Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Ἐπιστολαί

Θεόδωρος ὁ Στουδίτης

Επιστολές από την εξορία: Μοναχική ακρίβεια και εκκλησιαστική τάξη

Επιστολές από την εξορία προς τον Ναυκράτιο και άλλους αδελφούς σχετικά με τους διωγμούς, τους δεύτερους γάμους και την εκκλησιαστική ορθοπραξία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 4 από 21

Ναυκρατίῳ τέκνῳ Φθέγγῃ καὶ διήγησαί μοι ἑκάστοτε, τέκνον μου περιπόθητον, οὐδέν τι περιττὸν καὶ εἰκαιομυθές, ἀλλ᾽ εὔκαιρον καὶ πρεπῶδες καὶ φέρον εἰς ὄνησιν ψυχῆς, ὥσπερ καὶ τανῦν. ἐγὼ δέ σου τὸ εὔτονον ἐπαινῶν ἀποδέχομαι καὶ τὴν προκόπτουσαν διάλεξιν, ἢν ὅτι μάλιστα καλλυνεῖς, ἐὰν τῆς γραμματικῆς σχόλια δυνηθῇς ἐπιέναι· δεῖ γὰρ καὶ τῆς ἐν λόγῳ δυνάμεως καὶ πείρας μετέχειν τὸν ὀρθοδοξίας ἀντεχόμενον καὶ ἀντιφέρεσθαι τοῖς κακοδόξοις βουλόμενον. ἐπειδὴ γὰρ ἐκεῖνοι τῇ ἐντεῦθεν εἰδήσει δοκοῦντές τι μέγα ἔχειν κατακομπάζουσι, τοὺς κνηθομένους τὰς ἀκοὰς γαργαλίζοντες, κάλλιστον τοῖς ὀρθόφροσι μηδὲ τῇ τοῦ λόγου ἰσχύι ἐλλιπῶς ἔχειν καὶ καταβάλλειν αὐτῶν τὰς εὐθυβόλους ἑλεπόλεις. οὕτω μοι φίλον δυναμοῦσθαί σε, τέκνον. οὐ πάντως δὲ ὃ ἐπὶ σοὶ βούλομαι καὶ ἐπὶ παντὸς διὰ τὸ ἄλλον ἄλλως ἔχειν κατὰ ἕξιν καὶ συμφέρειν.

Κεκοίμηται δέ, ἔφης, ὁ ἀδελφὸς Φίλιππος καὶ Φίλων. καὶ εὖγε, εὖγε, ὅτι ἀμφότεροι τέλει ἀγαθῷ, οὐχ ὅτι τὰ προτέλεια ψεκτὰ (πῶς γὰρ οἱ ἀπειπάμενοι κόσμῳ σάρκα καὶ αἷμα καὶ εὐαφῆ τὴν τῆς ὑποταγῆς ζεύγλην ἑαυτοῖς ὑποθέμενοι;), ἀλλ᾽ ὅτι τοῦ ἀκροτάτου μακαρισμοῦ τετυχήκασι, διὰ Κύριον δεδιωγμένοι, θλιβόμενοι καὶ στενοχωρούμενοι. καὶ πρὸς ταῦτα οὐδεὶς ὁ ἀντιλέγων ἢ οἱ τὸ εὐαγγέλιον ἠθετηκότες δυσώνυμοι μοιχειανοί. καὶ τῷ μὲν Φίλωνι φίλον μέχρι τοῦδε στῆσαι τὸν ἔπαινον, τὰ δὲ τοῦ καλοῦ Φιλίππου πολλὰ κατορθώματα, ἃ αὐτὸς προκατέλεξας. ἐγὼ δὲ πρὸς τοῖς εἰρημένοις καὶ τὸ ἄπλαστον αὐτοῦ καὶ ἀκέραιον θαυμάζω, τό τε ἀόργητον καὶ ἀμνησίκακον, φιλοσυμπαθές τε καὶ φιλάδελφον, εὐήκοόν τε καὶ ἀνολίγωρον καί, συντόμως εἰπεῖν, ἀπαθές, ἐξ οὗ καὶ τὸ εὐκατάνυκτον, μισόκοσμόν τε καὶ φιλόθεον καὶ ἀπαρρησίαστον. λέγε σύ, ὡς καὶ προύφηνας, τὸ πολύδακρυ τοῦ ἀνδρός, τὸ φιλοπάτριον καὶ φιλακόλουθον, κἀν τοῖς κινδύνοις τὸ ἀγωνιστικὸν καὶ σπουδαῖον καὶ ἀγόγγυστον καθόλου, καὶ τὸ οἱονεὶ ἀειθαλὲς τῆς πολυανθοῦς αὐτοῦ ψυχῆς τῶν ἀρετῶν.

Καλῶς ἔχει καὶ τὰ τοῦ στερροῦ Γαϊανοῦ, διελθόντος ἐν παντὶ τόπῳ σχεδόν, ἔνθα ἡ διασπορὰ τῶν ἀδελφῶν. καὶ ὅτι ὑγιαίνουσι, χάρις τῷ δεσπότῃ θεῷ· ὅτι οὐ καταπίπτουσιν ἐν ταῖς θλίψεσιν, ἀλλὰ μᾶλλον ἀνδρειοῦνται, δόξα τῷ ἐνδυναμοῦντι αὐτοὺς Χριστῷ· ὅτι ἀπελαύνονται μηδὲ σκέπης ἀξιούμενοι παρά τινων μοναστῶν, μάλιστα πανδημινῶν συμπεφωνηκότων ὁμοῦ ἐν τούτῳ, μὴ θαυμάσῃς. γέγραπται· καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκειακοὶ αὐτοῦ. μὴ γὰρ τὸν ταῦτα φήσαντα Χριστὸν τὸν θεὸν ἡμῶν οὐκ ἀπώσαντο οἱ τάλανες; καὶ γοῦν φησὶν ὁ τῆς βροντῆς υἱός· εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.

Τί οὖν ἐστι τὸ διάφορον, εἰ οἱ μὲν Χριστὸν οὐχ ὑπεδέξαντο, τὸν λυτρωτὴν τοῦ κόσμου, οἱ δὲ τοὺς ἕνεκεν ἐκείνου καὶ τοῦ αὐτοῦ εὐαγγελίου διωγμοὺς καὶ φυλακὰς ὑπομείναντας; οὐδὲν ἢ τὸ σταυρῶσαι καὶ θανατῶσαι. μὴ αὐτοῖς λογισθῇ ὁ σύνδεσμος τῆς ἀνομίας, ἀλλ᾽, ὡς εἴρηκας, μὴ φέροντες τὰς τῶν ὑποτασσομένων αὐτοῖς προσκρούσεις καὶ ὡς ἂν μὴ ἀνάψῃ αὐτοῖς φῶς ἀληθείας, ἀλλ᾽ ἐν σκότει ἀγνοίας διαπορεύωνται, ἀποπέμπονται τοὺς ἀδελφοὺς ἡμῶν, μή πως λόγος ὅσιος ἀληθείας καὶ δικαιοσύνης ἀκουστὸς αὐτοῖς, ἤγουν ὑπομνηστικός, γένηται. οὐκ ἔσται, οὐδὲ μὴ μείνῃ ἡ βουλὴ αὐτῶν αὕτη, ἀλλ᾽ ὁ λόγος τοῦ θεοῦ, ὃν πεπατήκασι, λαληθήσεται καὶ στερεωθήσεται εἰς αἰῶνα. ὁ οὐρανὸς γάρ, φησί, καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. καὶ πρὸς ταῦτα τίς ἱκανὸς ἀντιφέρεσθαι, εἰ μὴ ὁ τύραννος σατανᾶς καὶ οἱ τούτου ὑποφῆται, τὴν μοιχείαν οἰκονομίαν σωτήριον τῇ ἐκκλησίᾳ Χριστοῦ κεκυρωκότες, οἱ ματαιόφρονες ὄντως καὶ ἐχθίστατοι;

