Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Ἐπιστολαί

Θεόδωρος ὁ Στουδίτης

Θεολογική αντιμετώπιση της μοιχειανικής συνόδου και του σχίσματος

Έλεγχος της συνοδικής κατοχύρωσης της μοιχειανικής αιρέσεως, αναίρεση των κακοδοξιών και προτροπές για ορθόδοξη ομολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 3 από 21

Ἀπήγγειλεν δὲ ἡμῖν ὁ αὐτὸς ἀδελφὸς ἡμῶν Ἐπιφάνιος, θειοτάτη κορυφή, ὡς ἔγκλησιν ἐδέξατο παρ᾽ αὐτῆς ἕνεκα Βαρσανουφίου, Ἠσαΐου τε καὶ Δωροθέου τῶν αἱρετικῶν, ὡς δεχομένων ἡμῶν αὐτοὺς ὀρθοδόξους· καὶ πάνυ ἠγάσθημεν, εἰ ἡμεῖς οἱ ταπεινοὶ ὑπὲρ ὀρθοδοξίας πάσχοντες αἱρετικοῖς προσπάσχομεν. ἐμφραγέσθω πᾶν τὸ καθ᾽ ἡμῶν ὑποβάλλον καὶ συκοφαντοῦν στόμα. ὀρθόδοξοί ἐσμεν, κἂν ἄλλως ἁμαρτωλοί, ὦ μακαριώτατε, μηδ᾽ ὁτιοῦν ὕφεσιν ἔχοντες ἐν τούτῳ τῆς ἀποστολικῆς πίστεως, πᾶσαν σύνοδον οἰκουμενικήν τε καὶ τοπικὴν ἐγκεκριμένην τῇ ἀληθείᾳ μετὰ τῶν ἐκτεθέντων αὐταῖς ἁγίων κανόνων ἀσπαζόμενοι καὶ πᾶσαν αἵρεσιν καὶ αἱρετικὸν μυσαττόμενοι καὶ ἀναθεματίζοντες. καὶ ἀνάθεμα Βαρσανουφίῳ, Ἠσαΐᾳ, Δωροθέῳ τε καὶ Δοσιθέῳ, τοῖς ὑπὸ τοῦ Ἁγίου Σωφρονίου ἀναθεματισθεῖσιν. ἀλλὰ καὶ ἄλλος εἴ τις εἴη τούτοις ὁμώνυμος, ὅμως αἱρετικὸς κατὰ τὴν ἐκείνων αἵρεσιν ἢ ἑτέραν, κἂν ἐπίσκοπος, κἂν ἀσκητής, κἂν ὁστισοῦν, ἀνάθεμα ἔστω. ἀλλὰ καὶ εἴ τις μὴ ἀναθεματίζοι εὐκαίρως κατὰ τὸ ἀναγκαῖον πάντα αἱρετικόν, εἴη τῆς αὐτῶν μερίδος. ἡμεῖς γὰρ καθαροί ἐσμεν παντὸς αἱρετικοῦ φρονήματος εὐχαῖς σου ἱερωτάταις, παναγέστατε.

Ἔτι μὴν καὶ τοῦτο ἀναφέρομεν, ὅτι, εἰ καὶ ἐν τῇ ἐπιστολῇ ἡμῶν τῇ διὰ τοῦ ἀδελφοῦ Εὐσταθίου οὐ δεδήλωται ἐπιστεῖλαι ἡμᾶς τῇ ἁγίᾳ σου κορυφῇ δι᾽ Ἐπιφανίου, οὐ διέψευσται Ἐπιφάνιος, καὶ ὁ τρόπος ἐν τούτῳ. ἦμεν ὡς ἀληθῶς ἐκδώσαντες αὐτῷ τὴν ἐπιστολήν, καὶ πάλιν φόβῳ τῶν κρατούντων ἀπαλείψαντες· ὁ δέ, ἔχων τῶν σημείων τὴν γνῶσιν, ἤγαγεν πρὸς τὰ ἅγια αὐτῆς ἴχνη εὖ φρονῶν μετὰ τὸ ἐξορισθῆναι ἡμᾶς. καὶ γάρ ἐστι στόμα τῆς ταπεινώσεως ἡμῶν καὶ λόγος ἐξερευγόμενος τῆς καρδίας ἡμῶν. καὶ μή τί γε ὑπολάβοι ἡ ἁγία σου ψυχὴ σκάνδαλον ἐν τῷ συνδούλῳ ἡμῶν, ὄντι πιστοτάτῳ κατὰ πάντα.

Ὁ ἀδελφὸς ἡμῶν καὶ ἀρχιεπίσκοπος Θεσσαλονίκης ὑπτίαις καρδίας χερσὶ καὶ ἐδέξατο τὴν τῆς μακαριότητός σου προσηγορίαν καὶ δι᾽ ἡμῶν προσκυνητῶς κατασπαζόμενός ἐστι τὴν ἱερωτάτην σου κορυφήν.

[Βασιλείῳ ἡγουμένῳ] Βασιλείῳ τῷ εὐλαβεστάτῳ ἡγουμένῳ καὶ ἀρχιμανδρίτῃ Ῥώμης Πλάτων ταπεινὸς ἐγκλειστὸς καὶ Θεόδωρος ἐλάχιστος πρεσβύτερος καὶ ἡγούμενος τῶν Στουδίου. Οὕτως ἀπεκαραδοκοῦμεν οἱ ταπεινοὶ δέξασθαι γράμματα τῆς πατρικῆς σου ὁσιότητος, ὡς γῆ διψῶσα τὸν ἑαυτῆς ὑετόν· καὶ ἐπειδὴ ἀπετύχομεν τῆς ἐλπίδος, ἠλγήσαμεν, ὡς τὸ εἰκός. ὅμως μαθόντες τὴν αἰτίαν παρὰ Ἐπιφανίου τοῦ ποθεινοτάτου καὶ πιστοτάτου ἡμῶν υἱοῦ, ὅτι ἐξ ἀναγκαίου καὶ οὐκ ἐκ καταφρονήσεως ἡμῶν τῶν εὐτελῶν καὶ λίαν ἐραστῶν τῆς θεοφιλίας σου, μετεβάλομεν τὸ ἄλγος τῆς καρδίας, χαρὰν προσκτησάμενοι ἱκανουμένην. ἀνήγγειλε γὰρ ἡμῖν τὸν αὐτὸν διαμένειν ἐν τῇ πρὸς ἡμᾶς διαθέσει τε καὶ ἀγάπῃ, οὐ μὴν ἀλλὰ καὶ προστιθέμενον μᾶλλον ἀγαθότητος ποικίλοις τρόποις. τὴν δὲ τοῦ ζήλου τῆς εὐσεβείας διανάστασιν, ὅση ἐστὶ τῇ ἁγίᾳ σου ψυχῇ ἐξηγησάμενος, ἤχησεν ἡμῶν ἀμφότερα τὰ ὦτα. καὶ εὐλογητὸς Κύριος τῶν δυνάμεων, ὁ θέμενός σε ἐν τῇ πρωτίστῃ τῶν πόλεων, φωστῆρα θεολαμπῆ λόγον ζωῆς ἐπέχοντα ἀμφιλαφείᾳ τῶν ἀγαθῶν πράξεων, ὁ δούς σοι γλῶσσαν ἐλευθεροστομοῦσαν τὰ θεῖα τῆς ὀρθοδοξίας διδάγματα μετὰ ὑψηλοῦ κηρύγματος. ἐν ᾧ καὶ παρακαλοῦμεν βοηθεῖν τῇ καθ᾽ ἡμᾶς ἐκκλησίᾳ τῇ τε οἰκείᾳ κραταιότητι καὶ τῇ πρὸς τὸν ἁγιώτατον ἀποστολικὸν μεσιτείᾳ.

ἡ γὰρ ὑμῶν ἀνδρικὴ ὑπὲρ τοῦ λόγου τῆς ἀληθείας ἐκδίκησις τῆς ὑπ᾽ οὐρανὸν ἐκκλησίας ὑπάρχει στερέωσις, καὶ ὁ ἀφ᾽ ὑμῶν ζῆλος ἀνάπτειν πέφυκεν ἀεὶ ἅπασαν τὴν οἰκουμένην εἰς τὴν διάπυρον ἐν Πνεύματι Ἁγίῳ τῆς πίστεως ἡμῶν ὁμολογίαν. ὥστε εἰκαζέτω σου ἡ θεοσέβεια, ὅσος ὁ λόγος ὑμῖν τοῦ τῆς εὐσεβείας κράτους καὶ ὁπόσος ὁ ἔπαινος ἀπὸ θεοῦ μετὰ τῶν ἀξίων ἀμοιβῶν ἐν τῇ ταύτης φυλακῇ καὶ ἀναρρήσει· ἣν καὶ φυλάττοιτε καὶ κηρύσσειν οὐ λήγοιτε, οἱ θειότατοι καὶ ἀξιάγαστοι ἡμῶν πατέρες.

Οὗ δὲ χάριν ἀπεστείλαμεν πάλιν τὸν ἀδελφὸν καὶ προσκυνητὴν τῶν ἰχνῶν σου Ἐπιφάνιον; ἵν᾽ ἀνταναγγείλῃ ὁ αὐτὸς τὰ καθ᾽ ἡμᾶς, ὡς εὐχαῖς ὑμῶν ἁγίαις εὖ ἔχει, χαιρομένων ἡμῶν τῶν ἁμαρτωλῶν καὶ θυμηδιώντων ἐν τῷ διωγμῷ καὶ ταῖς φυλακαῖς, ὡς τολμᾶν λέγειν, ἡμῖν ἐχαρίσθη οὐ μόνον εἰς Χριστὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν· ἵνα εἰς ὡς ἐκτενεστέραν ὑμᾶς προσευχὴν παρακινήσῃ ὑπέρ τε ἡμῶν τῶν ἀσθενῶν εὐανδρίας καὶ τοῦ κοινῇ συμφέροντος, ὑπὲρ οὗ ὁ λόγος ἡμῖν καὶ πρὸς ὑμᾶς τοὺς ἁγιωτάτους δέησις τρὶς ἄρτι γινομένη οὐχ ἵνα ἀφεθῶμεν τῆς φυλακῆς, ὅτι μηδὲ λογιζόμεθα αὐτὴν ἀδοξίαν, ἀλλὰ μέγιστον καὶ ὑπὲρ τὴν ἡμετέραν ἀναξιότητα κλέος, ἀλλ᾽ ὅπως ἕξει τὸ ἐπωφελὲς ἐν τῷ κοινῷ, κἂν τῶν ἐσχάτων ἐσμέν. πανταχοῦ γάρ, φησὶν ὁ Θεολόγος, τὸ καθ᾽ ἑαυτοὺς παρορατέον πρὸς τὸ τῶν πολλῶν συμφέρον.

συμφέρον δ᾽ ἂν εἴη, ὡς ὁ ἡμέτερος σκοπὸς καὶ πόθος, ἐπιτιμηθῆναι συνοδικῶς διὰ τοῦ κορυφαιοτάτου ἀποστολικοῦ ὥσπερ ἐπὶ τῶν ἄνωθεν καὶ ἐξ ἀρχῆς τοὺς συνεδρεύσαντας κατὰ τοῦ εὐαγγελίου τοῦ Χριστοῦ καὶ ἀναθεματίσαντας τοὺς ἀντεχομένους αὐτοῦ καὶ μὴ τὴν μοιχείαν καὶ μοιχοζευξίαν καὶ μοιχοσυνδρομίαν δεξαμένους ὡς οἰκονομίαν τῶν ἁγίων, καθὰ οἱ μοιχειανοὶ ἐδογμάτισαν, ἀποκαλέσαντες ἐν τούτῳ τοὺς ἁγίους παρανόμους· ὅτι μηδεὶς ἅγιος τὴν μερίδα μετὰ μοιχοῦ ἔθετο, οὐχ ὅτι καὶ μοιχωμένους ἐστεφάνωσε καὶ δώρων τῶν θείων μεταδέδωκεν, ὁπότε οὐδὲ στέγης καὶ πυρὸς μεταδιδόναι αὐτοῖς, κἂν βασιλεῖς εἶεν, διηγορεύκασι. καὶ ὅτι καὶ αὐτὸ τὸ θεῖον ἐξύβρισαν ταῖς στεφανικαῖς μυσταγωγίαις, ἀνενεγκόντες τὸ ἀνάθεμα ἐπ᾽ αὐτὸ διὰ τῆς τῶν ἀντεχομένων τοῦ νόμου αὐτοῦ ἀναθεματίσεως. εἰ δὲ τοῦτο οὔ, ἡμεῖς τὸ λοιπὸν εὐχόμεθα ὑμῶν τῶν προσευχῶν τὸ σθένος, τῶν τῆς ἀγάπης θεσμῶν τὸ κῦρος, τῶν ἀντιγράφων τὸ κράτος, ὃ πάντως παρακληθείητε ποιῆσαι, παραμυθούμενοι τοὺς ὀλιγοψύχους καὶ ἐπιρρωννύντες τοὺς ἀνάλκιδας, ἁγιώτατοι ἡμῶν καὶ ποθητοὶ καὶ ἀεισέβαστοι πατέρες.

Εὐπρεπιανῷ καὶ τοῖς σὺν αὐτῷ Εὔελπίς εἰμι, τέκνα ἠγαπημένα, περὶ τῆς εἰρηναίας καὶ θεοτάκτου διαγωγῆς ὑμῶν. διὸ μετελεύσομαι τὸν λόγον ἐπὶ τὸ κατεπεῖγον. τί δὲ τοῦτο; ὅταν ἀνακαλύψωμεν τὰ πονηρὰ αὐτῶν δόγματα καὶ ὑποδείξωμεν τὰς αἰτίας, δι᾽ ἃς ἡμᾶς ἀνεθεμάτισαν μετὰ τῶν ἄλλων, παντάπασιν ἀποδείκνυνται οὐχ αἱρετικοὶ ψιλοί πως, ἀλλ᾽ ἀποστάται τοῦ εὐαγγελίου τοῦ θεοῦ τῶν τε ἁγίων ἀναθεματισταὶ καὶ τῶν κανόνων καταλύται. τὸ πρῶτον, ἀντικαθιστάμενοι παλαιᾶς καὶ νέας. μὴ μοιχεύσῃς, ὁ νόμος· μὴ λήψῃ τὸ ὄνομα τοῦ θεοῦ ἐπὶ ματαίῳ· εἷς νόμος ἔστω τῷ Ἰουδαίῳ καὶ τῷ προσηλύτῳ. αὖθις τὸ εὐαγγέλιον, ἤτοι ὁ Χριστός, ἠκούσατε, φησίν, ὅτι ἐρρέθη τοῖς ἀρχαίοις ‛οὐ μοιχεύσεις‚; ἐγὼ δὲ λέγω ὑμῖν μηδὲ ἐμβλέψαι γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτήν· καί, ὁ λύων μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων, οὗτος ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἤγουν εἰς τὸ πῦρ, ὡς οἱ πατέρες ἑρμνεύουσιν, ἐμβληθήσεται.

οἱ δὲ (ὢ τοῦ φοβεροῦ ἀκούσματος) τὴν μοιχείαν τὴν ἐκκήρυκτον νόμου καὶ χάριτος μέχρι καὶ ἐπιθυμίας ἐμβλεμματικῆς τήν τε λύσιν τῆς οὐκ ἐλαχίστης, ἀλλὰ πρώτης εἰπεῖν ἐν τῷ πρακτικῷ καὶ μεγίστης ἐντολῆς, καὶ πρὸς τούτοις τὴν οὐκ ἐπὶ ματαίῳ λῆψιν τοῦ ὀνόματος τοῦ θεοῦ, ἀλλ᾽ ἐπὶ ἀθεμίτῳ τηλικαύτῃ πράξει πονηρᾷ, λέγω δὴ μοιχοζευξίᾳ, λῆψιν τοῦ ὀνόματος τοῦ θεοῦ καὶ μετάληψιν τῶν μυστηρίων Χριστοῦ καὶ στεφανικὴν τοῦ μοιχουργοῦ διαβόλου καὶ ὑπηρέτου αὐτοῦ θεομαχίαν, οἰκονομίαν θεοῦ προσηγόρευσαν, ἀγαθήν τε καὶ σωτήριον τῇ ἐκκλησίᾳ.

Βύσωμεν τὰ ὦτα μή ποτε τακῶμεν τῇ βλασφημίᾳ, ὦ ἀδελφοί. καὶ τὸ δικαίωμα αὐτοῖς, ἐπὶ τῶν βασιλέων φησὶ χρῆναι παραβλέπειν τοὺς εὐαγγελικοὺς νόμους. ἴδε ἄλλη ἀντιχριστικὴ προδρομία. καὶ ποῦ τὸ εἷς νόμος ἔσται; καὶ ποῦ τὸ κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσι; καὶ ποῦ τὸ πρόσωπον ἀνθρώπου θεὸς οὐ λαμβάνει; καὶ τίς ὁ νομοθέτης βασιλέως; καὶ ἐπειδὴ κατὰ τὸ ἄρχον καὶ τὸ ἀρχόμενον, οὐδὲ τῶν ἀρχομένων οἱ νόμοι οἱ εὐαγγελικοί. εἰ γὰρ ἐκείνου, κἀκείνων, ἵνα μένωσιν ὡς ὑφ᾽ ἑνὶ ταττόμενοι νόμῳ καὶ νομοθέτῃ εὐπειθεῖς καὶ ἀστασίαστοι. εἰ δὲ ἐκείνου οὔ, ὅτε βούλεται, οὐ βούλοιτο δὲ τυχὸν οὐδένα φυλάττειν, αὐτῶν δὲ ναί, δύο ταῦτα, ἢ θεὸς ὁ βασιλεὺς (μόνον γὰρ τὸ θεῖον οὐχ ὑπὸ νόμον) ἢ ἀναρχία καὶ στάσις· οὗ γὰρ νόμος μὴ ταὐτός, πῶς εἰρήνη, τοῦ βασιλέως ἄλλο θέλοντος, ἤγουν μοιχεύειν, αἱρετίζειν, καὶ τῶν ὑπὸ χεῖρα μὴ συντίθεσθαι τὴν μερίδα μετὰ μοιχοῦ νομοθετουμένων μηδὲ συναιρετίζειν μηδ᾽ ὁτιοῦν παραβαίνειν τὸ ὑπὸ Χριστοῦ καὶ τῶν ἀποστόλων παραδεδομένον; καὶ πῶς ἐντεῦθεν οὐ συναναφαίνεται ὁ Ἀντίχριστος ἐπὶ θύραις εἶναι; οὐ γὰρ τολμήσουσι φάναι οἱ μοιχειανοί, ‛μὴ οὐχὶ ὃ ἀνομεῖ ὁ βασιλεύς, ποιεῖ τε καὶ κελεύει ὑπείκειν τὸν λαόν‚.

καὶ ἴδε εἰσῆλθεν ἐν τῷ λόγῳ αὐτῶν πάντως ὁ Ἀντίχριστος· βασιλεὺς γὰρ ὢν κἀκεῖνος, τοῦτο μόνον ἐπιζητήσει, ὃ θέλει καὶ λέγει γίνεσθαι καὶ οὐδὲν τὸ διάφορον πρὸς τοὺς πρὸ αὐτοῦ ἢ τὸ μὴ τοσοῦτον θέλειν καὶ βούλεσθαι ὡς εἰ καὶ θελήσειεν καὶ ἄρτι. ἡ αὐτὴ ἐξουσία παρὰ τῶν ἱεραρχῶν συνοδικῶς ἐκπεφώνηται. καὶ πῶς συνιῶν τις καὶ οὐκ ὢν δύσερις οὐχ ὁμολογήσειεν οὕτως ἔχειν; τί δὲ ταύτης τῆς αἱρέσεως χεῖρον ἔσται ἕως ἀναδείξεως αὐτῆς τοῦ Ἀντιχρίστου; ἐγὼ οὔπω δοκῶ εἶναι, ἀλλ᾽ αὐτὴν ταύτην εἰς πέρας ἀρξαμένην ἐκ τοῦ δεῦρο τῷ τότε καιρῷ ἀπολῆξαι· καὶ ὅσοι ἐν ταύτῃ ὑποπέσωσι, κἂν τότε ὑπῆρχον, ὑπέπεσον ἄν, καὶ ὁπόσοι δυνάμει θεοῦ ἀνταγωνιζόμενοι στῶσιν, εἶεν ἂν κἀν ταῖς ἡμέραις ἐκείναις νικῶντες τὸν Ἀντίχριστον ἐν θανάτῳ μετὰ Χριστοῦ.

Ἀλλ᾽ ὢ τῆς ἀνθρωπίνης ταλαιπωρίας. πῶς ἀπ᾽ ἐντεῦθεν νῶτα ἔστρεψαν; πῶς ὑποδεικνύομεν τί ἐσόμεθα; διὰ τοῦτο ὀλίγοι οἱ μέλλοντες στῆναι· διὰ τοῦτο Ἠλίας καὶ Ἐνὼχ (οὐκ οἴδαμεν εἰ καὶ ὁ Θεολόγος καὶ εὐαγγελιστὴς) ἀρωγοὶ τῆς ἀνθρωπίνης ἀσθενείας καὶ πρωτοστάται καὶ ἀθλοφόροι τῆς ὑπὲρ ὁμολογίας Χριστοῦ νίκης· διὰ τοῦτο κολοβωθήσονται αἱ ἡμέραι τῆς ἀνάγκης ἐκείνης, τῇ ἐπιφανείᾳ Χριστοῦ ἀναιρουμένης. οἱ συνιῶντες στῆτε, μὴ ἀρηνήσησθε Χριστὸν ἀπὸ τοῦ δεῦρο· ἀρκτικὰ γὰρ τὰ παρόντα τῶν τότε.

