὶ μάλιστά γε ἄρτι, ὁπηνίκα ἀπολελοίπασιν ἡμᾶς ὁ δεῖνα καὶ ὁ δεῖνα, οἱ διαφανεῖς πατέρες, τὸ κλέος τῶν ὀρθοδόξων, καὶ ὡς εἷς σχεδὸν πυρσὸς ὑπερλάμπων τῶν ὑφειμένων διαθέεις τῶν ἐν ἄστει, πολλοὺς μὲν φωτίζων μυωπάζοντας ἐκ φωτολειψίας, πλείους δὲ προσάγων τῷ θεῷ διὰ τῆς ἐπικλυζούσης οἷον ῥεύματί τινι μελισταγοῦς διδαχῆς σου.
Ἀλλὰ φυλαχθείης ἡμῖν ἔτι, ὦ τριπόθητε, οὐ μὴν ἀλλὰ καὶ πάσῃ τῇ ἐκκλησίᾳ εἰς στηριγμόν τε καὶ θεῖον ἀγαλλίαμα. περὶ οὗ δὲ πρεσβυτέρου ἐκέλευσας σημᾶναι οὕτως καὶ οὕτως, εἶναί τε καὶ ἐκλελυτρῶσθαι τῆς βαρβαρικῆς αἰχμαλωσίας συνίσμεν, πρὸς αὐτοῦ τούτου ἕκαστα ἐκμεμαθηκότες. ἀλλ᾽ ὁ ἀνὴρ οὐ βούλεται εἴτουν οὐκ ἀνέχεται τῷ καθ᾽ ἡμᾶς τύπῳ κεκανονίσθαι· οἶσθα γάρ, θεοτίμητε, ὅτι κοινῇ ψήφῳ τῶν τε ἔτι ὑπὲρ γῆν ὄντων καὶ τῶν ἔναγχος ἐκδημησάντων πρὸς Κύριον ὁμολογητῶν τοὺς ἅπαξ ἑαλωκότας τῇ αἱρετικῇ κοινωνίᾳ ἱερωμένους εἶρχθαι τῆς ἱερουργίας διώρισται, ἕως δῆλον ὅτι καιροῦ ἐπισκοπῆς τῆς ἄνωθεν προνοίας. καὶ πῶς ἂν δυνηθείημεν λῦσαι τὸν κανόνα καὶ διὰ τῆς τοῦ ἑνὸς παραδοχῆς νόμον ἐπὶ ἅπαντας τοὺς προειργομένους ἀποῖσαι κἀν τούτῳ ὑπεναντία μὲν δρᾶσαι τῷ θείῳ ἡμῶν καὶ πρωτάρχῳ καθηγεμόνι, ὅτι μηδὲ ἁπλῶς αὐτὸς τοὺς τοιούτους εὐλογεῖν κοινὴν βρῶσιν ἀνέχεται, μὴ ὅτι γε πλέον τι ἐνεργεῖν ἱερατικῶς, τοὺς ἄλλους τε τῶν ὁμολογητῶν σκανδαλίσαι καὶ ὑποῖσαι διχόνοιαν τοὺς ἀκριβείας ἀντεχομένους; κἄν τινες ἴσως ἔφθασαν τῇ κατ᾽ αὐτοὺς διακρίσει διὰ τὸ στενὸν τοῦ χρόνου καὶ τὸ τῶν ἐπιζητούντων ἀναγκαστικὸν τινὰς τῶν πρεσβυτέρων μετὰ τὴν ἐπιτιμίαν ἀπολελυκέναι, ἡμῖν δὲ οὐδαμῶς τοῦτο κατεργάσασθαι ἄτερ τοῦ προέδρου, ὅτι καὶ νομιστέον εὖ ἔχειν τὸν λόγον τῆς καθείρξεως.
ποῦ γὰρ φανείη τὸ διάφορον τῶν προδωσάντων τὴν ἀλήθειαν καὶ μή, τῶν γενναίως ἐνηθληκότων καὶ μηδαμῶς ἑλομένων ὑπὲρ τοῦ καλοῦ τληπαθεῖν; καὶ ποῦ ὁ Χριστὸς καὶ ὁ Βελίαρ, τὸ φῶς καὶ τὸ σκότος, εἴπερ ἀναμὶξ τὰ πάντα καὶ πρὸ κρίσεως συνοδικῆς κρίσις καὶ πρὸ εἰρήνης εἰρήνη; ἀπώμοτον τοῦτο, ὦ πατέρων κράτιστε, ὡς ἡμῖν γε δοκεῖ, εἴποιμεν δ᾽ἄν, καὶ τῇ ἀληθείᾳ· ἀρκετόν γε τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων, ὥς φησιν ὁ ἀπόστολος, ὡς ἂν μὴ τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. οὐ μὴν προακτέον εἰς τὸν ἀφ᾽ οὗ εἴρχθη διὰ τὴν παράβασιν βαθμὸν ἕως τοῦ δέοντος καιροῦ, ἵνα καὶ τὸ τοῦ πλημμεληθέντος εἶδος ἔτι κολάζοιτο παραπληκτικώτερον καὶ ὁ τῆς ὑγιώσεως τρόπος ὑποφαίνοιτο, διὰ τῆς προλήψεως τὸ ἱκανὸν ἔχων, εἰ καὶ ὅτι ἐξαίρετά τινα κατ᾽ ἀπορίαν, μὴ παρόντος σεσωσμένου, συγκεχώρηται δρᾶν ἱερατικῶς, ἃ καὶ συνεπίσταται ἡ τελειότης σου, ὁ ἤδη εἰργμένος ταύτῃ. ἀλλ᾽, οἷον ὅσδε ὁ πρεσβύτερος, καὶ πρὸ τῆς βαρβάρων πεπραγμένα αὐτῷ συννοῶν καὶ ὡς πολλοὺς τῇδε ἐφώτισε καὶ δεῖν, φασί, διὰ πάντα ταῦτα λελυμένον εἶναι, οὐκ ἠνέσχετο ὑπελθεῖν ὁμοιοπαθῶς τοῖς ἐνταῦθα εἰρχθεῖσι· διὸ παρακεχωρήκαμεν αὐτῷ τὰ κατ᾽ αὐτόν, ὡς ἂν διακρίνοιτο πρᾶξαι, οὔτε λύσαντες οὔτε εἴρξαντες.