Ἐπὶ τὰς ἐρωτήσεις σου τρεπτέον τὸν λόγον. ἔφης ἀνθ᾽ ὅτου ὁ θεῖος Κύριλλος ᾠκονόμει μὴ ἀποσχίζεσθαι τῶν τῆς ἑῴας ἐν διπτύχοις ἀναφερόντων τὸν Θεόδωρον τὸν Μοψουεστίας, αἱρετικὸν ὄντα, ἐπὰν ὀρθότατα καὶ καιριώτατα τὰ τῆς εὐσεβείας δόγματα παρ᾽ αὐτοῖς ἐσέσωστο· οὕτω γὰρ γέγραπται καὶ ὁ ὑπομνηματίζων ταῦτα, ὁ ἐν ἁγίοις Εὐλόγιος ἀρχιεπίσκοπος Ἀλεξανδρείας, ἐν τῷ Περὶ οἰκονομίας αὐτοῦ λόγῳ, οὗ καὶ χρῆσιν ἐνεθέμεθα ἐν τῇ ὑφ᾽ ἡμῶν πονηθείσῃ ἰδίως Περὶ τῆς καθόλου οἰκονομίας πραγματείᾳ. τὴν λύσιν οὖν αὐτὸς δέδωκεν ὁ καὶ ἱστορήσας (οὐ γάρ πω ἀλλαχόσε λέλεκται, καὶ ἱκανὸν μὴ ἐπιζητεῖν ἄλλο, σαφηνείας δὲ ἕνεκεν ἔστω τὰ παρ᾽ ἡμῶν ἐχόμενα τῆς αὐτῆς ἐννοίας) ὅτι τῶν οἰκονομιῶν αἱ μὲν πρὸς καιρὸν γεγόνασι παρὰ τῶν πατέρων, αἱ δὲ τὸ διηνεκὲς ἔχουσιν. οἷον διηνεκὲς μέν, ὡς ἀντὶ τῶν ὑποστάσεων παραχωρεῖσθαι τὰ πρόσωπα πρὸς τοῦ Ἁγίου Ἀθανασίου τοῖς Ἰταλοῖς· πρὸς καιρὸν δέ, οἷον τοῦ ἀποστόλου ἐπὶ τῆς περιτομῆς, τοῦ Μεγάλου Βασιλείου ἐπὶ τοῦ Ἁγίου Πνεύματος, οἷον καὶ τὸ νῦν τοῦ θείου Κυρίλλου· ἃ μέχρι τινὸς καιροῦ γινόμενα, οὐδὲν ἔχει τὸ μεμπτὸν οὐδὲ τὸ κατά τι ἀπηχὲς καὶ ἔκνομον, ὑφειμένον δ᾽ οὖν ὅμως καὶ οὐκ ἄγαν ἀκριβές· τοῦτο γὰρ ἡ οἰκονομία ἡ πρὸς καιρόν.

μηδὲ γὰρ δυνατὸν ἰατρὸν τὸν ἠρρωστηκότα θᾶττον ἀπαλλάξαι τῆς νόσου μήτ᾽ αὖ ἵππον ἀκρατῆ ἢ ξηρὸν πτόρθον τὸν μὲν εὐχάλινον, τὸ δὲ εὐθύτομον ἐξαυτῆς καταστήσασθαι, εἰ μὴ τοῖς κατὰ μικρὸν ποππυσμοῖς τε καὶ κολακεύμασι, μαλαγαῖς τε καὶ ἐπικλήσεσι χρώμενον τὸν τῶν τοιούτων ἐμπειρότατον. οὕτω κἀν τοῖς ἁγίοις ἐν ταῖς οἰκονομίαις, ὡς καὶ Κυρίλλῳ τῷ μεγάλῳ ἐν τῷδε· μικρὸν γὰρ πάντως ἀνέμενε τῶν ἀνατολικῶν τὸ βραδύνουν ἢ προσπαθὲς πρὸς τὸ αἱρετικὸν μὴ ὑπολαμβάνειν τὸν ὄντως αἱρετικόν. τί γὰρ ἦν ἄλλο τὸ μεσολαβοῦν, ἐπὰν ὀρθοδόξως ἐκήρυττον τὴν πίστιν κἀν τούτῳ αὐτὸν τὸν μνημονευόμενον αὐτοῖς ἀναθεματίζοντες; ἐπειδὴ πᾶς ὀρθοδοξῶν κατὰ πάντα πάντα αἱρετικὸν δυνάμει, κἂν οὐ ῥήματι, ἀναθεματίζει. ἔπειτα, ὅτε αὐτοῖς ἀνῆψεν ὁ τέλειος νοῦς, τότε αὐτοῖς συναφθέντος κατὰ πάντα τοῦ ἁγίου ἴσως. ἢ οὐχὶ καὶ ἡμεῖς τὸ αὐτὸ ποιοῦντες φαινόμεθα; ἔσθ᾽ ὅτε τινῶν ὁμογνωμόνων ἡμῖν κατά τι διαφερομένων, ἔνθα οὐ πολὺ τὸ λυποῦν ἢ ἐξιστῶν τῆς ἀκριβείας, καὶ ὅμως καταδεχόμεθα τὴν πρὸς αὐτοὺς κοινωνίαν, ἵνα μὴ διὰ μικρόν τι, μικρὸν ὕστερον δυνάμενον κατορθωθῆναι, ἀπολέσωμεν τὸ πᾶν· τοῦτο δὲ ἀτέχνων καὶ οὐ μυστηρίων θεοῦ οἰκονόμων.

Τοιοῦτον μὲν τὸ πρὸς καιρὸν οἰκονομεῖν τοὺς λόγους καὶ τοὺς τρόπους ἐν κρίσει καὶ ἀληθείᾳ καὶ νόμῳ, ἀλλ᾽ οὐκ ἐν παρανομίᾳ καὶ ψεύδει τὸ καθόλου. μὴ προβαλλέσθωσαν τὰς γλώσσας οἱ μοιχειανοὶ ἐνταῦθα, μηδὲ τὸν χειραγωγὸν κρημνιστὴν οἰέσθωσαν, μηδὲ τὸν κυβερνήτην καταποντιστήν, μηδ᾽ αὖ τὸν ἰατρὸν νοσοποιόν· ᾧπερ αὐτοὶ ὡμοιώθησαν, τῷ μοιχῷ συμμοιχεύσαντες, τῷ μοιχοζεύκτῃ συζεύξαντες, τῷ θεοκατηγόρῳ συνθεοκατηγορήσαντες, τῷ εὐαγγελιολύτῃ συνευαγγελιολυττήσαντες κυνικῶς· οὕτω γὰρ φράσαι οἰκειότερον.

Διόσκορον δὲ ποῦ ἢ πῶς, τὸν Ἀλεξανδρείας αἱρετικόν, Κύριλλος ὁ θεῖος ἐδέξατο, ὥς φασιν οἱ μοιχειανοί, οἱ περὶ τὸ φῶς σκοτεινοί, οἱ κατήγοροι τῶν ἁγίων; οὔτε ἠκούσθη οὔτε φύσιν ἔχει τὸ ψεῦδος αὐτῶν· διότι μεταγενέστερός ἐστι τοῦ θείου Κυρίλλου. πῶς οὖν τὸν μετὰ κοίμησιν τοῦ ἁγίου γνωρισθέντα αἱρετικὸν ἐν καιρῷ τῆς λῃστρικῆς συνόδου ἐν Ἐφέσῳ μετὰ τὴν τρίτην καὶ ἁγίαν αὐτὸς ὁ ἅγιος ἐδέξατο, τὰ ὑπερκόσμια λαχών; οὕτω ψευδοεποῦσι μυθαρευόμενοι, ὅπως θηρεύσωσι ψυχὰς ἀφελότητι πορευομένας.

Διὰ τοῦτο τεχνοῦσθε καὶ γνωσίζεσθε κατὰ πάντα, ἵνα τὸν ὄφιν καὶ τοὺς ὀφιοφώνους φεύγοιτε, ἐφ᾽ οἷς ὠλέκοντο ὅτι μάλιστα πλεῖστοι ἀπὸ γενεῶν εἰς γενεάς. περὶ δὲ τῶν ἄλλων πεύσεων (εἰ ὁ ἐπίσκοπος οὐχ εὕρηται εἰς τὴν μοιχοσύνοδον, καλοίη δὲ αὐτὴν ψευδοσύλλογον, μνημονεύοι δὲ τὸν ἐν αὐτῇ εὑρεθέντα μητροπολίτην αὐτοῦ ἐκ τοῦ πρεσβυτέρου τοῦ ἐπισκόπου ὀρθοδοξοῦντος, εἰ χρὴ κοινωνεῖν) ἀπεκρίθην καὶ δι᾽ ἑτέρων, τῶν πρὸς Εὐόδιον γραμμάτων, ὅτι ναί, οἰκονομίας χάριν, μόνον μὴ συλλειτουργοῦντος αὐτοῦ αἱρετικοῖς. εἰς οὐδὲν γάρ ἐστι, μνημονευομένου τοῦ ἐπισκόπου ὀρθοδόξου ὄντος, κἂν ἐκείνου φόβῳ αἱρετικὸν ἀναφέροντος τὸν οἰκεῖον μητροπολίτην. τοῦ τοιούτου πρεσβυτέρου καὶ εἰς παννυχίδα προσκαλουμένου, ἰτέον, καὶ ἐκκλησίαν παρ᾽ αὐτοῦ δεδομένην ληπτέον καὶ εἰς αὐτὴν ἐρχομένου αὐτοῦ λειτουργῆσαι παραχωρητέον ἢ καὶ μνημονεῦσαι νεκρόν, ὀρθόδοξον μέντοι, συγχωρητέον καὶ ἐν αὐτῇ λειτουργεῖν τὸν λαβόντα οὐδὲν κωλυτέον. εἰ δὲ αἱρετικὸν ἀναφέρει ὄντα ἐπίσκοπον, κἂν μακαρίζῃ, κἂν ὀρθοδοξῇ, τῆς μὲν θείας κοινωνίας ἀφεκτέον, τῆς δὲ κοινῆς τραπέζης, ἐπὰν ἐκεῖ δέει μνημονεύοι, ὧδε δεκτέον τάχα καὶ εὐλογοῦντα αὐτὸν καὶ συμψάλλοντα, ἐάνπερ μήτε αἱρετικῷ ἢ τῷ οἰκείῳ ἐπισκόπῳ εἴτε τινὶ ἄλλῳ συνιερουργῇ ἢ ἐν γνώσει μεταδίδοι.