Τὸ δεύτερον οὐ πολλῆς δεῖται σαφηνείας, ἐκ τοῦ προτέρου ἐπιδηλούμενον. ἀναθεματίσαντες οὖν τοὺς μὴ δεχομένους τὴν μοιχοζευξίαν καὶ τὴν μοιχείαν τοῦ βασιλέως καὶ τὴν τοῦ παντὸς εὑρεθέντος καὶ ἐν αὐτῇ τὴν μερίδα θεμένου παρανομίαν ὡς ἁγίαν οἰκονομίαν, τί ἄλλο ἢ τοὺς ἁγίους, καὶ πρῶτόν γε τὸν Πρόδρομον, ἀναθεματίκασιν; ἀληθὲς εἰπεῖν, εἰ καὶ φοβερόν, καὶ αὐτὸν τὸν τῶν ἁγίων δεσπότην· ὃς γὰρ ταῦτα ἀπηγόρευσεν, οὐ δέχεται οὐδὲ εὐδοκεῖ δῆλον ὅτι, ἀλλὰ λίαν ἠπείλησεν ἀπαραίτητον τὸ κρίμα καὶ τὸ μόνον μετὰ μοιχοῦ τὴν μερίδα θεῖναι, οὐ τοῦδε ἢ τοῦδε, ἀλλὰ παντὸς οὑτινοσοῦν, βασιλέως, δυνάστου, μικροῦ καὶ μεγάλου. εἷς γὰρ νόμος ἔσται, φησί, καὶ ἓν εὐαγγέλιον παρελάβομεν· καὶ ὃς ἐκ τοῦδε τοῦ εὐαγγελίου κἂν τὸ τυχὸν παρασαλεύσοι, κἂν ἄγγελος ἐξ οὐρανοῦ, ἀρκεῖ σοι ἡ ἀσφάλεια. μὴ βασιλεὺς μείζων ἀγγέλου; μὴ οὐχὶ ὁ κοσμοκράτωρ ἐν τῷ κόσμῳ μείζων πάντων τῶν κοσμοκρατορικῶς κρατούντων δαιμόνων καὶ ἀνθρώπων, ἀλλ᾽ οὐχὶ θεϊκῶς; καὶ τί ὁ ἀπόστολος; ἀνάθεμα ἔστω. ἄγγελοι οὐ τολμῶσι παρασαλεῦσαι, οὐδὲ σαλεύοντες μένουσι μὴ ἀναθεματιζόμενοι, ὡς ὁ διάβολος καὶ ἡ ἀποστατικὴ αὐτοῦ πληθύς. καὶ πῶς ἄνθρωπος πᾶς ἐν σαρκὶ ὤν, σαλεύων καὶ καινοτομῶν, καὶ μάλιστα τοιαύτας καινοτομίας, οὐκ ἀλλότριος θεοῦ;

Ὃς δὲ οὐ δέχεται ἃ ἀπηγόρευσεν (ἀναληπτέος γὰρ ἐξ οὗ εἰς μεταξυλογίαν μετῆλθεν ὁ λόγος), οὗτος κατὰ τοὺς μοιχειανούς, μᾶλλον δὲ ἀντιχρίστους, ἤδη ἀναθεμάτισται. εἰ δὲ τὸν δεσπότην οὕτως, ὥσπερ οἱ Ἰουδαῖοι, ἐν Βεελζεβοὺλ ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια κεκλήκασι, τί περὶ τῶν δούλων καὶ θεραπόντων αὐτοῦ; ἢ γὰρ ὡς οὐ πειθαρχήσαντας τοῖς δεσποτικοῖς νόμοις ἐν ταῖς οἰκονομίαις αὐτῶν ἐδογμάτισαν ἰσόρροπον καὶ ἰσοκλεῆ τὴν μοιχοζευξίαν καὶ μοιχοκοινωνίαν, οἰκονομίαν αὐταῖς συντάξαντες, καὶ διὰ τοῦτο ὡς ἀνόμους τοὺς ἁγίους καὶ παραβάτας τῶν ἐντολῶν οὐκ ἀνεθεμάτισαν (καὶ ἐντεῦθεν πάντως ἀναθεματιστέοι) ἢ νομοφύλακας αὐτοὺς ὁμολογοῦντες ἑαυτοὺς ἀνεθεμάτισαν, ἀλλ᾽ οὐ τοὺς ἁγίους, σφετερισάμενοι οἱ δείλαιοι εἰς ἑαυτοὺς τὸ τῶν ἁγίων ὄνομα ἐν τῇ λεγομένῃ αὐτοῖς οἰκονομίᾳ τῆς μοιχοζευξίας· καὶ διὰ τοῦτο πάλιν τοὺς ἁγίους ἀνεθεμάτισαν ὡς μὴ ὄντας ἁγίους. ἐπεὶ ἅγιοι κατ᾽ αὐτοὺς οἱ κατὰ δύναμιν τῆς μοιχοζευξίας καὶ μοιχομεριδαρχίας τὰς οἰκονομίας πεποιηκότες καὶ ποιοῦντες· καὶ οὗτοι ἀλλότριοι θεοῦ καὶ ἄνομοι καὶ παραβάται ἐντολῶν καὶ ἀναθεματισμένοι παρ᾽ αὐτοῖς, οἱ μὴ τὴν μοιχοσύστατον αὐτῶν οἰκονομίαν δεχόμενοι καὶ τὰ κατ᾽ ἴχνος αὐτῆς οἰκονομοῦντες.

Ὅθεν οὖν βούλει, καὶ ποτέραν τῶν ἀσεβειῶν αὐτῶν φαεινὴν ἐθέλοις ἰδεῖν, νόει, ὁ ἀγχίνους, καὶ θαύμαζε, βάθος ἐκ βάθους ἀθεΐας ἀναθεωρῶν καὶ ἀναλαμβανόμενος· οὐδὲ γὰρ αἱ αἱρέσεις προφανῆ τὴν ὅλην ἀσέβειαν ἔχουσιν, ἀλλ᾽ αἱ μὲν πόρρω τοῦ εὐαγγελίου πάντῃ γε, αἱ δὲ ὑποδυόμεναι ἐκ τοῦ εὐαγγελίου ῥήσεις τινὰς συνεισέρχονται, οὐ λέγουσαι μὴ στοιχεῖν τοῖς εὐαγγελικοῖς θεσπίσμασιν, ἀλλὰ καὶ πάνυ τῷ δοκεῖν ὑπὲρ αὐτῶν ἀντιποιούμεναι τῷ οὕτως νοεῖσθαι καὶ μὴ οὕτως, εἰς τοὺς θείους λόγους τὴν ἀμφιβολίαν ἔχουσαι. καὶ ἐπειδὴ ἀποτυγχάνουσι τοῦ ὀρθοῦ φρονήματος, αἱρέσεις κατωνομάσθησαν. ἐνταῦθα δὲ φανερὰ ἔκπτωσις πίστεως, οὐ περὶ τὸν νοῦν σφαλλόμενοι, ἀλλὰ λέγοντες· ‛καὶ εἶπεν ὁ Χριστὸς οὕτω, κἂν νόμος ἔχῃ τάδε ἐπὶ τῶν βασιλέων οὕτως γίνεσθαι, νικᾶσθαι τὸ εὐαγγέλιον‚. σκόπησον πῶς τῇ ἀρχῇ τὸ τέλος ἀκολουθεῖ. ἀπὸ Χριστοῦ ἐνανθρωπήσεως ἤρξαντο ἔξωθεν τοῦ εὐαγγελίου αἱ αἱρέσεις. εἶτα ἀποκρουσθεὶς ὁ διάβολος διὰ τῆς κατὰ μικρὸν προκοπῆς τῆς χάριτος ὑπεισῆλθε λανθανόντως ἐξ αὐτοῦ τοῦ εὐαγγελίου· γεννᾷ τὰς αἱρέσεις μέχρι τῶν εἰκονομάχων, ἀπὸ Γραφῆς καὶ τῶν κειμένων αὐτῶν ὑποδυόμενος τὸ δέλεαρ.

καὶ ἐπὰν ᾔσθετο εὐηκόους αὐτῷ τοὺς ἀνθρώπους ὑπάρχειν, συνελαύνοντος καὶ τοῦ καιροῦ τῆς συντελείας, ἤρξατο ἐκ τοῦ δεῦρο ὡς τὸ ἀπ᾽ ἀρχῆς, κατ᾽ αὐτοῦ τοῦ εὐαγγελίου ἀνάπτειν τὸν φόνον, ὅπως καταντήσῃ εἰς τὸν Ἀντίχριστον εὐθέτως, ἐφ᾽ ὃν κατοικήσει καὶ ἐν ᾧ ἀποκαλυφθήσεται ἡ πᾶσα αὐτοῦ πικρία καὶ ἀποστασία, ὃν ἀνελεῖ Κύριος τῇ ἐπιφανείᾳ αὐτοῦ ὅτι τάχιστα.

Περὶ τοῦ τρίτου τί καὶ φῶμεν; οἱ γὰρ τὸ εὐαγγέλιον παραβαίνειν γυμνῇ τῇ κεφαλῇ καταολμήσαντες καὶ τοὺς μὴ παραβαίνειν αἱρετισαμένους ἀναθεματίσαντες, τί περὶ κανόνων αὐτοῖς μελήσει; καί γε καὶ τούτων ὑπὸ Πνεύματος Ἁγίου ἐσφραγισμένων καὶ ἐν τῇ λύσει αὐτῶν λελυμένων ὄντων τῶν ἁπάντων εἰς σωτηρίαν ἡμῶν ἡκόντων· οὐδαμοῦ γὰρ ἱερωσύνη, θυσία, τἆλλα ἰάματα τῶν ψυχικῶν ἡμῶν ἀρρωστημάτων. τί δὲ λέγω κανόνων καὶ ποιοῦμαι διαφορά; ταὐτόν ἐστιν εἰπεῖν καὶ ἐπ᾽ αὐτῶν εὐαγγελίου Χριστοῦ. αὐτὸς γὰρ τὰς κλεῖς δέδωκε τῆς βασιλείας τῶν οὐρανῶν τῷ μεγάλῳ Πέτρῳ φάσκων, ὃν ἂν λύσῃς, καὶ ὃν ἂν δήσῃς, ἔσται τὸ καὶ τό. καὶ πάλιν πᾶσι τοῖς ἀποστόλοις· λάβετε πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται καὶ ἄν τινων κρατῆτε, κεκράτηνται, καὶ ἑπομένως τούτοις εἰς τοὺς μετ᾽ αὐτοὺς διαβιβάζων τὴν ἐξουσίαν, ἐάνπερ ὡσαύτως πράξοιεν. καὶ διὰ τοῦτο Βασιλείου καὶ τῶν ἰσοστασίων αὐτῷ ἁγίων ὡς τῶν ἀποστολικῶν ὄντων κανόνων δεδεγμένων, καθότι ἐξακολουθήκασι μηδὲν καινοτομηκότες, ἀλλὰ καὶ ἐπαυξήσαντες κατὰ τὸ δέον.

Οὗτοι οὖν οἱ νέοι ψευδαπόστολοι ἀποφαίνονται ἐμπράκτως, μὴ πάντως κατὰ τοὺς κειμένους ὅρους τῶν ἁγίων, ἀλλ᾽ οἰκείᾳ ἐξουσίᾳ καὶ διακρίσει παρὰ τὸ ὑπ᾽ αὐτῶν διατεταγμένον ἔσθ᾽ ὅτε ἕκαστον τῶν ἱεραρχῶν ποιεῖν, λύειν ἐν οἷς οὐ παρ᾽ αὐτῶν λύσις καὶ δεσμεῖν ἐφ᾽ οἷς οὐχ ὑπ᾽ αὐτῶν ὁ δεσμός. καὶ ὁρᾶτε ταῦτα καθ᾽ ἑκάστην γιγνόμενα· καὶ ἐβεβηλώθη τὰ ἅγια, καὶ ἐφόδιον ἁμαρτίας κρύβδην τε καὶ εἰς τοὐμφανὲς ἡ μοιχοσύνοδος. καὶ καθαίρεται ὁ ἀκαθαίρετος καὶ χειροτονεῖται ὁ διαβεβλημένος καὶ ἐᾶται ὁ ὑποπίπτων κανόσι καθαιρετικοῖς ἀνευθύνως ἱερουργῶν. καὶ ἐκ κελεύσματος ἀνθρωπίνου καὶ οὐκ ἐκ ψήφου θείας καὶ κανονικῆς αἱ προβολαί.

Καὶ φεῦ μοι τῆς ταλαιπωρίας, πάντα κατατραγῳδεῖν. καὶ τίς ἔχων καρδίαν αἰσθητικὴν οὐκ ἀλγεῖ καὶ στένει; καὶ ποῖος νοῦς ταῦτα ἀναθρώσκων καὶ συμβάλλων οὐχ ὁμολογεῖ αἱρέσεων τὴν ἀποστάτριαν εἶναι Χριστοῦ; καὶ ποῦ μοι πάντα λέγειν τὰ κατὰ νοῦν καὶ ὑπερβαίνειν μέτρον ἐπιστολῆς; εὐσύνοπτα τὰ λεγόμενα, οὐ κεκομψευμένα, οὐ δυσνόητα· τὸ μέν, ὅτι οὐδὲ ἐγὼ ὑψηγορεῖν δυνάμενος, ἀλλὰ καὶ λίαν ὀλίγος καὶ ὀλιγόλογος καὶ βραχύγνωστος, αὐτὰ ταῦτα δι᾽ εὐχῆς τοῦ κοινοῦ πατρὸς καὶ ὑμῶν ἔχων, τὸ δέ, καὶ διὰ τὸ τινὰς ὑμῶν μὴ ἰσχύειν δογματικώτερον καταλαμβάνειν τὴν αἵρεσιν, καὶ ἅμα ὅτι καὶ ἁπλοῦς ὁ λόγος τῆς ἀληθείας ἥ τε αἵρεσις φανερὰ καὶ ἀδογμάτιστος καὶ παιδὶ εὐκατάληπτος· ᾧ γὰρ ὁ θεὸς εἶπε, σύντομος ὁ λόγος. οὗτοι οὐ στοιχοῦσιν, ἀλλὰ καὶ στοιχοῦντας ἀναθεματίζουσι.

Δῴη δὲ ὑμῖν χάριν ὁ Κύριος ἐπὶ πᾶσιν, ἀγαπητὰ τέκνα.

Ἰωσὴφ ἀρχιεπισκόπῳ Θεσσαλονίκης Ἄξια τῆς ταπεινοφροσύνης καὶ σοφίας σου τῆς τε πρός με τὸν ταλαίπωρον ἀγάπης καὶ ὑπὲρ ἀξίαν μου ἀποτιμήσεώς σου τὰ νῦν μοι ἐπεσταλμένα, εἰλικρινῆ καὶ ἀσύμφυρτον τηλαυγοῦντα ἐκ τῆς φωτοειδοῦς σου ψυχῆς, τρισόλβιέ μου ἀδελφοπάτορ, τὴν ἀλήθειαν· ἣν ἀσπασάμενος ηὐχαρίστησα τῷ ἀποπληρωτῇ τῆς ἐπιθυμίας μου Χριστῷ, τῷ τῶν καλῶν ἁπάντων δοτῆρι. καὶ πῶς γε οὐχί, γνώσεώς σε πεπλουτισμένον ὄντα καὶ ζήλου τοῦ προσήκοντος, ἄλλως τε τέκνον ἀληθινὸν τοῦ κοινοῦ πατρός, συνῳδὰ ἡμῖν τοῖς ἐλαχίστοις καὶ φρονεῖν καὶ συνδιατίθεσθαι;

Ἀλλ᾽ εὖ γε μὲν ταῦτα, εὐκταιότερον ἔχοντός μου τοῦ ἀνακούστου τῶν ἀμφοτέρων ὁμοφωνίαν, δι᾽ ἣν ἥ τε τῆς ἀληθείας ἀκτὶς μαρμαίρει λαμπρότερον καὶ ἡ τῶν ἀντιδιατιθεμένων αὐτῇ σκολιότης, μᾶλλον δὲ νυκταυγία, ἀπονευροῦταί τε καὶ ἀποζοφοῦται. εὑρηκὼς δὲ ἐν τοῖς γράμμασι τὴν τοῦ ἀναγκαίου διαίρεσιν, σύγγνωθι, ἀπηνεώθην. οὐ γὰρ αὕτη τοῦ ἀναγκαίου, τοῦ δὲ ἐνδεχομένου, ὃ διῄρηται τριχῶς, εἴς τε τὸ ἐπὶ πλέον, ἐπ᾽ ἴσης καὶ ἐπ᾽ ἔλαττον· τοῦ δὲ προτέρου εἴς τε τὸ παρὸν καὶ ἐσόμενον, εἶτα τοῦ παρόντος ἐπιδιαίρεσις εἰς ἀΐδιον καὶ εἰς τὸ ἔστ᾽ ἂν ᾖ. τοῦ δὲ ἔστ᾽ ἂν ᾖ ὑποδιαίρεσις εἰς τὸ ὑποκείμενον καὶ κατηγορούμενον, τοῦ ὡς ἐπὶ πολὺ ἐνδεχομένου χωροῦντος εἰς τὸ ὑπάρχον, τοῦ δὲ εἰς τὸ ἀναγκαῖον, οὐ μὴν ἀντιστρέφοντος, εἰ καὶ ἐκεῖθεν κατιόντας· οὐ γὰρ εἴ τι ἀναγκαῖον ἤδη καὶ ἐνδεχόμενον, εἴ τι δὲ τὸ ὡς ἐπὶ πολὺ ἐνδεχόμενον, ὁδεῦον διὰ μέσου τοῦ ὑπάρχοντος ἔστ᾽ ἂν ᾖ ἀναγκαῖον. καὶ γοῦν πᾶς ἄνθρωπος γραμματικός, καί τις ἄνθρωπος γραμματικός. ἀλλὰ τὸ μὲν πρῶτον ἐνδεχόμενον, δυνατὸν γὰρ γενέσθαι, τὸ δὲ δεύτερον ἀναγκαῖον, ἐπὰν ἔστιν ἐνεργείᾳ· οὗ θανέντος ἀπέστη ἡ κατὰ τὸ ἀναγκαῖον ἐνέργεια. τοῦτό φησιν ἔστ᾽ ἂν ᾖ, τὸ ἕως ἂν ᾖ ἤτοι. τὸ δὲ ἕτερον, τὸ μήποτε τοῦθ᾽ ὅπερ ἐστὶν ἀλλοιούμενον· οἷα τὰ ἀΐδια, ἄγγελος καὶ ψυχή. καί γε ἔχομεν τὸ ζητούμενον.

ὥστε τὸν ἁλόντα ἐνδεχομένῳ κανόνι πείσεσθαι ἔστιν ὅτε διὰ τὴν τοῦ ἀνδρὸς ἄλλην μοχθηρίαν τὰ τοῦ κατὰ τὸ ἀναγκαῖον κειμένου, ἀλλ᾽ οὐχὶ τοῦδε τὰ τοῦ κατὰ τὸ ἐνδεχόμενον· οὐ γὰρ ἐνδέχεται, ἰσορροποῦντος ἤδη τῷ ἀδυνάτῳ. πᾶν γὰρ ὃ ἀδύνατον, ἀντεστραμμένως καὶ ἀναγκαῖον· οἷον, ἀναγκαῖον τὸν ἥλιον λάμπειν, ἀλλὰ καὶ ἀδύνατον μὴ λάμπειν. τὸ δὲ φάναι τὴν ἁγιωσύνην σού ποτε μὴ λάμψαι, πάντως ἐπὶ τοῦ πάθους τοῦ Χριστοῦ· ἐν νυκτὶ γὰρ οὐκ οἶδ᾽ ὅπως. ταῦτα δὲ τέρατα καὶ οὐκ ἔννομα, οὐδὲ ἐγκάνονα, ἀλλ᾽ ἢ ὑπὲρ φύσιν ἢ παρὰ φύσιν. καὶ τὸ μὲν πρῶτον δηλοῖ ἡ Χριστοῦ οἰκονομία, τὸ δὲ δεύτερον ἡ νῦν παρανομία, μάλιστα οὐκ ἐν ἀποβύστῳ καὶ ὡς ἐν παρεκδρομῇ γεναμένη, ἀλλ᾽ ἐμφανῶς καὶ εἰς νόμον κρατυνθεῖσα τὸ καθ᾽ αὑτὴν διὰ τῆς συνοδικῆς πράξεως καὶ τῆς τῶν ὑπὲρ ἀληθείας ἐνισταμένων ἐξορίσεως, ὡς ἐπί τινος τοὐναντίον θείων κανόνων παραβάσεως, τἀληθέστερον δὲ εἰπεῖν στιβαρᾶς καὶ πονηρᾶς αἱρέσεως.