Ἔρρωσο ἐν Κυρίῳ, ὑπερεύφημε, ἡμεῖς τε καὶ οἱ μεθ᾽ ἡμῶν ἀδελφοὶ πλεῖστα προσαγορεύομεν.
Ἰωάννῃ Γραμματικῷ Χάριν ὁμολογῶ τῷ ἁγίῳ θεῷ, ὅτι σου ἠκουτίσθην, εἰ καὶ ὀψὲ τοῦ καιροῦ, τὴν φίλην φωνήν· οὐ γὰρ ἂν εἴποιμι χάριν ἔχειν τῷ ταύτην ἀσυφήλῳ προπετείᾳ διακόψαντι. ἀλλ᾽ ἐπειδὴ ὁμοῦ τῇ ἀποσκευῇ τῆς λύπης ἡ σοφή σου τιμιότης καὶ τὸν περὶ τῆς σεπτῆς εἰκόνος τοῦ Χριστοῦ λόγον ἀντεπεξήγαγεν, ἐκεῖνο ἔχω λέγειν, ὦ τριπόθητε, ὅτι συνηγοροῦσαν ἀλλ᾽ οὐκ ἀντηγοροῦσαν τοῖς πρὸς ἐμοῦ ἀπεσταλμένοις πάλαι τὴν ἔναγχός σου ἐπιστολὴν συμβαίνουσαν εὗρον. ὁμολογουμένως γὰρ κατὰ τὰ προκατασκευασθέντα σου λημμάτια ὅτι πᾶσα εἰκὼν ἄλλου ἐστὶ δηλωτική, δηλονότι τοῦ πρωτοτύπου, καί, εἰ χρὴ φάναι κατὰ τὴν γραμματικὴν τεχνολογίαν, τοῦτ᾽ ἂν εἴη ἀναφορικόν, ὃ καὶ ὁμοιωματικὸν καὶ δεικτικὸν καὶ ἀνταποδοτικὸν καλεῖται. καὶ μὴν οὐχ ὡς ὕλῃ δεῖν προσάγειν τῇ Χριστοῦ εἰκόνι τὴν προσκύνησιν, ἀλλ᾽ ὡς αὐτῷ Χριστῷ, εἴπερ ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει, ὑπεξαιρουμένης τῆς ὕλης τῷ τῆς ἐπινοίας λόγῳ ἐκ τοῦ ἐν αὐτῇ σχηματιζομένου χαρακτῆρος. καὶ λατρευτῶς προσακτέον, ὡς φῆς, τὴν προσκύνησιν τῷ σωτῆρι Χριστῷ καὶ πρὸ σαρκὸς καὶ μετὰ σάρκωσιν καὶ πρὸ τῆς εἰκόνος καὶ δι᾽ αὐτῆς, καὶ οὐδεὶς τῶν εὖ φρονούντων οἶμαι ἀντιφέρεσθαι τοῖς ὀρθῶς δεδογματισμένοις.
ἀλλὰ γὰρ καὶ τοῖς ὑποδείγμασι τοῦ τε ἡλίου πρὸς τὸ ὕδωρ καὶ τοῦ ἀύλου τριγώνου, ἤτοι μαθηματικοῦ, πρὸς τὸ ἔνυλον οὐκ ἀπεμφαῖνον ἕπεσθαι, ἐπεὶ καθ᾽ ὑπόθεσιν, εἰ ληφθείη λατρευτὸς ὁ ἥλιος ἢ τὸ τρίγωνον σχῆμα πρὸ τοῦ τὸν μὲν ἐν ὕδασι πάλλειν, τὸ δὲ πρὸ τοῦ ἐν ὕλῃ ὑποφανθῆναι, δῆλον ὅτι καὶ μετὰ τὴν ἐκεῖσε ἔμπτωσιν, ἤτοι συμφυΐαν, λατρευτὸν ἑκάτερον. οὕτω γὰρ καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀραρότως ὑπέδειξας καὶ μετὰ σάρκωσιν ὡς πρὸ σαρκώσεως λατρευτὸν εἶναί τε καὶ προσκυνεῖσθαι.
Λατρευτὸς οὖν, ὦ τᾶν, ὁ Χριστὸς ὁμολογουμένως, ἀλλ᾽ οὐχὶ ἡ σεπτὴ αὐτοῦ εἰκὼν λατρευτή, ὥσπερ καὶ ὁ ἥλιος καθ᾽ ὑπόθεσιν συμμιγεὶς τῷ ὕδατι, ἀλλ᾽ οὐχὶ ἡ εἰκὼν τοῦ ἡλίου, καὶ τὸ τρίγωνον ὑλωθέν, ἀλλ᾽ οὐχὶ ἡ εἰκὼν τοῦ τριγώνου. ὅρα γὰρ ὅτι μία ἡ λατρεία ἡμῶν τῶν χριστιανῶν, μόνῃ τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ Τριάδι προσενηνεγμένη ὑπό τε πάσης ὁρατῆς φύσεως καὶ ἀοράτου, καὶ οὐκ ἐγχωρεῖ τὴν σεπτὴν εἰκόνα Χριστοῦ λατρευτὴν φάναι· δυοῖν γὰρ θάτερον, ἢ τὸ κατ᾽ αὐτὴν λατρευτὸν τῇ τριαδικῇ λατρείᾳ συνεισκρίνειν, ὅπερ ἀδύνατον (ἐπείπερ οὐκ ἐνδέχεται προσθήκην τινὰ συνεισοίσειν τῇ Τριάδι· εὑρεθήσεται γὰρ τετρὰς οὖσα), ἤ, μὴ συνεισκρινομένου ἐκεῖσε, καθ᾽ ἑαυτὸ δὲ ὄντος λατρευτοῦ, δύο τὰς λατρείας ἡμῶν δογματίζειν· καὶ τί ἂν ἄλλο ζητοῖεν Ἑλλήνιοι εἰκονομάχοι πρὸς ἡμῶν ἢ τὸ ἐντεῦθεν ἀποδεῖξαι ἡμᾶς τῇ δυϊκῇ λατρείᾳ λατρεύοντας, τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ οὐδὲν τῶν Ἀρειανῶν ἐλάττους κατὰ ἀσέβειαν;
Προσκυνητέον οὖν τῇ εἰκόνι Χριστοῦ, οὐ λατρευτέον, ἀλλὰ τῷ ἐν αὐτῇ προσκυνουμένῳ Χριστῷ κατὰ τὸν τῆς ἀληθείας λόγον, ἐπειδὴ ταῦτα δύο, εἰκών τε καὶ πρωτότυπον, καὶ ἡ διαφορότης οὐκ ἐπὶ τῆς ὑποστάσεως, ἀλλὰ κατὰ τὸν τῆς οὐσίας λόγον.