εἰ ἐσθίει τις μετὰ τοῦ μοιχοζεύκτου ἢ μεθ᾽ ἑτέρου αἱρετικοῦ ἀδιαφόρως, φυλακτέον μὴ συνεστιᾶσθαι τοῖς τοιούτοις, κἂν ὑποκρίνωνται ὀρθοδοξεῖν· οὐ γὰρ φυλάσσουσι τὸ πρόσταγμα τοῦ ἀποστόλου, τοῖς τοιούτοις, λέγοντος, μηδὲ συνεσθίειν. πλέον οὐκ ἐξερευνητέον, εἰ μετὰ τοῦ συνεστιαθέντος τῷ αἱρετικῷ ὅσδε συνεστιάθη, ζητεῖν, καὶ μετὰ τοῦδε ἕτερος, κἀντεῦθεν ἀνασειράζειν τὸν λόγον καὶ ἀφίστασθαι πάντων. ἐθελόγνωμον τὸ χρῆμα καὶ οὐ τῶν ἁγίων· μέχρι γὰρ τούτου, φησί, στῆθι καὶ οὐχ ὑπερβήσῃ. μὴ γὰρ οὐκ ᾔδεισαν ταῦτα ἐξερευνᾶν καὶ διαγγέλλεσθαι ἡμῖν; ἀλλ᾽ οὐδαμῶς. διὸ οὐκ ἐσθλὸν μεταβαίνειν ὅρια, ἃ ἔθεντο οἱ πατέρες ἡμῶν. μεθ᾽ οὗ δὲ οὐκ ἐσθίομεν, οὐδὲ δῶρον τούτου δεκτέον, εἴπερ διδαχθεὶς ἅπαξ καὶ δὶς ἀδιαφοροίη καὶ οὐ πείθεται ἡμῖν. οὐκ οἶδα, εἰ μὴ παρὰ τῶν φυλάκων τὰς οὐχ ὡς εὐλογίας, ἀλλ᾽ ὡς χρείας λαμβάνειν ἢ οἰκονομίας ἕνεκεν· καὶ τὰ παρὰ τῶν ἄλλων, φευγόντων μέντοι τὸ συνεστιᾶσθαι αἱρετικοῖς ἀδιαφόρως, οὐκ οἶδα, εἰ μὴ τύχῃ κατὰ περίστασιν καὶ δέξασθαι καὶ συνεστιαθῆναι καὶ τοῖσδε. δοῦναι δὲ τοῖς τοιούτοις καὶ τοῖς φύλαξι βρῶμα καὶ πόμα οὐ διακριτέον, ὅτι καὶ παντὶ ἀνθρώπῳ μεταδοτέον.

εἰς δὲ τὴν ἐκκλησίαν τοῦ κυρίου Γρηγορᾶ, τοῦ τέκνου ἡμῶν, οὐ τολμῶ εἰπεῖν λειτουργῆσαι πρεσβύτερον ἡμῶν διὰ τὸ μετὰ τὴν μοιχοσύνοδον ἐνθρονιασθῆναι καὶ ὑπὸ τοῦ συλλειτουργοῦντος καὶ συλλειτουργήσαντος τῷ μοιχοζεύκτῃ διὰ τοῦ πρωτομοιχειανοῦ καθιερωθῆναι.

Ναυκρατίῳ τέκνῳ Θερμὸς εἶ, τέκνον ἠγαπημένον, περὶ τοῦ ἐρωτᾶν καὶ μανθάνειν τὰ χρήσιμα. καὶ τὸ μὲν χρῆμα ἐπαινετόν, οὐχ ἱκανὸς δὲ ἐγὼ λύειν τὰς ἀπορίας σου· ὅμως διὰ τὸ κοινῇ συμφέρον εἰσενεκτέον καὶ νῦν τὰ κατὰ δύναμιν.

Ἡ ἐρώτησίς σου περὶ τῶν διγάμων· ὅτι ἀμφισβητούμενόν ἐστι περὶ τῆς συναφείας αὐτῶν, ἆρα στεφανοῦσθαι αὐτοὺς ὡς ἐπὶ τῶν μονογάμων ἢ μή; καὶ πῶς, ἐὰν τοῦτο γενήσεται, εἴη συνάφεια, μὴ ὑπὸ τοῦ ἱερέως ζευγνυμένων αὐτῶν; ὅτι φέρεται λόγος ἀπὸ τῶν ἡμερῶν τοῦ ἀσεβοῦς Κωνσταντίνου κρατῆσαι τὴν συνήθειαν τοῦ διγαμικοῦ στεφανώματος ἐκ τοῦ κατ᾽ αὐτὸν τριγαμήματος· ἐπεὶ μὴ εἶναι ἐν τοῖς πρὸ αὐτοῦ χρόνοις. ἐγὼ δὲ ἔχειν μὲν τὸν λόγον τὸ πιστὸν ἐντεῦθεν οὐκ ἀποδοκιμάζω· δεῖ δὲ ὅμως τοῖς ἀληθείας ἐρασταῖς μὴ ἐκ φορᾶς, ὡς ἔτυχεν, λόγου ἢ συνηθείας ἀνθρωπίνης πιστοῦσθαι τὰ πράγματα, ἀλλ᾽ ἐξ αὐτῆς τῆς θεοπνεύστου Γραφῆς καὶ τῆς πατρικῆς καὶ κανονικῆς ἐκδόσεως.

Ἡ μὲν οὖν διγαμία παρακεχώρηται δῆλον ὅτι ὑπὸ τοῦ ἱεροῦ ἀποστόλου καὶ δι᾽ αὐτοῦ παρὰ Χριστοῦ, οὐ μὴν νόμος, ὥσπερ ὁ Θεολόγος Γρηγόριος, ἀλλὰ συγχώρησις· συγχώρησις δὲ οὐκ ἐπὶ ἀμέμπτου καὶ ἀπταίστου γένοιτ᾽ ἂν (πῶς γὰρ καὶ διατί;), ἀλλ᾽ ἐπὶ ἥττης τινὸς καὶ ἁλωσίμου δράματος. αὐτὸ γὰρ τοῦτο ὁ θεῖος ἀπόστολος ᾐνίξατο εἰπών, εἰ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν. ἡ δὲ ἀκρασία, τὸ κράτος τῆς ἀνδρείας ἀπολέσασα, ἥττης ἐστὶν καὶ ἀποπτώσεως ἔκγονον. ἐντεῦθεν ὁρμηθέντες οἱ θεῖοι πατέρες ἐπιτιμίῳ ὑπέβαλον τοὺς διγάμους, οἱ μὲν τῆς ἐν Λαοδικείᾳ συνόδου ἀορίστως διὰ τοῦ εἰπεῖν, ὀλίγου χρόνου παρελθόντος καὶ σχολάσαντας ταῖς προσευχαῖς καὶ νηστείαις κατὰ συγγνώμην ἀποδίδοσθαι αὐτοῖς τὴν κοινωνίαν ὡρίσαμεν, ὁ δὲ Μέγας Βασίλειος ὡρισμένως· φησὶ γάρ, περὶ τριγάμων καὶ πολυγάμων τὸν αὐτὸν ὥρισαν κανόνα, οἱ πατέρες δῆλον ὅτι, ὃν καὶ ἐπὶ τῶν διγάμων ἀναλόγως· ἐνιαυτὸν μὲν γὰρ ἐπὶ τῶν διγάμων, ἄλλοι δὲ δύο ἔτη.

