Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Ἐπιστολαί

Θεόδωρος ὁ Στουδίτης

Βιβλίον Δ': Τελικές ποιμαντικές οδηγίες και παραμυθητικές επιστολές

Ολοκλήρωση της συλλογής των επιστολών με οδηγίες για την αντιμετώπιση του σχίσματος, παρηγορητικούς λόγους και τελικές μοναχικές υποθήκες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 21 από 21

Ἰωάννῃ κληρικῷ Τὸ μὲν τῆς ἀγάπης σου δῶρον ἀπεδεξάμεθα, φίλε γνησιώτατε· τὸ δὲ αἴτημα, ὅπερ ᾐτήσω πρὸς τό, ἐὰν φθάσῃς συνεστιαθῆναι αἱρετικοῖς, εἰδέναι τὸ ἐπιτίμιον, ἐκεῖνο λέγομεν, ὅτι ἐπὶ παντὸς ἁμαρτήματος ἡ ἀξιόλογος μετάνοια τὴν συγχώρησιν ἔχει, οὐ μὴν πρὸ τοῦ ἁμαρτήματος ἔξεστιν ἐπιτίμια τιθέναι καὶ ἀνοίγειν ἐντεῦθεν τὴν θύραν τῆς ἁμαρτίας· οὐδὲ γὰρ ἐὰν ἐρωτήσῃς ‛εἰ φθάσω πορνεῦσαι ὡς οὐ βούλομαι, τί τὸ ἐπιτίμιον;‚, χρή με ἀποκριθῆναί σοι τόδε (προτροπὴ γὰρ γίνεται τοῦ ἁμαρτεῖν), ἀλλὰ τοῦτο ἀποκριτέον· μὴ ποιῆσαι τὴν ἁμαρτίαν μηδὲ προσκόψαι πρὸς λίθον τὸν πόδα καὶ νοητῶς καὶ αἰσθητῶς· ὅταν δὲ προσκόψῃς, τότε ὁ ἰατρὸς παρακαλοῦντι καὶ μετανοοῦντι ἐπιδίδωσι τὸ θεραπευτικὸν ἴαμα.

Ταῦτά σοι γέγραφα σὺν πολλῇ προσοχῇ, εὐχόμενος ῥυσθῆναί σε, ἠγαπημένε, ἀπὸ παντὸς κακοῦ.

Θωμαΐδι παρθενευούσῃ Περιχαρῶς ἐδεξάμην τὴν πρότασιν τῆς τιμιότητός σου διὰ φωνῆς ζώσης τοῦ ὑπερτίμου κυρίου ἀρχιητροῦ, ἅτε παρὰ συγγενοῦς καὶ θεοφιλοῦς προσφωνηθείσης. καὶ οὐκ ἀπαναίνομαι καὶ παρὰ γυναικὸς μανθάνειν ἔσθ᾽ ὅτε τὸ λανθάνον, οὐ μὴν δοκῶ ἠγνοηκέναι τὴν περὶ τῶν σεπτῶν εἰκόνων προσκύνησιν, ὅπως ὀφείλει εἶναι. ἡμεῖς τοιγαροῦν, ὦ τιμιωτάτη, ἵνα περὶ τῶν ἄλλων ἐάσω τὸ παρὸν λέγειν, τὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὕτως προσκυνοῦμεν, ὡς αὐτὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. τὸ δὲ ‛ὡς‚ τοῦτο ὁμοιώσεώς ἐστιν, ἀλλ᾽ οὐ βεβαιώσεως· ἦ γὰρ ἂν οὐκ εἰκὼν Χριστοῦ, ἀλλ᾽ αὐτὸς Χριστός ἐστιν. ἀλλὰ μὴν εἰκὼν Χριστοῦ ἐστι καὶ ἐν τῇ αὐτοῦ εἰκόνι προσκεκύνηται καὶ ὡς ἕτερον ἐν ἑτέρῳ δέδεικται· φησὶ γὰρ ὁ Χρυσόστομος, εἶδον ἄγγελον ἐν εἰκόνι, καὶ ὁ Θεολόγος Γρηγόριος πάλιν, τῆς δ᾽ ἦν ὑπερκύπτων Πολέμων ἐν εἰκόνι. οὐκοῦν καὶ ὁ Χριστὸς ἐν τῇ οἰκείᾳ εἰκόνι καὶ ὁρώμενός ἐστι καὶ προσκυνούμενος· ἀλλ᾽ εἰ καὶ ὁμοιωματικῶς, ὅμως, ὅτι αὐτὸς προσκυνεῖται καὶ αὐτὸς λατρεύεται, οὐ μὴν ἡ εἰκὼν αὐτοῦ λατρευτή, ἐπεὶ οὐδὲν διάφορον εἰκόνος καὶ πρωτοτύπου· καίτοι γε ταῦτα δύο τῇ διαφορότητι τῆς οὐσίας, οὐ τῇ ὁμοιότητι τῆς ὑποστάσεως. ἔπειτα καί, εἰ ἡ Τριὰς μόνη ἐστὶ λατρευομένη, πῶς δύναιτ᾽ ἂν καὶ ἡ εἰκὼν λατρεύεσθαι; εὑρεθήσεται γὰρ τετρὰς ἡ Τριάς, προσθήκην δεξαμένη, ὅπερ ἐστὶν ἀσεβές.

εἰ δὲ καὶ ἰδιαζόντως ἔχει τὸ λατρευτὸν ἡ εἰκὼν Χριστοῦ, καὶ οὕτω δύο λατρεῖαι εὑρισκόμεναι εἰς κτισματολατρείαν ἡμᾶς ἀγάγοιεν ἐπ᾽ ἴσης τῆς τῶν Ἀρειανῶν αἱρέσεως.

Ἀλλ᾽ ἄπαγε τοῦ ἀσεβοῦς φρονήματος. σὲ δὲ ὁ ἀγαθὸς θεὸς ἡμῶν περιφυλάξειεν ἀσινῆ καὶ ἀπρόσκοπον τῇ τε ὀρθοδόξῳ πίστει καὶ τῇ σεμνοπρεπεῖ πολιτείᾳ, ἣν διὰ παρθενίας προείλου πρὸς εὐαρέστησιν Κυρίου.

.................... [Λύσεις διαφόρων κεφαλαίων] Ἐρώτησις. περὶ πρεσβυτέρου, διακόνου τε καὶ ἀναγνώστου, ἐσχηκότων φρόνημα ὀρθόν, τοῖς αἱρετικοῖς δὲ κοινωνησάντων ἐξ ἀνθρωπίνου φόβου, εἰ χρὴ προσφορὰν ὑπὲρ αὐτῶν ποιεῖν ἢ παννυχίδα ἢ εὐχήν.

Ἀπόκρισις. εἰ μέχρις ἀποβιώσεως κοινωνοῦντες τοῖς αἱρετικοῖς διέμειναν, οὐδαμῶς· εἰ δὲ ἐν τῇ ἐξόδῳ καὶ μετεμελήθησαν καὶ ὡμολόγησαν φόβῳ κεκρατῆσθαι, καὶ τρίτον, εἰ ἐκοινώνησαν τῶν ὀρθοδόξων ἁγιασμάτων, συγχωρητέον γίνεσθαι ἐπ᾽ αὐτοῖς τὰ προειρημένα.

Ἐρώτησις. περὶ μοναχῶν καὶ μοναζουσῶν, ὁμοίως τῇ κοινωνίᾳ τῶν αἱρετικῶν ἀποβιωσάντων. Ἀπόκρισις. ἡ προειρημένη ἀπόκρισις φυλαττέσθω καὶ ἐπὶ τοῖσδε, ὁμοίως καὶ ἐπὶ λαϊκῶν, ἀνδρῶν τε καὶ γυναικῶν καὶ παίδων, εἴρηται δὲ ταῦτα περὶ τῶν τεθνεώτων. εἰ γὰρ ἔτι ζῶν ἐστιν ἐκ πάντων τῶν προειρημένων καὶ μεταμέλοιτο, ἔξω ῥίπτων τὸν φόβον ἀπὸ τοῦ δεῦρο καὶ αἱρούμενος ὑπὲρ τοῦ ἀγαθοῦ κακοπαθεῖν, εἰ μὲν πρεσβύτερος ἢ διάκονος, εἰργέσθω τῆς ἱερουργίας ἕως συνόδου ὀρθοδοξίας, μετὰ δὲ ἐπιτιμίαν τὴν προσήκουσαν μετεχέτω τῶν ὀρθοδόξων ἁγιασμάτων, ἡ δὲ δύναμις τῆς ἐπιτιμίας ἀμεθεξία ἐστὶ τῶν ἁγιασμάτων καθ᾽ ὃν καιρὸν ἢ καιροὺς ὁ ἐπιτιμῶν οἰκονομοίη· οὐ γὰρ ὁριστικῶς ἔστιν ἀποφήνασθαι διὰ τὸ ἄλλον ἄλλου διαφέρειν καὶ προσώπῳ καὶ γνώσει καὶ σπουδῇ καὶ ἡλικίᾳ. εἰ δὲ μονάζων εἴη ἢ ἀναγνώστης ἢ μονάζουσα, τοῦ ἐπιτιμίου πληρουμένου εὐθὺς διδόσθω ἡ θεία μέθεξις, ὡσαύτως καὶ ἐπὶ λαϊκῶν, ἀνδρῶν τε καὶ γυναικῶν καὶ παίδων. δῆλον δὲ κἀν τούτοις διαφορότης κατά τε πρόσωπον καὶ τὸ ἀξίωμα καὶ ἡλικίαν, ὡς καὶ μιᾷ τεσσαρακοστῇ ἱκανοῦσθαι τὴν ἐπιτιμίαν τῷ λαμβάνοντι· φανερὸν δὲ ὅτι τὸ ἐπιτίμιον τῆς ἀμεθεξίας τῶν ἁγιασμάτων συνεπιλαμβάνεται καὶ προσευχῶν καὶ γονυκλισιῶν καὶ ἐγκρατείας βρωμάτων κατὰ τὴν ὑποκειμένην φύσιν τοῦ ἐπιτιμωμένου.

Ἐρώτησις. περὶ τοῦ διδόναι δῶρα ἐν μοναστηρίοις ἀνδρείοις τε καὶ γυναικείοις. Ἀπόκρισις. δοτέον, εἰ εἰσὶ πεφυλαγμένοι τῆς αἱρετικῆς κοινωνίας. Ἐρώτησις. περὶ τοῦ ἀφ᾽ ἑαυτῶν κοινωνεῖν ἢ μονάζοντας ἢ μοναζούσας τῶν ἁγιασμάτων.