Μιχαὴλ συγκέλλῳ Ἁγιοπολίτῃ Ἄρτι ἐπιστέλλω τῇ τιμιότητί σου, ὁπηνίκα εὐωδώθη μοι ἐν τῷ θελήματι τοῦ θεοῦ εὑρεῖν διάκονον τοῦ γράμματος, ἐπεὶ ἔμελλον ἂν ἐξ αὐτῆς τῆς καθείρξεως ὑμῶν αὐτὸ τοῦτο ποιεῖν, καὶ οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ πολλάκις ἴσως· οὐδὲ γὰρ ὅτι ὑμεῖς ἀλλοδαπεῖς ἡμεῖς ὑμῶν ἑτεροειδεῖς, ἀλλ᾽ ὅτι ἐκ μιᾶς μητρὸς τῆς υἱοθεσίας γεγεννημένοι καὶ τῷ αὐτῷ χαρακτῆρι τῆς εἰλικρινοῦς πίστεως μεμορφωμένοι καὶ ἀδελφοὶ καὶ συμπολῖται, κεφαλὴν ἔχοντες τὸν Χριστόν· οὗπερ ὡς σῶμα τελοῦντες καὶ μέλη ἐκ μέρους, ὀφειλέται ἐσμὲν καὶ συγχαίρειν ἀλλήλοις ἐν τοῖς δεξιοῖς καὶ ἀνιᾶσθαι αὖ πάλιν ἐπὶ τοῖς λυπηροῖς.
Ἀλλ᾽ ὤ, πῶς ἀλλαχῇ ὡρμημένους ὑμᾶς πορεύεσθαι ἠνάγκασεν ἡ φορὰ τοῦ καιροῦ ἐν ἄρκυσιν ἐμπεσεῖν τῶν τῇδε κρατούντων; τί οὖν ἔστιν εἰπεῖν πρὸς ταῦτα; ἢ ὅπερ φησὶν τὸ ἱερὸν γράμμα, καὶ ὁ ἄγων ἦγεν τὸν Ἠού; ἀλλ᾽ ἐκεῖ μὲν εἰς τὸ βασιλεῦσαι τοῦ Ἰσραήλ, ἐνταῦθα δὲ εἰς τὸ μαρτυρῆσαι τῇ ἀληθείᾳ, ὡς ἂν πληρωθῇ τὸ εἰρημένον καὶ τανῦν, ἐκ Σιὼν ἐξελεύσεται λόγος, καὶ νόμος Κυρίου ἐξ Ἱερουσαλήμ. ὧδε ὁ νοῦς, ὦ μάκαρ· στῆθι γενναίως, ὑπομνήσκομεν· δόξασον δὴ τὸν θεὸν ἐν τῷ σώματί σου καὶ ἐν τῷ πνεύματι, εἰπὲ καὶ αὐτὸς μετὰ τοῦ θεσπεσίου Παύλου, οἶδα ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ πνεύματος Ἰησοῦ Χριστοῦ κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλ᾽ ἐν πάσῃ παρρησίᾳ ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεται ἐν τῷ σώματί μου εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου· ἐμοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος. ἴδε ὁ γλυκὺς ἀγών, ἴδε ὁ μακάριος συναλλαγμός, βραχείαις θλίψεσί τε καὶ περιστάσεσιν, εἴτουν πληγαῖς τε καὶ ῥανίσιν αἵματος θεὸν γενέσθαι καὶ θεοῦ τοῦ ὄντως ὄντος ἐπιτυχεῖν.
Ἐμονώθης τοιγαροῦν, ὡς ἀκηκόαμεν, τμηθεὶς τῷ φρονήματι ἀπὸ τῶν ἀγαπησάντων τὸν νῦν αἰῶνα, ἀλλὰ συνηνώθης πᾶσι τοῖς ἀντεχομένοις τοῦ τῆς ἀληθείας λόγου. ἐντεῦθέν σε ὁ χορὸς τῶν μαρτύρων ὑπολαβεῖν βούλεται ὁλόκληρον, ἐκεῖθεν τῶν ὁμολογητῶν τὸ στῖφος χεῖρα προτείνει ἑλεῖν ὁμόχορον. μὴ δὴ ἀπολειφθῶμεν τῆς καλῆς χορείας, ὦ σεβάσμιε, μηδ᾽ αὖ καταισχύνωμεν τὰς πάντων ἐλπίδας, ὦ τριπόθητε. πόσα ἂν ἔκαμες, ὥστε σου τὸ ὄνομα ἀκουστὸν ἐν ἀρετῇ γενέσθαι τοῖς ὧδε κἀκεῖσε; νῦν δέ, ὡς ἐπ᾽ ὄρους ἀρετῶν διὰ τῆς ὁμολογίας ἀναβεβηκώς, ἐμφανὴς ἐγένου τῷ κόσμῳ καὶ λαμπροφορεῖς ἡλίου φωτεινότερον σὺν τῷ λόγῳ καὶ τὸν βίον εἰς δόξαν τοῦ πατρὸς ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς· εἰς τόπον εἵρχθης ὑπεραίροντα, εἰς γλῶσσαν παρεδόθης βλάσφημον, πόσα μὲν οὐ σαίνουσαν, πόσα δὲ οὐ ψευδολογοῦσαν καὶ πειρωμένην ὑποκλίνειν ἀπὸ τοῦ ὑψηλοῦ καὶ θείου φρονήματος; ἀλλ᾽ ἴσμεν ἐξ ἀκοῆς ὅσος καὶ αὐτὸς εἶ χάριτι Χριστοῦ, λόγον ἐπέχων ζωῆς, σοφίας ῥεῖθρον ἀπὸ στόματος προβαλλόμενος ἀντεπεξάγειν τὰ εἰκότα ταῖς ματαίαις προτάσεσιν.