Δέδεικται τοίνυν ἐκ τῶν ῥηθέντων ὡς ὑπὸ τὸ πταιστὸν γεγονυῖα ἡ διγαμία εἰλήφει τὸ ἐπιτίμιον. διὰ τοῦτο γὰρ καὶ οἱ τῆς ἐν Νεοκαισαρείᾳ συνόδου ἅγιοι πατέρες ἀπεῖρξαν καὶ τοῦ ἑστιαθῆναι πρεσβύτερον εἰς διγαμοῦντος γάμον, λέγοντες· ἐπεὶ μετάνοιαν αἰτοῦντος τοῦ διγαμοῦντος, τίς ἔσται ὁ πρεσβύτερος ὁ διὰ τῆς ἑστιάσεως συγκατατιθέμενος τοῖς γάμοις; τί οὖν τὸ συμπεραινόμενον ἐξ ἀναγκαίου; ὅτι ὁ μὲν πρῶτος γάμος ὡς κυρίως ὢν νόμος εἰκότως ἐστεφάνωται ὑπὸ τῆς ἱερωσύνης ὡς ἀνέπαφος, ὡς ἄρρυπος, ὡς ἀνάλωτος πορνικῷ πάθει καὶ διὰ τοῦτο ὡς νικητὴς τῆς ἁμαρτίας κατεστεμμένος. ἐφ᾽ ᾧ ἕπεται καὶ ἡ τῶν ἁγιασμάτων μετάληψις, καὶ ἡ τοῦ στεφανώσαντος καὶ παντὸς ἄλλου ἱερατικοῦ ἐν τῷ τοιούτῳ γάμῳ ἑστίασις. καθὰ καὶ ὁ Κύριος καὶ θεὸς ἡμῶν ἐν Κανᾷ τῆς Γαλιλαίας ἠξίωσεν ἀριστῆσαι, διὰ τῆς ἐκεῖσε ἑστιάσεως πάντα γαμικὸν ἄριστον κατευλογήσας. ἀλλὰ καὶ τῆς στεφανικῆς ἁρμογῆς αὐτὸς προλαβὼν τὴν εὐλογίαν ἔθετο ἐπὶ τοῦ ἀρχιπάτορος ἡμῶν Ἀδάμ· πῶς; καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον· κατ᾽ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. καὶ εὐλόγησεν αὐτοὺς ὁ θεός, λέγων· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτήν.

Αὕτη οὖν ἡ εὐλογία τῆς γαμικῆς συναφείας, ἀφ᾽ ἧς πᾶσα εὐλογιστία μονογαμικῆς συζεύξεως· ἐπεὶ καὶ μονόγαμος Ἀδάμ. ἐπιτηρητέον δὲ ὅτι καὶ ἡ στεφανικὴ ἐπίκλησις ἐκεῖθεν ὥρμηται, τὴν τοῦ πρώτου ἀνθρώπου διάπλασιν καὶ πρὸς τὴν ἐκ πλευρᾶς αὐτοῦ γυναῖκα σύζευξιν ὑπομνηματίζουσα. ὁ δὲ δεύτερος γάμος, εἰ καὶ συγκεχώρηται, ἀλλ᾽ ἐπιτετίμηται. πῶς γὰρ ἂν καὶ εἴη στεφανώσεως ἄξιος, ἡττηθεὶς ἀλλ᾽ οὐ νικήσας; τίς δὲ καὶ ὁ στεφανώσων τοῦτον πρεσβύτερος, ὃς καὶ τὸ ἁπλῶς ἑστιαθῆναι ἐν τῷ κατ᾽ αὐτὸν ἀρίστῳ πατρικῶς κεκώλυται; πῶς δὲ καὶ μεθέξει τῆς θείας κοινωνίας ὁ δι᾽ αὐτὸ τοῦτο εἰργόμενος χρόνῳ ἑνὶ καὶ δυσὶ τῶν ἁγιασμάτων; τίνος δὲ ἢ οἵας τῆς εὐλογητικῆς προσευχῆς γινομένης ἐπὶ τῆς συναφείας αὐτοῦ, μὴ οὔσης ἄλλης παρὰ τὴν μίαν τῆς μονογαμικῆς καὶ πρώτης;

Συνῆκται οὖν ἐκ πάντων γραφικῶς τε καὶ πατρικῶς ἀμέτοχον εἶναι στεφανώματος τὴν δευτερογαμίαν, διὰ τοῦτο οὐδὲ ὑπὸ τοῦ ἱερέως ζευγνυμένην, ἀλλὰ μὴν οὐδὲ παραδεδομένην, τότε δὲ προσδεδεγμένην, ὁπηνίκα εἴη πλήρωσις τοῦ ὁπωσοῦν κατὰ ἱερατικὴν δοκιμασίαν δοθέντος ἐπιτιμίου· μεθ᾽ ἣν ἕξει καὶ τῶν θείων δώρων τὴν μετάληψιν, ἐντεῦθεν εὐλογουμένους αὐτοὺς οἱονεὶ ὡς ἐπὶ στεφανώματος, κατὰ δεύτερον λόγον μετὰ συγχώρησιν. εὐλογία γὰρ τὸ δῶρον τηνικαῦτα καὶ συναφείας παρὰ τοῦ ἱερέως δεῖγμα, ἔκτοτε μὴ κεκωλυμένου αὐτῷ συνεστιαθῆναι τοῖς διγαμήσασιν ὡς ἐπὶ τῶν μονογάμων. καὶ οὕτω νόμῳ ὁρμᾶται συγχωρητικῷ ἡ διγαμία κατὰ τὸν ἀπόστολον, γινώσκουσα τὰ δευτερεῖα ἔχειν τῆς μονογαμίας καὶ μὴ ἀλόγως τῆς πρώτης ἐπιζητοῦσα τὰ δικαιώματα, ἅπερ προαπήλαυκεν.

Φαίης δ᾽ ἄν· καὶ πῶς ἔλθωσιν ἐπὶ τὴν συνάφειαν; τοῖς ἀνθρωπίνοις καθήκουσιν, ὥσπερ καὶ οἱ τρίγαμοι καὶ πολύγαμοι (οὕτω γὰρ κέκληται ἡ μετὰ τὴν τρίτην πρὸς τῶν πατέρων), ἢ στεφανούσθωσαν κἀκεῖνοι. ἀλλ᾽ ὄντως ἡ ἄγαν διάλυσις τῶν κανόνων, μᾶλλον δὲ τοῦ εὐαγγελίου, οὐ διγάμους νῦν καὶ τριγάμους, ἀλλὰ καὶ μοιχοὺς στεφανοῦσθαι ὑπὸ τῶν ἱερέων πεποίηκεν, ὡς καὶ τοὺς τῇ ἀντοχῇ τοῦ θείου νόμου μὴ ἐν τούτῳ συναιρουμένους διώκουσα καὶ ἀναθεματίζουσα ὡς ἀλλοτρίους Χριστοῦ, τοὺς ὑπὲρ ἐντολῆς καὶ ἀληθείας αὐτοῦ ἐνισταμένους. ἔκστηθι, οὐρανέ, ἐπὶ τούτῳ· τὰ ἄνω κάτω, ἡ δικαιοσύνη ἀνομία, τὸ φῶς σκότος, ἐξ ὧν οἱ μοιχειανοὶ λέγουσιν καὶ πράττουσιν, δείκνυνται, τοῦτο τοῖς τυφλοῖς καὶ κωφοῖς κατὰ ψυχήν, καὶ ἐντεῦθεν τοῦ Ἀντιχρίστου τὰ πρόλαβα φέρουσιν.

Τάχα δ᾽ ἂν κἀκεῖνο εἴποις· εἰ τὸ ἓν μέρος εἴη παρθένον, πῶς λέγουσί τινες ὡς τὸ μὲν στεφανοῦται ἐν τῇ κεφαλῇ, τὸ δὲ ἀπὸ γάμου ἐν τῷ ὤμῳ γενομένης τῆς στεφανικῆς εὐχῆς; καί μοι πρὸς τῇ ἀτοπίᾳ ἔτι καὶ γελοῖον φαίνεται. δεδόσθω γὰρ τριγαμεῖν· καὶ ποῦ τεθείη ὁ στέφανος, ἐν τῇ χειρὶ ἢ εἰς τὸ γόνυ; εἴ γε καὶ ἡ γημωμένη εἶεν ἀπὸ χηρείας, ἐν τῷ ὤμῳ τὸν στέφανον δέξεται; ἄτοπα ταῦτα. τίς δὲ ὁ στεφανῶν καὶ πῶς ἡ ἀμέριστος εὐχὴ μερισθήσεται; θάτερον τῶν μερῶν, ὡς ἀκηλίδωτον καὶ νικῆσαν, εὐλογούμενον, θάτερον δὲ μή; τῶν γελοίων καὶ ἀμηχάνων. πῶς τὸ μὲν ἓν μεθέξει τῆς κοινωνίας, τὸ δὲ ἕτερον οὔ; ἐπείπερ ἐν ἐπιτιμίοις; εἴ γε καὶ εἴη τοῦτο ὁ ἀνήρ, ἀνὴρ κεφαλὴ γυναικὸς καὶ εἰς ἓν σῶμα ἄμφω τὰ συνελθόντα· μεταλήψεται τὸ λοιπὸν σῶμα, ἡ κεφαλὴ δὲ οὔ; τμηθήσεται τὸ ζευχθὲν εὐθὺς ὑπ᾽ αὐτοῦ τοῦ συνάπτοντος ἱερέως, τοῦτό γε κατὰ συγχώρησιν δοθέντος τυχὸν ποιεῖν αὐτὸν (κεφάλαιον γὰρ καὶ τέλος τῆς ζεύξεως τὸ ἅγιον καὶ ἑνιαῖον σῶμα καὶ αἷμα Χριστοῦ), ἢ ἀμφοῖν μεταδοίη;