Ὢ τῆς τόλμης τῶν δρασάντων· οἷς ὅσον τὸ κατάκριμα τῆς τῶν θείων νόμων, μᾶλλον δὲ τοῦ εὐαγγελίου καὶ πάντων σχεδὸν κανόνων καθυβρίσεως, τοσοῦτον ἡμῖν τοῖς ταπεινοῖς ἐπικίνδυνον, καθυφοῦσί τι τοῦ πρέποντος. πῶς δ᾽ ἂν εἴη οἰκονομία ἐν τοῖς συλλειτουργοῦσι τῷ μοιχοζεύκτῃ καὶ προάρξασι τῆς μοιχοκυρώτου συνόδου, ὡς ὁ θεῖος ἔφη Βασίλειος; φησὶ γὰρ πολλάκις καὶ τοὺς τοῖς ἀνυποτάκτοις συναπελθόντας, ἐπὰν μεταμεληθῶσιν, εἰς τὴν αὐτὴν ἀποδέχεσθαι τάξιν, ἀλλ᾽ οὐ παρ᾽ ἡμῶν, εἴπερ ποτὲ καὶ μεταγνοῖεν, παρὰ δὲ τῶν ἰσοστασίων, ὡς ὁ θεῖος ἔφη Διονύσιος.

Τὰ πλεῖστα ἀφίημι τῇ συνέσει σου, ἱερῶς ἰσχυούσῃ ἐποπτεύειν τὰ ἡμῖν λανθάνοντα. δόξα θεῷ ἐπὶ τῇ τῶν ἀδελφῶν ἀπολύσει, εἴπερ ἀληθές, δόξα θεῷ καὶ περὶ τῆς θεοσδότου σου, ἀδελφέ μου, καρτερίας ἐν τοῖς τῶν αὐτόθι σκληροῖς καὶ ἀπεριτμήτοις τῷ πνεύματι κεντήμασιν. χαρίζου μοι τὴν εἰσαεὶ ὑπόμνησιν, νηφαλεοῦσάν με τὸν νυστάζοντα, εἶτα καὶ τὴν ἱερὰν προσευχὴν πάνυ πάντων, τοῦ δὲ πατρὸς ἡμῶν καὶ σοῦ διαφερόντως χρῄζοντι. μεμάθηκα πεποιηκέναι σε χάριτι Χριστοῦ πόνημά τι, καί, εἰ κελεύεις, ἀναγνώσαιμι αὐτὸ ἐπ᾽ ὠφελείᾳ.

Ἀρσενίῳ τέκνῳ Ἡλίκον ἐχάρην καὶ τανῦν ἀναγνούς σου τὰ γράμματα, τέκνον ποθεινότατον, οὐ τοσοῦτον ἐν τῇ ἀνεῳχθείσῃ σοι μᾶλλον θύρᾳ τῆς πρὸς ἀδελφοὺς συντυχίας, εἰ καὶ αὐτὴ εὐκταία, ὅσον ἐπὶ τῇ τῆς γλώττης ἐν χάριτι θεοῦ, δι᾽ ἧς κλείεις τὰ ἀπύλωτα στόματα τῶν αἱρετιζόντων. προσθείη σοι τοιγαροῦν ἔτι Κύριος λόγον γνώσεώς τε καὶ σοφίας διακατελέγχειν τοὺς τῆς ἀσεβείας προασπιστάς, ὡς ἂν ἕξει σοι εὖ μάλα τῷ θείῳ Δαυὶδ συμψάλλειν, τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην. καθ᾽ ὧν λυττήσαντες οἱ μοιχειανίζοντες ἐκεῖνό πως τὸ γραφικὸν αὐτοῖς ἔργοις φθέγγονται, ἀπόστα ἀπ᾽ ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ βούλομαι· εἰ γὰρ ᾔδεισαν, οὐκ ἂν παρέβησαν τὰ τοῦ Κυρίου ἐντάλματα, οὐκ ἂν παραβάντες οἰκονομίαν σωτήριον τῇ ἐκκλησίᾳ Χριστοῦ τὰς παραβάσεις συνοδικῶς ἐδογμάτιζον ὑπ᾽ ἀναθέματι τῶν ταύτας μὴ οὕτω προσιεμένων. ὅπερ ἀσεβὲς δόγμα τοσοῦτόν ἐστιν, ὡς μὴ μόνον τὸ ἱερὸν εὐαγγέλιον ἀνατρέπειν, κατὰ τὸ ἐκ μέρους φύσιν ἔχειν τὸ ὅλον ἀνατρέπεσθαι, ἀλλὰ καὶ αὐτὴν τὴν Χριστοῦ οἰκονομίαν ἀναιρεῖν· αἰρετικὰ γὰρ ἀλλήλων τἀναντία. ὅτι δὲ ἐναντία ἡ μοιχοζευξία, δογματισθεῖσα σωτήριος οἰκονομία, τῇ θείᾳ καὶ ἐπ᾽ ἀναιρέσει τῆς ἁμαρτίας οἰκονομίᾳ, παντί που δῆλον.

ἀλλὰ μὲν οὖν καὶ ἑτέρων ἀσεβημάτων ἐστὶν ἐπίμεστος ἡ μοιχοσύνοδος, ἅ, εἰ περιτύχοις πάλιν ἰδεῖν τὸν ἀδελφὸν Εὐπρεπιανόν, ὑποδείξειέ σοι.

Ἔρρωσο καὶ εὐσθένει, τέκνον, ἀμφοτέρωθεν, τοὺς βάλλοντας ἀοράτως ἐκβάλλων κράτει πίστεως, φόβου τε θείου καὶ ἀγάπης. ἐπειδὴ γὰρ ἔξωθεν δι᾽ ὧν ἐπεγείρουσιν αἱρέσεων προσβάλλοντες ἀποκρούονται ὑπὸ τοῦ ὀρθοδόξου φρονήματος, ἔνδοθεν ἐπέρχονται οἱ δόλιοι, συλῆσαι τὸν τῆς ψυχῆς θησαυρὸν τεχναζόμενοι. ὧν λυτρωθείημεν τῆς θήρας, χεῖρας πρὸς θεὸν αἴροντες συνεργίᾳ τῶν τοῦ κοινοῦ πατρὸς ἡμῶν προσευχῶν καὶ πάντων τῶν εὐσεβούντων, ἐγώ τε καὶ σὺ καὶ πάντες οἱ ἀδελφοὶ ἡμῶν.

Ὁ τοῦ Αὐλητοῦ καθηγούμενος αὐλεῖ, ἀλλὰ ἄσημα καὶ οὐ τῷ Πνεύματι τῷ Ἁγίῳ εὔρυθμα, καὶ τὸ λέγειν αὐτὸν ἀφορᾶν ἐν Ῥώμῃ ἀσθενείας λόγου καὶ πρὸς τὸ παρὸν ψευδαπολογίας καταφύγιον. καὶ τὸ φάναι αὐτὸν περὶ Σάβα τε καὶ Θεοκτίστου, τῶν εὐλαβεστάτων μοναχῶν, τοῦτο κἀκεῖνο καὶ ὡς ἡ Ῥώμη τὸ καὶ τό, οὐκ ἀληθές. οἱ μὲν γὰρ ἕνεκεν τοῦ μὴ προσδεχθῆναι τοὺς ἐκ τῆς εἰκονομαχικῆς αἱρέσεως ὑποστρέφοντας ἐπισκόπους εἰς τοὺς οἰκείους βαθμοὺς (καὶ οὐ πάντας, ἀλλὰ τοὺς ἐξόχους καὶ πρωτάρχους τῆς αἱρέσεως, κατὰ τὸν λόγον τοῦ Ἁγίου Ἀθανασίου) ἐνίσταντο, ὅπερ οὐκ ἀπεικότως. ἀλλ᾽ ἐπεὶ ἡ τηνικαῦτα σύνοδος κέκρικεν ὅλους εἰσδέξασθαι, ἔχουσα τὴν τετάρτην ἁγίαν σύνοδον παράδειγμα, συνῆλθον· οὐ γὰρ ἦν τῶν ἀναγκαίων τι παραβαινόμενον.

Περὶ δὲ τῶν Σιμωνιανῶν, τηνικαῦτα μὲν παρεκαλύφθη, ὡς μετὰ τὴν σύνοδον ἐκζητηθησομένου τοῦ κεφαλαίου. ἐπεὶ δὲ ἐζητήθη, 〈ἕλκεται Ταράσιος〉 τὸ πρῶτον μὲν εἰς ἐπιτίμιον ἐνιαυσιαῖον ἢ καὶ πλέον (ὢ τοῦ τολμήματος) σύν τισι μονασταῖς, ὧν ἀφίημι λέγειν τὰ ὀνόματα. ἐδόθη ὅρος ὑπ᾽ αὐτοῦ ἐξιλεώσεως τῆς εἰς αἰῶνας καθαιρέσεως εἰς τὸ εἶναι τοὺς ὑπὸ θεοῦ διὰ Πέτρου τοῦ τῶν ἀποστόλων κορυφαίου καθῃρημένους πάλιν ἱερουργοὺς Χριστοῦ. εἶτα, ἐπεὶ οὐ συνῆλθον οἱ περὶ Σάβαν ἐν τούτῳ, ἀλλὰ καὶ διηνέχθησαν πρὸς αὐτόν, τί ποιεῖ; κακὸν καλῷ ἀπαλλάττει. ἀρνεῖται μὴ δεδωκέναι ἐπιτίμιον, μηδὲ προσίεσθαι τοὺς ἐν χρήμασι χειροτονήσαντάς τε καὶ χειροτονηθέντας· λέγων διελέγχεται ὑπὸ τῆς τηνικάδε κρατούσης, ἀφ᾽ ἧς καὶ εἱλκύσθη δοῦναι τὸ ἄνομον ἐπιτίμιον.

Παρῆν ἡ ἡμέρα τῶν Θεοφανίων Χριστοῦ, ἐληλύθασιν ἐν ταύτῃ οἱ ἐπιτιμιασθέντες, πεπληρωκότες τὸ ἐπιτίμιον καὶ λύσιν ἐπιζητοῦντες· ὁ μὲν ἀπηξίου, ἡ βασίλισσα κατηπείγετο τὴν εἰσδοχήν. πάλιν κακῷ τὸ καλὸν διαμείβει ὁ πρόεδρος· συλλειτουργεῖ αὐτοῖς τῇ αὐτῇ ἑορτῇ εἰς προῦπτον, οὐχ ἑκουσίως δῆθεν, ἀλλ᾽ ἑκουσίως. ἐπὰν δυνάμενος μὴ συλλειτουργεῖν καθῃρημένοις συνελειτούργησε, κἂν ὁπωσοῦν φαίη τις ἀδυνατεῖν αὐτόν, ἐντεῦθεν ἡ πρὸς αὐτὸν διαφορὰ τῶν περὶ Σάβαν, ἐντεῦθεν ἐπεπόλασεν ἡ λύσις πλειόνως τῶν θείων κανόνων. ἡ δὲ Ῥώμη ταῦτα οὐ προσήκατο (μὴ γένοιτο), ἀλλ᾽ οὐδὲ αὐτὴν τὴν σύνοδον ὡς οἰκουμενικήν, ἀλλ᾽ ὡς τοπικὴν καὶ τὸ ἴδιον πτῶμα τῶν τῇδε ἀνορθώσασαν· οὐδὲ γὰρ οἱ κεκαθικότες ἀντιπρόσωποι τῶν ἄλλων πατριαρχῶν. ψευδές· τοῦ μὲν Ῥωμαίων δι᾽ ἄλλο, οὐ διὰ σύνοδον, παραπεμφθέντων ἐνταῦθα (διὸ καὶ καθῃρέθησαν, ὥς φασι, παλινοστήσαντες ὑπὸ τοῦ πεπομφότος, κἂν ἐπεκαλῶντο βεβιάσθαι), οἱ δ᾽ ἄλλοι ἐκ μὲν ἀνατολῆς, ἀλλ᾽ ὑπὸ τῶν ἐνταῦθα προτραπέντες καὶ ἑλχθέντες, οὐχ ὑπὸ τῶν πατριαρχῶν ἀποσταλέντες, ὅτι μηδὲ ἐνόστησαν ἢ ὕστερον, διὰ τὸ τοῦ ἔθνους δέος δῆλον ὅτι. τοῦτο δὲ ἐποίουν οἱ ἐνταῦθα, ἵνα τὸν αἱρετίζοντα λαὸν μᾶλλον πείσωσιν ὀρθοδοξεῖν ἐκ τοῦ οἰκουμενικὴν δῆθεν ἀθροισθῆναι σύνοδον.

Εἰ δὲ φαίης, πῶς ἡμεῖς οὐκ ἐνιστάθημεν τηνικαῦτα καὶ διατί χειροτονίαν ἐδεξάμεθα μετὰ τὴν σύνοδον παρὰ τοῦ κυροῦ Ταρασίου, ἀπολογούμεθα καὶ σοὶ καὶ πᾶσιν ὅτι τὸ μὲν ἐν ὑπηκόοις ἐτελοῦμεν, μὴ τὰ ὕστερον γνωσθέντα ἡμῖν πρότερον εἰδότες, τὸ δέ, δραξάμενοι αἰτίαν εὔλογον, τὸ λέγειν Ταράσιον μήτε ἐπιτίμιον δεδωκέναι μηδ᾽ αὖ, εἰ γνοῖεν, τῶν τοιούτων συνιερουργεῖν τινι, ἀλλὰ καὶ καθαίρειν. κἂν οὐχ οὕτως ἦν τὸ ἀληθές, διὰ τὸ προφανές, ἀλλ᾽ ὅμως ἡμεῖς, ὀρεγόμενοι τὴν ὁμόνοιαν, ἠρκέσθημεν τοῖς λεγομένοις, τοῦτο κεκρικότες, ἐπὶ τὸ φιλανθρωπότερον τῆς εἰρήνης νεῦσαι ἐν τῷ ἀμφιβόλῳ πράγματι, καθώς φησί που ὁ Θεολόγος· καὶ ἅμα, ὅτι δεδεγμένος ἦν διὰ τὴν ὀρθοδοξίαν καὶ τὸ κατ᾽ αὐτὴν ἀνδρεῖον καὶ σπουδαῖον γενέσθαι ὑπὸ τῶν ἄλλων ἐκκλησιῶν.

Ταῦτά σοι ἐγνώρισα, τέκνον, εἰς εἴδησιν τῶν καθηκόντων καὶ ὅτι οἱ περὶ Σάβαν, εἰ διὰ τοῦτο καὶ οὐκ ἄλλοις τισὶν ἀλόγοις διεφέροντο πρὸς αὐτόν, εἶχον εὔλογον καὶ ἔχουσιν. ὡς γὰρ ὑπὸ παραπετάσματι ἡμεῖς τοῦ λέγειν μὴ δέχεσθαι τοὺς τοιούτους ἀλλὰ καὶ καθαίρειν συνήλθομεν τῷ προέδρῳ, οὕτως ἐκεῖνοι τὸ πραχθὲν ἐμφανῶς ἔχοντες δικαίωμα ἀντιποιοῦνται εἰκότως τοῦ θείου κανόνος. καὶ οὐκ ἔστιν ὁ χάριν τούτου τοῦ κεφαλαίου δυνάμενος ἀντιστῆναι αὐτοῖς, εἴ γε λέγοιεν ὅτι Ταράσιος οἰκονομικῶς ἐδέξατο τοὺς χρηματοχειροτονοῦντας, ἀλλὰ γὰρ οὐδ᾽ ἂν Πέτρος καὶ Παῦλος ἐπιστῇ· αὐτοὶ γὰρ ἐξέθεντο τὸν κανόνα καὶ αὐτοί φασιν, ἀλλὰ κἂν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρὸ εὐηγγελισάμεθα, ἀνάθεμα ἔστω.

Θεοφίλῳ ἡγουμένῳ Ἐβουλόμην ταχύτερον ἐπιστεῖλαι τῇ ἁγιωσύνῃ σου, ἀλλ᾽ οὐκ εὐωδούμην, φρουρούμενος ἀσφαλῶς. ὅτε δὲ εὐδόκησεν ὁ ἀγαθὸς θεὸς χαρίσασθαι καὶ τὸν τρόπον καὶ τὸ πρόσωπον, τηνικαῦτα τὸν ἐμὸν πόθον πληρῶ ὁ ταπεινὸς καὶ προσαγορεύω καὶ ἀσπάζομαι τὸν ἐμὸν πνευματικὸν πατέρα καὶ λίαν ὄντως φιλούμενον. οὐ γὰρ ἐπειδὴ διέστησαν ἡμᾶς σωματικῶς οἱ ἄρχοντες τοῦ αἰῶνος τούτου, ἤδη διέλυσαν καὶ τὴν ἐπὶ θεὸν ἡμῶν πρὸς ἀλλήλους ὁμόνοιάν τε καὶ σχέσιν, μᾶλλον μὲν οὖν καὶ ἐβεβαίωσαν. πείθομαι γὰρ καὶ τὴν σὴν ὁσιότητα ποθεῖν τὴν ἡμετέραν ἀναξιότητα καὶ ἀκλινῆ διαμένειν τῆς ὀρθοδόξου καὶ θεαρέστου ἐνστάσεως ἐξ ὧν τε πρότερον καὶ ὕστερον ὑπέδειξεν ἑαυτὴν θεῷ τε καὶ ἀνθρώποις, ὡς συναιρεῖσθαι ἡμῖν τοῖς ταπεινοῖς καὶ τὸν ὑπὲρ εὐσεβείας διωγμόν, κἂν οὐκ ἠβουλήθησαν οἱ κρατοῦντες φειδοῖ τοῦ μὴ πολλοὺς ἐξορίζειν καὶ καθείργειν καὶ ὡς ἂν δόξωσιν ἐντεῦθεν πείθειν τὸν κόσμον εἰς ἡμᾶς μόνους περιίστασθαι τὴν πρὸς αὐτοὺς διαφορὰν καὶ μὴ εἶναι ἄλλους τοὺς ἐνισταμένους· οἳ τοσοῦτοι τῷ πλήθει ἐν τῇ ὑπ᾽ αὐτοὺς ἐξουσίᾳ, κἂν φόβῳ εἴτε καὶ οἰκονομίᾳ ὑποκρύπτωσιν ἑαυτούς, ὡς ἔστιν ἀκούειν τοῦ θείου Δαυὶδ κράζοντος, ἐξαριθμήσομαι αὐτούς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται.

Οὐδὲ γὰρ μικρόν τι καὶ λανθάνον τὸ ἀσεβούμενον, ἀλλὰ καὶ σφόδρα μέγα τε καὶ προφανὲς τοῖς νοῦν ἔχουσι. τὴν οἰκονομίαν Χριστοῦ, ὦ ἁγιώτατε, τὸ καθ᾽ ἑαυτοὺς ἀνέτρεψαν, τὴν παράβασιν τοῦ εὐαγγελίου ἐν τῇ μοιχοζευξίᾳ καὶ μοιχείᾳ οἰκονομίαν σωτήριον τῇ ἐκκλησίᾳ δογματίσαντες ὑπ᾽ ἀναθέματι τῶν μὴ οὕτω προσδεχομένων· τὸ εὐαγγέλιον διὰ λύσεως τῆς μιᾶς ἐντολῆς διέλυσαν, τὴν λύσιν οἰκονομίαν θεοῦ ἀποφηνάμενοι. εἰ γάρ, ὡς γέγραπται, ὅστις ὅλον τὸν νόμον πληρώσει, πταίσει δὲ ἐν ἑνί, γέγονε πάντων ἔνοχος, οὗτοι δὲ τὸ πταῖσμα, μᾶλλον δὲ τὰ πταίσματα τοῦ τε μοιχοῦ καὶ τοῦ μοιχοζεύκτου, μοιχοσυνδρόμων τε καὶ ὅλων τῶν μετὰ μοιχοῦ τὴν μερίδα θεμένων (οὐδὲ γὰρ οἷόν τε ἐξ ἀλλήλων χωρισθῆναι τοὺς πράξαντας καὶ τοὺς συναπαχθέντας) οὐκ ἐνόχους φασίν, ἀλλ᾽ οἰκονόμους θεοῦ, ἔψευσται ὁ ἀποφηνάμενος ἐνόχους εἶναι, ἀλλοτριοῦνται δὲ καὶ οἱ ἅγιοι τῶν οἰκονόμων θεοῦ, ὅτι οὐδεὶς ἅγιος τὸν τοῦ θεοῦ νόμον παραβέβηκεν οὐδὲ παραβὰς δύναται καλεῖσθαι ἅγιος.

οἱ δὲ δόγμα ἐν τῇ παραβάσει ἐκθέμενοι ἀπαράβατον ὡς νόμον θεοῦ καὶ τοὺς μὴ συναιρομένου αὐτοῖς ἐν τούτῳ ἀναθεματίζοντες (οὐ συναίρονται δὲ δῆλον ὅτι οἱ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἅγιοι τῇ μοιχείᾳ) φανερὸν ἄρα ὅτι τῇ λύσει τῆς μιᾶς ἐντολῆς τοῦ εὐαγγελίου οὐ μόνον ὅλον τὸ εὐαγγέλιον ἀνέτρεψαν, ὁρισάμενοι αὐτὴν συνοδικῶς οἰκονομίαν σωτήριον τῇ ἐκκλησίᾳ, θέντες νόμον ἀπαράβατον τὸ καθ᾽ ἑαυτοὺς ἐπὶ πάσης ἐντολῆς παραβαινομένης οἰκονομίαν γίνεσθαι τὴν ταύτης παράβασιν ὁμοῦ τε καὶ ὀνομάζεσθαι, ἀλλὰ γὰρ καὶ τοὺς ἁγίους μὴ προσιεμένους, ὅτι μηδὲ θεός, κατ᾽ αὐτοὺς ἀνεθεμάτισαν. καὶ ἁπλῶς τί πολλὰ λέγειν, μὴ ἐγχωρούσης τῆς ἐπιστολῆς δέχεσθαι; χαλεπὴ κακοδοξία ἐδογματίσθη ἐν τῇ καθ᾽ ἡμᾶς ἐκκλησίᾳ αὕτη ἡ μοιχειανικὴ αἵρεσις, ἅμα τῇ ἀνατροπῇ τοῦ εὐαγγελίου καὶ τοὺς θείους κανόνας διὰ τῆς ἀθωώσεως τοῦ παρ᾽ αὐτῶν καθῃρημένου μοιχοζεύκτου διαλύσασα· εἰ γὰρ τὸ εὐαγγέλιον ἠθέτησαν, σχολὴ αὐτοῖς περὶ τῶν ἱερῶν κανόνων φροντίζειν.