ἡμεῖς δὲ οἱ ταπεινοὶ ἐκεῖνο λέγομέν τε καὶ διασαφοῦμεν, ὅτι λογάδες πάλαι τε καὶ νῦν προέστησαν τοῦδε τοῦ ἱεραρχικοῦ θρόνου, εὐτεχνίᾳ δογμάτων τὸ περὶ τῶν σεπτῶν εἰκόνων θεώρημά τε καὶ σύνθημα διατυπώσαντές τε καὶ ἐκδώσαντες, καί, εἰ δεῖ ἀποστολικῶς εἰπεῖν, ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις· ὧδε γὰρ προελθοῦσα ὡς ἐξ ᾅδου πυλῶν ἡ εἰκονομαχικὴ αἵρεσις ὧδε καὶ κατήργηται, ἀλλὰ καὶ ἔτι καταργηθήσεται ταῖς αὔραις τοῦ Ἁγίου Πνεύματος, ὁπηνίκα ἐπιτιμήσει· Χριστὸς τῇ πονηρᾷ ταύτῃ ὡς ἀληθῶς θαλάσσῃ, περὶ ἣν πολλὰ τὰ περὶ τὴν πίστιν ναυάγια, οὐ τοσοῦτον διαστροφῇ νοός, ὅσον δέει τῶν κρατούντων.
Πλὴν ὅτι ὑπερήλαντο πολλοὶ τοῦ κλύδωνος, πηδαλιουχούμενοι Πνεύματι Ἁγίῳ, καὶ πολλὰ τὰ μαρτύρια καὶ τὰ τῆς εὐσεβείας συγγράμματα, πᾶσαν πλάνησιν διελέγχοντα καὶ τὴν τῆς ἀληθείας ὡραιότητα πάσαις ταῖς πισταῖς διανοίαις ὑποφαίνοντα· μεθ᾽ ὧν φυλαχθείη καὶ ἡ σὴ μακαριότης, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνιζομένη, τὸν δρόμον τελοῦσα, τὴν πίστιν τηροῦσα εἰς ἀπόληψιν τοῦ τῆς δικαιοσύνης στεφάνου. εἶεν.
Ὑπακοῇ μοναζούσῃ Καὶ εὐλαβούμενοι γράφειν, ὅμως ἀναγκαζόμεθα στόμα εὐχάριστον καὶ αἰνέσιμον ἀνοίγειν τῇ τιμιότητί σου. ἕως πότε οὖν οὐκ ἀνήσῃς, καλλιμῆτορ, κιχρᾶν ἡμῖν σεαυτήν; ἕως τίνος τὰ δωρήματά σου οὐκ ἀπολήξωσιν ἐντεῦθεν καὶ ἐντεῦθεν παραπεμπόμενα; καὶ μάλιστά γε νῦν, ὅτε πολλά σοι τὰ λυπηρὰ περιεστοίχησαν, ἐφ᾽ οἷς καὶ ἐκινήθημεν μᾶλλον ἐπιστεῖλαι, μαθόντες οὕτως καὶ οὕτως ἐπὶ τῷ λειψάνῳ τοῦ μακαρίου ἀδελφοῦ σου καταπράξασθαί σε· φασὶ γὰρ ἀνεῳγέναι σε τὴν θήκην, παραγενομένην ἐκ τῆς ἀλλοδαπῆς, εἶτα περιπλακῆναι τῷ λειψάνῳ καὶ εἰς ἀγκάλας ἑλεῖν, μετενταφιάζουσα οἱονεὶ τὸν νεκρὸν ἄλλοις καινοῖς ὀθονίοις. τίς οὖν οὐκ ἀγάσαιτο τὸ φιλάδελφόν σου; τίς δὲ τηνικαῦτα παρὼν οὐκ ἂν ἐξέχεεν δάκρυα, οὐκ ἂν ὠλοφύρατο θερμῶς, ὅπου γε καὶ ἡμῶν, πορρωτέρω διακειμένων, ἐξ ἀκοῆς μόνον ἥψατο τὸ πάθος καὶ περιωδύνησεν ἡμῶν τὴν καρδίαν σφόδρα; ὢ ἀγγελίας πικρᾶς· ὢ συναντήματος ὀδυρτικοῦ· τί ἦμεν καὶ τί ἐγενόμεθα; ἐξαπίνης ὀρφανοί, ἐρημάδελφοι. τάχα ἐστέναξεν ὁρῶν καὶ ὁ ἥλιος τὸ γιγνόμενον, ἐδάκρυσεν δὲ σελήνη τὰ φθάσαντα, ἐστυγνίασαν δὲ ἀστέρες ὡς λυπούμενοι, ὁτιοῦν εἰπεῖν ἄλλο τῶν στοιχείων, πεπονθὸς τὰ ὅμοια.
Τί οὖν, ἐπιμείνωμεν τοῖς λυπηροῖς; συσκοτάσωμεν τῷ νέφει τῆς λύπης καὶ γενώμεθα ὡς οἱ ἀπολελωκότες; οὔμενουν, ἀδελφὴ ἐν Κυρίῳ· οὐ γὰρ ἀπρονόητα τὰ ἡμέτερα οὐδὲ ἀνέλπιστα κατὰ τὰ ἔθνη τὰ ἀμύητα, ἀλλ᾽ ἐν χερσὶ θεοῦ τοῦ τὰ πάντα συνέχοντος, παρ᾽ οὗ καὶ γεγόναμεν καὶ ἡμεῖς καὶ οἱ γεγεννηκότες ἡμᾶς, ἐξ οὗ καὶ τὸ ἀναπνεῖν καὶ ζῆν κεκτήμεθα καὶ τὸ εἰς τόδε προαχθῆναι τοῦ μεγίστου τῶν ἀξιωμάτων παρθενικὸν ἐπάγγελμα. ἐκλαύσαμεν οὖν τὰ εἰκότα ἐπὶ τῷ ἀδελφῷ· νῦν καιρὸς παρακλήσεως, νῦν ἡμέρα εὐχαριστίας. ἀποθώμεθα οὖν τὸ πενθικὸν σχῆμα καὶ ἐνδυσώμεθα τὰ ὅπλα τῆς μεγαλοψυχίας. προυπέμψαμεν ἀδελφὸν ἀγαθὸν τῷ τε εἴδει καὶ τῇ γνώμῃ καὶ τῇ πίστει, ὥσπερ καὶ πρότερον τοὺς ὁμαίμονας καὶ τοὺς γεννήτορας· μικρὸν ὕστερον συνεψόμεθα καὶ ἡμεῖς, καὶ οὐδεὶς ὁ γεννηθεὶς καὶ μὴ ταφείς. παρασκευασώμεθα λοιπὸν καὶ ἡμεῖς πρὸς τὴν ἔξοδον, ἑτοιμάσωμεν τὰ ἐφόδια τῆς μεταστάσεως, τυπώσωμεν τὰς ἀδελφὰς τῷ οἰκείῳ καταστήματι καὶ πενθεῖν εὐκαίρως καὶ εὐχαριστεῖν ἁρμοδίως· δείξωμεν τοῖς ὁρῶσιν ὅτι ὁ θεὸς ἐν ἡμῖν ἐστιν δοξαζόμενος, εὐχαριστούμενος ἐφ᾽ οἷς κελεύει. αὐτὸς ἔδωκεν, αὐτὸς καὶ ἀφείλατο, ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο.