Ἀπόκρισις. οὐκ ἐξὸν ἅπτεσθαι οὐδὲ τῶν θείων ἀναθημάτων τοὺς ἔξω ἱερωσύνης, πλὴν εἰ μή τι κατὰ πᾶσαν ἀνάγκην, μὴ εὑρισκομένου πρεσβυτέρου ἢ διακόνου, ἀφ᾽ ἑαυτῶν μετέχειν τοῦ δώρου. τοῦτο δὲ πῶς; τιθεμένης βίβλου ἱερᾶς καὶ ἐφαπλουμένης ὀθόνης καθαρᾶς ἢ ἱερᾶς ἐπικαλυμματίδος, ἐκεῖσε τοῦ δώρου ἀπὸ χειρὸς σὺν φόβῳ προτεθέντος, μετὰ τὴν ὑμνῳδίαν ἀπὸ στόματος ληπτέον, εἶθ᾽ οὕτως διακλύσεως οἴνου γινομένης τῷ μεταλαμβάνοντι.

Ἐρώτησις. περὶ λαϊκῶν ἀνδρῶν τε καὶ γυναικῶν ὀρθοδόξων ἐξ ὀρθοδόξου κοινωνούντων, φόβῳ δὲ ἀνθρωπίνῳ τἆλλα πάντα τοῖς αἱρετικοῖς συναναμιγνυμένων, πῶς χρὴ τοὺς ἀκριβευομένους περὶ αὐτῶν ἔχειν. Ἀπόκρισις. ἀπὸ μὲν ἱερατικοῦ, ἤγουν πρεσβυτέρου καὶ διακόνου, μονάζοντός τε καὶ μοναζούσης, ἀφεκτέον συνεσθίειν τὸν ἠκριβωμένον, οὐκ οἶδα εἰ μή τι οἰκονομίας τρόπῳ, καὶ τοῦτο σπανιώτερον, ἀπὸ δὲ τῶν λαϊκῶν ἀδιάφορον τὸ συνεσθίειν. κἂν τύχῃ πολλάκις καὶ κοινωνεῖν αὐτὸν φόβῳ τῇ αἱρέσει, ἔχοντα δὲ ὅμως ὀρθόδοξον τὸ φρόνημα, πλὴν ἵνα μὴ ἀκόλαστον εἴη τὸ ἁμάρτημα, μικρὸν ἐπιτίμιον ἐπιδιδόσθω τοῖς ἀδιαφοροῦσιν ἐκ φόβου τοῖς αἱρετικοῖς· τὸ δὲ ἐπιτίμιον γονυκλισίαι πεντεκαίδεκα, εὐχαὶ ὡσαύτως ‛Κύριε, συγχώρησόν μοι τὴν ἁμαρτίαν‚, ‛Κύριε, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ‚, ‛Κύριε, ἐλέησόν με‚ ἀπὸ πεντήκοντα ἤτοι ἑκατόν.

Ἐρώτησις. εἰ χρὴ τοῖς συμψάλλουσι τοῖς αἱρετικοῖς, ἀπεχομένοις δὲ τῆς κοινωνίας αὐτῶν, ἄν τε πρεσβυτέρῳ, ἄν τε διακόνῳ, ἄν τε λαϊκῷ, ἄν τε γυναικὶ μεταδιδόναι τῶν ἁγιασμάτων τὸν ὀρθόδοξον ἱερέα. Ἀπόκρισις. τὸ μὲν οὖν μεταδιδόναι μεταδιδότω, τοῖς μὲν ἱερωμένοις οἰκονομικῶς μετὰ ἐπιτιμίου διὰ τὴν πρὸς τοὺς αἱρετικοὺς ἀπαγωγὴν ἐν τοῖς ἄλλοις, τοῖς δὲ λαϊκοῖς ἄνευ ἐπιτιμίου· περὶ δὲ τοῦ διετίαν ἔχοντος ἀναγνώστου ἐν τῇ ἀποχῇ τῆς αἱρετικῆς κοινωνίας, δίκαιον μετέχειν αὐτὸν τῶν ἁγιασμάτων, κἂν ἐν τοῖς ἄλλοις συναπάγηται. οἰκονομικῶς δὲ ταῦτα εἴρηται διὰ τὴν ἀσθένειαν τῶν ἀνθρώπων, ὡς ἂν μὴ πάντῃ ζητοῦντες αὐτοὺς καθαροὺς ποιεῖν τῆς αἱρετικῆς συμφύρσεως λάθωμεν εἰς αὐτὰ τὰ καίρια παραλύοντες αὐτούς.

Ἐρώτησις. εἰ δεῖ συμψάλλειν τοῖς μὴ κοινωνοῦσι τοῖς αἱρετικοῖς, ἀδιαφοροῦσι δὲ ἐν τοῖς ἄλλοις, ἢ δέχεσθαι προσφορὰς παρ᾽ αὐτῶν ἢ κηροὺς ἢ ἔλαιον. Ἀπόκρισις. εἰ μὲν ἱερωμένοι εἶεν καὶ οὐ τοῖς ἑτεροδόξοις προσφέρουσι, προσδεκτέον τὰ παρ᾽ αὐτῶν προσενηνεγμένα μετ᾽ ἐπιτιμίου τινός, εἰ δὲ λαϊκοί, ἄνευ ἐπιτιμίου προσιτέον· δεῖ γὰρ διαφορότητα εἶναι διὰ τὸ τῆς ἱερωσύνης ἀξίωμα.

Ἐρώτησις. εἰ ἔξεστι ποιεῖν τοῖς αἰτοῦσιν ἡμῖν εὐχὴν ἢ εὐλογεῖν ἔλαιον ἢ κηροὺς ἀνάπτειν ἢ ἀπομυρίζειν ἅγια. Ἀπόκρισις. ἐὰν ἑτερόδοξοί εἰσιν, οὐδαμῶς, κἂν πίστει προσέρχωνται· οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος.

Ἐρώτησις. ἐὰν μονάζων ἢ μονάζουσα ἥκοι πρὸς ἡμᾶς ἐπὶ τῇ θείᾳ κοινωνίᾳ, ποταπὴν ὁμολογίαν ἀπαιτητέον διὰ τὸ ἀδιάγνωστα εἶναι τὰ κατ᾽ αὐτούς. Ἀπόκρισις. πάντα τὸν ἐρχόμενον κοινωνῆσαι, εἰ ἀγνοεῖται τὰ κατ᾽ αὐτόν, ἐρωτητέον εἰ προσκυνεῖ τὴν σεπτὴν εἰκόνα Χριστοῦ καὶ τῶν ἁγίων, εἰ μὴ κοινωνεῖ τοῖς αἱρετικοῖς καὶ εἰς ὅ τι ἂν ἄλλο ὑποπτεύηται φρόνημα ἑτερόδοξον. καὶ ὅταν κατὰ πάντα ὁμολογήσῃ καὶ ἡ ὁμολογία σῴζοιτο ἐπὶ πάσης αἱρέσεως ἀπαγορευτική, τότε μεταδοτέον καὶ συγκοινωνητέον αὐτῷ τῶν ἁγιασμάτων.

Ἐρώτησις. εἰ ἔξεστι μοναστρίᾳ ἀπομυρίζειν. Ἀπόκρισις. ἐξ ἀπορίας πάσης ἱερωμένου ἢ μονάζοντος ἀπομυριζέτω διὰ τὴν κατεπείγουσαν ἀνάγκην. Ἐρώτησις. εἰς ἐκκλησίαν κατὰ πάροδον ὑπὸ αἱρετικοῦ κρατουμένην εἰ δεῖ εἰσιέναι.

Ἀπόκρισις. ἅπαξ εἰ ὑπὸ αἱρετικοῦ κρατουμένη ἐκκλησία ἐστίν, οὐ δεῖ εἰσιέναι προσευχῆς χάριν, εἰ μή τι κατὰ ἄλλην περιστατικὴν πρόφασιν. Ἐρώτησις. ἀββᾶν ἐρχόμενον πρὸς ἡμᾶς ἀγνώριστον, εἰ χρὴ πρὸ ἀνακρίσεως ἁγιολεκτεῖν αὐτὸν καὶ αἰτεῖσθαι πρὸς αὐτοῦ εὐχήν.

Ἀπόκρισις. ἐπὰν ὁ καιρὸς αἱρέσεώς ἐστι, πρὸ ἀνακρίσεως οὐ δεῖ οὔτε ‛εὐλογεῖτε ἅγιοι‚ λέγειν οὔτε εὐχὴν αἰτεῖν παρ᾽ αὐτοῦ· τὸν δὲ κοινὸν ἀσπασμὸν οὐκ ἀπαγορευτέον κατὰ τὴν νομοθεσίαν τοῦ Ἁγίου Βασιλείου.

Ἐρώτησις. περὶ φρέατος, ἐὰν μιανθῇ, εἰ δεῖ ποιῆσαι εὐχὴν τὸν ὀρθόδοξον ἱερέα. Ἀπόκρισις. ἐκεῖ δεῖ ποιεῖν τὴν εὐχήν, οὗ ἐστιν ἡ ὀρθόδοξος κοινωνία, πρὸς δὲ τοὺς κοινωνοῦντας τοῖς αἱρετικοῖς οὐκ ἰτέον· ἐν οἷς γὰρ μιαίνονται κατὰ ψυχὴν διὰ τοῦ ἄρτου αὐτῶν, μιανθήσονται καὶ κατὰ σῶμα.

Ἐρώτησις. περὶ βαπτίσματος, εἰ οὐκ ἔστιν ἐκκλησία κρατουμένη ὑπὸ ὀρθοδόξου, ἐὰν αἰτήσηται ἡμᾶς τις ποῦ χρὴ σφραγίζειν, κατηχεῖν καὶ βαπτίζειν, ποταποὶ δὲ οἱ γονεῖς καὶ οἱ ἀνάδοχοι. Ἀπόκρισις. οὐκ εἰσιέναι, καθὰ προείρηται, εἰς ἐκκλησίαν κρατουμένην ὑπὸ αἱρετικοῦ 〈εἰ〉 δεῖ, πόσῳ γε μᾶλλον τὰ λελεγμένα πρᾶξαι· ἀλλὰ διὰ τὴν ἀπορίαν ἀναγκαῖον εἰς τόπον καθαρώτατον οἰκίας, ἐφ᾽ ᾗ διὰ θυσιαστηρίου καθηγιασμένου, ἤτοι τραπέζης, τὴν ἱερουργίαν ὁ μέλλων ἐπιτελεῖν τὸ φώτισμα βαπτιζέτω. ἀναδόχους δὲ ἐκείνους προσιτέον, τοὺς οὐ τοῖς αἱρετικοῖς κοινωνοῦντας, καὶ γονέας τοὺς ὡσαύτως πεφυλαγμένους.

Ἐρώτησις. εἰσὶν ἐκκλησίαι ἔχουσαι δύο κόγχας ἢ καὶ τρεῖς, ἔστι δὲ ἐξ αὐτῶν μία ἀνενθρονίαστος· χρὴ ἐκεῖσε λειτουργῆσαι ἢ οὔ; Ἀπόκρισις. ἐὰν ὑπὸ τὸν ἀναφερόμενον αἱρετικόν ἐστιν ἡ τοιαύτη ἐκκλησία, κἂν μία κόγχη οὐ καθιέρωται, οὐ χρὴ λειτουργεῖν ἐκεῖ· εἰ δὲ κρατεῖται ὑπὸ ὀρθοδόξου, ποιείτω λειτουργίαν εἰς τὴν κόγχην ἥτις οὐ καθιέρωται.