Ταῦτα οὖν σὺν τῇ προσηγορίᾳ ἀναγκαῖον ἐνόμισα ὑπομνῆσαι τὴν πατρωσύνην σου, ὅπως, εἰδυῖα ὅτι αἵρεσις, φεύγῃ τὴν αἵρεσιν, ἤγουν τοὺς αἱρετικούς, τοῦ μήτε κοινωνεῖν αὐτοῖς μήτε ἀναφέρειν ἐν τῇ εὐαγεστάτῃ αὐτῆς μονῇ ἐπὶ τῆς θείας λειτουργίας· ὅτι μέγισται ἀπειλαὶ κεῖνται παρὰ τῶν ἁγίων ἐκφωνηθεῖσαι τοῖς συγκαταβαίνουσιν αὐτοῖς μέχρι καὶ ἑστιάσεως. εἰ δὲ λέγοι ἡ ὁσιότης σου, πῶς αὐτῆς πρὸς τῆς λεηλασίας τοῦτο οὐκ εἴπομεν, ἀλλ᾽ ὅτι καὶ ἡμεῖς ἐμνημονεύομεν τῶν ἐν τῇ Βυζαντίδι, ἐκεῖνο γινωσκέτω, ὅτι οὔπω σύνοδος ἦν οὐδὲ ἐκφωνηθὲν ὑπῆρχε τὸ πονηρὸν δόγμα καὶ ἀνάθεμα· καὶ πρὸ τούτων οὐκ ἦν ἀσφαλὲς ἀποστῆναι τῶν παρανομούντων τελείως ἢ τὸ φεύγειν μόνον τὴν προφανῆ κοινωνίαν αὐτῶν, οἰκονομίᾳ δὲ πρεπούσῃ ἀναφέρειν ἕως καιροῦ. ἐπεὶ δὲ ἐξῆλθεν εἰς προῦπτον ἡ αἱρετικὴ ἀσέβεια διὰ συνόδου εἰς τοὐμφανές, δεῖ ἄρτι καὶ τὴν σὴν εὐλάβειαν σὺν πᾶσιν ὀρθοδόξοις παρρησιάζεσθαι διὰ τοῦ μὴ κοινωνεῖν τοῖς κακοδόξοις μηδὲ ἀναφέρειν τινὰ τῶν ἐν τῇ μοιχοσυνόδῳ εὑρεθέντων ἢ ὁμοφρονούντων αὐτῇ. καί γε δίκαιον, ὅσιε πάτερ, κατὰ πάντα σε ὄντα φερωνύμως θεόφιλον, φιλεῖν καὶ ἐν τούτῳ τὸν θεόν· ἐχθροὺς γὰρ θεοῦ ὁ Χρυσόστομος οὐ μόνον τοὺς αἱρετικούς, ἀλλὰ καὶ τοὺς τοῖς τοιούτοις κοινωνοῦντας μεγάλῃ καὶ πολλῇ τῇ φωνῇ ἀπεφήνατο. καὶ ἐὰν ἡ σὴ στερρότης οὐκ ἀσφαλίσηται, τίς λοιπὸν σωθήσεται;

καὶ ἐὰν ὁ παρρησιασάμενος δυνάμει θεοῦ ὡς ἅγιος πλὴν τελείας αἱρέσεως ἄρτι μετὰ τὴν αἵρεσιν ὑποστείληται, πῶς ἕτερος τολμήσει γρύξαι; καὶ ἐὰν τὸ μοναδικὸν τάγμα οὐχ ἡγήσηται πάντα σκύβαλα, μοναστήρια λέγω καὶ πάντα τὰ περὶ αὐτά, πῶς λαϊκὸς καταφρονήσει γυναικός, τέκνων καὶ τῶν ἄλλων;

Διὸ ὑπομιμνήσκω ὡς ἐλάχιστος ἀδελφὸς καὶ τέκνον μὴ σιγήσωμεν, ἵνα μὴ κραυγὴ Σοδόμων γενώμεθα, μὴ φεισώμεθα τῶν κάτω, ἵνα μὴ ἀπολέσωμεν τὰ ἄνω, μὴ θῶμεν σκάνδαλον τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, ἥτις ἐστὶ καὶ ἐν τρισὶν ὀρθοδόξοις ὁριζομένη κατὰ τοὺς ἁγίους, ἵνα μὴ τῇ ἀποφάσει τοῦ Κυρίου καταδικασθῶμεν. καὶ οὐ δι᾽ ἑαυτὸν ταῦτά φημι ὁ τάλας (ἐμοὶ γάρ, εἰ καὶ τολμηρὸν εἰπεῖν, καὶ τὸ ἀποθανεῖν ὑπὲρ τῆς ἀληθείας κέρδος καὶ χαρὰ καὶ ζωή, εἴ γε δυναμωθείην ταῖς ἱεραῖς προσευχαῖς ὑμῶν), ἀλλὰ διὰ τὴν ἐν ἡμῖν ἀγάπην ἀρχαίαν καὶ πνευματικὴν καὶ τὸ κοινῆ συμφέρον· εἰ γὰρ ὁ υἱὸς τοῦ θεοῦ, ὁ κύριος καὶ δεσπότης ἁπάντων, ἑαυτὸν ἀνήνεγκεν ὑπὲρ πάντων τῷ θεῷ καὶ πατρὶ θυσίαν, τί ὀφείλομεν ἡμεῖς καὶ πόσον οὐ χρεωστοῦμεν δι᾽ αὐτὸν παθεῖν καὶ ὑπομεῖναι, καί γε οἱ μονάζοντες καὶ τῇ ἀποταγῇ σταυρωθέντες, οἵ γε ἀληθῶς καὶ οὐκ ἀνονήτως ἀποταξάμενοι; ἐπεὶ μὴ ἀπὸ τοῦ ἔξωθεν σχήματος μόνον ἔστι κρίνειν τὰ πράγματα (πολλοὶ γὰρ οἱ προσωπεῖα ὑποδυόμενοι καὶ οὐκ ὄντες ὅπερ φαίνονται), ἀλλ᾽ ἐκ τῶν ἔργων δῆλον ὅτι τὰ σχήματα. εἰ οὖν μοναχοί εἰσί τινες ἐν τοῖς νῦν καιροῖς, δειξάτωσαν ἐπὶ τῶν ἔργων· ἔργον δὲ μοναχοῦ μηδὲ τὸ τυχὸν ἀνέχεσθαι καινοτομεῖσθαι τὸ εὐαγγέλιον, ἵνα μὴ ὑπόδειγμα τοῖς λαϊκοῖς προτιθέμενοι αἱρέσεως καὶ αἱρετικῆς συγκοινωνίας τῆς ὑπὲρ αὐτῶν ἀπωλείας λόγον ὑφέξουσι.

Πολύ με ληρολογῆσαι τὴν ὑπόθεσιν ἡ ἄκρα ταπεινοφροσύνη τῆς ἁγιωσύνης σου ὡς δεχομένη πεποίηκε. σὺ δέ, ὦ πάτερ, εὔχου καὶ ὑπερεύχου ὑπὲρ σαθροῦ καὶ ἁμαρτωλοῦ ἀλλ᾽ οὖν ἐραστοῦ σου ὅτι μάλιστα. ὁ συμφρουρούμενός μοι ὡσαύτως καὶ προσαγορεύει καὶ δέεταί σου τῶν ἱκεσιῶν.

Ναυκρατίῳ τέκνῳ Πάλιν ἑτέρα σοι φυλακή, τέκνον ἠγαπημένον, ἀλλὰ καὶ πάλιν στήλη μὲν τῶν δυσωνύμων αἱρετικῶν, σοὶ δὲ προσθήκη ἄθλων τε καὶ ἐπαίνων οὐρανίων. διὰ τοῦτο ὑπὲρ μὲν ἐκείνων τὸ στένειν μοι καὶ δακρύειν, ὑπὲρ δὲ σοῦ τὸ χαίρειν καὶ εὐχαριστεῖν. ἢ οὐχὶ δοκιμώτερον ἔστι σε γίγνεσθαι τῇ μεταφρουρήσει, καθάπερ χρυσὸν διπυρούμενον ὑπὸ χωνείας; εὐριζωθείης οὖν, ὦ ἱερὲ παῖ, καὶ ὀφθείης τῷ δεσπότῃ Κυρίῳ ἐν πᾶσι καθαρὸς καὶ ἀκίβδηλος, σκεῦος ὄντως εὔχρηστον, κατηρτισμένος πρὸς πᾶν ἔργον ἀγαθόν. φέρε οὖν μακροθυμίᾳ τὸ ἄηθες τοῦ δευτέρου φύλακός σου (οὐ γὰρ ἡγουμένου οὐδὲ ἱερέως λέγοιμι· οὐδεὶς γὰρ θεοῦ λειτουργὸς καί γε μοναστὴς στρατιωτικοῖς ἔργοις ὑπουργήσειεν, ἀλλὰ μὴν οὐδὲ τῷ οὕτω ὑπουργοῦντι κοινωνήσειε), πλὴν δήλωσόν μοι ὅπως σε κρατεῖ· δοκῶ γὰρ διαφορώτερον εἶναι τοῦ προτέρου. ἀλλ᾽ εἴ γε οὕτως ἢ ἑτέρως, σὺ δὲ ὅμως, τέκνον μου, στῆθι γενναίως, εὐμαρίζων τὰ λυπηρὰ τῇ τῶν ἐλπίδων περιχαρείᾳ καὶ κατακτώμενος ἑαυτῷ τὴν μόνωσιν ἀπαθείας εὕρεσιν διὰ τῆς ἐπὶ μόνον τὸν ὁρῶντά σε θεὸν ἀποβλέψεώς τε καὶ σχέσεως, σκυβαλίζων καὶ λικμίζων τοὺς ἐπεισαγομένους ἀχυρώδεις λογισμοὺς παρὰ τοῦ τῶν ζιζανίων σπορέως ἑκάστοτε.

Ἃ δὲ ἐπεζήτησας ἀποκριθῆναί με περί τε τῶν αἱρέσεων καὶ βαπτισμάτων κατ᾽ ἔπος, ἐπιστολῆς ὑπερβαίνει μέτρον· καὶ πάλιν περιττολογεῖν ἐστι ταῦτα ἀφηγεῖσθαι, ἃ ὁ θεοφόρος Ἐπιφάνιος ἐξεῦρε καὶ διέγραψεν ὡς οὐδεὶς τῶν πατέρων. ἔντυχε οὖν τῇ περὶ αὐτῶν ἱερᾷ αὐτοῦ βίβλῳ, κἀκεῖσε διαγνώσειας ἃ μαθεῖν ἐφίεσαι. παράσχοι δὲ αὐτὴν ἐν χερσί σου ὁ καλὸς Εὐπρεπιανός.

Τὸ δὲ τῶν βαπτιζομένων συντομώτερον ἀποκριθήσομαι. τριχῇ διῄρηται τὸ θεώρημα. βαπτίζονται μὲν γὰρ Μαρκιωνισταί, Τασκορδιουργοί, Μανιχαῖοι καὶ οἱ σύστοιχοι αὐτῶν ὁμοῦ ἕως τῶν Μελχισεδεκιτῶν, αἱρέσεις εἰκοσιπέντε· χρίονται δὲ τῷ ἁγίῳ μύρῳ Τεσσαρεσκαιδεκατῖται, Ναυατιανοί, Ἀρειανοί, Μακεδονιανοί, Ἀπολιναρισταί, ὁμοῦ πέντε· οἱ δὲ μήτε βαπτιζόμενοι μήτε χριόμενοι, ἀλλὰ μόνον ἀναθεματίζοντες τὴν ἰδίαν καὶ πᾶσαν ἄλλην αἵρεσιν, Μελετιανοί, Νεστοριανοί, Εὐτυχιανισταὶ καὶ οἱ τούτων ὁμόστοιχοι μέχρι τῆς δεῦρο αἱρέσεως, τῷ ἀριθμῷ οὐχ ὑποβαλλόμενοί μοι κατὰ τὸ παρὸν διὰ τὸ πολυσχεδὲς τῶν Ἀκεφάλων καὶ τὸ ὑπερτενὲς τῆς ἐπιστολῆς.

Τὸ δὲ εἰρηκέναι σε μὴ διακρῖναι τὸν κανόνα, ἀλλ᾽ ὁριστικῶς ἀποφάναι τοὺς ἀπὸ αἱρετικῶν χειροτονηθέντας ἢ βαπτισθέντας οὔτε κληρικοὺς εἶναι δυνατὸν οὔτε πιστούς, ἐκεῖνο λογίζου, ὅτι αἱρετικοὺς ὁ ἀποστολικὸς κανὼν ἐκείνους ἔφη, τοὺς μὴ εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος βαπτισθέντας ἢ βαπτίζοντας. καὶ τοῦτο ἐκ θείας φωνῆς τοῦ Μεγάλου Βασιλείου διδασκόμεθα· φησὶ γὰρ αἱρέσεις μὲν τὰς παντελῶς ἀπερρηγμένας καὶ κατ᾽ αὐτὴν τὴν πίστιν ἠλλοτριωμένας, σχίσματα δὲ τοὺς δι᾽ αἰτίας τινὰς ἐκκλησιαστικὰς καὶ ζητήματα ἰάσιμα πρὸς ἀλλήλους διενεχθέντας, παρασυναγωγὰς δὲ τὰς συνάξεις τὰς παρὰ τῶν ἀνυποτάκτων πρεσβυτέρων ἢ ἐπισκόπων 〈καὶ〉 παρὰ τῶν ἀπαιδεύτων λαῶν γινομένας. καὶ τοῦ μὲν πρώτου αὐτὸς ἐπιφέρων ἓν παράδειγμα φησὶ πρὸς τὸν Ἅγιον Ἀμφιλόχιον· τίνα οὖν λόγον ἔχει τὸ τῶν Πεπουζηνῶν βάπτισμα ἐγκριθῆναι, τῶν βαπτιζόντων εἰς πατέρα καὶ υἱὸν καὶ Μοντανὸν ἢ Πρίσκιλλαν; οὐ γὰρ ἐβαπτίσθησαν οἱ εἰς τὰ μὴ 〈παρα〉δεδομένα ἡμῖν βαπτισθέντες. τούτους οὖν καὶ τοὺς κατ᾽ αὐτοὺς ὁ κανὼν καὶ οἱ πατέρες, ὥς φησιν ὁ θεῖος Βασίλειος, αἱρετικοὺς ὠνόμασαν. τοῦ δὲ δευτέρου παράδειγμα πάλιν φησὶν ὁ Ἅγιος Βασίλειος· οἱ Καθαροί, καὶ αὐτοὶ τῶν ἀπεσχισμένων εἰσίν.

Εἰ δὲ φαίης· καὶ πῶς λέγονται αἱρετικοὶ καὶ οὗτοι καὶ πάντες οἱ μεταγενέστεροι; τοῦτο λέγομεν καὶ νοοῦμεν, οἱ μὲν πρῶτοι κυρίως αἱρετικοὶ διὰ τὸ εἰς αὐτὸ τὸ καίριον τῆς τριαδικῆς ἡμῶν πίστεως ἠσεβηκέναι, οἱ δὲ δεύτεροι κατὰ κατάχρησιν καὶ ὡς ἐκ τῶν πρώτων παρηγμένοι, ὁμολογοῦντες δ᾽ ὅμως εἰς τριάδα καὶ πιστεύειν καὶ βαπτίζειν, ἐν ἰδιώματι οἰκείῳ τῆς ἑκάστης ὑποστάσεως καὶ οὐχὶ μιᾶς τῶν τριῶν ὑπαρχούσης, κἂν ἐν ἄλλοις ᾑρέτιζον· τοῦ τρίτου παράδειγμα αὐτὸς ὁ ἅγιος πάλιν φησίν, οἷον εἴ τις ἐν πταίσματι ἐξετασθεὶς ἐπεσχέθη τῆς λειτουργίας καὶ μὴ ὑπέκυψε τοῖς κανόσιν, ἀλλ᾽ ἑαυτῷ ἐξεδίκησε τὴν προεδρίαν καὶ τὴν λειτουργίαν. καί γε ὡς οἱ δεύτεροι ὁμώνυμοι τοῖς πρώτοις, οὕτω καὶ οἱ τρίτοι ὁμώνυμοι τοῖς δευτέροις. ἀμέλει τοὺς Μελετιανοὺς σχισματικοὺς οἱ πάλαι καλοῦσι Μελετίῳ τῷ σχισματικῷ συναπαχθέντες, καίτοι μὴ ὄντας κακοδόξους· ἀναθεματίζοντες γὰρ τὸ ἴδιον σχίσμα, ὥς φασι, δεδεγμένοι εἰσὶ τῇ καθολικῇ ἐκκλησίᾳ.

Ἔοικε δὲ σειρά τις εἶναι δαιμονόπλοκος ἡ καθόλου αἵρεσις, ἑτέρα τῆς ἑτέρας ἐχομένη καὶ ὡς ἐκ κορυφῆς μιᾶς ἐξηρτημένων ἁπασῶν τῆς ἀσεβείας καὶ ἀθεΐας, κἂν ἑτερωνυμίᾳ καὶ χρόνῳ καὶ τόπῳ καὶ ποσότητι καὶ ποιότητι καὶ δυνάμει καὶ ἐνεργείᾳ διαφέρωσιν. ἐπεὶ μηδὲ ἓν καὶ τὸ αὐτὸ σῶμα ἓν μόνον μέλος, ἀλλὰ καὶ πολλά, καὶ διάφοροι αἱ τούτων πρὸς ἄλληλα ἐνέργειαι, δυνάμεις, ἰδιότητες, θέσεις τε καὶ τιμαί.

Περὶ τῶν ἑτέρων σου ἐρωτήσεων· ἡ πρώτη, περὶ πρεσβυτέρου τοῦ ὀρθοδοξοῦντος, ἀλλ᾽ ὅμως μνημονεύοντος φόβῳ διωγμοῦ τὸν αἱρετικὸν ἐπίσκοπον προαπεκρίθη σοι, πλὴν καὶ αὖθις· εἰ μὴ συλλειτουργεῖ αἱρετικῷ καὶ εἰ μὴ μεταδιδοῖ τοῖς τοιούτοις, δεκτέον τὸν τοιοῦτον εἰς συνεστίασιν καὶ ψαλμῳδίαν καὶ εὐλογίαν βρωμάτων (καὶ τοῦτο κατ᾽ οἰκονομίαν), οὐ μέντοι εἰς θείαν μετάληψιν. δεῖ δὲ ἐπερωτᾶν τῆς αἱρέσεως κρατούσης πάντως, ὁμολογίαν δὲ δεχομένοις ἀρκεῖσθαι, οὐκ οἶδα εἰ μὴ προδήλως ψευδολόγος αὕτη· τὸ γὰρ φαίειν σε διδάσκεσθαι ἡμᾶς παρὰ τῶν πατέρων, μὴ ἐπερωτᾶν, περὶ καιροῦ οὗ μὴ ἔστιν αἵρεσις μαινομένη καὶ περὶ τῶν μὴ προδήλως κατεγνωσμένων. τοιοῦτον δὲ πρεσβύτερον σπάνιον εὑρεῖν νῦν μὴ μιγνύμενον καὶ συγκοινωνοῦντα αἱρετικοῖς.

Ἡ δευτέρα, περὶ φιλοχρίστου προσκαλουμένου εἰς τὸ εὐκτήριον αὐτοῦ ποιῆσαι παννυχίδα, καὶ εἰ δεῖ ἐν αὐτῷ λειτουργῆσαι, καὶ μεθ᾽ ὧν χρή. ὑπακουστέον καὶ ἰτέον καὶ συμψαλτέον δῆλον ὅτι, εἰ ὀρθόδοξος ὁ προσκαλούμενος καὶ οἱ ψαλτῳδοί, φυλαττόμενοι ἀμφότεροι τῆς τῶν αἱρετικῶν κοινωνίας. καὶ μὴν καὶ λειτουργητέον ἐν τῷ εὐκτηρίῳ, εἴ γε ὁμολογοίη ὁ κατέχων μηκέτι ὑπὸ αἱρετικοῦ αὐτὸ λειτουργεῖσθαι· προείρηται γὰρ ἀναγκαῖον εἶναι τὸ ἐπερωτᾶν ἐν πᾶσι διὰ τὴν λυττῶσαν αἵρεσιν.

Ἡ τρίτη, εἰ λάβοι τις παρά τινος ἐκκλησίαν ὀρθόδοξος, ἔστι δὲ συνήθεια τοῦ κατ᾽ ἐνιαυτὸν ἅπαξ ἢ δὶς συνηθροῖσθαι ἐν αὐτῇ λαὸν καὶ ἐν τῇ λειτουργίᾳ ἀναφέρεσθαι τὸν αἱρετικόν. τοῦ μὲν ψάλλειν ἐκεῖσε κατὰ ἀνάγκην συγχωρητέον, λειτουργεῖν δὲ οὔ· εἰ δὲ δυνατὸν διακοπῆναι τὴν συνήθειαν, καὶ λειτουργητέον.