Ναί, παρακαλῶ τὴν τιμιότητά σου ἴσα καὶ μητρὶ καὶ γεννησάσῃ, ἤτοι ἀδελφῇ τῇ φιλτοτάτῃ μοι, ἀφήσωμεν φωνὴν αἰνέσεως, ὑποδείξωμεν πρόσωπον φαιδρότητος, διδάξωμεν ἔργοις ὅτι τὸν σταυρὸν ἐπ᾽ ὤμων φέρομεν καὶ τῇ προαιρέσει ἀπεθάνομεν καὶ εἴκομεν κατὰ πάντα τοῖς θείοις πράγμασιν. ἐὰν οὕτω πράξοις, ὅσον τὸ καλόν, εὐφρανεῖς Χριστόν, τὸν ἀθάνατόν σου νυμφίον· ἐπεί, ἐὰν λυπῇ, λυπεῖς αὐτὸν ὡς τὸ εἰκός, ὡς ἄλλον περισσότερον ἐκείνου φιλοῦσα. ὁρᾷς ποῦ σε ὁ λόγος ἤγαγεν ὡς οὐδὲ ὀρφανὴν οὖσαν οὐδὲ ἀνεπίσκοπον οὐδὲ ἀπροστάτευτον; εἰ γὰρ ὁ θεὸς μεθ᾽ ἡμῶν, τίς καθ᾽ ἡμῶν; εἰ αὐτὸς ὁ περιέπων, τίς ὁ ἀντιπίπτων; οὕτως καὶ τανῦν προήχθην, ἀδελφή, παρακαλέσαι σε· αὐτὴ δὲ εὖ πράττουσα πείθοιο ἀσόφῳ γέροντι, εὖ συμβουλεύοντι καὶ τῷ ὄντι οἰκειοπαθοῦντι ὀφειλομένως ὡς οἰκεῖα τὰ σά.
Μεθοδίῳ μονάζοντι Ὅσην ἔχει ἐπιποθίαν ἡ τιμιότης σου ἰδεῖν τὴν ταπείνωσιν ἡμῶν, τοσαύτην οἰέσθω καὶ τὴν ἡμετέραν εἶναι πρὸς τὴν κατ᾽ ὀφθαλμοὺς ὁμιλίαν. ἀλλ᾽ ἐπειδὴ γέγραπται, οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ, αὐτῷ ἀναθετέον τὸν πόθον καὶ ἐπιρριπτέον τὴν μέριμναν, καὶ αὐτὸς ποιήσει, ὁπηνίκα καὶ βούληται, θέλημα τῶν φοβουμένων αὐτόν· τὸ δὲ νῦν ἔχον ἀναγκαῖον περὶ τῶν προταθέντων κεφαλαίων ὑπὸ τῶν πνευματικῶν ἡμῶν ἀδελφῶν Ἱλαρίωνός τε καὶ Εὐστρατίου, μεσολαβούσης τῆς σῆς εὐλαβείας, ἀποκριθῆναι τὰ εἰκότα. ὡς ἂν δὲ εὐσύνοπτα γένηται τὰ λεγόμενα, ἑνὸς ἑκάστου προταθέντος κεφαλαίου κατὰ συνέχειαν καὶ ἡ ἀπόκρισις εἶεν.
Ἐρώτησις. περὶ τῶν χειροτονηθέντων πρεσβυτέρων ἐν Ῥώμῃ, ἐν Νεαπόλει καὶ ἐν Λαγγιβαρδίᾳ ἀκηρύκτων καὶ ἀπολελυμένων, εἰ χρὴ τοὺς τοιούτους δέχεσθαι καὶ κοινωνεῖν αὐτοῖς καὶ συνεσθίειν καὶ συνεύχεσθαι. Ἀπόκρισις. ἐν καιρῷ αἱρέσεως οὐ κατὰ τὰ ἐν εἰρήνῃ τυπωθέντα πάντως ἀπαραλείπτως γίνεται διὰ τὴν ἀναγκάζουσαν χρείαν, ὅπερ φαίνεται πεποιηκὼς ὅ τε μακαριώτατος Ἀθανάσιος καὶ ὁ ἁγιώτατος Εὐσέβιος, ὑπερορίους χειροτονίας ἀμφότεροι ποιησάμενοι. καὶ νῦν δὲ τὸ αὐτὸ ὁρᾶται πραττόμενον ἐν τῇ παρούσῃ αἱρέσει. ὥστε οἱ ὑποδηλωθέντες, εἰ οὐ προδήλως εἰσὶ κατεγνωσμένοι, οὐδαμῶς ἐκ τοῦ οὕτως χειροτονηθῆναι ἀποτροπιαῖοι, ἀλλὰ προσδεκτέοι κατὰ τέσσαρας προτάσεις.
Ἐρώτησις. περὶ τῶν χειροτονηθέντων πρεσβυτέρων ὑπερορίᾳ ἐν Σικελίᾳ, εἰ χρὴ τούτους δέχεσθαι. Ἀπόκρισις. τοῦτο τὸ ἐρώτημα, ὅμοιον τοῦ προτεθέντος, εἰ καὶ καθ᾽ ὕφεσιν τόπου ἀνομοιοῦν, ὁμοίαν δῆλον ὅτι ἕξει καὶ τὴν ἀπόκρισιν.