Ἐρώτησις. εἰ δύναταί τις κρατῆσαι τὴν ἐκκλησίαν αὐτοῦ ἵνα μὴ λειτουργῆται ὑπὸ αἱρετικοῦ, πόσον χρόνον ἔξεστι σφαλισθῆναι καὶ τί ὀφείλει περὶ αὐτῆς. Ἀπόκρισις. τοῦτο ὑφ᾽ ἡμῶν οὐ λέλυται τὸ κεφάλαιον· ἐπισκόπου γάρ ἐστι, τοῦ λύοντος τὰς ἐκκλησίας.

Ἐρώτησις. ἐὰν δὲ εἰσὶν ἄνδρες τε καὶ γυναῖκες λαϊκοὶ αἱρετικοί, εἴτε ἀπὸ χωρικίας εἴτε ἔμφυτον ἔχοντες τὴν αἵρεσιν, εἰ ἔξεστιν ἐσθίειν μετ᾽ αὐτῶν ἢ λαμβάνειν ἐξ αὐτῶν τίποτε. Ἀπόκρισις. οὔτε εἰ ἐκ κακονοίας εἰσὶν αἱρετικοὶ οὔτε εἰ ἐξ ἀμαθίας ἔξεστιν ἢ ἐσθίειν ἢ λαμβάνειν τὰ παρ᾽ αὐτῶν προσενηνεγμένα, οὐκ οἶδα εἰ μή τι οἱ ἀμαθεῖς βελτιωθέντες ὀρθοδοξεῖν ἐπαγγέλλονται.

Ἐρώτησις. περὶ τοῦ πατρός μου, εἰ ἐστὶν ἄξιος εἰς λειτουργίαν μνημονεύεσθαι. Ἀπόκρισις. εἴτε πατὴρ εἴτε μήτηρ εἴτε ἀδελφὸς ἢ ὁστισοῦν ἄλλος κατελείφθη μέχρι θανάτου κοινωνῶν τῇ αἱρέσει, προείρηται ἐν τῷ ἀνωτέρω κεφαλαίῳ μὴ μνημονεύεσθαι ἐν τῇ λειτουργίᾳ, εἰ μή τι ἕκαστος κατὰ διάνοιαν ἕλοιτο εὔχεσθαι περὶ τῶν τοιούτων καὶ ὑπὲρ αὐτῶν ποιεῖν ἐλεημοσύνας· πῶς γὰρ ἂν ὁ ἔτι ζῶν μετέχων τε τῆς αἱρετικῆς κοινωνίας καὶ οὕτως ἐκκομισθεὶς ληφθήσεται ἐν μνημοσύνοις κατὰ τὴν μυσταγωγίαν τῶν ὀρθοδόξων; οὐδαμῶς.

Ταῦτα οὐ κανονικῶς ἐφθεγξάμην (ἐπισκόπων γὰρ τοῦτο), ἀλλὰ συμβουλευτικῶς ἐξ ἀγάπης (οὐδὲν γὰρ ἀγάπης ἀναγκαιότερον) φθεγξάμενος· εἰ δέ τι τῇ εὐλαβείᾳ σου ἄλλως δοκιμάζεται οἰκονομεῖσθαι, ἡμεῖς γὰρ περὶ τούτου λόγον οὐκ ἔχομεν ἢ τὸ ἐξαιτεῖσθαι ὑμῶν τὰς ἁγίας προσευχάς, ὅτι ἁμαρτωλοὶ ἄνθρωποι τυγχάνομεν.

Πρὸς τὴν σπαθαρέαν, ἧς τὸ ὄνομα Μαχαρᾶ Τί καλὴ ἡ ἐπιστολὴ τῆς εὐγενείας σου, τῇ ἐγχωρίῳ μὲν φωνῇ ὑπηγορευμένη, πολλῇ δὲ τῇ τῆς ταπεινοφροσύνης χάριτι κατηγλαϊσμένη καί, τὸ παράδοξον, ἐξάπινα τὴν ἐξαγόρευσιν φέρουσα ὥσπερ τι ἕδνον θεοχάριστον. ἀλλὰ πόθεν, ἡμῶν ὄντων ἁμαρτωλῶν, ἡ τοσαύτη σου πίστις καὶ εὐσεβὴς ἐπίχυσις; ἢ ἵνα καὶ ἡμῖν γνωσθείη τίς καὶ ποταπὴ ὑπάρχεις τὴν εὐσέβειαν, συλλαμβάνουσα μεθ᾽ ἑαυτῆς τὸν κύριον καὶ κεφαλήν, ἀλλὰ μὴν καὶ συνεφελκομένη, καθάπερ τι ὀψώνιον θεοτράπεζον, καὶ τὰς κυρίας τὰς ἀδελφάς;

Οὕτω μὲν οὖν θεοτερπὴς ἡ ἐπιστολὴ καὶ τὸν τῆς εὐσεβείας ὑμῶν χαρακτῆρα ὑποδεικνύουσα ὡραιότατον. ἐγὼ δὲ πρὸς τὸ λέγειν ἐπιδεδωκέναι ὑμᾶς ἑαυτοὺς τῇ ἐμῇ ταπεινώσει οὐχ ἱκανός εἰμι· πλὴν οὐχ ἡμῖν, ἀλλὰ θεῷ ἑαυτοὺς ἐπιδίδοιτε. διὰ τοῦτο ὀφειλέται ἐσμὲν καὶ χαίρειν ἐπὶ τῇ ἀγαθῇ ζωῇ ὑμῶν καὶ εὔχεσθαι ὑμῖν τὰ ὅσια καὶ νέμειν μόνον ὃ ἔχομεν, παρέχειν τὸν λεπτὸν ἡμῶν λόγον· ὃ καὶ νῦν ἐπιδιδοῦντες ἐρωτῶμεν, τίνι λόγῳ ἐπιζητείη σου ἡ τιμιότης φάναι με περὶ τῆς θείας κοινωνίας καὶ τίνος χάριν τοσαῦτα ἔτη σπανίως μετέχεις; τοῦτο γὰρ λόγον ὀφείλει τινὰ ἔχειν. οὐ γὰρ τὸ σπανίως ἢ τὸ καθ᾽ ἑκάστην ἁπλῶς, ἀλλὰ τὸ μετὰ καθαρᾶς συνειδήσεως μεταλαμβάνειν δέον· ὁ γὰρ ἀναξίως, φησίν, ἐσθίων καὶ πίνων κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου. εἰ οὖν τοιούτῳ τρόπῳ σκοποῦσα τὰ ἑαυτῆς καὶ εὐλαβουμένη ἀναμένεις τὸν καιρόν, εὖ ἂν ἔχοι, εἴτε συντομώτερον εἴτε χρονιώτερον, καὶ ὅρος ἐν τούτῳ ἄλλος οὐκ ἔστιν ἢ ἡ ἐν καθαρᾷ καρδίᾳ καθόσον δυνατὸν τῷ ἀνθρώπῳ προσέλευσις· ἂν δὲ διὰ πταῖσμά τις ἔχῃ τὸ ἀκοινώνητον, δῆλον ὅτι τότε ἐκεῖνος κοινωνήσῃ, ὁπότ᾽ ἂν πληρωθῇ αὐτῷ τὸ ἐπιτίμιον. εἰ δὲ διακρίνεται αὖ πάλιν δι᾽ αἵρεσιν, τοῦτο ἀναγκαῖον· τὸ γὰρ κοινωνεῖν παρὰ αἱρετικοῦ ἢ προφανοῦς διαβεβλημένου κατὰ τὸν βίον ἀλλοτριοῖ θεοῦ καὶ προσοικειοῖ τῷ διαβόλῳ.

Σκέψαι οὖν, ὦ μακαρία, ᾧτινι τρόπῳ τῶν εἰρημένων εἴη σου ὁ σκοπὸς καὶ κατ᾽ αὐτὸ πρόσιθι τοῖς μυστηρίοις. γνωστὸν δὲ πᾶσιν ὅτι νῦν αἵρεσις ἐν τῇ καθ᾽ ἡμᾶς ἐκκλησίᾳ κατακρατοῦσα τῶν μοιχειανῶν ἐστι· φείσαιο τοίνυν τῆς τιμίας σου ψυχῆς μετὰ τῶν ἀδελφῶν καὶ τῆς κεφαλῆς. ἔφης δέ μοι ὅτι δέδοικας εἰπεῖν τῷ πρεσβυτέρῳ σου μὴ ἀναφέρειν τὸν αἱρεσιάρχην. καὶ τί περὶ τούτου εἰπεῖν σοι τὸ παρὸν οὐ καθορῶ, πλὴν ὅτι μολυσμὸν ἔχει ἡ κοινωνία ἐκ μόνου τοῦ ἀναφέρειν, κἂν ὀρθόδοξος εἴη ὁ ἀναφέρων. ὁ δὲ Κύριος, ὁ ἐν τοσούτῳ μέτρῳ εὐσεβείας ὑμᾶς ἀγαγών, αὐτὸς ἐν πᾶσιν ἀπήμονας καὶ ὁλοτελεῖς σώματί τε καὶ ψυχῇ πρὸς πᾶν ἔργον ἀγαθὸν καὶ πρὸς πᾶσαν αὐτάρκειαν βίου συντηρῶν διαφυλάξειε, τήν τε ὑμῶν συζυγίαν φημὶ καὶ τὰς εὐλαβεστάτας ἀδελφάς, ὑπερευχομένων πάντων τῆς ἡμετέρας ἀναξιότητος.