Ἡ τετάρτη, εἰ ἐκκλησία ἐστὶν ἐφ᾽ ᾗ ὁ λειτουργῶν ἀναφέρει τὸν αἱρετικόν, ἔχει δὲ ὁ ὀρθόδοξος θυσιαστήριον καθηγιασμένον ἐν σινδόνι ἢ ἐν σανίσι, προσήκει αὐτὸ τεθεῖναι ἐν τῇ αὐτῇ ἐκκλησίᾳ, μὴ παρόντος τοῦ ἀναφέροντος καὶ ἐν αὐτῷ συλλειτουργῆσαι τὸν ὀρθόδοξον. οὐ προσήκει, ἀλλ᾽ ἢ μᾶλλον κατὰ ἀνάγκην ἐν κοινῷ οἴκῳ, ἐκλελεγμένῳ τινὶ καθαρωτέρῳ τόπῳ.

Ἡ πέμπτη, εἰ καθ᾽ ὁδὸν τύχοι ὀρθόδοξον ὑπό τινος ἱερωμένου ἢ λαϊκοῦ προσκληθῆναι εἰς συνεστίασιν, εἴη δὲ καιρὸς ψαλμῳδίας· πῶς ἔστι διαγενέσθαι; εἶπον, καὶ πάλιν λέγω· αἱρέσεως ἐπικρατούσης καὶ μὴ καταβληθείσης δι᾽ ὀρθοδόξου συνόδου, ἀναγκαῖον τὸ διερωτᾶν ἐπί τε τῆς θείας μεταλήψεως καὶ κοινῆς ἑστιάσεως, καὶ οὐδεὶς καιρὸς πρὸς ταῦτα αἰδοῦς καὶ ἀωρίας. λαβεῖν μὲν γὰρ ἄρτον ἁπλῶς παρὰ τοῦ τυχόντος οὐκ ἀναγκαῖον εἰς ἐρώτησιν καὶ παρ᾽ αὐτῷ ἑστιαθῆναι, κατὰ μόνας τυχόν, καὶ κοιτασθῆναι, εἰ μή γε προεγνωσμένος ἐστὶν ἐν αἱρέσει ἢ κακίᾳ· περὶ δὲ τῶν λοιπῶν ἐξ ἀνάγκης ἐρωτητέον.

Ἡ ἕκτη, εἰ κατὰ πάροδον εὑρόντα ὀρθόδοξον ἐκκλησίαν πλησιάζουσαν πόλει ἢ κώμῃ δέον αὐτὸν εὔξασθαι ἐκεῖ ἢ καὶ καταλῦσαι, φεύγοντα ὑφέστιον γενέσθαι λαϊκοῖς. καὶ εὐκτέον καὶ καταλυτέον, εἴ γε μόνη ἐστίν· ἀλλὰ καὶ εἰς οἰκίαν λαϊκοῦ ἢ ἱερωμένου, ὡς εἴρηται, κατεπειγούσης ἀναγκαίας ὥρας ἀδιάφορόν ἐστι μεῖναι καὶ ἑστιαθῆναι καθ᾽ ἑαυτὸν ἄνευ ἐρωτήσεως καὶ λαβεῖν τὰ πρὸς χρείαν, εἴ γε, ὡς εἶπον, μὴ εἴη ὁ ὑποδεχόμενος προεγνωσμένος τῷ ὑποδεχθέντι ἀσεβῶν ἢ ἀνομῶν. πλὴν δὲ ἀνάγκης, οὐ καλὸν ὡς ἔτυχε τὰ προρρηθέντα καταδέξασθαι, ἀλλ᾽ ἐρωτᾶν καὶ παρὰ τῷ ὀρθοδόξῳ καταλύειν καί, εἰ χρεία, παρ᾽ αὐτοῦ ἐφόδια αἴρειν· οὕτω γὰρ ὁ Κύριος ἐντέλλεται διὰ τῶν ἁγίων αὐτοῦ.

Τῷ πρεσβυτέρῳ καὶ ἡγουμένῳ καλῶς ἀπεκρίθης, εἰρχθῆναι τῆς λειτουργίας τοὺς νυνὶ χειροτονηθέντας ὑπὸ τοῦ εὑρεθέντος ἀρτίως ἀρχιερέως ἐν ἐκκλησίᾳ, λέγοντος δὲ ὅμως ὅτι κακῶς ἐγένετο ἡ σύνοδος, καὶ ‛ἀπολώλαμεν‚. διατί γὰρ ὁμολογῶν οὐ φεύγει τὴν ἀπώλειαν, διαστέλλων ἑαυτὸν τῆς αἱρέσεως, ἵνα μένῃ παρὰ θεῷ ἐπίσκοπος; καὶ εἰσὶν αὐτοῦ δεκταὶ αἱ χειροτονίαι αὐτίκα. ἢ διατί προκειμένης τῆς αἱρέσεως εἰς χειροτονίαν ὁ ἡγούμενος προήγαγε τοὺς ἀδελφοὺς αἱρετικήν; ἂν οὖν ὁ χειροτονήσας ὤρθωσεν, ἦν αὐτοῖς εὐθὺς ἱερουργεῖν, ὄντος δὲ ἐν τῇ αἱρέσει διὰ τοῦ ἀναφέρειν αὐτὸν αἱρετικόν, κἂν τὸ φρόνημα λέγοι ἔχειν ὑγιές, οὐχ οἷόν τε οὓς χειροτονεῖ τῇ ἀληθείᾳ εἶναι λειτουργοὺς θεοῦ. εἰ δὲ πνεῦμα ζήλου θεοῦ ἀνῆψεν ἐν τῷ καθηγουμένῳ καὶ προθυμεῖται ὁμολογίας στέφανον ἀναδήσασθαι, μηδὲ λειτουργείτω ἐν τῇ ὑπ᾽ αὐτοῦ ἐνθρονιασθείσῃ ἐκκλησίᾳ μήτε ἀναφερέτω αὐτὸν ὡς ἐπίσκοπον. καὶ μακάριος οὗτος, πολλῶν καὶ ἄλλων παράδειγμα σωτηρίας γινόμενος. τεθέντος δὲ θυσιαστηρίου ἐν τῇ αὐτῇ ἐκκλησίᾳ οὐδὲν τὸ κωλύον λειτουργεῖν ἐκεῖσε.

Ὃ δέ με ἔλαθεν ἀνωτέρω σημᾶναι, μνησθήσομαι ἐνταῦθα· ὅτι, ἐπειδὴ λέγει ὁ Ἅγιος Βασίλειος περὶ τῶν ἐν παρασυναγωγῇ γενομένων τάδε, ὥστε πολλάκις καὶ τοὺς ἐν βαθμῷ συναπελθόντας τοῖς ἀνυποτάκτοις, ἐπειδὰν μεταμεληθῶσιν, εἰς τὴν αὐτὴν παραδέχεσθαι τάξιν, μὴ οἰέσθω σου ἡ εὐλάβεια ἐναντιοῦσθαι τὸν λόγον τῷ ἀποστολικῷ κανόνι λέγοντι, εἴ τις καθῃρημένῳ κληρικὸς ὢν ὡς κληρικῷ συνεύξεται, καθαιρείσθω καὶ αὐτός, ἀλλὰ νομιζέτω ὅτι, ὡς διεκρίθη παρὰ τῶν πατέρων, τίνες εἶεν αἱρέσεις πρὸς σχίσματα, οὕτω διακέκριται δηλονότι κατὰ τὴν ἀκόλουθον ἔννοιαν, τίς ἐστιν ὁ ἀπαραιτήτως καθαίρων κανὼν τὸν καθῃρημένῳ συνευξάμενον παρὰ τὸν ἐν παρασυναγωγῇ γενόμενον· ὅτι ὁ μὲν εἰδὼς ὅτι ὁμολογουμένως καθῃρημένῳ συνεύχεται εἰκότως αὐτίκα καθαίρεται, ἀδιαφόρως ἐνεχθεὶς καὶ μὴ προσεσχηκὼς τῷ κανόνι, ὁ δὲ ὡς οὐκ οἰόμενος εἶναι καθῃρημένον ᾧ συναπήχθη μετὰ πλήθους, ἐπάν, φησί, μεταμεληθῇ, εἰς τὴν αὐτὴν παραδέδεκται τάξιν. πρόσκειται δὲ καὶ τοῦτο πολλάκις ἐν τῷ λόγῳ τοῦ ἁγίου, ὥστε ἔστι καὶ μεταμελόμενον μὴ εἰς τὴν αὐτὴν τάξιν παραδεχθῆναι. καὶ οὗτος μὲν ὁ λόγος ἐνδεχομένως ἐκδέδοται, ὁ ἀποστολικὸς δὲ κανὼν ἀναγκαίως καὶ ἀπαραιτήτως.

Ὅτι ὁ ψευδώνυμος Χριστοφόρος πάλιν εἰς τὸ ἴδιον ἐξέρασμα ὑπέστρεψεν, οὐδόλως ἐθαύμασα, εἰδὼς αὐτοῦ τὸ ἄστατον καὶ ἀπαγές· ὅτι δὲ ὁ Κληδόνιος ὑπὲρ ἀληθείας μίαν μόνην ἡμέραν ἤνεγκε φυλακὴν καὶ πληγὰς παρὰ τῶν ἀσεβῶν, πάνυ ἐξέστην. ὥστε, εἰ ἕως τοῦ νῦν ἐπιμένει δυνάμει θεοῦ, μὴ ἀεργὸν γένηταί σοί τε καὶ ἄλλοις ἀδελφοῖς ὀρέγειν αὐτῷ χεῖρα, εἴπερ οἷόν τε.

Περὶ δὲ τῶν προειρημένων, βαπτιζομένων λέγω χριομένων τε τῷ ἁγίῳ μύρῳ καὶ ἀναθεματιζόντων τε τὴν αἵρεσιν, οὐχ ὡς ὁ θεῖος Ἐπιφάνιος τέταχε καὶ ἠρίθμησε τὰς αἱρέσεις γέγραφα, ἀλλ᾽ ὡς εὗρον παρασημείωσίν τινος τῶν ἀρχαιοτέρων φιλοπόνου ἀνδρὸς καὶ ἐκ τῆς ἐν Βυζαντίδι ἐκκλησίας τὴν ἐκ βιβλίων ἔρευναν καὶ εὕρεσιν ποιησαμένου.

Ὁ ἀδελφὸς Γρηγόριος γνησίως προσαγορεύει.

Σιλουανῷ καὶ Εὐπρεπιανῷ τέκνοις Ἐπειδὴ ζητῶ μανθάνειν περὶ τῶν ἀδελφῶν, τέκνα, ἢ καὶ αὐτοὶ πολλάκις θέλετε δηλοῦν περὶ αὐτῶν, ἐσκόπησα καλὸν εἶναι ὁμοῦ τε διὰ τὸ συντομώτερον καὶ ἐπικρυπτότερον ἀπὸ τῶν στοιχείων, ἤγουν τῶν εἰκοσιτεσσάρων γραμμάτων, τούτους ἐπιδηλοῦσθαι. καὶ δὴ λέγω.

Τὸ 〈α〉 τοῦ πατρὸς ἡμῶν, τὸ 〈β〉 τοῦ ἀρχιεπισκόπου, τὸ 〈γ〉 τοῦ Καλογήρου, τὸ 〈δ〉 τοῦ Ἀθανασίου, τὸ 〈ε〉 τοῦ Βαρσανουφίου, τὸ 〈ζ〉 τοῦ Νικολάου, τὸ 〈η〉 τοῦ Σωφρονίου, τὸ 〈θ〉 τοῦ Εὐθυμίου, τὸ 〈ι〉 τοῦ Ἰωάννου, τὸ 〈κ〉 τοῦ Δομετιανοῦ, τὸ 〈λ〉 τοῦ οἰκονόμου, τὸ 〈μ〉 τοῦ Ἀρσενίου, τὸ 〈ν〉 τοῦ Ἀκακίου, τὸ 〈ξ〉 τοῦ Μελετίου, τὸ 〈ο〉 τοῦ Λουκιανοῦ, τὸ 〈π〉 τοῦ Ἐπιφανίου, τὸ 〈ρ〉 τοῦ Λιτόη, τὸ 〈σ〉 τοῦ Βασιλείου, τὸ 〈τ〉 τοῦ Εὐσχήμονος, τὸ 〈υ〉 τοῦ Σιλουανοῦ, τὸ 〈φ〉 τοῦ Εὐπρεπιανοῦ, τὸ 〈χ〉 τοῦ Γρηγορίου, τὸ 〈ψ〉 τοῦ Εὐσταθίου, τὸ 〈ω〉 τὸ ἐμόν.

Ὅτε τοίνυν κεῖται ἐν τῇ ἐπιγραφῇ τι στοιχεῖον, οὗτινός ἐστιν ἡ ἐπιστολὴ πάντως ἐγνωρίσθη· οἷον, τὸ 〈α〉 τοῦ πατρὸς ἡμῶν, καὶ ἕκαστον ὡσαύτως. πάλιν ἐρωτῶντός μου, πῶς ἔχει τὸ 〈β〉; δῆλον ὅτι ἐγνωρίσθη περὶ τοῦ ἀρχιεπισκόπου εἶναι τὴν ἐρώτησιν. ὁμοίως ἐν τῷ πάλιν ἐρωτῆσαί με, πῶς ἔχουσιν οἱ περὶ τὸ 〈β〉; φανερὸν ὅτι περὶ τῶν ὄντων μετ᾽ αὐτοῦ ἡ ἐρώτησις· ὡσαύτως ἐπὶ τῶν λοιπῶν στοιχείων. πάλιν ἑτέρα ἐρώτησις· τί ἀκούετε περὶ τοῦ 〈π〉 ἢ περὶ τοῦ 〈ρ〉 ἢ περὶ τοῦ 〈ψ〉; πρὸς ἓν ἕκαστον στοιχεῖον ἡ ἀπόκρισις. πάλιν ἐρωτῶ, τίς ἦλθεν ἐκ τῶν ἔξω; δέον ὑμᾶς ἀποκριθῆναι κατὰ τὸ στοιχεῖον, ἢ ὅτι τὸ 〈η〉 ἢ ὅτι τὸ 〈ο〉 ἢ ἐκ τῶν λοιπῶν· ἢ 〈ὅτι〉 οὐκ εἰσῆλθε τὸ 〈η〉 ἢ τὸ 〈ο〉, ἀλλ᾽ οἱ περὶ τὸ 〈η〉 ἢ τὸ 〈ο〉 τόσοι, ὅτι γέγονε τόδε κἀκεῖνο εἰς τὸ ὁ δεῖνα στοιχεῖον. ὅτε οὖν θάνατος πάλιν, ‛ἀπέθανε τόδε τὸ στοιχεῖον‚ ἢ ‛ἀσθενεῖ‚ ἢ ‛λυπεῖται‚, καὶ ὅσα ἄλλα. εἰ δέ τίς ἐστιν ἐκ τοῦ περὶ τὸ στοιχεῖον παθών τι, καὶ τὸ ὄνομα δηλοῦντες, οἷον ἐπὶ τοῦ Χριστοφόρου, ὅτι ἀπέδρασεν ἀπὸ τοῦ 〈ε〉, ὃ καὶ γέγονε.

Δεχόμενοι οὖν τὰς παρ᾽ ἡμῶν πεμπομένας ἐπιστολὰς πάντως, ἐάν ἐστιν ἐκ τῶν στοιχείων, τὴν ἐπιγραφὴν τοῦ στοιχείου ἕξει ἡ ἐπιστολή. πέμποντες οὖν καὶ αὐτοὶ τὰς ἐκ τῶν αὐτῶν στοιχείων ἐπιστολάς, τὸ αὐτὸ στοιχεῖον θέσθε ἐν τῇ ἰδίᾳ ἐπιστολῇ· κἂν δὲ ἀγνοῶσιν οἱ πέμποντες, ὑμεῖς λειοῦτε τὴν ἐπιγραφὴν καὶ ἐντιθεῖτε τὸ στοιχεῖον τοῦ ἐπιστείλαντος. εἰ δὲ οὐκ ἔστιν ἐκ τῶν στοιχείων, μενέτω ἡ ἐπιγραφή· ὥσπερ καὶ ἐν τῷ γράφειν με, ἐὰν οὐκ ἔστιν ἐκ τῶν στοιχείων, μενέτω ἡ ἐπιγραφὴ πρὸς ὃν ἡ ἐπιστολή. πάλιν σκεπτέον ὅτι ἐφ᾽ ἑκάστης μου ἐπιστολῆς πρὸς τοὺς ὄντας ὑπὸ τὰ στοιχεῖα οὕτως ἕξει ἡ ἐπιγραφή· τὸ 〈ω〉 τῷ 〈α〉, καὶ καθεξῆς. καὶ πεμπόμεναί μοι αἱ ἐπιστολαὶ οὕτως ἐχέτωσαν· τὸ 〈α〉 τῷ 〈ω〉, ἢ ἄλλο τῶν στοιχείων.

Γνωστέον καὶ τοῦτο, ὅτι, ἐπειδὴ καὶ ταῦτα τὰ τρία εἰσὶ γράμματα, ἅτινά εἰσιν ἔξω τῶν εἰκοσιτεσσάρων στοιχείων, τὸ 〈ϛ〉, τὸ ϙ, τὸ 〈ϡ〉, τὸ 〈ϛ〉 δηλοῖ τοὺς ἀθετήσαντας πάντας καὶ πρότερον καὶ ὕστερόν ποτε ἀδελφοὺς ἡμῶν, τὸ ϙ τὸν πατριάρχην, τὸ 〈ϡ〉 τὸν κρατοῦντα. ὅταν οὖν χρεία γένηται εἴτε ἐρωτῆσαί με εἴτε δηλῶσαι ὑμᾶς περὶ ἑνὸς τῶν τριῶν, διὰ τοῦ γράμματος ἔσται ἡ δήλωσις.

Ἄννῃ μοναζούσῃ Ἐδόκουν τετελευτηκέναι τὴν μακαρίαν μου μητέρα, ἐκείνη δὲ ἔτι ὑπὲρ γῆς ἐστιν, ὡς ἔοικεν· τί γὰρ ἔμελλεν ἂν πλέον ποιεῖν, ὡς αὐτὴ πρός με τὸν ταπεινὸν μητρικῇ κηδεμονίᾳ φερομένη; ἀλλ᾽ εἰ κἀγὼ ἁμαρτωλός, ὅμως πιστεύω τῷ Κυρίῳ ἀνταμείψασθαί σε τοῖς ὑπὲρ τῆς ἀναξιότητος ἡμῶν οὐ τὴν τυχοῦσαν χάριν καὶ ἐπίτευξιν ὧν ποθεῖς καὶ αἰτεῖς. πλὴν ἱκανῶς ἔχει τὰ γεγενημένα· τοῦτο γὰρ καὶ διὰ τῶν προλαβόντων γραμμάτων ἀπελογησάμην. αὐτὴ δὲ τοὐναντίον προσέθηκας μᾶλλον τοῦ ἐκδαπανᾶσθαι ἐν τῇ ἐπιδόσει. πόθεν δὲ καὶ οὐ μέλλομεν ἄρτι μνημονεύειν σου τῆς θεοσεβείας; ἐκ τῶν περιβολαίων, ἐκ τοῦ ἱεροῦ ἀναθήματος, ἐκ τῆς βρώσεώς τε καὶ πόσεως, πανταχόθεν ἡμᾶς ἐξέστησας. διὰ τοῦτο καὶ τέλος ἐπίθες τοῖς δώροις καὶ εὔελπις ἔσο περὶ τῆς θείας ἀμείψεως· ἀψευδὴς γὰρ ὁ εἰρηκὼς καὶ ὑπὲρ ψυχροῦ ποτηρίου μισθοὺς ἀποδιδόναι.

Λυπεῖσθαι δὲ φαίης ἐν τῇ φροντίδι τοῦ τέκνου, ἀπασχολίαν ἐμποιούσῃ σοι τῆς δεούσης περὶ τὴν ψυχὴν μερίμνης. καὶ δυνατὸς ὁ θεὸς καὶ τὴν τοῦ καλοῦ τέκνου διοίκησιν ἀπεργάσασθαι καὶ σὲ ἐπὶ πᾶσιν σχολὴν ἄγειν περὶ τῶν ψυχωφελῶν καταστήσασθαι, ὡς ἑτοίμῃ καρδίᾳ πρὸς τὴν ἔξοδον τοῦ σώματος παρίστασθαι. νηστεύειν δὲ καὶ ταλαιπωρεῖσθαι, σῶμα ἔχουσα νοσερόν, οὐ δύνῃ, κἀν τούτῳ ἀλύπως φέρε, τὰ δυνατὰ εἰσοίσουσα τῷ Κυρίῳ καὶ τῷ πλεονασμῷ τῆς ταπεινοφροσύνης τὸ ἐκ τῆς ἀσκήσεως ἐνδέον ἀναπληροῦσα.