Ἐρώτησις. περὶ τῶν κοινωθέντων ἐκκλησιῶν ἐκ τῶν ἱερέων τῶν κοινωνησάντων τῇ αἱρέσει καὶ κατεχομένων ὑπ᾽ αὐτῶν, εἰ χρὴ ἐν αὐταῖς εἰσιέναι χάριν εὐχῆς καὶ ψαλμῳδίας. Ἀπόκρισις. οὐ χρὴ τὸ καθόλου εἰς τὰς τοιαύτας ἐκκλησίας εἰσιέναι κατὰ τοὺς εἰρημένους τρόπους, ἐπειδὴ γέγραπται, ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος· ἅμα γὰρ τοῦ εἰσαχθῆναι τὴν αἵρεσιν ἀπέπτη ὁ ἔφορος τῶν ἐκεῖσε ἄγγελος κατὰ τὴν φωνὴν τοῦ Μεγάλου Βασιλείου καὶ κοινὸς οἶκος ὁ τοιόσδε χρηματίζει ναός. καὶ οὐ μὴ εἰσέλθω, φησίν, εἰς ἐκκλησίαν πονηρευομένων· καὶ ὁ ἀπόστολος· τίς συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων;
Ἐρώτησις. περὶ τῶν κοινωθέντων ἐκκλησιῶν ὑπὸ τῶν αὐτῶν ἱερέων καὶ μὴ κατεχομένων ὑπ᾽ αὐτῶν, εἰ χρὴ ἐν αὐταῖς ψάλλειν καὶ εὔχεσθαι. Ἀπόκρισις. χρὴ μὲν οὖν εἰσιέναι ἐν ταῖς τοιαύταις ἐκκλησίαις εἰς τὸ ψάλλειν καὶ εὔχεσθαι, ἀλλ᾽ εἴπερ ἀσφαλῶς μηκέτι χραίνονται ὑπὸ τῶν αἱρετικῶν, ἀλλὰ κατέχονται ὑπὸ τῶν ὀρθοδόξων εἰς τὸ ἀεί. τετύπωται δὲ ἐνταῦθα ὑπὸ σεσωσμένου ἐπισκόπου τὰ ἀνοίξια τῆς ἐκκλησίας γίνεσθαι, ὑποφωνουμένης εὐχῆς· ὥστε, εἰ τοῦτο γένοιτο, καὶ τοῦ λειτουργεῖν ἐκεῖσε οὐκ ἀπᾷδον. παράδειγμα, τὸ τὸν Ἅγιον Ἀθανάσιον, ὑπὸ Κωνσταντίου τοῦ βασιλέως παρακαλούμενον μίαν ταύτην χάριν παρασχέσθαι, τοῦ ἐν Ἀλεξανδρείᾳ ἕνα ναὸν παραδοῦναι τοῖς Ἀρειανοῖς εἰς τὸ συνάγεσθαι, κατανεῦσαι, ἄνπερ ἐν Κωνσταντινουπόλει λήψοιτο καὐτὸς τὴν αὐτὴν χάριν, τοῦ συνάγεσθαι τοὺς ὀρθοδόξους ἐν ἑνὶ ναῷ προκατεχομένῳ ὑπὸ Ἀρειανῶν.
Ἐρώτησις. περὶ τῶν ἐν σώματι ἁγίων, εἰ χρὴ εἰσιέναι εἰς τὰ κοιμητήρια αὐτῶν καὶ εὔχεσθαι καὶ προσκυνεῖν αὐτοῖς, κατεχομένων ὑπὸ τῶν μιανθέντων ἱερέων. Ἀπόκρισις. οὐ παραχωρεῖ ὁ κανὼν κατὰ τὰ προδηλωθέντα εἰσιέναι εἰς τὰ τοιαῦτα κοιμητήρια (γέγραπται γάρ, ἱνατί ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως;), εἰ μή τι ἂν ἐξ ἀνάγκης κατὰ μόνον τὸ ἀσπάσασθαι τὸ τοῦ ἁγίου λείψανον ἡ εἴσοδος γένοιτο.
Ἐρώτησις. περὶ τῶν λαβόντων τὸ μοναχικὸν σχῆμα ἐκ τῶν κοινωθέντων ἱερέων, πῶς χρὴ τούτους δέχεσθαι. Ἀπόκρισις. ὁμολογοῦντας ἡμαρτηκέναι καὶ ἐπιτιμηθέντας χρόνῳ τινί, εἶθ᾽ οὕτως σφραγῖδα δεχομένους παρὰ σεσωσμένου πρεσβυτέρου προσδεκτέον.
Ἐρώτησις. περὶ τῶν ὑπογραψάντων καὶ κοινωνησάντων μοναχῶν καὶ κληρικῶν ἐν τῇ αὐτῇ αἱρέσει, πῶς χρὴ τούτους δέχεσθαι, χωρὶς ἐπιτιμίου ἢ μετὰ ἐπιτιμίου, ἐὰν ὁμολογῶσιν μηκέτι ἐνεργεῖν ἐν τῇ ἱερατείᾳ· καὶ εἰ ἔξεστιν ἡμῖν διδεῖν ἐπιτίμια τοῖς τοιούτοις.
Ἀπόκρισις. δῆλον ὅτι μετὰ τῶν προσηκόντων ἐπιτιμίων· πῶς γὰρ ἄν μὴ τοὺς καρποὺς τῆς μετανοίας ἐπιδεικνύμενοι εἶεν ἄξιοι συναφθῆναι τῷ ὀρθοδόξῳ σώματι; διδεῖν δὲ καὶ ὑμᾶς ἐπιτίμια τοῖς τοιούτοις οὐκ ἀποκριτέον· γέγραπται γάρ, ἀλλήλων τὰ βάρη βαστάζετε καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.