Πλάτωνι οἰκείῳ πατρί Ἱνατί μοι, πάτερ ἅγιε, τῷ ἀθλίῳ ἐπιτάσσῃς τὰ ὑπὲρ ἐμέ; ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ φωτίζεσθαι, καὶ αὐτὸς ζητεῖς παρ᾽ ἐμοῦ τοῦ ἐσκοτισμένου κατηχεῖσθαι; ἀλλὰ καὶ τοῦτο τυπῶν με πρὸς ταπείνωσιν. οὐκ οἶδα δὲ τί εἴπω τῷ καιρῷ πρόσφορον ἢ ὅτι καλῶς ᾠκονόμησεν ὁ θεὸς τὰ καθ᾽ ἡμᾶς· εἰ γὰρ ἐκ φιλοθεΐας τινὲς καταλιπόντες τὰς ὑπαρχούσας αὐτοῖς ἡγεμονίας μακράν που ἀποδραμόντες τῷ ἡσυχαστικῷ βίῳ ἐμακαρίσθησαν, πῶς ἡμεῖς οἱ ταπεινοί, διὰ νόμον θεοῦ πεφρουρισμένοι ἐν ἐξορίᾳ, οὐκ ἀγαλλιασόμεθα ἐν Κυρίῳ, χάριν αὐτῷ λογιζόμενοι καὶ δωρεὰν μεγίστην ὅτι ἠξιώμεθα ἐν μέτρῳ τοιούτῳ καταντῆσαι, οὗ πολλοὶ ἐφιέμενοι οὐκ ἐπέτυχον;

Κάθου δή, πάτερ μου ἅγιε, ἐν ᾧ τόπῳ ὁ θεὸς ἀλλ᾽ οὐκ ἄνθρωπος εἴσω ἐφρούρησέ σε ἕως καιροῦ (ἐπεὶ μηδὲ ἴσμεν τί τέξεται ἡ ἐπιοῦσα, εἴτε οὕτως εἴτε ἄλλως τῆς προνοίας κελευούσης) καὶ δόξαζε τὸν δοξάσαντά σε Κύριον διὰ τῆς μαρτυρικῆς σου ἐνστάσεως, ἐσθίων τὸν ἄρτον σου μετ᾽ εὐχαριστίας καὶ χαρᾶς, ὃν ἔδοξαν οἱ ἄνθρωποι πικρόν σοι προσφέρειν. οὔπω σοι δύναμις ἐν τῷ γήρει, κόπων ἀσκητικῶν προηγωνισμένων σοι ἐν τῇ νεότητι χάριτι Χριστοῦ κατὰ πάντα. διὰ τοῦτο, παρακαλῶ καὶ ἀντιβολῶ, καὶ βρώμασι καὶ πόμασι τοῦ κατατρυχωμένου σου σώματος ἀντιλαμβάνεσθαι μὴ παραιτοῦ· ἀρκεῖ σοι ἡ μόνωσις, ἡ κάθειρξις, ἡ ἐρημία, ἡ ὑποστέρησις, ἡ ἀδυναμία τοῦ γήρους μετὰ καὶ ἀσθενείας, ἡ περὶ ἡμᾶς τε τοὺς ἁμαρτωλοὺς καὶ τοὺς ἄλλους φροντίς. ἐν τούτοις ὑπομένων αὐταρκοῦ, καθαρότητα θηρεύων τῶν λογισμῶν διὰ τῆς μετεωροπορήσεως τῆς τιμίας σου ψυχῆς. ἡνίκα γὰρ ἄρτι τὸ ἐρημικὸν πρόσεστιν, εὐχερῶς ὁ νοῦς ὥσπερ ὑπὸ σωλῆνος σφιγγόμενον ὕδωρ δύναιτ᾽ ἂν ἀνατρέχειν ἐκ τῶν χαμαιζήλων πρὸς τὰ ἐπουράνια. τοῦτό ἐστι τὸ ζητούμενον, τὸ μετὰ θεοῦ τῇ ἀπροσπαθείᾳ εἰς ἀεὶ ἔσεσθαι. πλὴν οἱ πόλεμοι στεφάνων αἴτιοι παρὰ τῶν πατέρων ἡμῶν ὁρίζονται· ὥστε, εἰ καὶ πολεμούμενοι ἐνιστάμεθα, νίκης ἀποφερόμεθα κλέος κατὰ τοῦ ἡττημένου διαβόλου.

Ἐγὼ δὲ αἰσχύνομαι, ἰσχημένος ὢν τοῖς πάθεσι, τοιαῦτα πρὸς σὲ τὸν πατέρα μου φθεγγόμενος, ἀλλ᾽ ἠνάγκασμαι δι᾽ ὑπακοήν σου. καλὸν τὸ λυθῆναι τῆς πολυδέσμου προσπαθείας καὶ δεθῆναι τῷ ἀκορέστῳ ἔρωτι Κυρίου. συμφέρον, πάτερ μου, τὸ ἀποσχέσθαι τῆς τῶν παθῶν δυσωδίας καὶ ὀσφραίνεσθαι τῆς τοῦ πνεύματος εὐωδίας. μακάριον τὸ κατανυχθῆναι ἐνταῦθα καὶ κλαῦσαι ὑπὲρ ................. ...............· καὶ ἀγαλλίασις τῷ τοιούτῳ, ἐν πᾶσι προηγουμένου 〈τοῦ φόβου〉 θεοῦ· ὅς, καθάπερ πῦρ ὅτε ἐν τῇ ψυχῇ γένηται, ἐγκαταφλέγειν πέφυκε τὰς εἰσβολὰς τῆς ἁμαρτίας. πῶς δὲ οὐ φοβητέον ὃν φρίττουσι ἄγγελοι, οὗ τῷ βλέμματι δονεῖται ἡ κτίσις, ᾧ παραστησόμεθα πάντες γυμνοὶ καὶ τετραχηλισμένοι, μικρὸν ὕστερον ἀποληψόμενοι τῶν βεβιωμένων τὰς ἀμείψεις; ἐγὼ δὲ ὁ τάλας, ἐν οὐδενὶ ὧν εἶπον ἑαυτὸν καταλαμβανόμενος, σκυθρωπάζω, τὴν τῶν ἁγίων εὐχῶν σου ἐπικουρίαν αἰτῶν εἰς διάνοιξιν τῶν τῆς ψυχῆς ὀφθαλμῶν, εἰς γεῦσιν τοῦ ὄντως ἔρωτος. ἀλλ᾽ ἔστι μοι σὺν τῇ ψυχῇ καὶ τὸ σῶμα ἀσθενές, ὡς οἶσθα, καὶ οὐκ οἶδ᾽ ὅ τι χρήσωμαι· μικρὸν γὰρ εἰ δόξω βιάζεσθαι, ἀπόλλω καὶ ὅπερ μικρὸν κατέχω. μίαν ταύτην παρηγορίαν εὕρηκα (καὶ δέον ἀναθέσθαι σοι, πάτερ μου), ἐξ ἀναγνώσεως καὶ ἐρωτήσεως τῶν Ἀνατολικῶν μαθὼν τὸ χρῆναι τοὺς ἡσυχάζοντας εἰ δυνατὸν καθ᾽ ἑκάστην μεταλαμβάνειν τῆς θείας κοινωνίας.

ἐχρησάμην οὕτως καὶ εὗρον βοήθειαν ὁ ἄθλιος, ὑποστελλομένης τῆς διανοίας ἐκ τῆς ἐμπαθοῦς κινήσεως διὰ τὴν τοῦ δώρου ἔμφοβον ὑποδοχήν. καὶ τί γὰρ μεῖζον εἰς ἀγαλλίασιν καὶ φωτισμὸν εἴη ἂν τῇ ψυχῇ πλέον τῆς θείας κοινωνίας; ἐν ποτηρίῳ δὲ ὑαλίνῳ ἀφωρισμένῳ προβαλὼν οἶνον καὶ εὐξάμενος τὰ συνήθη μετέχω ὁ ἀνάξιος τοῦ δώρου. καὶ δήλωσόν μοι εἰ καλῶς ποιῶ ἢ οὔ· πέρα〈νον τῶν〉 καρπῶν σου φαγέσθαι.

Μακάριος εἶ, πάτερ μου, καὶ καλῶς σοι ἔσται, πατὴρ χρηματίσας πολλῶν καὶ εἰς μέτρον ἀρετῆς τοσοῦτον ἀγαγών, ὥστε τανῦν ἐν ἐξορίᾳ ὑπάρχειν τοὺς πάντας δι᾽ ἐντολὴν καὶ νόμον Κυρίου. ἀλλ᾽ ὑπερεύχου πᾶσι τελειῶσαι αὐτοῖς τὸν δρόμον.

Βασιλείῳ τῷ ἀοιδίμῳ ἡγουμένῳ σὺν πᾶσι τοῖς ἁγίοις πατράσι τῆς σεβασμίας μονῆς τοῦ Ἁγίου Σάβα Τῶν τῆς εὐσεβείας δογμάτων καθεστώτων φιλοτάραχον τὸ κινεῖσθαι, τούτων δὲ στασιαζόντων, ὡς νῦν ἐν τῇ καθ᾽ ἡμᾶς μάλιστα ἐκκλησίᾳ, πῶς οὐκ ἀναγκαίως διεγερτέον, φειδομένους οὐδενός, μὴ ὅτι γε μακρᾶς ὁδοῦ, τῶν τε ἄλλων τληπαθημάτων ἀλλὰ καὶ αὐτοῦ θανάτου καταφρονεῖν; αὕτη ἡ αἰτία τῆς πρὸς ὑμᾶς τοὺς ὁσιωτάτους τῶν πνευματικῶν ἡμῶν τέκνων Λιτοΐου καὶ Συμεὼν ἀποστολῆς, οὗτος ὁ τρόπος τῆς μετὰ θεὸν πεποιθήσεως κινδυνώδους ἐν τοῖς αὐτόθι ἐκδημίας.

Ἀλλ᾽, ὦ πατέρες ἅγιοι, πῶς ὑμῖν ἐναργῶς διηγήσαιμι τὰ κατὰ τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ὑπὸ τῶν ἐνταῦθα τολμηθέντα καὶ πραχθέντα; Ἱερεμίας ὁ πολυθρηνότατος ὧδέ πού φησιν ἐν ταῖς ἑαυτοῦ προφητείαις· ποιμένες ἠφρονεύσαντο καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν. ἐνταῦθα δὲ χαλεπώτερόν τι καὶ λίαν ἔκτοπον· τοὺς γὰρ ἐκζητεῖν αὐτὸν προαιρουμένους καὶ ἀντεχομένους τοῦ νόμου αὐτοῦ ὡς ἠλλοτριωμένους αὐτοῦ ἀναθέματι ἀνεθεμάτισαν, τίνι δ᾽ αὐτῶν ἀνενέγκαντες, εἰ καὶ φρικτὸν εἰπεῖν, τὸ ἀνάθεμα ἢ δῆλον ὅτι τῷ εἰπόντι· ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ, καὶ ὁ μὴ δεχόμενος ὑμᾶς οὐ δέχεται τὸν ἀποστείλαντά με;

Τί οὖν; σύνοδος ἀντικαθισταμένη τοῖς τοῦ Κυρίου νόμοις καὶ λόγοις· καὶ τὸ πῶς ἐρῶ. αὐτοῦ τοῦ Κυρίου εἰπόντος, οὓς ὁ θεὸς ἔζευξεν ἄνθρωπος μὴ χωριζέτω, ἱερεύς τις μονάζων τὸν μοιχεύσαντα βασιλέα Κωνσταντῖνον κατὰ τὸν λόγον τοῦ Κυρίου ἐπὶ τῇ ἐκβολῇ τῆς οἰκείας γυναικὸς καὶ εἰσοικήσει τῆς μοιχαλίδος συνέζευξεν, ἐστεφάνωσεν, ἐμαχήσατο διὰ τῆς εὐκτικῆς ἐπικλήσεως τῷ ἀπαγορεύσαντι τὴν μοιχείαν καὶ δεινὰ ἀπειλήσαντι τὰ ταύτης αἰώνια ἐπιτίμια ἀλόγως ἀπαγορεῦσαι καὶ οἱονεὶ διορθωτὴς αὐτῷ τοῦ σφάλματος γενέσθαι πεφιλονείκηκεν, εἴπερ Χριστὸς ἀρᾶται μὲν τὸν μοιχεύοντα, ὁ δὲ εὐλογεῖν αὐτὸν ὑπεφώνησεν εἰς ὑπήκοον πάντων, καὶ ὁ μὲν ὀργίζεται ἐπὶ τῇ ἀθεμίτῳ πράξει, ὁ δὲ εὐδοκεῖν αὐτὸν ἐπὶ ταύτῃ εἰρήκει, καὶ ὁ μὲν ἀκλεᾶ καὶ ἀγέραστον διαγορεύει διά τε προφητῶν καὶ ἀποστόλων τὸν τοῦ νόμου αὐτοῦ παραβάτην, ὁ δὲ ὑπέδειξε στεφανοῦν αὐτὸν τὸν τοιοῦτον· διὸ καὶ τὸ τελευταῖον τῆς συναφείας σύμβολον, τὸ ἄχραντον Χριστοῦ σῶμα καὶ αἷμα, ὡς ἁγνοῖς καὶ ἀκιβδήλοις μετέδωκε τοῖς μοιχωμένοις.