Προσεύχεσθαι δὲ ὅπως σε χρή, ἐπιζητεῖς ἐκδιδαχθῆναι. καὶ τοῦτο αὐτὸς ὁ Κύριος ἐξεδίδαξεν διὰ τῆς τοῦ πάτερ ἡμῶν ἐπιφωνήσεως καὶ τοῦ μηδὲν αἰτεῖν πρόσκαιρον, ἀλλὰ τὴν βασιλείαν αὐτοῦ καὶ τὴν δικαιοσύνην τὴν αἰώνιον. πλὴν ὅτι τετύπωται ὑπὸ τῶν πατέρων πρῶτον ἡ εἰς θεὸν εὐχαριστία, ἔπειτα ἡ τῶν ἁμαρτημάτων πρὸς αὐτὸν ἐξαγόρευσις, καὶ οὕτω ἡ αἴτησις τῆς αὐτῶν ἀφέσεως καὶ τῆς τῶν ἄλλων σωτηριωδῶν τρόπων ἐπιτεύξεως.

Ἐπὰν οὖν μέλλῃς προσεύχεσθαι, εὐχαρίστει τῷ Κυρίῳ καὶ δεσπότῃ, ὅτι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγέν σε, ὅτι ἐλυτρώσατό σε ἐκ πάσης πλάνης, καλέσας καὶ ἀξιώσας τῆς ἑαυτοῦ ἐπιγνώσεως μέτοχον γενέσθαι, πλάνης ἐθνικῆς, πλάνης αἱρετικῆς, εἶτα ὅτι καὶ τοῦ μοναδικοῦ καὶ ἰσαγγέλου βίου ἐντός σε παρεσκεύασεν ὑπάρξαι μετὰ τὴν τοῦ κοινωνικοῦ βίου ἀπόλαυσιν, ὧν ἡ ἔννοια ἱκανὴ καταμαλάξαι τὴν ψυχὴν πρὸς κατάνυξιν καὶ δακρύων προβολήν· ἀφ᾽ ὧν φωτισμὸς καρδίας, γλυκύτης πνεύματος, ἐπιθυμία θεοῦ. ταύτης ἐνυπαρχούσης τῇ καρδίᾳ πάσης κακίας ἐστὶν ἀποβολή. ὅταν οὕτως εὐχαριστίας ἀναπέμψῃς τῷ θεῷ, ἐξαγόρευε αὐτῷ λέγουσα, ‛σὺ οἶδας, δέσποτα, ὅσα σοι ἥμαρτον καὶ ὅσα ἁμαρτάνω καθ᾽ ἑκάστην ὥραν‚, τήνδε τὴν ἁμαρτίαν καὶ τήνδε τὴν πλημμέλειαν καὶ τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ ἀναλογιζομένη, πλὴν μὴ ἀνιστοροῦσα ὡς ἔτυχεν τὰ βλάβην ἐκ τῆς ἐναργοῦς ὑπομνήσεως ἐμποιοῦντα τῇ ψυχῇ. κἀντεῦθεν ἀνατελεῖ σοι ταπεινοφροσύνης χάρις μετὰ συντριμμοῦ καρδίας καὶ φόβου ἀνταποδόσεως θεοῦ.

μετὰ τοῦτο αἴτησον, στέναξον, δεήθητι τοῦ Κυρίου σου τὴν τούτων ἄφεσιν, τὴν πρὸς τὸ μέλλον πρὸς τὸ εὐαρεστεῖν αὐτῷ ἐνδυνάμωσιν, λέγουσα, ‛οὐκέτι, Κύριέ μου, Κύριε, παροργίζω σε, οὐκέτι φιλήσω ἄλλο τι παρὰ σὲ τὸν ὄντως ἀγαπητόν, κἄν τε παροργίσω πάλιν προσπίπτουσά εἰμι τοῖς οἰκτιρμοῖς σου, δοθῆναί μοι ἰσχὺν ἐν ἕξει γενέσθαι τοῦ εὐαρεστεῖν σοι‚, εἴ τι ἄλλο κατὰ νοῦν σοι παρίσταται ἀνυσθῆναι ἀγαθὸν θερμῶς αἰτουμένη. καὶ μετὰ ταῦτα ἐπικαλοῦ τὴν ἁγίαν Θεοτόκον ἐλεῆσαί σε, τοὺς ἁγίους ἀγγέλους καὶ ὃν ἔχεις τῆς ζωῆς σου φύλακα ἄγγελον ἵνα σε φρουρῇ καὶ σκέπῃ, τὸν Πρόδρομον, τοὺς ἀποστόλους, τοὺς ἁγίους πάντας καὶ οὓς ἔχεις ἐξαιρέτως συνήθως ἐπικαλεῖσθαι, καὶ τὸν κατὰ τὴν ἡμέραν μνημονευόμενον.

Ταῦτα οὖν μοι δοκεῖ ἔχειν τῆς προσευχῆς τὴν δύναμιν, κἂν ἕκαστος ἄλλοις λόγοις καὶ οὐχὶ τοῖς αὐτοῖς πάντως προσεύχηται· ὅτι μηδὲ αὐτὸς ἑαυτῷ ὁ προσευχόμενος τὰ αὐτὰ φθέγγεται πάντοτε, ἡ δὲ δύναμις ἡ αὐτὴ ἀναγκαία πᾶσι λελόγισταί μοι. φυλαχθείης οὖν προσευχομένη τὰ δέοντα καὶ βελτιουμένη ἑκάστοτε καὶ ὅλην ἑαυτὴν παριστῶσα διὰ τῆς ἀκριβοῦς βιώσεως ἀρέσκουσαν τῷ Κυρίῳ.

Ἰωσὴφ ἀδελφῷ καὶ ἀρχιεπισκόπῳ Καὶ ἡ πρώτη ἐπιστολὴ τῆς ἀδελφικῆς καὶ πατρικῆς σου ἁγιωσύνης, εἰ καὶ μικρὰ ἦν τῷ πλήθει τῶν συλλαβῶν, ἀλλ᾽ οὖν γε ἀπήρτιστο τῷ πλάτει τῆς ἀλληγορικῆς διανοίας· καὶ ἡ δευτέρα πάσης γνώσεως καὶ ταπεινώσεως, ἓν ἔχουσα μόνον ψεκτόν, τοὺς περὶ ἐμὲ τὸν δείλαιον ἀναξίους ἐπαίνους. ἐγὼ δὲ οὐ κατ᾽ ἀντίφρασιν (μὴ γένοιτο), ἀλλ᾽ ἀληθείᾳ ἐκλάμψαι σε ἐν τῇ καθ᾽ ἡμᾶς γενεᾷ ἐν τῷ τῆς ἀρχιερωσύνης ἀξιώματι καθ᾽ ὁμοίωσιν τῶν ἁγίων πατέρων εἴρηκα. καὶ οὐκ ἂν ἁμάρτοιμι, στύλον καὶ ἑδραίωμα κεκληκώς σε τῆς ἐκκλησίας, κάλλιστέ μου ἀδελφέ· πᾶς γὰρ ὁ ὑπὲρ ἀληθείας ἐνιστάμενος καὶ πανθάνων ἔρεισμα καὶ ὕψωμα αὐτῆς τυγχάνει.

Εὖ δὲ γέγονεν, ὅτι ἐπεσκέψω τὰς τετράδας. ὑπῆρξεν γὰρ ἡμῖν ἡ ὑπόμνησις, μᾶλλον δὲ κέλευσίς σου, ἐπιστασίας καὶ διαλύσεως τῆς τοιαύτης προτάσεως ἀφορμή, ἣν μεθ᾽ ἑτέρων ὑποβληθέντων δι᾽ ὑπομνήσεως τοῦ πατρὸς ἡμῶν ἐν ταῖς προγραφεῖσι τετράσιν ἀπέστειλα τῇ ἁγιότητί σου, μηδὲν ἐξ ἑαυτοῦ ἐν ὅλῳ τῷ συντάγματι φρόνημα εἰσκεκομικὼς (ὅτι μηδὲ θέμις τοῦ νόμου νομιμώτερον μηδὲ τοῦ κανόνος εὐθύτερον γίνεσθαι) ἢ μόνον τὸ ὑφεῖναι καὶ συνάψαι τὰ τῶν θείων πατέρων, κἂν ἀμαθῶς, διδάγματά τε καὶ παραγγέλματα εἰς ὅπερ ἡ πρότασις ἐκκαλεῖ τῆς ἀντιθέσως. καί, εἰ μὴ παραιτήσοιτο διὰ κόπον ἀναγνῶναι, οἶδ᾽ ὅτι λυσιτελήσειεν.

Ὅτι δὲ ἡ εἰρήνη καλὴ ὁμολογουμένως (φιλῶ γὰρ αὐτήν, κἂν ἁμαρτωλός εἰμι) καὶ ὅτι πρὸς αὐτὴν ἀποκλιτέον, ἕως ἐξῆν, πεπράχαμεν, πολλὰ τοῦ φόρτου ἀποσκευασάμενοι κατὰ τὸν θεῖον Κύριλλον, τοῦτο μὲν ἡνίκα τὸ πρότερον ἠθώουν τὸν μοιχοζεύκτην, παρόντος μου ἐκεῖ καί, καθὰ συνεβουλευσάμεθα, ἀποσιωπήσαντες (ἡ δὲ σιωπὴ μέρος συγκαταθέσεως· ἣν καὶ δραξάμενοι οἱ ἐξ ἐναντίας, ὡς οἶσθα, ἀποκλείειν ἡμᾶς ἐπειρῶντο τῆς ἐνστάσεως), τοῦτο δὲ ἐπειδὰν ἐκροτεῖτο ἡ δευτέρα ἀθώωσις αὐτοῦ παρὰ τῶν πατησάντων τοὺς νόμους τοῦ θεοῦ, λεγόντων ἡμῶν ὅτι ‛στήτω μόνον τῆς ἱερουργίας, ἀπολαύων τῆς τιμῆς κατὰ τὸν κανόνα τοῦ Μεγάλου Βασιλείου, ἤδη συλλειτουργήσαντος αὐτοῦ ἐν τοῖς δυσὶν ἔτεσι τῷ πατριάρχῃ‚· ὃ ἦν φοβερὸν καὶ ὑπὲρ οἰκονομίαν. ἐῶ λέγειν τὰς ψευδοπροφάσεις τῆς ἀπ᾽ αὐτοῦ φυγῆς καὶ τὸ ὡς παρὰ πρεσβυτέρου τὰς εὐλογήσεις ἐν ταῖς ἑστιάσεσιν κοινωνεῖν, τήν τε ἀναφορὰν τοῦ πατριάρχου. ἀλλ᾽ ὅμως, εἰ καὶ ἡμεῖς δι᾽ οἰκονομίαν τοσοῦτον κατηγόμεθα, ἐκεῖνοι τοὐναντίον τῇ σκληρότητι συνεπαίροντο τῇ ἁμαρτίᾳ, τοῦ θεοῦ κρεῖττόν τι προβλεψαμένου, ἵνα καὶ ἡμεῖς οἱ ταπεινοὶ μὴ ἀνόνητον τὴν πρώτην ἐξορίαν ὑποίσωμεν μηδὲ ἡ τολμηθεῖσα ἐπὶ τοῦ κόσμου μοιχεία ὡς ἔτυχεν διὰ τῆς τοῦ συνάψαντος αὐτὴν περισσοτέρας οἰκονομίας κατασμικρυνθῇ.

Ὥστε καιρὸς ἄρτι ἐκεῖνο ἡμᾶς, ἠγαπημένε, λέγειν· ἕως πότε οἰκονομήσεις; καί, οἰκοδομῆσαί ποτε προθυμήθητι· καὶ κατὰ τὸν θεῖον Βασίλειον ἀκριβείᾳ κανόνων ἡμᾶς δουλεύειν (ἄλλοι γὰρ λόγοι πρὸ πολέμου καὶ ἄλλοι μετὰ πόλεμον) ἐν ὑπομονῇ τε διεξάγειν τὰς ἡμέρας ἡμῶν, καθὼς νενουθέτηκας, καὶ εὔχεσθαι ὑπὲρ τῶν διωξάντων. ἀσπασταὶ δέ μοι καὶ ὁμογνωμονικαὶ αἱ τρεῖς σου τιμίαι ῥήσεις, ἥ τε τοῦ δι᾽ ἑνὸς ἀνθρώπου ὑπόπτωσιν μὴ σχίζειν τῆς ἐκκλησίας, ἥ τε τοῦ μὴ συγκοινωνεῖν τῇ λύσει τοῦ τοιούτου καὶ ἡ ἐκ παντὸς ἀδιαβλήτου ἱερέως μεταλαμβάνειν, οὕτως ἐχούσης πάντως τῆς διανοίας.

Καὶ σύγγνωθί μοι, ὦ ἀδελφέ, οὐ διδακτικῶς, ἀλλὰ πρὸς τὸ κοινῇ συμφέρον διατρανοῦντι τὸν λόγον. κατὰ τὴν πρώτην οὐ δι᾽ ἕνα ἄνθρωπον ἀποσχίζομεν τῆς ἐκκλησίας τῆς ἀπὸ βορρᾶ καὶ δυσμῶν καὶ θαλάσσης, καὶ μέντοι καὶ τῆς ἐνταῦθα δῆλον ὅτι, πλὴν τῶν μοιχοκυρώτων· οὐ γὰρ οὗτοι ἐκκλησία Κυρίου. εἰ δὲ ἐκκλησία, ἀποσχίζομεν τῆς ἐκκλησίας δι᾽ ἕνα ἄνθρωπον συνημμένον αὐτῇ, λέγω δὴ τὸν μοιχοζεύκτην μὴ προσιέμενοι. ἐπειδὴ δὲ οὐκ ἐκκλησία θεοῦ, ἀποσχίζουσιν αὐτοὶ ὡς ἀληθῶς δι᾽ ἕνα ἄνθρωπον συνημμένον αὐτοῖς τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, ἐκείνοις παρεοικότες τοῖς ἐν τῷ χρονογράφῳ κειμένοις, ἡμῶν μὴ σχιζομένων αὐτῆς διὰ τὸν τοιοῦτον. κατὰ τὴν δευτέραν οὐ κοινωνοῦμεν τῇ λύσει αὐτοῦ δῆλον ὅτι, μὴ κοινωνοῦντες τοῖς προδήλως λύσασιν αὐτόν. εἰ δὲ ἐκείνοις κοινωνοῦμεν, συγκοινωνοῦμεν τῇ λύσει αὐτοῦ. ἀλλ᾽ ἐπεὶ ἐκείνοις θεοπρεπῶς οὐ συγκοινωνοῦμεν λύσασιν, ἀσφαλῶς ἄρα οὐ συγκοινωνοῦμεν τῇ λύσει αὐτοῦ. κατὰ τὴν τρίτην ἐκ παντὸς ἱερέως ἀδιαβλήτου μεταλαμβάνομεν. διὰ τοῦτο δὲ ἐκ τοῦ Ἰωσὴφ οὐ μεταλαμβάνομεν, ὡς διαβεβλημένου αὐτοῦ δημοσίᾳ· διαβεβλημένοι δ᾽ ἂν εἶεν πάντως καὶ οἱ τούτῳ συλλειτουργοῦντες καθῃρημένῳ ὄντι. εἰ δὲ ἐκ τῶν τοιούτων μεταλαμβάνομεν ὡς ἐξ ἀδιαβλήτων, ἀδιάβλητος ἂν εἴη καὶ ὁ Ἰωσὴφ συλλειτουργῶν αὐτοῖς.

ἐπεὶ δὲ διαβεβλημένος ὡς ἀληθῶς καὶ παρ᾽ αὐτοῦ οὐ μεταλαμβάνομεν, δῆλον ὅτι οὐδὲ ἐκ τῶν συνιερουργούντων αὐτῷ, ὡσαύτως ὄντων διαβεβλημένων.

Ἔρρωται τοίνυν ὁ λόγος τῆς ἁγιωσύνης σου, καὶ οὕτως συμφρονοῦμεν. καὶ ἔστω ἡμῖν τὸ ἀδιάσπαστον διὰ τῆς ἐνταῦθα ἀληθοῦς συμφωνίας ἐν τῷ μέλλοντι αἰῶνι, φίλτατέ μου ἀδελφέ, ὡς ἂν ἀξιωθείημεν καὶ ἡμεῖς οἱ ταπεινοὶ ἀπενέγκασθαί τι ἴχνος κατορθώματος τοῖς πατράσιν ἡμῶν ἀκόλουθον. περὶ δὲ τῆς πόλεώς σου στύλον ἀνῆψας εὐσεβείας, οὐ σβεννύμενον παρὰ ἀνθρώπου ἕως αἰῶνος. καὶ οὐ λυπεῖσθαι χρή, ἀλλὰ μᾶλλον χαίρειν, ὥσπερ κἀγὼ ὁ τάλας ἐν τῇ διαλύσει τοῦ ταπεινοῦ μου μοναστηρίου, ὅτι διὰ Κύριον ἡ διάλυσις. καὶ οὐχ ὅτι τοσοῦτοι ἔστησαν μὴ κατακαμφθέντες μέγα τὸ κλέος, ἀλλ᾽ εἰ καὶ εἷς· κρείσσων γὰρ εἷς ποιῶν τὸ θέλημα Κυρίου ἢ μυρίοι παραβαίνοντες. καὶ οὐκ αἴτιος αὐτὸς τῆς λύσεως αὐτῶν, εἰ καὶ φλυαρῶσί τινες, ἀλλ᾽ ἐγὼ ὁ δύστηνος. εἴη δὲ ἡμῖν κοινωνία, εἴπερ ἀνέχῃ, ἐπ᾽ ἀμφοτέροις. καὶ τοσοῦτον ἕξοις αὐτὸς τὸν μισθὸν ἐν τῇ ἐνθέῳ διαλύσει τῶν ἀδελφῶν, ὅσον ἐγὼ εὕροιμι ἐν τῇ κατὰ νόμον θεοῦ καταλείψει τῆς Θεσσαλονίκης.

Περὶ δὲ τοῦ φυλακίτου μου οὐδεὶς λόγος, τοιούτου αὐτοῦ ἀνθρώπου ὄντος καὶ συμψύχου τοῦ Ἰωσήφ. μὴ διαλείποις ὑπερευχόμενος τῆς ταπεινώσεώς μου κραταιῶς, ἀδελφοπάτορ μου καλὲ καὶ ὁσιώτατε. γίνωσκε ἐνσταθέντα τὸν Θεόσωστον τοῦ μὴ κοινωνῆσαι αὐτὸν ἐκ τοῦ ἀνιέρως ἀνελθόντος εἰς τὸν θρόνον σου, καὶ ἐκδιωχθέντα νεανικῶς ἐκ τοῦ μοναστηρίου αὐτοῦ. οἱ περὶ τὸν Ἀθανάσιον ἀδελφοὶ ἡμῶν ἀκμὴν κρατοῦνται περιωρισμένοι ἐκεῖσε. ὁ φυλακίτης μου ἐξελθὼν ἤγαγέν μοι προσκύνησιν ἐκ τοῦ πατριάρχου, λέγοντος ὅτι ‛ὁ θεὸς συγχωρήσει σοι τοῦ, 〈ὅτε〉 εἴχομεν 〈χρείαν〉 ἔχειν σε ὧδε εἰς βοήθειαν ἡμῶν, ἐξῆλθες καὶ ἐκάθισας αὐτοῦ‚ καὶ ὅτι ‛φθονῶ σε‚. καὶ ἀκούσας ἐγέλασα· οὐ γὰρ ἦν χρεία τέως ἀποκριθῆναί με ἢ μόνον ὅτι, ἐὰν φθονῇ, ἐξέλθῃ κἀκεῖνος. ἐχαύνωσεν δὲ καὶ τὴν φυλακὴν προτρεπόμενος εἰς ἀνάπαυσιν. ἐξήγαγεν γάρ μοι καὶ ἐκ τοῦ Συμεὼν προσκύνησιν καὶ ὅτι ‛βούλεται λαλῆσαι τῷ βασιλεῖ ὅτι κεκοπίακας ἐν τῇ φυλακῇ‚. καὶ ἐκ τοῦ Λεοντίου τεταπεινωμένην προσκύνησιν, λέγοντος ὅτι ‛ἀνάγκην ἔπαθον, καὶ μὴ χωρίσῃ με ὁ θεὸς τοῦ λόγου σου‚. καὶ εἶπον ὅτι οὐ χρῄζω ταῦτα ἀπ᾽ αὐτοῦ. ἠνάγκασαν δὲ αὐτὸν ἀπελθεῖν εἴς τε τὸν οἰκονόμον καὶ τὸν Ἀρσένιον καὶ τὸν Ἰωάννην, λέγοντα ὅτι ὁ κῦρις Ταράσιος ἀπέλυσεν αὐτὸν καὶ ὅτι ‛ἄρτι ἀνέβλεψα‚. καὶ ἀπερράπισαν αὐτὸν τῷ ὄντι.

Ὁ σὺν ἐμοὶ προσαγορεύει πόθῳ πολλῷ τὸν ποιμένα μου ἐξ ἐμοῦ.