Καί γε ἀπηλλάγμεθα ἀδολεσχίας. ἔσται γὰρ ἀριδήλως ὁ τοιοῦτος οὐχ ἱερεύς, ἀλλὰ παραβάτης τῶν θείων διατάξεων καὶ διὰ τοῦτο καὶ τῆς ἱερωσύνης ἔκπτωτος, ὁπότε οὐδὲ ἑστιαθῆναι τῷ τοιούτῳ γάμῳ παρακεχώρηται, οὐχ ὅτι τοσοῦτον ἀνομῆσαι. τί οὖν, φαίης, ἀπόλλυσι τὸ παρθενικὸν μέρος τὸν νικητικὸν στέφανον σὺν τῇ εὐλογίᾳ καὶ οὐκ ἐκνικᾷ τὸ μὴ ἡττηθὲν μᾶλλον συνευλογῆσαι καὶ συστεφανῶσαι καὶ συμμεθέξαι τῆς κοινωνίας ἑαυτῷ τὸ ἡττημένον διὰ τῆς διγαμίας μέρος; εἰ ἦν τοῦτο, ἐτυπώθη ἂν παρὰ τῶν πατρικῶν κανόνων· ἀλλ᾽ οὐκ ἐγεγόνει τις διαφορά. ὃ δὲ ὑπὸ πατρικῆς μαρτυρίας μὴ ᾖ διευκριθὲν καὶ ὑποτυπωθέν, κενεμβατεῖν ἐστι καὶ ἐννοεῖν καὶ λέγειν καὶ πράττειν. ἐγὼ δὲ ἐκεῖνό φημι, ὅτι εἰκότως ἂν τὸ παρθενικὸν μέρος ἀποτυγχάνῃ τῆς μονογαμικῆς παραδόσεως· ἐξὸν γὰρ δι᾽ ὁμοταγοῦς ἀπόνασθαι ταύτης, ἐπειδὴ καθαρὸν καθαρῷ συναπτέον καὶ παρθένον παρθένῳ καὶ νικῶν νικῶντι. ἀποπίπτει δέ τις μὴ παρθένῳ ἐθελήσας συναφθῆναι, κἀντεῦθεν ἀτιμάζοι τὸ παρθενικὸν κλέος, ὃ μηδὲ εἶχεν τυχόν, ἢ καὶ ἔχων τῇ προσπαθητικῇ σχέσει τοῦ διγαμοῦντος καθ᾽ οἱονοῦν τρόπον κατέβαλεν· κἀκ τούτου οὐ μᾶλλον ἀνάξει, ἀλλὰ κατάξει αὑτὸν εἰς τὸ ἐπιτίμιον τοῦ διγαμοῦντος μέρους.

Ταῦτά μοι κατὰ τὸ δυνατὸν εὕρηται καὶ λέλεκται, ὦ παῖ καλέ. εἰ δέ σοι ἑτέρως ἔχειν δοκεῖ τἀληθὲς ἤ τινι ἄλλῳ, μόνον ἐκ γραφικῆς καὶ πατρικῆς καὶ κανονικῆς παραστάσεως, συνεπομένης τούτοις καὶ τῆς οἴκοθεν διανοηματικῆς ἐπιδόσεως, καὶ ἡμεῖς γε ποδηγηθῆναι ἕτοιμοι καὶ ἐλλαμφθῆναι πρόθυμοι τῆς παρ᾽ ἄλλων δᾳδουχίας, ἐνδεεῖς φωτὸς ὑπάρχοντες ὅτι μάλιστα.

Τῷ αὐτῷ Τρία ταῦτα πέπονθα ἐν τοῖς παροῦσί σου γράμμασι, ποθητὸν τέκνον· ὁμοῦ τε ἐξεπλάγην, ἠγάσθην τε καὶ ᾖσα, τὸ μὲν διὰ τοὺς παρανόμους, τὸ δὲ διὰ τοὺς εὐνόμους, τὸ τρίτον διὰ τὸν δυναμοῦντα θεὸν τοὺς ἐν τῷ νόμῳ αὐτοῦ ἐπερειδομένους. καὶ περὶ μὲν τοῦ ἱεροῦ μου Ἀθανασίου καὶ τῶν σὺν αὐτῷ τριποθήτων, ἔτι μὴν καὶ τοῦ ἀνδρικωτάτου μου Θεοσώστου τῆς τε αὐτοῦ δυοπεντεκαιδεκάδος θεοσθενοῦς συνοδίας, ὡς ἐν τοῖς πρὸς αὐτούς μοι γραφεῖσιν ἱκανοῦ ὄντος, ἐατέον ἐνταῦθα λέγειν, εἰ καὶ ὅτι πλειόνων δέοιντο λόγων καὶ ἐπαίνων, θείως καὶ ἀθλητικῶς διηγωνισμένοι καὶ ἔτι ἐναγωνιζόμενοι.

Ἐπὶ δὲ τὸν κολοφῶνα τοῦ λόγου μέτειμι. τίς οὕτω ἀκήκοε σχεδὸν παράνομα καὶ ἔκτοπα χριστιανός, ἃ ὑπὸ τῶν δυσωνύμων μοιχειανῶν γεγένηται, λεγομένων μὲν ἱεραρχῶν, ὄντων δὲ ἀνιέρων ὑπὸ πάσης ἀποστολικῆς καὶ πατρικῆς φωνῆς καὶ ἄνευ τῆς αἱρέσεως; τύπτων οὕτω τίς τέτυφεν ἀνθρώπων (οὐ λέγω χριστιανικὴ χείρ, ἀλλὰ βαρβαρική), δὶς ἑκατοντάσι πρὸς ἑξήκοντα καὶ ἓξ μαστίγων, εἶτα μετ᾽ οὐ πολὺ δὶς δύο ἑκατοντάσι βουνεύρων ἐπὶ τὸν νῶτον, ὡς ὁ γενναῖός γε ἀρχιεπίσκοπος, μᾶλλον δὲ ἀλλοτριοεπίσκοπος Θεσσαλονίκης, καὶ οὐ τῶν ἀγελαίων τινά, ἀλλὰ μονάζοντα, καὶ τοῦτον ἡγούμενον καὶ μάλα τὸν εὐλαβέστατον, τοὔνομα Εὐθύμιον, τὸν τῆς εὐθυμίας ὄντως φερώνυμον; ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς καὶ ἔφριξα ἐγὼ ὁ τάλας, οἶμαι δὲ καὶ πᾶς τις τῶν ἀνθρώπων, τὴν φυσικὴν ἡμερότητά τε καὶ ἐλεημοσύνην ἔχων καὶ ἀκούων. ὃς εἰς τύπον Χριστοῦ ὀφείλων κεῖσθαι καὶ τυπτόμενος μὴ ἀντιτύπτειν, καὶ τῶν θηρίων ὠμότερος γέγονεν, οὔ τί που ἴχνος χριστιανικὸν φέρων, πολλοῦ γε εἰπεῖν ἱεραρχικόν.

Καὶ ὑπὲρ τίνος ὁ δαρμός; ἵνα τὸν τοῦ Χριστοῦ ἀθλητὴν πείσῃ συνθέσθαι ἀναφέρειν αὐτὸν ὡς ἱεράρχην. ἀλλ᾽ ὢ τῆς γενναιότητος καὶ κραταιότητος τοῦ μάκαρος (οὕτω γὰρ δίκαιον εἰπεῖν), ὅτι καὶ μετὰ τοσαύτας πληγὰς καὶ αἵματος ἁγίου ῥύσιν, ὡς φοινίσσεσθαι τὰ πέλματα τῶν ποδῶν τῶν ἐκεῖσε παρόντων καὶ οἱονεὶ πηλοποιεῖσθαι τὸ πορφύρεον κονίαμα εἰς οἰκοδομὴν τῆς τοῦ θεοῦ ἐκκλησίας, κείμενος ἤδη βραχὺ ἄπνους καὶ ἄφωνος καὶ ἐρωτηθεὶς παρὰ τῶν κολαστῶν μνημονεύειν τὸν τύραννον, φημί, ἀλλ᾽ οὐκ ἀρχιεπίσκοπον, ‛οὔ‚, φησὶν ὁ μακάριος, οὕτω μέχρι θανάτου σχεδὸν οὐ παρατρέψας τὸν νοῦν, οὐ παρεκκλίνας τι τῶν ὀρθοδόξως ἐγνωσμένων αὐτῷ.