Ἔγνωσται ἆρα ἐκ τοῦ αἰῶνος ἐκτοπώτατον τοιοῦτον δρᾶμα; ἢ ὅτι οὐ Χριστῷ, τῷ καθαρῷ τῶν καθαρῶν συναρμοστῇ, ἀνήνεγκεν ὁ γεννάδας τὴν ἐπίκλησιν, ἀλλ᾽ αὐτῷ τῷ συνεργῷ καὶ συναυτουργῷ τῆς μοιχείας σατανᾷ, θεὸν αὐτὸν καὶ πατέρα ὁ ἀνίερος ἀποκαλέσας καὶ δοὺς κατὰ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν τῷ αὐτοῦ ἀντάρτῃ διὰ μέσου τῶν σατανοθελῶς μοιχευσάντων τὰ νικητήρια; οὕτω τοῦδε κατὰ θεοῦ πεπραχότος, πρότερόν τε καὶ ὕστερον ἕως θανάτου συνδιαιτουμένου τοῖς μοιχωμένοις καὶ μεταδιδοῦντος τῶν θείων δώρων, εἰ καὶ εἴρχθη ὑπὸ τοῦ προηγησαμένου μετὰ τὴν διάρρηξιν τῆς μοιχικῆς βασιλείας, τί νῦν γίνεται ὑπὸ τοῦ νέου προέδρου μετὰ καὶ πεντεκαίδεκα ἱεραρχῶν ἐκ ῥοπῆς τοῦ κρατοῦντος; εἰσκρίνεται πάλιν ἱερουργεῖν ἐν αὐτῇ τῇ καθολικῇ ἐκκλησίᾳ.

Καὶ ἐπειδὴ οὐκ ἐγκατέλιπε Κύριος τοσοῦτον τὴν καθ᾽ ἡμᾶς γενεάν, ὥστε πάντας κλῖναι γόνυ τῇ Βάαλ, ἀλλ᾽ εὑρεθῆναί τινας ὡς καὶ ἐπ᾽ αὐτῆς τῆς μοιχείας πρότερον καὶ αὐτίκα ἐρειδομένους τοῖς τοῦ θεοῦ νόμοις, γνωσθέντων τούτων τῷ δὴ παραιτουμένῳ τὴν κοινωνίαν ἀμφοτέρων κροτεῖται ἐκ προστάγματος βασιλικοῦ καθολικὴ σύνοδος. καὶ δὴ πρὸ τῆς συνόδου φρουρήσαντες καὶ περιστοιχίσαντες στρατιωτικὸν τάγμα τοὺς μὴ συνανομεῖν αὐτοῖς ἀνελομένους ἱστῶσιν ἐπὶ τοῦ συνεδρίου τῆς παρανομίας, ἀναθεματίζουσιν οἱ μοιχοΐστορες, αὐτοφρουροῦσιν, ὑπερορίζουσιν, εἴργουσιν ἀσφαλῶς ἄλλον ἐξ ἄλλου, οὓς μὲν καὶ σιδηροδεσμίους θέμενοι, ἐνίους δὲ καὶ τῷ ξύλῳ τοῖν ποδοῖν συνείραντες.

Ταῦτά ἐστι τὰ δραματουργήματα τῆς ἀναφυείσης μοιχειανικῆς αἱρέσεως, ὦ πατέρες. δεδογματίκασιν οὖν ἐπὶ τῶν βασιλέων μὴ κρατεῖν μηδὲ ἄρχειν τοὺς θείους νόμους, ὁπόταν οὐ βούλωνται, ἀλλὰ τὴν σὺν αὐτοῖς παρανομίαν καὶ λύσιν τῶν τοῦ Κυρίου ἐντολῶν οἰκονομίαν προσαγορεύεσθαι. ὅθεν οὐδὲ μιμεῖσθαι θεμιτὸν τοὺς ἐν τῇ παρούσῃ γενεᾷ τινα τῶν μέχρις αἵματος ἐναντίον βασιλέων παρρησιασμένων ὑπὲρ θείων νόμων φασί· καὶ διὰ τοῦτο τὸν Πρόδρομον μὲν μὴ διὰ τὸν πρὸς Ἡρώδην ἐλεγμὸν εἶναι πρόδρομον ἔφασαν, κατασμικρύνοντες τὴν κορωνίδα τῆς ἀρετῆς τοῦ ἁγίου, εἴπω δὲ καὶ παρωθούμενοι αὐτὴν ὡς οὐκ ἀναγκαίαν, τὸν δὲ Χρυσόστομον καὶ φωστῆρα τοῦ κόσμου καὶ φανερῶς εἰπεῖν ἐτόλμησαν καὶ λέγουσιν οὐ καλῶς πεποιηκέναι ὑπὲρ τοῦ τῆς χήρας ἀγροῦ ἐξορισθέντα, ἐλέγξαντα τὴν Εὐδοξίαν κἀντεῦθεν ταράξαντα τὴν ἐκκλησίαν. ἑκάστῳ τῶν ἱεραρχῶν πρὸς τὸ δοκοῦν αὐτῷ ἐν τοῖς παρεμπίπτουσι σφάλμασιν, ἀλλ᾽ οὐχ ὡς ὁ κανὼν πάντως διαγορεύει, πράττειν ἐξέφηναν, κἂν καθαίρεσις πρόκειται, καὶ τοῦτο οἰκονομίαν νομίζοντες· μηδὲ γὰρ ἐγχωροῦν ἐστι φυλάττεσθαι τοὺς κανόνας φησὶν ἅπαντας.

Τί τἆλλα λέγειν καὶ μηκύνειν τὸν λόγον; πολυσχεδῆ αἵρεσιν ἐτεκτήναντο, τὸ ἱερὸν εὐαγγέλιον ἀνατρέπουσαν, τοὺς θείους κανόνας διαλύουσαν, τὰς τῶν θεοφόρων πατέρων διδασκαλίας ἀπορραπίζουσαν καὶ τὴν ἀντιχριστικὴν ἀποστασίαν προευτρεπίζουσαν, ἀνθ᾽ ὧν οὐ στοιχεῖν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ κατὰ πάντα οὔτε τοῖς ἀποστολικοῖς διατάγμασιν οὔτε τοῖς πατρικοῖς ἐντάλμασιν ἐμμένουσιν, ἀλλὰ πῇ μὲν οὕτως, πῇ δὲ οὐχ οὕτως διὰ τὴν ἐξευρεθεῖσαν αὐτοῖς πονηρὰν καὶ ἀθετητικὴν ἐργασίαν, ἀλλ᾽ οὐκ οἰκονομίαν· οὐδεμία γὰρ οἰκονομία λύσιν αὐτῶν ἀποτελεῖ, οὐδ᾽ οὐ μὴν κανόνων, ἢ ἐφ᾽ ὧν ἐνδέχεται μικρὸν παρορᾶν τι, οὐ μὴν εἰς ἀθέτησιν νόμου ἢ ἀναγκαίου ἤτοι καθαιρετικοῦ κανόνος· ἀποστασίας γὰρ τοῦτο σημεῖον.

Ταῦτ᾽ οὖν ἐνωτισάμενοι, ἅγιοι πατέρες, συμπάσχοιτε ἡμῖν τοῖς ταπεινοῖς ὑπὲρ τοῦ κοινοῦ κλήρου τῆς πίστεως κάμνουσιν, καὶ ἐφ᾽ ὅσον οἷόν τε ὀρέξατε χεῖρα. ἴσμεν ὑμῶν τὴν ἐν πυρὶ τῶν πειρασμῶν τοῦ ἔθνους ζωὴν καὶ μακαρίζομεν ὑμῶν τὴν ὁμολογητικὴν ὑπομονὴν καὶ μάρτυρας ὑμᾶς Χριστοῦ οὐ διακρινόμεθα προσαγορεύειν· ἀλλ᾽ ὅμως καὶ τοῦ ἀναφθέντος ἐν ἡμῖν πυρὸς τῆς κακοδοξίας προθυμήθητε σβεστῆρες γενέσθαι ὁσιώτατοι. ναί, δεόμεθα τὰ πατρικὰ ὑμῶν σπλάγχνα, ὑμεῖς τῆς θείας ἐκείνης καὶ Σαβαϊκῆς ῥίζης ὁμόζηλα βλαστήματα τῆς μετὰ τῶν ἄλλων καὶ θερμῆς ὄντως καὶ διαπύρου εἰς ἐκδίκησιν πίστεως. ἐγνώσθη κἀν ταῖς ἀνωτέρω γενεαῖς οἷα οἱ μακάριοι Σαβαῗται διηγωνίσαντο ὑπὲρ τῆς ἀληθείας. τῆς αὐτῆς οὖν ὄντες καὶ αὐτοὶ χάριτος καὶ τοῦ αὐτοῦ πνεύματος, ὦ σεβασμιώτατοι, τὰ αὐτὰ ἐκείνοις ἐν τῇ νῦν καινοτομίᾳ τῆς πίστεως μὴ παραιτήσησθε κατὰ τὸ δυνατὸν ἐνδείξασθαι, ὡς ἂν εὐφράνοιτε θεόν, ὑπὲρ οὗ καὶ ὁ λόγος, καὶ τὸν παμμάκαρα Σάβαν σὺν πᾶσι τοῖς ἁγίοις. ἱκανὸν δὲ ἔσται πρὸς τὸ ζητούμενον, εἰ καὶ μηδὲν ἄλλο, τὸ τὴν μοιχοσύνοδον ὑμᾶς τὴν ἀναθεματίσασαν τοὺς ἁγίους ἀναθεματίσαι καὶ δεύτερον τὸ τὰς ἱερὰς ὑμῶν προσευχὰς χαρίζεσθαι ἡμῖν εἴς τε ὑπομονὴν τῶν κακούντων καὶ ὁμονοίαν εἰρήνην τῶν ἐκκλησιῶν τοῦ Χριστοῦ.