Ἐρώτησις. περὶ τῶν μοναχῶν τῶν ἀδιαφόρως παραβαλλόντων τοῖς τυχοῦσι καὶ συνευχομένοις καὶ συνεσθίουσιν αὐτοῖς, εἰ χρὴ δέχεσθαι τοὺς τοιούτους εἰς συνεστίασιν καὶ ψαλμῳδίαν. Ἀπόκρισις. τοῦ ἀποστόλου λέγοντος, στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρέλαβον παρ᾽ ἡμῶν, πῶς οὐχὶ καὶ ἀφ᾽ ἑαυτῶν τὸ καλὸν κρίνετε; εἰ μὲν οὖν ἀπόσχοιντο τῆς ἐφαμάρτου συνηθείας καταδεχόμενοί τε καὶ ἐπιτιμίαν τὴν προσήκουσαν, δεκτέοι. ἐπιτηρητέον δέ, τίνες εἰσὶν οὓς φῆτε ‛τυχόντας‚, ἆρα αἱρετικοὶ ἢ προδήλως κατεγνωσμένοι ἐπὶ τοῦ βίου; περὶ τῶν τοιούτων γὰρ φησὶν ὁ ἀπόστολος· ἐάν τις ἀδελφὸς ὀνομαζόμενος πόρνος ἢ πλεονέκτης ἤ εἰδωλολάτρης καὶ τὰ ἑξῆς, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.
Ἐρώτησις. περὶ τῶν πρεσβυτέρων τῶν βεβρωκότων μετὰ τῶν αἱρετικῶν ἅπαξ καὶ δὶς καὶ μὴ κοινωνησάντων ἢ ὑπογραψάντων ἢ συλλειτουργησάντων, εἰ χρὴ τοὺς τοιούτους δέχεσθαι εἰς συνεστίασιν καὶ ψαλμῳδίαν, χωρὶς σφαγῖδος ἢ μετὰ σφραγῖδος.
Ἀπόκρισις. ἐπὶ τῶν τοιούτων ῥητέον· εἰ οἱ βεβρωκότες ἱερεῖς μετὰ ἱερέων αἱρετικῶν ἢ λαϊκῶν ἔφαγον καὶ ὁμολογουμένων ἤ, ὀρθοφρονούτων μέν, κοινωνούντων δὲ τοῖς αἱρετικοῖς (μεῖζον γὰρ τὸ κρίμα ἐπὶ τῶν ἱερωμένων), μετανοίᾳ δὲ ἀξιολόγῳ ἑκατέρους προσδεκτέον κοινωνῆσαι αὐτοῖς ἁλῶν τε καὶ προσευχῶν καὶ σφαγῖδος.
Ἐρώτησις. περὶ τῶν ὑπογραψάντων κοσμικῶν ἐν τῇ αἱρέσει καὶ κοινωνούντων, εἰ χρὴ τοῖς τοιούτοις κοσμικοῖς ὀρθοδόξους κοσμικοὺς συνεσθίειν. Ἀπόκρισις. ἡ ἀδιαφορία τῶν κακῶν τὸ αἴτιον· ἀνὰ μέσον γὰρ καθαροῦ καὶ βεβήλου οὐ διέστελλον. χρὴ οὖν, εἴπερ ζηλωταί εἰσιν οἱ ὀρθοδοξοῦντες, μὴ προσίεσθαι τοὺς τοιούτους εἰς συνεστίασιν, εἰ μὴ πρότερον ὑπὲρ τῆς πονηρᾶς ὑπογραφῆς ἐπιτιμηθεῖεν, εἶτα καὶ ἀπόσχοιντο τῆς αἱρετικῆς κοινωνίας. ἐπειδὴ δὲ κατὰ περίστασιν, φεύγοντες τοὺς κινδύνους, χραίνονται τῇ αἱρετικῇ κοινωνίᾳ τινές, ὁμολογοῦντας τὴν περιπέτειαν καὶ μετανοοῦντας προσδεκτέον εἰς συνεστίασιν, καὶ τοῦτο οὐκ ἀδιαφόρως, ἀλλὰ κατά τινα σύμβασιν περιστατικὴν καὶ φέρουσαν ἐντεῦθεν κέρδος ἀμφοτέροις, ἀλλ᾽ οὐ ζημίαν ψυχικήν.
Ἐρώτησις. περὶ τῶν θελόντων βαπτισθῆναι, ἐὰν μὴ εὑρεθῇ ὀρθόδοξος ἱερεὺς ἢ ἄμεμπτος, εἰ χρὴ βαπτισθῆναι ὑπὸ τῶν κοινωθέντων ἱερέων ἢ ἀκηρύκτων, μάλιστα ἐὰν θάνατος κατεπείγῃ. Ἀπόκρισις. τύπος τοιοῦτος ἐξεφωνήθη ἐνταῦθα παρά τε ὁμολογητῶν ἱεραρχῶν τε καὶ καθηγουμένων, τοὺς εἰργμένους πρεσβυτέρους τῆς λειτουργίας διὰ τὴν αἱρετικὴν κοινωνίαν συγχωρεῖσθαι, μὴ εὑρισκομένου σεσωσμένου ἱερέως, καὶ βαπτίζειν καὶ μεταδιδόναι τῶν ἁγιασμάτων, προτετελεσμένων ἐξ ἀκρατήτου ἱερέως, σχῆμά τε διδόναι μοναχοῦ, εὐχήν τε ποιεῖν ἐπὶ ἐκκομιδῆς, εὐαγγέλιόν τε ἐκφωνεῖν ἐπὶ ὄρθρου καὶ τὸ τῶν Θεοφανίων ὕδωρ εὐλογεῖν, ὡς εἴρηται, κατὰ περίστασιν διὰ τὸ μὴ ἐναπομένειν τοὺς λαοὺς παντάπασιν ἀνηκόους τοῦ εὐαγγελίου καὶ ἀφωτίστους. εἰ οὖν συναρέσκει ὑμῖν, κρατείτω ὁ τοιοῦτος τύπος καὶ ἐν τοῖς αὐτόθι.
Ἐρώτησις. περὶ τῶν ἀποσχισάντων καὶ τῇ μετανοίᾳ προστρεχόντων, εἰ ἔξεστιν ἡμῖν τοῖς τοιούτοις ἐπιτίμια διδόναι ἢ δέχεσθαι αὐτούς. Ἀπόκρισις. ἤδη ἐν τοῖς ἀνωτέρω δεδήλωται ὅτι χρὴ διδόναι· καὶ παρέλκον δὶς τὸ αὐτὸ ἐπικυκλοῦν.