Μικροῦ δὴ παρέδραμέ με ἀναγκαῖόν τι, ὅτι καὶ ὁ ναὸς τοῦ θεοῦ πραιτώριον γέγονε Πιλατικόν. ἐκεῖσε γάρ, ἔφης, ἤτοι εἰς τὸν λεγόμενον τοῦ Ἀρχαγγέλου ἱερὸν δόμον, τετύφθαι τὸν μάρτυρα· ὃν οἱ μὲν ἀτίθασσοι τιμωροὶ εἴασαν ἡμιθνῆτα, τὶς δὲ χριστομίμητος λαβὼν ἐπὶ τὸν ἴδιον οἶκον καὶ ταῖς αἱμορραγίαις καὶ ξεσμοσαρκίαις προσπλάσας κώδιον ἀρνοῦ ἀρτισφαγοῦς ἐζωοπύρησε τὸν ἄνδρα, μικρὸν δὲ καὶ κατὰ βραχὺ ἀναρρώσας ἐξαπέστειλε λάθρᾳ διὰ τὴν καλοῦσαν ἐντολήν, πεφευγότος τοῦ θανέντος ἤδη καὶ παραδόξως ἐξεγερθέντος εἰς στήλην ὀρθοδοξίας καὶ θρίαμβον τῶν κακοδόξων.

Τί τούτων ἀσεβέστερον; τίς δὲ παρὰ ὀρθοδόξων εἰς αἱρετικὸν τοιαῦτα πέπραχεν; ἀλλ᾽ ἵνα φανῇ κἀντεῦθεν αὐτῶν ἡλίκη ἡ ἀσέβεια τῶν μοιχειανιζόντων καὶ τίς τίνος μαθητής, Χριστοῦ μὲν ὁ τυπτόμενος κατ᾽ αὐτὸν καὶ φέρων, διαβόλου δὲ ὁ τύπτων οὕτω ἱεράρχης καὶ ἔνθεν ἐκφοβεῖν βουλόμενος καὶ ἐκδικῶν τὰ κατ᾽ αὐτόν· οὗ ῥυσθείημεν τῆς μερίδος, ἀδελφέ, τοῦ δὲ πρώτου εἴημεν σὺν πᾶσιν εὐσεβέσι. καὶ ἴδε, Κύριε, Κύριε, τὴν κάκωσιν ταύτην καὶ φεῖσαι τοῦ λαοῦ σου, πρυτανεύων εἰρήνην ὀρθοδοξίας τῇ καθ᾽ ἡμᾶς ἐκκλησίᾳ· οὐδὲν γὰρ ἡμῖν λέγειν ἄλλο πρὸς τὰ παρόντα, μετὰ τοῦ καὶ πάντα φέρειν ῥᾴως ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ.

Σὺ δέ, ὦ τέκνον μου ἠγαπημένον, εἰ καὶ μετεφρουρήθης ἑτέρωθι, καθὰ ἐσήμανας, χαῖρε, ὅτι οἱ στέφανοί σου πλείους πλέκονται. καὶ εἰ καὶ Λεόντιος ὁ ποτὲ μαθητής, νῦν δὲ ἀρνητής, ἡγουμενεύσει τῶν ἐν οἷς εἶ κεκλεισμένος, μὴ θαυμάσῃς· καιρὸς ὁ παρὼν μακροθυμίας θεοῦ, καὶ ὅπως οἱ δόκιμοι φανῶσι καὶ ἵνα ἄρξῃ ὁ υἱὸς Ταβεὴλ τῆς Βηθλεέμ. περὶ τοῦ ἐξαγορεύσαντος καὶ αἰτησαμένου τὸ ἐπιτίμιον, καλῶς δέδοται. σύμφημι δέ σοι εἰπόντι αὐτῷ, εἰ μὴ βούλοιτο ἐπιτιμιάζεσθαι ἐν τῷ κτένειν ἐχθρούς, μηδὲ ἀφιστάσθω τοῦ κτένειν, καὶ ἡμεῖς γε ἔξω κρίματος. εἰ δὲ ἕλοιτο ὑποπίπτειν τοῖς τῆς ἐκκλησίας κανόσιν, ἓν τοῖν δυοῖν αἱρετὸν αὐτῷ· ἢ κτένοντι ἐπιτιμᾶσθαι ἢ μὴ μένειν ἀνεπιτίμητον. καὶ οὐ διὰ τοῦτο τὸ πρῶτον διαβλητέον· ἐπαίνων γὰρ ἄξιοι, ὡς ὁ θεῖός φησι πατήρ, ἀλλὰ ληπτέον αὐτοῖς καὶ τὸ ἐπιτίμιον. ἐπεὶ καὶ πάλαι Μωσῆς ὁ θεόπτης, ὑποστρέψαντα τὸν Ἰσραὴλ ἐκ τοῦ κατὰ τῶν Μαδιανιτῶν πολέμου μετὰ νίκης, ἀφορίζει ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας, ἐκ θεοῦ δῆλον ὅτι κινούμενος, λέγων οὕτως· πᾶς ὁ ἀνελὼν ψυχὴν καὶ ἁπτόμενος τοῦ τετρωμένου ἁγνισθήσεται τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, ὑμεῖς καὶ ἡ αἰχμαλωσία ὑμῶν.

ὅθεν μοι δοκεῖ ὁ Μέγας Βασίλειος ἀφορμηθείς, μᾶλλον δὲ θεοπνευσθείς, δίδωσι τὸ τῆς τριετίας ἐπιτίμιον καὶ ὡς ἂν οἰκονομήσῃ ὁ διδούς· ἐνδεχομένη γὰρ καὶ οὐκ ἀναγκαίως κατὰ τὸ κείμενον πάντως ἡ τῶν τοιούτων δόσις.

Ἔρρωσο ἐν Κυρίῳ, υἱέ μου ποθητέ, εὐχόμενος περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ τοῦ συμπροσαγορεύοντός σε ἀγαπητοῦ τέκνου μου, σοῦ δὲ ἀδελφοῦ, Γρηγορίου.

Φιλίππῳ διακόνῳ Μὴ οἴου με, ὦ ἱερὲ ἄνερ, κλείειν τὴν πύλην τῆς μετανοίας (Ναυατιανῶν γὰρ τὸ ἔργον), ἀλλὰ μὴ βούλεσθαι ἀνοίγειν θύραν τῆς ἁμαρτίας τοῖς βουλομένοις. ἦ γὰρ οὐχὶ τοιοῦτον, ὅπερ διὰ τῶν προτέρων σου γραμμάτων δεδήλωκας, τὸ τὴν νεάνιδα εὐξαμένην εὐχήν, εἰ ἀναρρωσθείη ὁ μνήστωρ, νυμφευθῆναι Χριστῷ, εἶτα, ἐπειδὴ ἀνέσφηλεν ἐκεῖνος, ἐθέλουσαν αὐτῷ συναφθῆναι ἐπ᾽ ἀθετήσει τοῦ δευτέρου, ζητεῖν πρὸς τοῦτο ἴαμα; κάλλιστα τοίνυν ἀπεκρίθημέν σοι, καὶ οὐχ οἷόν τε ἄλλως ἀποδιδόναι λόγον τὸν ἀνθρώπων τὰ θεοῦ προκρίνοντα. τίς γὰρ ἂν καὶ δοίη ἐπιτίμιον τὸν μήπω ἡμαρτηκότα πλὴν τοῦ βούλεσθαι; ἢ τίς ἰατρὸς πρὸ νόσου μοτοῖ, καὶ οὐχὶ μᾶλλον εἴργει μὴ νοσηλεῦσαι τὸν ἐπὶ τοῦτο ῥέποντα; καί γε ἰατρείας ὅρος, ἢ τὴν ὑπάρχουσαν ὑγιείαν περιφυλάξαι ἢ τὴν ἀποῦσαν ἀνακαλέσασθαι. ἄλογον δέ, σύγγνωθι, τὸ μὴ ἤδη παροῦσαν, ἀλλὰ μελετωμένην 〈νόσον〉 ἰατρεύειν ὡς οὖσαν· οὐ γὰρ ἰητροῦ, ἀλλὰ πτωματιστοῦ τὸ δρᾶμα, ὑφελκομένου προσεμπαρῆναι εἰς πάθος αὐτὸ τὸ ἔτι ἀπαθές. τοιοῦτον οἴου καὶ τὸ τῆς παιδός. καὶ οὔπω λέγω ὅτι καὶ τὸ ἀγαθόν τι ἐνθυμηθῆναί τινα, μὴ τοῦτο εἰς πέρας ἄγοντα ὑφέξειν κρίμα, καθὰ ὁ θεῖος Βασίλειος διωρίσατο. ἐνταῦθα δὲ οἱονεὶ καὶ ἔργον προύβηκεν τὸ βουλευθὲν διὰ τῆς αἰτήσεως καὶ θείας συντεύξεως.