Σεργίῳ ὑπάτῳ Αὐτὸς μέν, ὡς μανθάνω, ἀμείβεις ἀρχὰς ἐξ ἀρχῶν παρὰ τῷ κάτω Καίσαρι καὶ παρὰ προαίρεσιν, ἠγαπημένε μοι ὁμοῦ καὶ τιμιώτατε, ἐγὼ δὲ ὁ ταπεινὸς οὐ διαλιμπάνω 〈προσεύχεσθαι〉 τῷ ἄνω καὶ πάντων βασιλεῖ φίλον οἰκεῖόν σε δι᾽ εὐσεβείας ὑπάρχειν· διότι κρεῖσσον καὶ τὸ πολλοστὸν τετάχθαι κατὰ τὸ ἀκρότατον ἔσχατον τῷ οὐρανίῳ ἢ κατὰ τὸ πρώτιστον τῷ ἐπιγείῳ. πιστεύω δὲ εἰδώς σου τὸ φιλομέριμνον τῆς σωτηρίας μηδὲν παραζημιοῦσθαι εἰς ψυχήν, ἀλλὰ καὶ παρακερδαίνειν ἐκ τοῦ ἀξιώματος, ὄντων τρόπων οὐκ ὀλίγων εἰς λυσιτέλειαν. ἤρκεσε γὰρ τῷ πτωχῷ ὑποτελεῖ οὐ μόνον ἀνοχὴ φόρων, ἀλλὰ καὶ ὄψις εὐμενὴς τοῦ τὰ βασιλικὰ χρήματα αἴροντος καὶ φωνὴ ἠπία καὶ φθόγγος χαιρετιστικός. καὶ οὔπω λέγω λύσιν συνδέσμου ἀδικίας, ἄλλα τε ὅσα ἐπακολουθοῦσιν εὐχερῶς ποιεῖν τῷ ἄρχοντι τῷ ἀρχομένῳ.

Μὴ τοίνυν ἐφ᾽ ὧν δύνῃ εὖ ποιεῖν σαυτὸν διὰ τῆς εἰς ἑτέρους χρηστότητος ἀμελοίης, κύριέ μου, ἀλλ᾽ ὡς συνετὸς καὶ εἰδὼς μικρὸν ὕστερον ἐξελεύσεσθαι ἡμᾶς τοῦδε τοῦ βίου, μηδὲν ἄλλο συναίροντας ἢ τὰς πράξεις, ταύταις καὶ προσκείμεθα, τάσδε καὶ θησαυρίζοιμεν δῆλον ὅτι, τὰς ἐφόδιον ἡμῖν ζωῆς αἰωνίου καὶ ἀπολαύσεως ἀπορρήτων ἀγαθῶν μελλούσας ἔσεσθαι. ναί, παρακαλῶ τὸ ἐμὸν αἷμα, τὸ ἐμὸν πόθημα, τὸ ἀγαθῆς ὄντως ῥίζης βλάστημα, Ἄννης ἐκείνης, τῆς ἐμοὶ μὲν σεβασμίας καὶ ἐρασμιωτάτης ὅτι μάλιστα, πᾶσι δὲ τοῖς γνωρίμοις ἐπαινουμένης διὰ σεμνότητα, τῆς ἐμῆς ὡς ἀληθῶς μακαρίας μητρὸς ἀμφοτέρωθεν.

Ναυκρατίῳ τέκνῳ Ἄννῃ ἡγουμένῃ Ναυκρατίῳ τέκνῳ Ἀθανασίῳ τέκνῳ Ἐνέτυχόν σου τοῖς γράμμασιν, ἀδελφὲ ἠγαπημένε, μακροθύμως, καὶ ἐξέστην ἐπὶ τῇ ἀθρόᾳ σου μεταβολῇ λίαν. ἀφήσω τὸ πρότερον, ὅτι συνοψισθείς μοι ὡμοφώνησας αἵρεσιν εἶναι τὴν μοιχειανικὴν ψευδοδοξίαν, ἄγνοιαν προβαλλόμενος καὶ τὴν ἀπ᾽ ἄλλων συντυχίαν, ἀλλ᾽ ὅτι γε καὶ μετὰ ταῦτα ἀναγνοὺς τὴν Πεντάλογον ἀπέφηνας αὐτὴν πεντάφωτον εἶναι. νῦν δέ, ὡς ἔοικεν, ἀντιθέτως αὐτὴν ὑπολαμβάνεις, ὅλην σου τὴν ὁμιλίαν ὁμοίαν σοι τῆς πρὶν ἀγνοίας, μᾶλλον δὲ καὶ πλέον ἀπεχθανομένην τοῖς ὑπὸ τῆς ταπεινώσεώς μου ῥηθεῖσι πνεύσας. καὶ εἰ μὲν ἐμοῦ λόγια, ἐπειδὴ σκοτεινός, οὐδὲν θαυμαστόν· ἐπειδὴ δὲ διὰ φωνῆς Κυρίου, ἀποστόλων τε καὶ προφητῶν, πρὸς καὶ θεοφόροις πατράσιν ἐναποδέδεικται, ὅτι αἵρεσις χαλεπωτάτη, βλεπέτω σου ἡ σύνεσις καὶ εἰτινοσοῦν ἄλλου ὁμογνωμονοῦντός σοι ποῦ προσκρούειν μέλλετε. αἱ γὰρ παρ᾽ ὑμῶν προτάσεις περὶ τοῦ μὴ εἶναι αἵρεσιν, σύγγνωτε, οὐκ ἐκ φωνῆς Κυρίου οὐδὲ ἐκ στόματος ἁγίου, προφητικῶς δὲ εἰπεῖν ἐκ γῆς φωνούντων καὶ ἐκ νόμων ἀλλοκότων, πληθύος τε τῆς φόβῳ ἀνθρωπίνῳ πάντα λέγειν ἐπιτρεπομένης.

φαίης γὰρ ὅτι πάντες φίλοι καὶ εὐσεβεῖς, γνωστικοί τε καὶ ἰδιῶται ἐκμαίνονται ἀκούοντες ὅτι αἵρεσις, παράστασιν ταῦτα προβαλλόμενοι, ὅτι ‛μηδενὸς ἀνθισταμένου καὶ διδάσκοντος τοῦ μοιχεύειν καὶ λύειν τοὺς ἀνιέρους, πῶς καλέσομεν αὐτοὺς αἱρετικούς; παραβάτας γὰρ τῶν ἐντολῶν τοῦ Κυρίου καὶ καταπατητὰς τῶν θείων κανόνων καὶ ἀνιέρους δίκαιον‚.

Πῶς οὖν οὐκ ἔστιν ἐκπλαγῆναι πρῶτον εἰς τὴν ὑμῶν ἐμμέλειαν, τὰ αὐτὰ πολλάκις δῆθεν ἐκείνων προσάγουσαν καὶ ἀντακούουσαν τἀληθῆ, ἃ καὶ παῖδας πείθειν δύναιτ᾽ ἄν, εἶτα αὖθις τὰ αὐτά, ὥσπερ ἐπιλαθομένην τὰ πρότερον ἀκουσθέντα, ἐπάγουσαν μετὰ σφοδροτέρας τῆς ἀπορίας καὶ καθάψεως ἡμῶν, ὡς ἀλόγως λεγόντων αἵρεσιν; οὕτω μέν μοι τὸ περὶ ὑμᾶς ἐκπληκτικόν. περὶ δὲ τῶν ἐναντίων ἐκεῖνα εἰμὶ λέγων· πῶς, ὃ ἐκήρυξαν συνοδικῶς καὶ ἐβεβαίωσαν ὑπ᾽ ἀναθέματι τῶν ἀντιπιπτόντων τῷ δόγματι, ἤτοι τῇ οἰκονομίᾳ αὐτῶν, καὶ ἔτι καθ᾽ ἑκάστην ἐμπράκτως διδασκόντων, μὴ κηρύσσειν μηδὲ διδάσκειν λέγουσιν; ὑπὲρ τίνος ἐγὼ ὁ ταπεινὸς ἐνταῦθα ἀπόκλειστος; ὑπὲρ τίνος ὁ πατήρ μου ὁ ἐγκλειστὸς τεταλαιπώρηται, μεμονωμένος τὸ πρίν, ἔπειτα παραρρεριμμένος ἐν ᾧ περιώρισται τόπῳ; ὑπὲρ τίνος ὁ ἀρχιεπίσκοπος ὡς κατ᾽ αὐτοὺς καθῃρημένος καὶ ἐν πολλῇ στενοχωρίᾳ παραγγελίᾳ τε καὶ ἀσφαλείᾳ, ὡς καὶ τροφὴν μέτρου λαμβάνειν αὐτὸν παρακελευσθέντων τῶν τροφοδοτῶν, εἶτα ἐν τῷ παλατίῳ μετεγκλεισθείς, ἄρτι τε ἐν ξενίᾳ παραρριφείς; ὑπὲρ τίνος ἡ τιμιότης σου σὺν τοῖς ἀδελφοῖς ἐν Θεσσαλονίκῃ φρουρουμένη, Θεόσωστός τε ὁ ἡγούμενος διωκόμενος σὺν τοῖς φοιτηταῖς ἐκ τῆς αὐτῆς πόλεως, ἕτερός τε ἡγούμενος ἀμέτρως μαστιγωθεὶς τῶν ἐκεῖσε;

ὑπὲρ τίνος Ναυκράτιός τε καὶ Ἀρσένιος οἱ ἀδελφοὶ ἕως δεῦρο ἀσφαλῶς καταφρουρούμενοι, Βασίλειός τε καὶ Γρηγόριος ὡσαύτως; ὑπὲρ τίνος Στέφανος ὁ ἐνάρετος ἡγούμενος σὺν πεντήκοντα μαθηταῖς μετανάστης ἐκ τοῦ οἰκείου φροντιστηρίου, σὺν ἑκατόν τε δέκα ἅμα ἐπισκόπῳ, πρότερον ἀναθεματικὼς τὴν μοιχοσύνοδον ὡς τὸ εὐαγγέλιον λύσασαν, καθὰ περιέχει τὸ ἀποσταλὲν παρ᾽ αὐτοῦ γραμματεῖον; ὑπὲρ τίνος Ἀντώνιος ὁ εὐλαβέστατος ἡγούμενος ἐν φρουρᾷ εἰς τὸ Ἀμόριν, ὁμοίως τοῦ προτέρου σὺν τῇ κατ᾽ αὐτὸν ἀδελφότητι ἀναθεματικὼς τὴν μοιχοσύνοδον; ὑπὲρ τίνος οἱ περὶ τὸν ἀδελφὸν Αἰμιλιανὸν ἐν Θυνίᾳ παρὰ τοῦ Νικομηδέως δεθέντες καὶ ἀχθέντες, πεῖράν τε μαστίγων καὶ ἐμπαιγμῶν λαβόντες, καταληϊσαμένων τῶν ἐπιπεσόντων αὐτοῖς τὰ τῆς μονῆς ὡς πολεμικὰ λάφυρα; ὑπὲρ τίνος ἐν Χερσῶνι δεδιωγμένος Λέων ὁ θεοσεβέστατος ἐπίσκοπος τὸ ἐπίκλην Βαλελάδης, Ἀντώνιός τε ὁ τετιμημένος ἡγούμενος σὺν δυσὶν ἄλλοις πεφρουρισμένος; ὑπὲρ τίνος ἐν Λιπάρει τῇ ὑπερέκεινα Σικελίας ἀδελφοὶ ἡμῶν ἐν φυλακῇ τηρούμενοι; ὑπὲρ τίνος οἱ περὶ Λιτόιον ἐν Χερσῶνι παραφυλαχθέντες κἀκεῖθεν ἐν φυλακῇ παραπεμφθέντες πρὸς τὸν βασιλέα, εἶτα φυλακισθέντες ἐν τῷ Βυζαντίῳ καὶ συντηρούμενοι ἐν μοναστηρίοις;

Εἴπω πάλιν τὰ εἰς ἡμᾶς τοὺς τρεῖς; ὑπὲρ τίνος εἰς τὰ Ἀγαθοῦ τὰ παρὰ τοῦ βασιλέως διὰ τῶν σπαθαρίων δηλωθέντα ἡμῖν, ὡς ‛ὑμεῖς ἀναθεματισμένοι ἐστὲ καὶ καθῃρημένοι παρὰ τῆς συνόδου‚; ὑπὲρ τίνος ἡ εἰς τὸν Ἅγιον Μάμαντα φυλακὴ μεμονωμένων τῶν τριῶν; ὑπὲρ τίνος ἡ ἐκεῖσε παρουσία τῶν αὐτῶν σπαθαρίων σὺν τρισὶ τοῖς παρὰ τοῦ ἀντιδόξου ἐπιφερομένοις ὑπαναγνωστικὸν καθαιρέσεως καὶ ἀναθεματίσεως ἡμῶν πάλιν; καὶ ἐπεὶ περιεφράξαμεν τὰ ὦτα καὶ τοῦ ἀκοῦσαι, ὑπὲρ τίνος ἡμεῖς μὲν ἐξόριστοι ἄλλος ἀλλαχοῦ καὶ ἐναπόκλειστοι, ὅ τε οἰκονόμος καὶ ὁ Ἀρσένιος οἱ ἀδελφοί, διωγμὸς δὲ τῶν ἄλλων ἀπὸ δυοκαίδεκα μιλίων τῆς Κωνσταντινουπόλεως, ὡς τοὺς μὲν ἐν σπηλαίῳ κατακρυβῆναι διὰ τὴν πρὸς ἡμᾶς λανθανόντως διακονίαν, μεταμφιασαμένων ἐσθῆτα λαϊκῶν, τῶν δὲ ὅλην ἡμέραν ὑπὸ πλάκαν ὑποδύντων καί, ἐπειδὴ οὐκ ἦν ἐν ἡμέρᾳ ἐμφανίσαι, νυκτὶ εἰς ἀλλήλους περιτρεχόντων; ὑπὲρ τίνος οἱ εὑρισκόμενοι κρατούμενοι ὑπὸ στρατιωτῶν καὶ ἐν τῷ πραιτωρίῳ φυλακισθέντες, εἶτα ἐξορισθέντες τῆς πόλεως;

Καὶ ἵνα τὰ κατ᾽ ἀρχὰς εἴπω, ὑπὲρ τίνος τὰ Στουδίου ὑπὸ στίφους στρατιωτῶν ἄφνω ἐπελθόντων φρουρούμενα, ὡς μηδὲ ἀναπνεῖν ἡμᾶς, τήν τε ἐκεῖσε ἄφιξιν τοῦ Νικαίας καὶ Χρυσοπόλεως εἰς τὸ δέξασθαι ἡμᾶς τὸν μοιχοζεύκτην, ὡς παρὰ τοῦ προηγησαμένου πατριάρχου ἐπιτραπέντα ποιῆσαι τὴν μοιχοζευξίαν; καὶ ‛ἐπεί‚, φησίν, ‛ἅγιος ὁ ἐπιτρέψας ὡς ὁ Χρυσόστομος, ἁγίου ἐστὶν οἰκονομία, καὶ δέξασθε ταύτην‚. ὑπὲρ τίνος ἡ ἐν νυκτὶ ἄρσις ἡμῶν τῶν τεσσάρων ἐκ τῶν ἐκεῖσε δι᾽ ἄρχοντος καὶ στρατιωτῶν καὶ ἀπαγωγῆς πρὸς τὸν Συμεών, τὸν οὐκ οἶδ᾽ ὅπως εἴπω, καὶ τὰ δι᾽ αὐτοῦ παρὰ τοῦ βασιλέως δηλωθέντα εἰς τὸ δέξασθαι ἡμᾶς μετανενοηκότας καὶ εἰς ὅπερ ἕως δεῦρο ἐνέστημεν, ὡς οἰκονομίας γεναμένης; ὑπὲρ τίνος πάλιν κατάκλειστοι εἰς τὸν Ἅγιον Σέργιον καὶ πάλιν τοῦ Συμεὼν ἐκεῖσε παρὰ τοῦ βασιλέως ἄφιξις εἰς αὐτὸ τοῦτο; ὑπὲρ τίνος ἡ δι᾽ ἀρχόντων παράστασις ἡμῶν ἐν τῇ πολυανθρώπῳ συνόδῳ, συγκαθεζομένων καὶ τριῶν τῶν μεγίστων ἀξιωμάτων; ὑπὲρ τίνος ἐγὼ ὁ ταπεινὸς ἐκεῖσε ὑβριζόμενος καὶ κυκλόθεν περιστοιχιζόμενος καὶ ἀκούων, ‛οὐκ οἶδας τί φλυαρεῖς, τί λαλεῖς‚;

βοῶντός μου, ‛πίπτει ὁ Πρόδρομος, λύεται τὸ εὐαγγέλιον, οὐκ ἔστιν οἰκονομία‚, κἀκείνων τὸ ἐπιλέγειν πολύ, ὅτι ‛οἰκονομία‚ καὶ ‛οὕτως οἱ ἅγιοι ᾠκονόμησαν καὶ ὁ ἐν ἁγίοις προηγησάμενος· ἴδε μάρτυρες, ὅτι ἐπέτρεψεν τὴν μοιχοζευξίαν‚, κἂν οὐκ ἔλεγον αὐτὴν οὕτως, ἀλλὰ καὶ τὸ εἰπεῖν μοιχοζεύκτην διεπρίοντο τοὺς ὀδόντας τοῦ οἱονεὶ ῥοφῆσαι. ὑπὲρ τίνος τὸ ἀνάθεμα τοῖς μὴ δεχομένοις τὰς οἰκονομίας τῶν ἁγίων διαβοήτως ἀνακραχθέν, καὶ ἐγὼ σὺν τῷ πατρί μου καὶ Καλογήρῳ ὑπ᾽ ἀρχοντικῆς χειρὸς ἀφορισθεὶς ἐκ μέσου, ὁ δὲ ἀρχιεπίσκοπος ἐναπολειφθεὶς καί, διότι μόνον ἐλειτούργησεν ὑπ᾽ ἐμοῦ παρακληθεὶς εἰς τὰ Στουδίου, ὡς κοινὸς πρεσβύτερος καθαιρεθεὶς κατ᾽ αὐτούς; τὸν γὰρ ὑπ᾽ αὐτοῦ Χριστοῦ καθαιρεθέντα καὶ τῶν θείων κανόνων μοιχοζεύκτην ἠθώωσαν, ἀνένοχον ἀποφηνάμενοι κατὰ πάντα καὶ συνιερουργὸν αὐτοῖς ὄντα καὶ πρότερον, τὸν δὲ ἀκαθαίρετον ἐκ κανόνων καθαιρέσει ὑπέβαλον, ἔργῳ τὸν λόγον αὐτῶν βεβαιούμενοι, ὡς ἐξουσίαν ἔχειν τοὺς ἱεράρχας κατὰ τὸ αὐτοῖς δοκοῦν κεχρῆσθαι τοῖς κανόσιν.

ὅπερ ἐνεργοῦσιν εἰς τὸ ἀεί, οὐδὲ ἐκεῖνο συνιδεῖν βουλόμενοι, ὅτι, εἰ τοῦτο ἔστιν, ἱεράρχην καθαίροντες, ὑπ᾽ αὐτοῦ οὗ καθαίρουσι δυνατὸν αὐτοὺς ἐκείνους καθαιρεθῆναι, πληρουμένου τοῦ τῶν ἀποστόλων λογίου· ταῦτα καὶ περὶ κανόνων διατετάχθω ὑμῖν παρ᾽ ἡμῶν, ὦ ἐπίσκοποι· ὑμεῖς δὲ ἐμμένοντες αὐτοῖς σωθήσεσθε καὶ εἰρήνην ἕξετε, ἀπειθοῦντες δὲ κολασθήσεσθε καὶ πόλεμον μετ᾽ ἀλλήλων ἀίδιον ἕξετε, δίκην τῆς ἀνηκοΐας τὴν προσήκουσαν τιννύντες. ὑπὲρ τίνος τὰ μετὰ τὴν σύνοδον, ἥ τε πάντων τῶν ἀδελφῶν ἀνάκρισις ὑπὸ τοῦ βασιλέως, λέγοντος ἡμᾶς μὲν καθῃρημένους, τὴν δὲ σύνοδον ἁγίαν, ἐπισφραγισθεῖσαν ὑπ᾽ αὐτοῦ ὡς οἰκονομίας οὔσης ἁγίων τῆς μοιχοζευξίας καὶ ἀκαταγνώστου τοῦ ταῦτα τετελεκότος; καί, ἐπειδὴ οὐ προσεδέξαντο, ἡ ἑνὸς ἑκάστου ἢ καὶ ὁμοῦ δύο ἢ τριῶν ἢ καὶ πλειόνων ἔν τε τοῖς μοναστηρίοις καὶ τοῖς κάστροις κατάκλεισις, τινῶν δὲ καὶ μαστιγώσεις καὶ κουσπισμοί, πανταχοῦ γῆς τε καὶ θαλάττης διατεθρυλλημένων τούτων;

Ὑπὲρ τίνος οὖν ταῦτα πάντα, ἵνα συνελὼν εἴπω; οὐχ ὑπὲρ τοῦ μὴ καταδέχεσθαι εἰπεῖν ἢ συγκαταθέσθαι τὴν παράβασιν τοῦ εὐαγγελίου οἰκονομίαν, ἣν ὡς σωτήριον καὶ ἰσάγιον οἱ ἐναντίοι ἐξεβόησαν ἐμπράκτως καὶ τῷ λόγῳ εἰς τὸν κόσμον καὶ εἰσέτι καὶ ἕως ἂν ἐπιμένωσιν οὕτως λέγοντες καὶ πράττοντες διὰ τὸν διωγμόν; πῶς οὖν φασιν ὅτι ‛μηδενὸς ἀνθισταμένου καὶ διδάσκοντος καλέσομεν αὐτοὺς αἱρετικούς‚; φαντασία τὰ προλεχθέντα καὶ ὄνειροι ἢ ἀληθῆ; ἐπειδὴ δὲ ἀληθῆ, πῶς οὐχὶ διδάσκουσιν ἑκάστοτε καὶ κηρύττουσιν ἔργῳ καὶ λόγῳ; ἢ πῶς οὐχ ὑμεῖς πειθόμενοι αὐτοῖς μικροῦ δεῖν μετ᾽ αὐτῶν τῶν λεγόντων ἵστασθε (ἀλλὰ καὶ ἐὰν ἡμεῖς σιωπῶμεν, τὰ πέρατα βοᾷ τὴν ἀλήθειαν), τὸ φοβερὸν τῆς σιωπῆς κρίμα ἐφ᾽ ἑαυτοῖς ἐπισπώμενοι; δι᾽ ἣν αἰτίαν ἐγὼ ὁ ταπεινὸς τοῦ μὴ σιγᾶν ἀναγκάζομαι ἐγγράφως τε καὶ ἀγράφως κατὰ τὴν ἐνοῦσάν μοι δύναμιν, μετὰ φόβου καὶ τρόμου, μετὰ παρασκευῆς θανάτου, κἄν τις ὑμῶν ἴσως οὐκ ἀναγκαίως, εἴπω δ᾽ ὅτι καὶ περιττολόγως, οἴεται ταῦτα ἐνεργεῖν με.