Ἐρώτησις. ἐὰν ἐπίσκοπος, εἰς ἔγκλημα περιπεσών, ὑπὸ συνόδου καθαιρεθῇ, εἶτα πάλιν μετὰ καθαίρεσιν χειροτονήσῃ πρεσβύτερον, ὁ δὲ αὐτὸς πρεσβύτερος, ἐν μοναστηρίῳ παραγενόμενος, ὑπὸ τοῦ ἰδίου ἡγουμένου δέξηται ἐπιτίμιον πρὸς χρόνον καὶ μετὰ ταῦτα ἐνεργῇ ἐν τῇ ἱερωσύνῃ, εἰ χρὴ δέχεσθαι τὸν τοιοῦτον ἱερέα, εἰ ἀνέγκλητόν ἐστι, διδαχθῆναι δεόμεθα.
Ἀπόκρισις. προφανοῦς οὔσης τῆς ἀτοπίας, οὐδὲ ἐπερωτῆσαι ὑμᾶς ἐχρῆν περὶ τοῦ τοιούτου ἐγκλήματος· εἴρηκε γὰρ ὁ Χριστός, οὐ δύναται σαπρὸν δένδρον καρποὺς καλοὺς ποιεῖν. ὥστε οὐχ ὅτι ὑπὸ τοῦ ἰδίου ἡγουμένου ἀλλὰ κἂν ὑπὸ ἁγίου τινὸς ἐπιτιμηθεὶς ὁ τοιοῦτος ἀπολέλυται τοῦ λειτουργεῖν, οὐχ ἱερεὺς οὐδὲ ὁ λύσας ἅγιος, ἐπεὶ οὕτω περιτραπήσεται πάντα κανονικὰ παραγγέλματα καὶ οἰχήσεται.
Ἐρώτησις. περὶ τῶν πρεσβυτέρων τῶν ὑπὸ ὀρθοδόξων χειροτονηθέντων, μὴ ὑπογραψάντων δὲ μηδὲ κοινωνησάντων, συμφαγόντων δὲ μόνον μετὰ Γρηγορίου τοῦ μητροπολίτου. Ἀπόκρισις. ἐν τοῖς ἀνωτέρω προαπεδόθη ὁ περὶ τούτου λόγος. εἴτε οὖν μετὰ Γρηγορίου εἴτε μεθ᾽ οἱουδήποτε τῶν ἑτεροδόξων ἡ συνεστίασις γέγονε, μετανοίᾳ ἀξιολόγῳ ὁ συνεστιαθεὶς τοῦ ἐγκλήματος ἀπολέλυται, οὐ μόνον πρὸς συνεστίασιν τῶν πεφυλαγμένων, ἀλλὰ καὶ πρὸς ἣν ἠξιώθησαν ἱερωσύνην. τὸ δὲ μέτρον τοῦ ἐπιτιμίου οὐ δυνατὸν ὡρισμένως ὑποβάλλειν διὰ ποιότητα καὶ προσώπου καὶ τρόπου· ὥστε ἐν δυσὶν ἢ τρισὶ τεσσαρακοσταῖς ἀρκεῖσθαι τὸν ἐπιτιμηθέντα.
Ἐρώτησις. περὶ πρεσβυτέρων, ὁμοίως ὑπὸ ὀρθοδόξων χειροτονηθέντων καὶ κατὰ ἄγνοιαν συμφαγόντων μετὰ πρεσβυτέρων βεβρωκότων μετὰ τοῦ αὐτοῦ μητροπολίτου. Ἀπόκρισις. γέγραπται, πᾶν τὸ ἐν ἀγνοίᾳ καθαρισθήσεται· ὥστε ἀνένοχοί εἰσι παντὸς ἐπιτιμίου.
Ἐρώτησις. περὶ πρεσβυτέρων ὀρθοδόξων, ἤγουν Ἱλαρίωνος καὶ Εὐστρατίου μοναχοῦ, ἂν ἔχωσιν ἐξουσίαν τοῦ διδόναι ἐπιτίμια. Ἀπόκρισις. προείρηται κἀν τοῖς ἀνωτέρω ὅτι χρὴ διδόναι. ἐπειδὴ δὲ ἐμφαίνει ἡ ἐρώτησις εἰ δεῖ καὶ τὸν μὴ ἔχοντα ἱερωσύνην διδόναι κατὰ ἀπορίαν πρεσβυτέρων καὶ πίστιν τοῦ προσιόντος, οὐκ ἔξω τοῦ εἰκότος καὶ τὸν ἁπλῶς μοναχὸν ἐπιτίμια διδόναι.
Ἐρώτησις. περὶ μονάζοντος, τοῦ λαβόντος τὸ ἱερὸν σχῆμα κατὰ ἄγνοιαν ἀπὸ πρεσβυτέρου χειροτονηθέντος ὑπὸ καθῃρημένου. Ἀπόκρισις. εἴρηται ἐν ἑτέρῳ κεφαλαίῳ ὅτι πᾶν τὸ κατὰ ἄγνοιαν καθαρισθήσεται. καὶ οὐκ ἐξὸν ἀποστρέφεσθαι τὴν μετὰ τοῦ τοιούτου συνεστίασιν καὶ ἐπὶ ἄλλων τὴν σύμβασιν, ποιούντων ὁμοίως καὶ φιλίαν.
Ταῦτά σοι μὲν ὡς συμψύχῳ καὶ συμπόνῳ ἡμεῖς κατὰ τὸ ἐφικτὸν ἀνεπτύξαμεν, αὐτὸς δὲ μεταδοίης ἀσφαλῶς τοῖς ἐπερωτήσασιν ἀδελφοῖς· οὐ γὰρ πάντων ἡ πίστις οὐδὲ πολλοῖς ἐκπέφρασται τὰ τοιάδε, οὐ μόνον διὰ τὴν ἄνοιαν τῶν ἀνομησάντων, ἀλλὰ καὶ διὰ τοὺς πειρασμοὺς τῶν κρατούντων. ἀνθ᾽ ὧν δὲ οἱ εὐλαβέστατοι ἀπεστάλκασιν ἀποστολῶν πολλῶν τε καὶ καλῶν ἀμείψοιντο παρὰ θεοῦ τὴν ἀξίαν μισθαποδοσίαν καὶ τάδε δύο μαλακίσκια εἰς ὑπόμνημα φιλίας. ἔρρωσθε ἐν Κυρίῳ, τιμιώτατοι, προσευχόμενοι ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.