Φείδοισθε οὖν, ὦ φιλούμενοι, τὰ τοιαῦτα παίζειν, ἀκούοντες τοῦ λέγοντος, ἀγαθὸν μὴ εὔξασθαι ἢ εὔξασθαι καὶ μὴ ἀποδοῦναι. οὐχὶ μένον ἔμενέν σοι; φησίν· τί ὅτι ἐψεύσω τῷ Πνεύματι τῷ Ἁγίῳ; καὶ τὸ ἑξῆς πάρειμι διὰ τὸ δύσφημον. καὶ οὐχ ὅτι καταφρονητικῶς ἔχω τῆς παιδὸς (φείδομαι γὰρ αὐτῆς ὡς τῆς κόρης μου τοῦ ὀφθαλμοῦ, καὶ δι᾽ ἑαυτὴν ἐφιεμένην ἐκτῆς εὐτελείας μου θεραπεύεσθαι καὶ διὰ τὴν κυρίαν τὴν μητέρα, ἢν σέβω καὶ περιέπω ὡς τὴν ἐμὴν ὁσίαν μητέρα), ἀλλὰ τὸ κρίμα δεδοικώς, ὃ παρασταίη ἐν ἡμέρᾳ κρίσεως ἑκάστῳ, τῷ τε ἐρωτῶντι καὶ τῷ ἀποκρινομένῳ· ὡς οὐκ ἐκφευκτέον μέχρι καὶ ἀργοῦ τοῦ τυχόντος ῥήματος μὴ δώσειν ἡμᾶς λόγον τῷ ἀδεκάστῳ κριτῇ. εἰ μὲν οὖν μήπω ἔζευκται ἡ νεᾶνις, ὁ αὐτὸς ἡμῖν λόγος καὶ οὐκ ἄλλος ἐναντίον θεοῦ καὶ ἀνθρώπων, ὃν καὶ ὑμᾶς εὐλαβεῖσθαι χρεών. εἰ δὲ συνέζευκται (φεῦ τῆς ἐμῆς ταλαιπωρίας), δηλωτέον, καὶ τότε δώσομεν τὸ ἐπιτίμιον· οὐδὲν γὰρ ἀθεράπευτον τοῖς ἰαθῆναι βουλομένοις.

Στεφάνῳ ἀναγνώστῃ καὶ τοῖς σὺν αὐτῷ Γράμματα ἐδεξάμην τῆς θεοζήλου ἀγάπης σου, τῇ μὲν ἐπιγραφῇ ἐξ ἑνός, τῇ δὲ δυνάμει ἐκ διαφόρων μοι προσώπων ἐπεσταλμένα. εἴτε γοῦν ἐξ ἑνὸς εἴτε ἐκ πλειόνων, ὀφειλέτης εἰμὶ ἐρωτηθείς, καθ᾽ ὅσον οἷόν τε τῇ ἀμαθίᾳ μου, ἀξιόλογον τὴν ἀπόκρισιν ἀποδοῦναι. ἐκεῖνο δέ μοι πρῶτον, ὅτι, ὧν κατεπᾳδόμην παρὰ τῆς πολυυμνήτου γλώττης σου, ξένος ἐγὼ ἐπαίνων, ἁμαρτωλὸς ὑπάρχων καὶ ἀκατόρθωτον τὸν βίον κεκτημένος. εἰ δέ τι γέγονεν, θεοῦ τὸ δῶρον, διὰ μὲν τῆς τοῦ γεννήσαντός με πνεύματι πατρὸς εὐχῆς κεχαρισμένον, δι᾽ ὑμῶν δὲ τῶν τῆς εὐσεβείας ἐραστῶν ἱκετηρίας πρὸς τὸ ἑξῆς φυλαχθησόμενον ἀπήμαντον. δεύτερον, οὐκ οἶδ᾽ ὅπως τὴν ἐξηγορίαν ποιήσομαι, μὴ εὐκρινῶς προαχθείσης τῆς πεύσεως· ὅλως τὸ ζητούμενον εἰς Ταράσιον τὸν πατριαρχήσαντα περιίστασθαι ὑπολελόγισμαι.

Ἐγὼ μὲν οὖν καὶ ἔκπαλαι περὶ τοῦ προταθέντος οὐκ ἀμελῶς ἔσχον, πολλὰ συστραφεὶς ἐν ἐμαυτῷ καὶ ἀναθεωρήσας τῶν πραγμάτων τὰς ἐκβάσεις. καὶ μέντοι καὶ τοὺς ὑπὲρ τοῦ καλοῦ ἐνισταμένους καὶ πολλοῖς χρόνοις τληπαθήσαντας ἐν ἐπαίνῳ καὶ ἀποδοχῆς λόγῳ ἔχω, οὐ μὴν παντάπασιν, ὡς δηλώσων ἔρχομαι. καὶ τὸ κτήσασθαι ὁμογνώμονας ἐφίεμαι (πῶς γὰρ οὔ;) τηλικούτους ἀνδρικοὺς ἐπ᾽ εὐσεβείᾳ δεδειγμένους, ἀλλὰ μετὰ τοῦ τῆς ἀληθείας λόγου καὶ τῆς ἐνδεχομένης καὶ προσηκούσης δυνάμεως.

Τοιγαροῦν ὧδε φαίημι· τί τὸ τὴν διαφορὰν πρὸς Ταράσιον ποιοῦν ὑμῖν; πίστις; καὶ ὅσον ἐκ τοῦ προφανοῦς ὀρθόδοξος, ταῖς τε ἁγίαις συνόδοις ἠκολουθηκὼς καὶ ὁμοφρονήσας τοῖς ἄλλοις πατριάρχαις, ἀγωνισάμενος μάλιστα ὑπὲρ πίστεως τὸ πρότερον. ἡ τῶν ἐξ αἱρέσεως ὑποστρεψάντων παραδοχή; καὶ οὐχ ὑπ᾽ αὐτοῦ καινοτομηθεῖσα· πρὸς γὰρ τῶν ἁγίων πατέρων, τριχῶς παραδεχομένων, ἢ διὰ ἀναβαπτισμοῦ, ὡς ἡ τῶν Πεπουζηνῶν, ἢ διὰ χρίσεως μύρου, ὡς ἡ τῶν Ἀρειανῶν, ἢ διὰ ἀναθεματισμοῦ τῆς οἰκείας δόξης, ὡς ἡ τῶν Νεστοριανῶν. ἡ ἐν χρήμασι χειροτονία, ἥτις ὑποπίπτει κατὰ τὸ ἀναγκαῖον καθαιρέσει; ναί, πανάληθες· καὶ γοῦν τηνικαῦτα ποιμένες λύκοι βαρεῖς ὤφθησαν, κατεσκάφη θυσιαστήρια, ἠτιμώθη θεῖα λείψανα, βίβλοι ἱεραὶ ἐνεπρήσθησαν. τί πλέον; αὐτὴ ἡ εἰκὼν τοῦ Χριστοῦ πρὸς ἄλλαις σεπτοτάταις ἐνύβριστο καὶ κατεπεπάτητο. καὶ τίς ἂν ἐν ὀλίγῳ διεξέλθοι τὰ μακρᾶς ἱστορίας δεόμενα; ἀλλὰ τί; ὅτι ὁ μετέπειτα πρόεδρος, ἐκ τῆς κοσμικῆς ὕλης θᾶττον εἰς τὸ τῆς ἱεραρχίας ἀξίωμα προβάς, οὐχ οἷός τε γέγονεν ὑπερμαχῆσαι ἱκανῶς τοῦ πνεύματος. ἐντεῦθεν τὰ σκάνδαλα, ἐκεῖθεν καὶ τὰ ἤδη ταράττοντα τὴν αἰτίαν εἴληφεν.