Γρηγορίῳ τέκνῳ Ἀπάντα τὸν λόγον, ἀδελφὲ ἠγαπημένε, ὡς Χριστοῦ στρατιώτης, ὡς σὺν ἐμοὶ τῷ ἁμαρτωλῷ ἀπόκλειστος ὑπὲρ τοῦ εὐαγγελίου αὐτοῦ, μήτε ἀναλγήτως διατιθέμενος (ἀλογώτατον γάρ) μήτ᾽ αὖ πέρα τοῦ δέοντος καταλυπούμενος ([ἀχρ]εώτατον γάρ).

Ἐδεξάμην ἐπιστολὰς δύο, μίαν παρὰ τοῦ πατρὸς ἡμῶν καὶ ἑτέραν [παρὰ] τοῦ ἀδελφοῦ Ἀθανασίου, καθαπτομένου μου τοῦ πατρὸς ἡμῶν τῆς ταπεινώσεως τῷ ὄντι, ἀλλὰ καὶ κλῶντός μου τὴν ἐλεεινὴν ψυχὴν εἰς συμπάθειαν, τοῦ δὲ ἀδελφοῦ Ἀθανασίου τοσοῦτον πνεύσαντος κατὰ τῆς ἀσθενείας μου, ὡς εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοι παρὰ βραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου· οἶδας γὰρ ἐξ οὗ ἄνθρωπος ἐλπίζει βοηθεῖσθαι· καὶ ὑπολαμβάνει τὸν τοιοῦτον ἰσόψυχον, ἰσόρροπον, ταὐτοπρόθυμον, ὁπόταν ἐν καιρῷ πολέμου παρὰ τοῦ τοιούτου τροπὴν ἐπίδοι τὴν ἐναντίαν, θανάσιμόν τι πανθάνει πάθος.

Τοιοῦτό μοι, ποθεινότατε, ὤφθη τανῦν.

ὁ δεύτερος ἀγγελίᾳ ἐπὶ ἀγγελίᾳ βαρείᾳ, μᾶλλον δὲ πονηρᾷ κατασπᾶν μου τὸν νοῦν καὶ τὴν ἐλεεινήν μου ψυχὴν εἰς ᾅδην ἐναγωνιζόμενος, κἄν, ὥς φησι, φειδοῖ· ἀμφότεροι μὲν ὅτι οὐκ ἔστιν αἵρεσις δυνάμει λαλοῦντες τὰ τοῦ 〈β〉 καὶ 〈γ〉 μάλιστα (συνίημι γὰρ τοὺς λόγους καὶ τὰς διαθέσεις ἀμφοτέρων) κἀντεῦθεν ὑποτιθέμενοι καὶ ὑπομιμνήσκοντες ἐπισκέψασθαι τὰ συγγραφέντα μοι ὡς ἐσφαλμένα καὶ ὡς ἵνα μὴ αἰσχυνθεὶς διορθώσασθαι ἐκπέσω τῆς ἐκκλησίας ὑπὸ τῶν μεταγενεστέρων, εὑρισκόντων ἀλλότρια θεοῦ τὰ συγγράμματα, θυμώδη με καὶ ἐκστατικὸν ἐπιγράφων ὁ πρῶτος, ὁ δὲ δεύτερος ὡς τὸν Κενδουκλᾶν χεῖρον ἡμᾶς εἶναι καὶ ὅτι ‛οὐδεὶς τῶν ἀδελφῶν φυλάττει τοὺς λόγους σου‚ (καθαπτόμενος λεληθότως τῶν δι᾽ ἐρωτήσεων ἀποκρίσεών μου) καὶ ὅτι εἰς μυρίας δόξας διῃρέθησαν καὶ ὅτι οἱ πλείονες καί γε τῶν προεχόντων ταῦτα λέγουσιν, εἰ καὶ μηδεὶς ἔγνω ὅτι ἐπέστειλα, ἐπιχειρήσεις φέρων ἀσυνέτους καὶ ἀλλοκότους, ὡς ὅτι εἰς ἑαυτὸν περιπίπτω ἐν τοῖς γεγραμμένοις μοι, τοῦτο δὲ διδάσκων παντὶ σθένει εὖ ἔχειν· ἐπεί, φησί, ὅτι πάντες οἱ φίλοι καὶ εὐσεβεῖς τῷ μὴ λέγειν αἵρεσιν ἀλλ᾽ ἢ μόνον παράβασιν τῶν ἐντολῶν τοῦ θεοῦ, καταπατητὰς τῶν θείων κανόνων καὶ ἀνιέρους, ‛φεύγετε αὐτῶν τὴν κοινωνίαν παντάπασι‚, καὶ ἕτερα πρὸς τοῖς εἰρημένοις ἐπιπλήττων, ὡς οὐχ οἷόν τε τὸ γράμμα ἀπαγγεῖλαι διὰ τὸ πλῆθος.

Τί οὖν ὁ ταπεινὸς ἐγώ; ἀποτιναξάμενος τὴν ἀθυμίαν βοηθείᾳ καὶ τοῦ ἀδελφοῦ Εὐπρεπιανοῦ καὶ ἀπαρνησάμενος τῇ διαθέσει πᾶσαν σάρκα, πρὸς μόνον δὲ θεὸν ἀποβλέψας, ὑπὲρ οὗ μοι ταῦτα καὶ δι᾽ οὗ ἡ βοήθεια μάλιστα τῷ ἀσθενεῖ καὶ σαθρῷ, ἀντεπέστειλα δεόντως ἐπιλύων τὰς ἀπορίας αὐτῶν καὶ ἐνστάσεις μαρτυρίαις γραφικαῖς καὶ πατρικαῖς ἐν ὀκτὼ τετραδίοις πρὸς ἥμισυ. ὁρῶν οὖν ὅτι τὸ μὴ φέρειν αὐτοὺς τὴν ἐκ τοῦ λέγειν αἵρεσιν ὀργὴν τοῦ κρατοῦντος αἴτιον τῆς ἀσυμφωνίας ἢ νοὸς ἐν τοῖς μὲν ἀχωρησίαν ἢ τάχα καὶ τοῦ φθόνου ὑποσμηχόμενον τὸ κέντρον καὶ πάντοθεν ἀπορῶν τό τε σχίσμα ἡμῶν αὐτῶν δεδιώς, εἰς χαρὰν ὂν τοῦ διαβόλου καὶ τῶν αἱρετιζόντων, τό τε συνελθεῖν αὐτοῖς ἀποστασίαν εἶναι ἀληθείας, συμβουλίᾳ καὶ τοῦ ἀδελφοῦ ἐπὶ οἰκονομίαν ἦλθον μιμήσει τῶν ἁγίων πατέρων ἡμῶν, μηδὲν ἔχουσαν, ὡς οἶμαι, τὸ βλάπτον καὶ παρὰ τὸ εἰκὸς εἰς νόμον θεοῦ· καὶ δὴ ταύτην παρατίθημι, ἔχουσαν ὧδε. ‛Ἐπεὶ ὁρῶ ὑμᾶς εἰς τοσοῦτον ὑπενδοῦναι ὥστε ἀπορραγὴν γενέσθαι εἰς ἡμᾶς, τοῦτο φρονεῖν γέγονέ μοι εὖ ἔχειν εἰς οἰκονομίας τρόπον.

εἰ μὴ φέροι τις λέγειν αἵρεσιν ἀχωρησίᾳ νοός, ἀσθενείας μέν ἐστι, κἂν οὐ βούληται, λογίζεσθαι οὕτως ὁ ἀκούων, συγχωρητέον δὲ ὅμως τὴν φωνὴν χάριν τῆς συναφείας, τῶν ἄλλων σῳζωμένων, λέγω δὴ τῆς τε ἀκοινωνησίας καθόλου καὶ ἄλλης πως οὐ συγκαταβάσεως, καθὰ καὶ οἱ φίλοι δῆθεν ἐπαινοῦσιν ὑμᾶς· κἀμοὶ καὶ τοῖς ὁμοίως μοι αἱρουμένοις ἔστω τὸ λέγειν αὐτὴν αἵρεσιν, καθὼς πεπιστεύκαμεν ἐν ἀποδείξει τῆς ἀληθείας, καὶ εἰ οἱ δι᾽ ἐναντίας τοῦτο ὁρῶντες ἐνδιαβάλλουσιν ἡμᾶς ἀσυμφώνους εἶναι, μηδετέρῳ μέρει μελέτω· ἐν γὰρ τῇ ἀφωνίᾳ συμφωνία ἡμῖν πραγματεύεται τοῖς πράγμασι, ἐξ ἴσου ἀφισταμένοις τῆς κοινωνίας αὐτῶν, ἕως ἂν ὁ θεὸς πληροφορήσῃ ἡμᾶς, τοῦτο εἰδότας, ὡς καὶ τὸ σχίσμα οὐδὲν ἔλαττον αἱρέσεως, ὡς τῷ Χρυσοστόμῳ εἴρηται.‚

*EPISTULAE SPURIAE .................... Ἡ πρὸς ἡμᾶς σου ἐπιστολή, ὁσιώτατε ἐν μοναχοῖς καὶ ἡμῖν ποθεινότατε πάτερ, δεικνύει καθαρῶς τὴν τῆς ψυχῆς σου λαμπρότητα· πολλῆς γὰρ γέμει τῆς ἡδονῆς τε καὶ χάριτος καὶ τῆς πρὸς τὴν εὐτέλειαν ἡμῶν πνευματικῆς διαθέσεως. ἀνθ᾽ ὧν δῴη σοι Κύριος τὰ ἀγαθὰ τῆς ἄνω Σιὼν καὶ βοηθός σοι γένοιτο καὶ ὑπερασπιστὴς κατ᾽ ἐχθρῶν ἀσάρκων καὶ ὑπέρμαχος καὶ ἀντιλήπτωρ· καὶ μὴ δείξαι δύσκολον ἐνώπιόν σου, ἀλλ᾽ εὔκολα καὶ ὁμαλὰ ποιήσοι πάντα σου τὰ δι᾽ ἀρετῆς πρὸς αὐτὸν διαβήματα.