Ἀλλ᾽ ἐπὶ τὸ προκείμενον ὁ λόγος. ἔφης, ‛μηδενὸς ἀνθισταμένου καὶ διδάσκοντος τοῦ μοιχεύειν καὶ λύειν τοὺς ἀνιέρους, πῶς εὐλόγως καλέσομεν αὐτοὺς αἱρετικούς;‚ μοιχεύειν οὖν καὶ λύειν τοὺς ἀνιέρους τῷ λόγῳ, ἀληθές, οὐ διδάσκουσιν, ἐπεὶ μηδὲ τὰ ἔθνη τὰ μὴ νόμον ἔχοντα μοιχεύειν διδάσκει. καὶ οὐδὲ ἡμεῖς γυμνῶς τοῦτο ἐκφωνεῖν αὐτοὺς ἐξεθέμεθα ἢ ὅτι, τὴν μοιχοζευξίαν κυρώσαντες καὶ τὰ σὺν αὐτῇ καὶ δι᾽ αὐτῆς ἑτέρας παραβάσεις τοῦ εὐαγγελίου σὺν ταῖς τῶν θείων κανόνων λύσεσιν οἰκονομίαν εἶναι σωτήριον ὑπ᾽ ἀναθέματι καὶ τοῦτο καθ᾽ ἑκάστην ἐκδικοῦντες διὰ τῶν προλεχθέντων ἐξοριῶν καὶ φυλακῶν, τὸ εὐαγγέλιον λελύκασιν κατὰ τὴν φωνὴν τῶν ἁγίων καὶ δυνάμει ἐπὶ πάσης παραβάσεως οἰκονομίαν γίνεσθαι ὑποτίθενται, τὰς ἀναλλοιώτους ἐντολὰς τοῦ θεοῦ ἀλλοιώσαντες καὶ τρεπτὰς ἀποδεικνύοντες. καὶ πῶς δ᾽ ἂν οὐκ εἶεν ἀλλοιωταὶ καὶ τρεπταί, εἴ γε παραβαινόμεναι οἰκονομίαι σωτήριοι ἔργῳ καὶ λόγῳ συνοδικῶς δογματίζονται; μὴ γὰρ εἰς τοσοῦτον ψεῦδος προκόψωσιν, ὥστε μὴ λέγειν αὐτοὺς πεποιηκέναι σύνοδον ἢ μὴ τὴν μοιχοζευξίαν ὀνομάσαι οἰκονομίαν ἰσόρροπον ἁγίων ἢ μὴ ἀναθεματίσαι τοὺς μὴ προσιεμένους αὐτήν. εἰ δὲ λέγουσιν μὴ ἀναθεματίσαι, ὑπὲρ τίνος ἀνεβόησαν ‛τοῖς μὴ δεχομένοις τὰς οἰκονομίας τῶν ἁγίων ἀνάθεμα ἔστω‚; δῆλον γὰρ ὅτι ἐνισταμένων τινῶν μὴ δέχεσθαι ἡ ἐκφώνησις, εἰ μὴ μεθύομεν.

περὶ ποίας δὲ ὑποθέσεως ἄλλης ἡ ἔνστασις ἢ τῆς μοιχοζευξίας; οὐκοῦν ἀσφαλῶς αὐτῆς ἕνεκα ὁ ἀναθεματισμὸς ὡς οὔσης κατὰ τὰς τῶν ἁγίων οἰκονομίας. καὶ εἰ μὲν ἐφάμιλλος αὐταῖς, αἱ τῶν ἁγίων οἰκονομίαι παράνομοι· εἰ δὲ οἱ ἅγιοι οὐ παράνομοι, ὅπερ ἀληθές, αὐτοὶ ἀνεθεματίσθησαν μὴ προσιέμενοι τὴν μοιχοζευξίαν, κἂν τέχναις σοφίζωνται τὰ ἐναργῆ ἀφανῆ δεικνύειν. ἀλλ᾽ ἀμήχανον κρυβῆναι τὸ γεγονός.

Ὅτι δὲ ἀμετάβλητοι αἱ ἐντολαὶ τοῦ εὐαγγελίου ἄκουε τοῦ Μεγάλου Βασιλείου βοῶντος· τάχα τονῶσαί μου τὴν ψυχὴν καὶ νηπτικωτέραν πρὸς τὸ ἐφεξῆς καταστῆσαι ὁ Κύριος ἠβουλήθη, ὡς μὴ προσέχειν ἀνθρώποις, ἀλλὰ διὰ τῶν εὐαγγελικῶν ἐντολῶν καταρτίζεσθαι· αἳ οὔτε καιροῖς οὔτε περιστάσεσιν ἀνθρωπίνων πραγμάτων συμμεταβάλλονται, ἀλλ᾽ αὐταὶ διαμένουσιν, ὡς προήχθησαν ἀπὸ τοῦ ἀψευδοῦς καὶ μακαρίου στόματος οὕτω διαιωνίζουσαι. οἱ δὲ δι᾽ ἐναντίας κηρύξαντες τὴν μοιχοζευξίαν οἰκονομίαν σωτήριον τί ἄλλο ἢ τρεπτὰς τὰς ἐντολὰς τοῦ θεοῦ ἀπεφήναντο, πῇ μὲν μεταβαλλομένας, πῇ δὲ οὐ μεταβαλλομένας ἀλλ᾽ ἐνεργούσας ἀτρέπτως, καιροῖς δέ τισι καὶ περιστάσεσιν ἀνθρωπίναις, ὥσπερ ἔφασαν αὐτοὶ περὶ τῶν κρατούντων, μεταβαλλομένας καὶ μὴ εἰς ἀνομίαν λογιζομένας, ἀλλὰ γὰρ καὶ τοσοῦτον ἰσχὺν ἐχούσας, ὡς καὶ τοὺς μὴ προσιεμένους αὐτάς, ἤγουν τὰς παραβάσεις τὰς (ὥς φασιν) οἰκονομίας ἁγίων, ἀναθεματισμένους παρὰ τῇ ἐκκλησίᾳ εἶναι;

Συνῆκται οὖν ἐντεῦθεν οὐδὲν ἕτερον ἢ τὸ τὸν θεὸν τρεπτὸν εἶναι καὶ ἀλλοιωτόν, ὁμοιουμένου τοῦ λέγοντος τῷ οἰκείῳ λόγῳ, τό τε εὐαγγέλιον ἀόριστον πρός τε σωτηρίαν καὶ ἀπώλειαν. ἆρα γὰρ ἐπὶ πάντων ἀνθρώπων καὶ ἐπὶ πάσης ἐντολῆς παραβάσεως οἰκονομία ἢ ἔν τισι καί τινι; καὶ τίς ἡ ἀποκλήρωσις τοῦ ἐπί τισι μὲν καί τινι εἶναι, ἐπὶ δέ τισι καί τινι οὐδαμῶς; καὶ πρὸς τίνων ἆρα καὶ παρὰ πόσων τὸ οἰκονομεῖν; παρὰ ἱεραρχῶν μόνων ἢ καὶ ἱερέων; συνοδικῶς ἢ καὶ ἰδικῶς ἕκαστον; καὶ εἰ ἐπὶ τῶν βασιλέων μόνων, ἐπὶ τῆς μοιχείας μόνης ἢ καὶ ἐφ᾽ ἑκάστης παρανομίας; καὶ πῶς ἐπὶ τῶν βασιλέων ὑποχωροῦσιν αἱ τοῦ θεοῦ ἐντολαί; ἢ πάντως ὡς τῆς βασιλείας αὐτοῦ τέλος ἐχούσης, ὅτι μηδὲ βασιλέως ὑποχωρεῖ νόμος, μὴ ἑτέρου βασιλέως αὐτὸν διαδεχομένου; ἀλλὰ γὰρ καὶ τοῦτο ἀπορητέον· ἐπειδή φησιν ὁ θεῖος ἀπόστολος, οἱ ἄνδρες ἀγαπᾶτε τὰς ἑαυτῶν γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾽ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.

πῶς ἆρα νῦν μὲν τὴν μοιχείαν καὶ μοιχοζευξίαν προσηκαμένη, ἐν δὲ τοῖς πέριξ χρόνοις ἑτέρας ἐφαμίλλους, διαμείνοιεν ἂν ἄσπιλός τε καὶ ἀρρύτιδος, ἀλλ᾽ οὐχὶ βεβορβορωμένη (ὃ καὶ φρίττω λέγων), διακρινέτωσαν ἡμῖν οἱ νῦν εὐαγγελισταί· ἑαυτοὺς γὰρ ταύτας προσηκάμενοι ἐκκλησίαν θεοῦ ὀνομάζουσιν, ἀντιθέτους αὐτῇ τοὺς μὴ προσιεμένους αὐτὰς διακρίναντες. ἀλλ᾽ ὄντως κατὰ τὸν προφήτην, ὁ μωρὸς μωρὰ λαλήσει καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει, τοῦ συντελεῖν ἄνομα καὶ λαλεῖν πρὸς τὸν θεὸν πλάνησιν.

Χαλεπωτάτη οὖν αἵρεσις αὕτη, καὶ τὸ τοῦ μακαριωτάτου ἀποστόλου ἔστιν ἐνταῦθα λέγειν· θαυμάζω ὅτι οὕτως ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγγέλιον· ὃ οὐκ ἔστιν ἄλλο, εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ. ἀλλὰ καὶ ἐὰν ἡμεῖς αὐτοὶ ἢ ἄγγελος ἐξ οὐρανοῦ ὑμῖν εὐαγγελίζηται παρ᾽ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. παρ᾽ ὃ δὲ εὐηγγελίσατο οὐχ ὁ ἀπόστολος, ἀλλ᾽ αὐτὸς ὁ Χριστός, εὐηγγελίσατο ἡ μοιχοσύνοδος τὴν μοιχοζευξίαν, ἐξ ἧς ἡ μοιχεία, καὶ τὴν πρὸς τοὺς μοιχωμένους πολυτρόπως ἀπαγωγὴν οἰκονομίαν σωτήριον· καὶ τοῦτό ἐστιν εὐαγγελιζομένη ἑκάστοτε ἔργῳ καὶ λόγῳ, κἂν προσποιῆται δολερῶς ὑπολωφεῖν, ἵνα μετὰ τὴν θήραν τῶν ἀπατηθέντων τὸν ἑαυτῆς κορύβαντα αὖθις ἐπανυψώσῃ. ἧς τὴν πεῖραν φύγοιμι μὲν ἐγὼ ὁ τάλας, φυγεῖν τε εὔχομαι ὑμᾶς ὡς ἁμαρτωλός, κἂν οὐ βούλοισθε προσέχειν μοι.

Ἰδοὺ οὖν ἐγώ, ἀδελφέ, εὐαγγελικῶς τε καὶ ἀποστολικῶς ὁμοῦ τε καὶ πατρικῶς παρέστησά σοι, εἴπερ βούλοιο πείθεσθαι λόγοις ἀληθείας, ὅτι αἵρεσιν ἀναμφιβόλως πεπλήρωκεν ἡ μοιχοσύνοδος, ἀρχθεῖσα ἀπὸ τῆς μοιχείας, εἰ καὶ διὰ μέσου ὑπελώφησεν, ἐκ μόνου τοῦ ὀνομάσαι, μᾶλλον δὲ κηρύξαι τὴν μοιχοζευξίαν οἰκονομίαν ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ γίνεσθαι. καὶ μὴ θαυμάσῃς, εἰ μία φωνὴ τίκτει αἵρεσιν, ἀκούων τοῦ Κυρίου λέγοντος· ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. μηδὲ δόξῃ σοι λέγειν, ‛τίς χρεία πολυπραγμονεῖν καὶ διὰ μιᾶς λέξεως ἀνασειράζειν τὰς γνωστικὰς θεωρίας καὶ συνάγειν τοῦτο κἀκεῖνο;‚, ἵνα μὴ ἐμπέσῃς εἰς τὴν λεγομένην τῶν γνωσιμάχων αἵρεσιν, περὶ ἧς φησιν ὁ συγγράφων· γνωσιμάχοι οἱ πάσῃ γνώσει τοῦ χριστιανισμοῦ ἀντιπίπτοντες, ἐν τῷ λέγειν αὐτοὺς ὅτι περισσόν τι ποιοῦσιν οἱ γνώσεις τινὰς ἐκζητοῦντες ἐν ταῖς θείαις Γραφαῖς· οὐδὲν γὰρ ἄλλο ζητεῖ ὁ θεὸς παρὰ χριστιανοῦ, εἰ μὴ πράξεις καλάς. ἀγαθὸν οὖν ἐστι μᾶλλον ἁπλουστέρως τινὰ πορεύεσθαι καὶ μηδὲν δόγμα γνωστικῆς πραγματείας πολυπραγμονεῖν.

Οὕτω μὲν οὖν οἱ γνωσιμάχοι. δὸς αὐτός, εἴπερ ἔχοις, ἐκ θείων φωνῶν ὅτι οὐχ αἵρεσις, καὶ μή μοι πλῆθος ἐποίσῃς μηδὲ τοὺς νυκτερινοὺς θεοσεβεῖς αὔχει, γνωστικούς τε οὓς λέγεις καὶ ἰδιώτας καὶ φίλους. εἰ γὰρ θεοσεβεῖς, ποῦ ἡ παρρησία; καὶ εἰ γνωστικοὶ (καὶ οὐχ ὅτι οὐκ εἰσὶ λέγω· ὁμολογῶ γὰρ πολλοὺς καὶ ὑπὲρ ἐμὲ τὸν ἰδιώτην), ἀλλ᾽ εἴπερ ἔχουσιν ἀλήθειαν, δείξωσι γνωστικῶς ἐξ αὐτῆς τῆς ἀληθείας, καὶ μὴν καὶ ἐκ παραδειγμάτων, ἐξ ἁρμοζόντων δέ, ἀλλὰ μὴ ἐξ ἀσυμβάτων καὶ ὑπεναντίων τῇ ἀληθείᾳ καὶ τοῖς ἀποστολικοῖς καὶ πατρικοῖς κανόσιν. καὶ εἰ φίλοι κατὰ θεόν, πῶς τῇ κοινωνίᾳ τῶν ἑτεροδόξων κοινωνοῦντες; οὐ γὰρ φίλοι οἱ τοιοῦτοι ἀληθινοὶ καὶ πιστοί.

Πρόσεχε οὖν, ἀδελφέ, τί ὁ θεῖος Βασίλειος λέγει πρὸς τοὺς ἐν πλήθει κρίνοντας τὴν ἀλήθειαν. ὁ μὴ τολμῶν, φησί, δοῦναι λόγον τῆς προκειμένης ζητήσεως μηδὲ εὐπορῶν ἀποδείξεως καὶ διὰ τοῦτο καταφεύγων εἰς πλῆθος ὁμολογεῖ τὴν ἧτταν, ὡς οὐδὲν ἔχων παρρησίας ἐφόδιον. καὶ μεθ᾽ ἕτερα· δειξάτω μοι κάλλος ἀληθείας κἂν εἷς καὶ σύντομος εὐθὺς ἡ πειθώ· πλῆθος δὲ χωρὶς ἀποδείξεως αὐθεντοῦν φοβῆσαι μὲν ἱκανόν, πεῖσαι δὲ οὐδαμοῦ. ἢ πόσαι μυριάδες πείσουσί με τὴν ἡμέραν νύκτα νομίσαι ἢ τὸ χαλκοῦν νόμισμα χρυσοῦν εἰδέναι, καὶ οὕτω δέχεσθαι ἢ προσίεσθαι δηλητήριον πρόδηλον ἀντὶ καταλλήλου τροφῆς; εἶτα γηίνων μὲν ἕνεκα πραγμάτων οὐκ αἰδεσθησόμεθα πλῆθος ψευδομένων, οὐρανίων δὲ χάριν δογμάτων νεύμασιν ἀναποδείκτοις ἀκολουθήσω, τῶν πάλαι καὶ πρόπαλαι μετὰ πολλῆς συμφωνίας καὶ τῆς τῶν ἁγίων Γραφῶν μαρτυρίας παραδοθέντων ἀναχωρήσας; οὐκ ἠκούσαμεν τοῦ Κυρίου λέγοντος, πολλοὶ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί; καὶ πάλιν· στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. τίς οὖν τῶν εὖ φρονούντων οὐκ εὔχεται τῶν ὀλίγων εἶναι τῶν διὰ τῆς στενῆς εἰσιόντων εἰς σωτηρίαν ἢ τῶν πολλῶν τῶν διὰ τῆς πλατείας εἰς ἀπώλειαν ὠθουμένων;

τίς δ᾽ οὐκ ἂν ἐπεθύμησεν, εἰ κατὰ τὸν καιρὸν ἔτυχεν τῆς ἀθλήσεως τοῦ μακαρίου Στεφάνου, τῆς ἐκείνου μερίδος γενέσθαι, τοῦ μόνου τοῦ λίθοις βαλλομένου, τοῦ πᾶσιν εἰς γέλωτα προκειμένου, ἢ τῶν πολλῶν τῶν οἰομένων τὸ ἀξιόπιστον ἔχειν ἐκ τῆς κακῆς αὐθεντίας; εἷς εὐδοκιμῶν εἰς τὸ θεῖον προτιμότερος ὑπὲρ μυριάδας αὐθαδείᾳ σεμνυνομένας, ὡς καὶ ἐπὶ τῆς παλαιᾶς διαθήκης εὑρίσκομεν, ἐν ᾗ χιλιάδες ἔπιπτον τοῦ λαοῦ θεηλάτῳ πληγῇ, μόνος δὲ Φινεὲς ἔστη καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις. εἰ δὲ εἶπεν ἐκεῖνος, ‛πῶς τολμήσω πρὸς τὰ συμφώνως ὑπὸ τοσούτων γινόμενα; πῶς ἐναντίως ὑπόθωμαι ψῆφον τῶν οὕτως κρινάντων ζῆν;‚, οὔτ᾽ ἂν αὐτὸς ἠρίστευσεν οὔτ᾽ ἂν τὸ κακὸν ἔστησεν οὔτ᾽ ἂν οἱ λοιποὶ διεσώθησαν οὔτ᾽ ἂν θεὸς τὴν εὐμένειαν ἐχαρίσατο. καλὸν οὖν, καλόν, καὶ τὸ ἕνα καὶ δικαίως παρρησιάζεσθαι, καὶ τὴν τῶν πολλῶν συμφωνίαν ἄδικον λύεσθαι.

Ἀλλὰ σὺ μὲν προτίμησον, εἰ δοκεῖ, τοῦ σῳζομένου Νῶε τὸ ὑποβρύχιον πλῆθος, ἐμοὶ δὲ συγχώρησον τοῖς ὀλίγοις τῇ κιβωτῷ προσδραμεῖν· καὶ πάλιν, εἰ βούλει, τάξον σαυτὸν μετὰ τῶν πολλῶν ἐν Σοδόμοις, ἐγὼ δὲ συνοδεύσω τῷ Λώτ, κἂν μόνος τῶν ὄχλων συμφερόντως χωρίζεται. πλὴν ἐμοὶ καὶ πλῆθος αἰδέσιμον, οὐ τὸ φεῦγον ἐξέτασιν, ἀλλὰ τὸ παρέχον ἀπόδειξιν, οὐ τὸ πικρῶς ἀμυνόμενον, ἀλλὰ τὸ πατρικῶς διορθούμενον, οὐ τὸ χαῖρον καινοτομίᾳ, ἀλλὰ τὸ φυλάσσον πατρῴαν κληρονομίαν. ποῖον δέ μοι καὶ πλῆθος λέγεις; τὸ μιστωθὲν κολακείᾳ καὶ δώροις; τὸ κλαπὲν ἀμαθίᾳ τε καὶ ἀγνοίᾳ; τὸ πεπτωκὸς δειλίᾳ καὶ φόβῳ; τὸ προτιμῆσαν πρόσκαιρον ἁμαρτίας ἀπόλαυσιν τῆς αἰωνίου ζωῆς; ἃ πολλοὶ φανερῶς ὡμολόγησαν; πλήθει τὸ ψεῦδος κρατύνεις, ἔδειξας τοῦ δεινοῦ τὴν ἐπίτασιν· ὅσῳ γὰρ πλείους ἐν τῷ κακῷ, τοσούτῳ μείζων ἡ συμφορά.

Οὕτω μὲν δὴ ταῦτα. ἰέναι δὲ ἐπὶ τὰς ἑτέρας σου προτάσεις παρέλκον ἂν εἴη, ἀγαπητέ, διὰ τὸ ἐκβαίνειν τοῦ μέτρου τῆς ἐπιστολῆς, καὶ ἄλλως ὅτι τοῖς εὐαισθήτως δεχομένοις τοὺς λόγους εὐαπάντητα εἶεν τὰ λεγόμενα.