Ἐγὼ δέ, εἰ καὶ προέγραψα πρὸς τὴν σὴν ἁγιωσύνην, ἀλλ᾽ οὐ πρὸς ἀντίδοσιν γραμμάτων ἀποσκοπῶν ἔγραψα, ὅτι μηδὲ ἄξιον ἐμαυτὸν κρίνω παρὰ τοιούτων ἀνδρῶν καὶ ἐκ τοσούτου διαστήματος ἐπιστέλλεσθαι, ἀλλὰ τὴν ἐμαυτοῦ διάθεσιν ὅση βουλόμενος ἐκφᾶναι τοῦτο πεποίηκα καὶ ποιῶ, οὕτω με τοῦ πνευματικοῦ πόθου οὐκ ἀπεικότως βιαζομένου. αὐτὸς δέ, ὦ θεία μοι καὶ αἰδέσιμε κεφαλὴ καὶ μοναχῶν ὁσίων ἀγλάισμα καὶ ἀκρότης, ἀντεπιστεῖλαι ἠξίωσας τῷ ἀναξίῳ θεομιμήτως, ἀλλὰ καὶ ἀπ᾽ αὐτῆς τῆς προγραφῆς τοσοῦτον ἡμῖν τῆς ταπεινοφροσύνης σου τὸ θεῖον ὕψος ὑπέδειξας, ὡς καταπλαγῆναι ἡμῶν τὴν διάνοιαν. ὢ τοῦ θαύματος· εἰ γὰρ ὁ τοσοῦτος καὶ τηλικοῦτος τῇ τῆς ψυχῆς λαμπρότητι καὶ τῇδε συνισουμένην ἔχων τὴν ἀρετὴν ἀπαστράπτουσαν, ὡς αὐτὰ μαρτυρεῖ τὰ πράγματα, ἐμοῦ τοῦ οὐθενοῦς ὑποδεέστερον ἑαυτὸν τίθησι, ὁ παντάπασιν ἀμελὴς ἐγὼ καὶ νωθρὸς τί ἐμαυτὸν ὀνομάσαιμι; καὶ εἰ ὁ τῆς ἀρετῆς λαμπτὴρ ἁμαρτωλὸν ἑαυτὸν ὑπογράφοιεν, ὁ ἁμαρτωλὸς ποῦ φανεῖται, ὥς φησι τὰ ἱερὰ λόγια, ἢ τί ἀποκριθήσεται; ἄρα, εἰ καὶ μηδὲν ἕτερον ἐγέγραπτο τῇ σῇ ἐπιστολῇ, ἤρκει τοῦτο μόνον τοῦ τε δεχομένου τὸν νοῦν ἐκθαμβῆσαι καὶ τοῦ πεπομφότος τὸ ἀνυπέρβλητον ἐν ἀρετῇ θριαμβεῦσαι.

ἀλλ᾽ ἐπειδήπερ ἔθος ἐστὶ τοῦτο ἀρχαῖον τοῖς εὐσεβῶς βιοῦσι καὶ ὡς θεῷ φίλον, τὸ διηνεκῶς ἑαυτοὺς ἐξουθενεῖν τε καὶ μέμφεσθαι, καθάπερ ὁ πατριάρχης Ἀβραάμ, Ἰώβ τε ὁ δίκαιος, ὁ θεόπτης τε Μωσῆς, Ἱερεμίας τε ὁ θεῖος, Δαυὶδ ὁ θεοπάτωρ, ἀπόστολοί τε καὶ μάρτυρες καὶ πᾶς ὁ λοιπὸς τῶν ἀπ᾽ αἰῶνος ἁγίων κατάλογος, ἀφέμενοι τοῦ θαυμάζειν εὐχαριστήσωμεν τῷ Κυρίῳ Ἰησοῦ, τῷ ἕως ἄρτι ἐργαζομένῳ σὺν ἰδίῳ γεννήτορι, βοηθοῦντί τε καὶ ἀνάγοντι ψυχὰς εὐσεβεῖς εἰς ἀρετῶν ἀκρώρειαν, ἀναπλάττοντί τε καὶ ἀλλοιοῦντι ταύτας τὴν καλὴν ἐκείνην Δαυιτικὴν ἀλλοίωσιν, ἣν μόνην πλάττειν οἶδεν ἡ δεξιὰ τοῦ ὑψίστου ἡ ἀναλλοίωτος· ἧς καὶ ἡμᾶς ἀξιωθῆναι ὑπερεύχου, δυσωπῶ, ἁγιώτατε πάτερ, κἂν μέγα καὶ ὑπὲρ ἡμᾶς ἐστι τὸ αἰτούμενον, ἢ τέως κἂν γοῦν ἀμπλακημάτων λύσιν εὑρεῖν παρὰ τοῦ φιλανθρώπου θεοῦ. ὃς καὶ γένοιτό σοι, εἰ ὅλως χρὴ καὶ ἡμᾶς ἁμαρτωλοὺς ὄντας ὑπὲρ ὁσίων εὔχεσθαι, παρέχων σοι ἰσχὺν πνευματικὴν καὶ χάριν πλουσίαν ἐν πᾶσιν καλοῖς, χρηστότητα τρόπων, ἠθῶν εὐκοσμίαν, μενόντων ἀγαθῶν τὴν μέθεξιν, ἀνωλέθρου ζωῆς τὴν ἐπίτευξιν, ἡλίου θείου τὴν ἔλλαμψιν, πάντων τε καλῶν τὴν μετάληψιν καὶ βασιλείας οὐρανῶν τὴν ἀπόλαυσιν.

〈Νεοφύτῳ〉 Ἡδείας καὶ ποθεινὰς ἡμῖν συλλαβὰς τῆς ἐν Χριστῷ σου καλλίστης ἀγάπης, ὦ καλὲ Νεόφυτε, ὦ τρισερασμιώτατε φίλων καὶ ἀδελφῶν, ἐδεξάμεθα χερσὶν ὑπτίαις, τοῦτο δὴ τὸ παροιμιῳδούμενον, καὶ δεξάμενοι ἀνεγνώκαμεν καὶ ἀναγνόντες χάριν ἔσχομεν τῇ μεγάλῃ θεοῦ προνοίᾳ, τῇ σοφώτατα καὶ ὡς οὐκ ἄν τις εἴποι ἀνθρώπων τὰ ἡμέτερα πρὸς τὸ συμφέρον πηδαλιουχούσῃ καὶ διεξαγούσῃ, ἐν καλοῖς κατὰ τὴν ἄνεσιν ἀποσωθέντας καὶ οἷς ὅτι καθαρᾶς ὑγείας ἀπολαύοντας ἀνεμάθομεν. τί γὰρ ἡδύτερον ἡμῖν, τί δὲ χαριέστερον τοῦ τοιαῦτα εὐαγγελισθῆναι ἀφ᾽ ὑμῶν καὶ περὶ ὑμῶν, τῶν ἴσα καὶ ὀφθαλμοῖς φιλούντων ἡμᾶς; ἅμα δὲ καὶ ὥσπερ διά τινος κατόπτρου τῆς ἡδίστης σου γραφῆς τοῖς νοεροῖς τῆς ψυχῆς ὄμμασι κατοπτεύσαντές σου τὸν πρὸς ἡμᾶς πόθον εἰλικρινέστερον καὶ βεβαιότερον ἔτι μᾶλλόν σοι προσετέθημεν καὶ πνευματικῶς συνεδέθημεν καὶ μᾶλλον σου τῆς φιλικῆς συναφείας καὶ σχέσεως ἐξεχόμενοι περιεχόμεθα ἡμεῖς ἢ τῆς δρυὸς ὁ κισσὸς ἢ οἱ ὄνυχες τῶν σαρκῶν ἢ τῶν πετρῶν οἱ πολύποδες. καὶ οὔτε τόπος οὔτε χρόνος οὔτ᾽ ἄλλο τι τῶν ἁπάντων ὅλως δυνήσεται διαστῆσαι ἡμᾶς τῆς σῆς ἀγαπήσεως, συνέριθον κεκτημένοι πρὸς τοῦτο τὸν νομοθέτην τῆς ἀγάπης Χριστόν, τὸν ἀκρογωνιαῖον λίθον, τὸν τῆς εἰρήνης καὶ ὁμονοίας πρύτανιν καὶ πατέρα, τήν τε ἑνοποιὸν καὶ συνδετικὴν δωρεὰν καὶ χάριν τοῦ Πνεύματος.

εἰ γὰρ καὶ ὁ τόπος σωματικῶς ἡμᾶς ἀπ᾽ ἀλλήλων διέστησεν, ἀλλ᾽ ὁ καθαρὸς τῆς φιλίας τρόπος καὶ ἄδολος πνευματικῶς ἐπὶ πλέον συνῆψέ τε καὶ συνέσφιγξεν· ἐπὶ μὲν γὰρ τῶν σαρκικῶς, ἵν᾽ οὕτω φαίην, συναπτομένων, ὅσον ἂν τὰ κατ᾽ αἴσθησιν αἴτια τῆς ἑνώσεως περιαιρῆται καὶ περικόπτηται, τοσοῦτον καὶ οἱ ἔρωτες αὐτοῖς ψυχραίνονται καὶ μαραίνονται, ἐπὶ δὲ τῶν κατὰ Χριστὸν φιλούντων, τοσοῦτον ὁ πόθος διάπυρος κατὰ ψυχὴν ἐντὸς ἀνακαίεται, ὅσον καὶ τὰ ὑλικὰ καὶ ὁρώμενα κατασβεννύονται ὑπεκκαύματι ὅλου τοῦ φίλτρου καὶ πάσης τῆς διαθέσεως, κενωθέντων ὁλοκλήρως τῶν καρδιακῶν ταμείων ἐντός.

Ἀλλὰ τὸν μὲν ἡμέτερον πόθον ἔτι καὶ ἔτι θεὸς πρὸς περιφανεστέραν πυρκαϊὰν ἐξανάψειε. σὺ δὲ καὶ ἀναπαύειν παντοίως καὶ ψυχαγωγεῖν καὶ παραμυθεῖσθαι τὸν δεσπότην ἡμῶν τὸν γλυκύν, τὸν ἡδύν, τὸν χαρίεντα μὴ διαλείπῃς τὸ σύνολον. ἀνάπαυε δὲ μὴ σαρκικοῖς ἢ φυσικοῖς εἴκων θεσμοῖς μηδὲ ὡς ἀδελφὸν καὶ τὰς αὐτὰς ὠδῖνας σοι διαλύσαντα (τοῦτο γὰρ τῶν τυχόντων καὶ τῶν χαμαὶ καὶ πρὸς τὰ γήινα μόνα νενευκότων ἐστίν), ἀλλὰ διὰ τὸν θεὸν αὐτόν, δι᾽ αὐτὸ τὸ καλὸν καὶ ὡς ὁμολογητὴν καὶ μάρτυρα τῆς ἀληθείας καὶ ὡς τῆς εὐσεβείας προασπιστὴν καὶ τῆς πίστεως πρόμαχον. ἡ χάρις τοῦ κρείττονος, κάλλιστε ἀδελφῶν, διαφυλάξειέ σου τὴν θεοφιλίαν κρείττω καὶ ἀνωτέραν πάσης σατανικῆς ἐπηρείας καὶ ἐπιθέσεως.

Πρός τινας ἁγίους ἐν ἐξορίᾳ ὄντας Ὅσον ἡμῖν, δέσποτά μου θειότατε, μείζω καὶ ἀλλεπάλληλα τὰ τῶν πειρασμῶν ἀνορθούμενα κύματα φοβερὸν ἐπεισφρήσουσι, τοσοῦτον πρὸς τὰς ἀγρίας ἐμβολὰς τῶν πνευμάτων καὶ ἀντιπνοίας δοκιμωτέρους καὶ σοφωτέρους καὶ πλείονα πεῖραν ἔχειν κατασκευάζουσι· ὅσον αἱ θλίψεις πλεονάζουσι, τοσοῦτον ἡμῖν καὶ ἡ ἀένναος χάρις ἄφθονος ἐπιβλύζει τοῦ πνεύματος.

Ὅσῳ τὰ παθήματα περισσεύει ἐν ὑμῖν τοῦ σωτῆρος Χριστοῦ, τοσούτῳ καὶ ἡ παράκλησις, κατὰ τὸν ἀπόστολον φάναι, πλεῖον παρ᾽ ἐκείνου χορηγουμένη προστίθεται. Ὅσον ὁ κατ᾽ αἴσθησιν ἄνθρωπος οὗτος ταῖς ἀνενδότοις κακώσεσιν ὑμῖν διαφθείρεται, τοσοῦτον ὁ ἔνδον ἡμέρᾳ καὶ ἡμέρᾳ ἀνακαινίζεσθαι, φησίν, δύναμιν ἔχει, καθὼς ὁ αὐτὸς ἀπόστολος καὶ πάλιν διδάσκει.

Ὅσον ὁ πήλινος οὗτος ἀσθενεῖ ἀνδριάς, τοσοῦτον ἡ ψυχὴ κατὰ τῶν ἀντιμαχομένων νευροῦται καὶ ῥώννυται τῇ συνάρσει καὶ συνεργείᾳ τοῦ πνεύματος. Ὅσον ὑμῖν οἱ ὑπὲρ τοῦ ἀγαθοῦ ἀγῶνες ὑπερεκτείνονται, τοσούτου πλείους παρὰ τῆς στεφοδότιδος τοῦ κρείττονος δεξιᾶς καὶ οἱ στέφανοι πλέκονται. ὅσον ὑμῖν οἱ ἆθλοι καὶ τὰ παλαίσματα ἐπαυξάνονται, τοσοῦτον καὶ τὰ ἔπαθλα καὶ τὰ ἀμάραντα βραβεῖα πληθύνονται. καθ᾽ ὅσον ἐκ τῶν παρόντων ἀγαθῶν διώκεσθε καὶ στενοχωρεῖσθε, κατὰ τοσοῦτον ἄρα πρὸς θεόν, τὸ κυρίως καλόν, ἀνατατικῶς ἀνυψοῦσθε καὶ τοῖς μέλλουσιν ἀγαθοῖς πλησιάζοντες ἐμπληροφορεῖσθε καὶ ἐμπλατύνεσθε.

Καθ᾽ ὅσον τὴν ψευδώνυμον καὶ πατουμένην δόξαν καταπατεῖτε καὶ παρ᾽ οὐδὲν ταύτην λογίζεσθε, κατὰ τοσοῦτον πρὸς ἑαυτοὺς τὴν ἀληθινὴν ἐφέλκεσθε καὶ οὐράνιον. Καθ᾽ ὅσον ἡ διὰ τὸν θεὸν πτωχεία καὶ ἡ ἔνδεια τῶν χρησίμων ὑμᾶς κατατρύχουσι καὶ ταπεινοῦσιν, κατὰ τοσοῦτον καὶ οἱ ἐν οὐρανοῖς θησαυροὶ καὶ τὰ μεγάλα καὶ ἀνεννόητα τῶν ἐπηγγελμένων ταμεῖα δοξάσουσι καὶ πλουτίσουσι καὶ κορέσουσι ἄνεσιν καὶ τρυφήν, καὶ ἀπόλαυσιν οὐδ᾽ ὅσην εἰπεῖν ἐμπαρέξουσι.

Τοιγαροῦν εὐθυμεῖν ὑμᾶς χρή, γάννυσθαι, χαίρειν, χορεύειν, σκιρτᾶν, ἀγάλλεσθαι, παντοδαπῶς διαχέεσθαι, θεσπέσιε δέσποτα, ὅτι καὶ χαρᾶς καὶ ἀγαλλιάσεως καὶ εὐφροσύνης καὶ θυμηδίας τερψιθύμου τὰ παρόντα τυγχάνουσι διαχύσεως· προξενεῖ γὰρ τὴν οὐράνιον βασιλείαν, τὴν ἄλυπον ζωὴν καὶ ἀπέραντον καὶ τὸ θεοὺς γενέσθαι, τὸ μεῖζον καὶ τὸ κεφάλαιον ἵν᾽ εἴποιμι τῶν τοῦ θεοῦ δωρεῶν, κατὰ χάριν καὶ μέθεξιν. εἰ γὰρ συμπάσχομεν, ὁ ἐν Χριστῷ λαλῶν Παῦλός φησιν, καὶ συνδοξασθῶμεν, εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν. τί δὲ ὁ τὰ ἀπόρρητα καὶ οὐράνια μυστήρια βροντήσας Ἰωάννης ὁ πάνυ φησί; νῦν, ἀγαπητοί, τέκνα ἐσμὲν τοῦ θεοῦ, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα. οἴδαμεν δὲ ὅτι ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν. ὀλίγα πάσχομεν νῦν, μεγάλης δὲ δόξης καὶ ἀνεκφράστου κατά γε τὸ μέλλον κληρονομήσομεν. καὶ γὰρ οὐδὲ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς δόξαν, ὡς ἠκούσαμεν. ἀλλὰ καὶ τὸ παραυτίκα, φησί, τῆς θλίψεως ἐλαφρὸν καθ᾽ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον δόξης βάρος ἡμῖν κατεργάζεται, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· ἐκεῖνα μὲν γὰρ πρόσκαιρα, ταῦτα δέ γε αἰώνια καὶ ἀσάλευτα. ἐγγὺς οἱ στέφανοι καὶ τὰ γέρα, ἐγγὺς ἡ δόξα, ἐγγὺς ἡ προσδοκωμένη ἀνάπαυλα τῶν οὐ πεπερασμένων καλῶν.

μὴ ἀποκάμητε μηδὲ βραχὺ γοῦν ἀναπεσόντες ὑπνώσητε· ἡ γὰρ τῶν ἀντιπάλων ἡμῶν ἐχθρῶν σπουδή, ἕως ἂν περιγένωνται, κυκλόθεν ἡμᾶς ἀγρύπνως περιστοιχίζουσι. μείνατε καὶ ἔτι μικρόν· ὅσον γὰρ ὅσον καὶ ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ. ἥξει, καὶ τῶν δικαίων μισθῶν τῶν συχνῶν ἱδρώτων ὑμῶν λίαν ἱλαρῶς ὑμᾶς ἀξιώσειεν· ἥξει, καὶ τῶν ἀκηράτων ἀγαθῶν τὴν κληρονομίαν, ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ καὶ ἡτοίμασεν τοῖς ὁλοψύχως αὐτὸν ἀγαπήσασιν, εὐμενέστατα ὑμῖν χορηγήσειεν. ὑπομείνατε (θεράποντες γὰρ τοῦ Χριστοῦ) τὰ παρόντα δεινά. ναί, ἀντιβολῶ, μείνατε, καὶ πατριαρχῶν προεδρεῖαι, χορὸς προφητῶν, ἀποστόλων θρόνοι, ἱεραρχῶν τάξεις, στρατὸς μαρτύρων, ὁσίων δῆμοι, ἀσκητῶν ἀγέλαι καὶ πᾶς ὁ λοιπὸς τῶν ἀπ᾽ αἰῶνος δικαίων κατάλογος εἰς τὰς ἑαυτῶν ἀκαταλύτους σκηνὰς ὑμᾶς ἀναμφιβόλως ἐκδέξονται ὡς τὰ αὐτὰ ἐκείνοις παθόντας, ὡς τοὺς αὐτοὺς διαγωνισαμένους ἀγῶνας, ὡς τοῖς αὐτοῖς παλαίσμασι νεανικῶς ἐνιδρώσαντας, διότι καὶ τοῦ μέχρι τέλους τοῖς ἄθλοις ἐγκαρτεροῦντος ἐμάθομεν εἶναι τὸ σῴζεσθαι.

Οὐ μικρᾶς ἡμᾶς ἀθυμίας ἐνέπλησε, τιμιωτάτη μοι κορυφή, ἡ ὑμῶν ἀπ᾽ ἀλλήλων διάζευξις καὶ διάστασις, βάλλοντας εἰς ψυχὴν ἐκ τούτου τὸ δολερὸν καὶ πολυμήχανον τοῦ σατάν· ἐκείνου γὰρ τοῦ πανούργου τρόπος τὸ τοιοῦτον καὶ ἔνεδρα.

〈Πρὸς τοὺς ἐπισκόπους καὶ ἡγουμένους, τοὺς καθαψαμένους Πέτρου τοῦ ἐν τῷ Καλῷ ὄρει〉 Ἔδει μὲν ὑμᾶς εἰδότας, ὦ φίλοι, τὰ τῶν θείων γραφῶν πνευματόφθεγκτα λόγια μὴ ἀκονᾶν τὴν γλῶσσαν κατὰ τοῦ πλάσαντος· ὁ ἁγιάζων γὰρ καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες. ἐπειδὴ δὲ ἀγνοίᾳ κρατούμενοι ἢ φθόνῳ περινυττόμενοι τὸν τοῦ Χριστοῦ ἄξιον θεράποντα οὐ προσδέχεσθε Πέτρον, τὴν θείαν χάριν αὐτοῦ ὡς διὰ τῶν ἀποστόλων ἐν σημείοις καὶ τέρασι καὶ δι᾽ αὐτοῦ νυνὶ ἐκπέμποντος, ἀλλὰ γόην καὶ δυσσεβῆ τοῦτον ἐκπομπεύετε, τὸ τῆς ζωῆς αὐτοῦ ἀνεπίληπτον μὴ γινώσκοντες σιωπῆσαι. ἡμεῖς γὰρ αὐτοῦ τόν τε βίον καὶ τὴν πίστιν διερευνήσαντες οὐδαμοῦ αὐτὸν σφαλλόμενον εὕρομεν, μᾶλλον δὲ καὶ πολλοὺς ἐν τοῖς καθ᾽ ἡμᾶς χρόνοις ἀσκητὰς ὑπερβαίνοντα· ὅντινα οἱ πιστῶς ἀδελφοὶ προσδεχόμενοι τῶν ἁγίων λειτουργιῶν καὶ τῶν εὐαγγελικῶν λογίων ἐρευνηταὶ ἀκριβέστατοι καὶ τῆς ἐκκλησίας Χριστοῦ κοινωνοὶ πέλουσιν ἱερώτατοι. οἱ δὲ τὰ ἐγκελευόμενα παρ᾽ ἡμῶν τῶν εὐτελῶν μὴ δεχόμενοι τὴν θεόφθεγκτον εὐαγγελικὴν ῥῆσιν, τὴν λέγουσαν φανερώτατα, ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, οὐ προσδέχονται· οἵτινες ὡς ἀπαιδευσίας ζήλῳ καὶ ἀσεβείας λόγῳ κρατούμενοι ἀποστολικῇ ψήφῳ καὶ πατρικῷ κανόνι τῷ ἀναθέματι ὑποβάλλονται. *TITULI EPISTULARUM DEPERDITARUM Ἡγουμένῳ 〈Θεοσώστῳ ἡγουμένῳ〉 〈Τῷ κυρῷ Ἰσακίῳ〉 〈Φιλαρέτῳ ἀρχιερεῖ〉