Ὑμεῖς μὲν οὖν, ὅπως τὰ πρὸς αὐτὸν ἔχοιτε, ἴστε. ἡμεῖς δέ, ἐπειδὴ ἐν τῷ μέρει τῶν ἐν χρήμασι χειροτονηθέντων ἠκούομεν παρ᾽ αὐτοῦ μὴ προσίεσθαι αὐτοὺς εἰς κοινωνίαν, κἂν οὐχ οὕτως ὑπενοεῖτο, συμφέρον ἡγησάμεθα διὰ τὸ τῆς εἰρήνης καλὸν τὴν πρὸς αὐτὸν ὁμόνοιαν· ἐπείπερ φησὶ καὶ ὁ Θεολόγος, ἕως ἐξῆν, ἀποκλιτέον πρὸς ταύτην. καὶ οὗ τὸ λυποῦν ὑπόνοια, βέλτιον τῆς αὐθαδείας ἡ συγκατάθεσις. καὶ οὔτε ἡμεῖς καθέλκομεν ὑμᾶς τῆς συνειδήσεως, μηδ᾽ αὐτοὶ ἀπαιτοίητε ἡμᾶς τῆς οὐ προφανοῦς ἡμῖν διαγνώσεως, ἐπειδὴ καὶ πρόσωπον καὶ χρόνος καὶ πεῖρα διαλλάττειν ποιεῖ τοὺς μὴ ἐπὶ τῶν αὐτῶν ὡσαύτως φθάσαντας.

Ἀλλὰ τίς ὁ πρὸς τὸν θεῖον Γερμανὸν ἀναποδισμὸς καὶ τὸ ἐκεῖθεν ἐκ παντὸς ζητεῖν τὴν χειροτονίαν; τί γὰρ καὶ οἱ ἐν μέσῳ τρεῖς αἱρετικοί; οὐκ ἔστιν τις μὴ ὑπ᾽ αὐτῶν χειροτονηθεὶς ἢ ἐκ τῶν πρὸς αὐτῶν χειροτονηθέντων, κατὰ κάθοδον μέχρι Ταρασίου ἀμειβομένης τῆς χειροτονίας. πόσοι ἐξ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης ἥκασιν ἐν τῷ μεταξὺ καὶ συνήφθησαν διὰ κοινωνίας τῇ καθ᾽ ἡμᾶς ἐκκλησίᾳ ἱερωμένοι; καὶ ὅσοι ἄνευ χρημάτων τηνικάδε κεχειροτόνηνται καὶ κεχειροτονήκασι, κἂν ᾑρέτιζον; ταῦτα πάντα θεοῦ μόνου γινώσκειν καὶ οὐκ ἀνθρώπου διαβεβαιοῦσθαι, καὶ διὰ τοῦτο πάντας καθῃρημένους ὑπολαμβάνειν. ἀλλ᾽ ἐπεὶ ἄνθρωποι, ὡς ἄνθρωποι, παρακαλῶ, τὰ πράγματα κατίδωμεν. διότι ἄνθρωπος εἰς πρόσωπον, θεὸς δὲ εἰς καρδίαν ὁρᾷ, καὶ ἡ διὰ στόματος ὁμολογία μόνον ἀπαιτείσθω, ἡνίκα μὴ προφανῶς διαψεύδηται· καθ᾽ ἣν καὶ Ταράσιος τὴν χειροτονίαν ἐδέξατο, ἐφ᾽ ᾗ καὶ οἱ τότε ζηλωταὶ καὶ ἀκριβεῖς καὶ συνῆλθον Ταρασίῳ καὶ ὡμογνωμόνουν, κἂν θᾶττον μετὰ τὴν σύνοδον διηνέχθησαν πρὸς τῇ παραδοχῇ κατ᾽ αὐτοὺς τῆς ἐν χρήμασι χειροτονίας καὶ δι᾽ ἄλλα τινὰ ζητήματα. ἂν τοῦτό γε οὕτω δοκοίη εὖ ἔχειν καὶ ὑμῖν, καὶ πρὸς τὸ ἑξῆς βαδιούμεθα· ταῦτα γὰρ καὶ ἀπὸ Ταρασίου μέχρι τοῦ δεῦρο λεχθήσεται. τί δὲ τὸ συμπέρασμα; τὸ ἀπὸ παντὸς ἱερέως ἀδιαβλήτου κατὰ τὸν Θεολόγον καὶ Χρυσόστομον μετέχειν.

ὁ μὲν γὰρ φησίν, ἔστω σοι πᾶς ἀξιόπιστος εἰς τὴν κάθαρσιν, μόνον ἔστω τις τῶν ἐγκρίτων καὶ μὴ προδήλως κατεγνωσμένων, μηδὲ τῶν τῆς πίστεως ἀλλοτρίων· ὁ δέ, περιεργάζου, πολυπραγμόνει· οὐ γὰρ ἀκίνδυνος ἡ ἀνεξέταστος κοινωνία. περὶ γὰρ μεγάλων ὁ κίνδυνος.

Ἐκζητήσωμεν τοίνυν καὶ πολυπραγμονήσωμεν, παρ᾽ οὗ ὀφείλομεν κοινωνῆσαι. εἰ τὴν πίστιν ὁμολογοίη ὀρθήν, εἰ μὴ χρήμασι κεχειροτόνηται, εἰ μή τι ἄλλο τῶν κατὰ τὸν βίον αὐτοῦ ὑποπτευομένων καὶ ἠκουσμένων σφαλερῶν ἀληθές. εἰ δὲ ὅτι τὴν χειροτονίαν καταγομένην ἔχει ἀπὸ τοῦ δεῖνος, εἴτε ἐξ αἱρετικοῦ εἴτε ἐκ χρηματοχειροτονήτου, αὐτὸς δὲ οὔτε αἱρετικὸς οὔτε ἐν γνώσει ἐκ χρηματολήπτου εἴτουν Σιμωνιανοῦ κεχειροτονημένος, ὁμολογοίη δὲ ὅμως τὴν πᾶσαν ἀλήθειαν, τήν τε πίστιν φυλάττειν καὶ τοὺς κανόνας ἀπαρατρώτους, τούς τε κατ᾽ ἀμφότερα παρατετραμμένους ἀποβαλλόμενος, οὐδεὶς ἡμῖν λόγος ἀποχῆς πρὸς αὐτόν· ἀκατάγνωστος γὰρ ὁ τοιοῦτος κατὰ τοὺς προδεδηλωμένους ἁγίους, καὶ δι᾽ αὐτῶν κατὰ πάντας.

Οὕτω τοίνυν καὶ κοινωνοῦμεν, καὶ ὑμῖν ταὐτὸ ποιεῖν συμβεβουλεύμεθα, εἴπερ ἀκουοίμεθα. ἐπεί, εἰ περισσότερον διηρεύνηται, ἀποκρούεται μέν, ὡς δέδεικται, τὰ τῶν πατέρων παραγγέλματα, ἐκλιμπάνει δὲ τοσοῦτον τὸ τῆς ἱερωσύνης δῶρον, ἐφ᾽ ᾧ τὸ χριστιανοὶ καλεῖσθαι ἔχομεν, ὡς εἰς ἐθνικὴν ἡμᾶς μεταπεσεῖν λατρείαν (ὅπερ ἄτοπον), πρὸς τό γε καὶ ἀκριβευομένους οὕτω μηδὲ ἐν δύσει καὶ ἀνατολῇ ἀφικομένους εὑρίσκειν τὸ ζητούμενον, ἀναδρομάδην καθαιρομένων πάντων διὰ τῆς ἀλληλούχου συλλειτουργήσεως· ἐπειδὴ προφανῶς τῷ Ῥωμαίων προέδρῳ ἐπὶ Ταρασίου συνιεράτευσαν οἱ ἐκ τῶνδε ἀποκρισιάριοι ἀποσταλέντες, κἀκεῖνοι τάχα τοῖς τῆς ἑῴας, καὶ φροῦδα ἐντεῦθεν τὰ τῆς ἱερωσύνης· ὃ ἀπαγορεύσαντες πάντως καταδεξόμεθα ἐν τῷ προειρημένῳ κατὰ τοὺς ἁγίους μέτρῳ στῆναι. διότι πολλὰ συνέβη καὶ συμβαίνει τοιαῦτα παραπτώματα ἐν τῇ ἐκκλησίᾳ, ἃ οὐδεὶς τῶν ἁγίων ηὕρηται οὕτω διερευνήσας (ὅτι μηδὲ οἷόν τε) οὔτε μὴν ἐκδέδωκεν φυλάττειν ἡμᾶς.

Ἔχει μὲν ταῦθ᾽ οὕτως. περὶ δὲ τοῦ προὐργιαίτερον ἡμῖν εἶναι τῆς μοιχοκυρώτου συνόδου τὴν καθ᾽ ὑμᾶς ἔνστασιν, τεθαύμακα ἀκούσας· τοσοῦτον γὰρ προτιμοτέρα, ὅσον ἀποστολικῆς φωνῆς ἡ κυριακή. καὶ οὔπω λέγω ὅτι Ταράσιος οὐκ ἐκήρυξεν ἐν χρήμασι χειροτονεῖσθαι, ἀλλὰ καὶ τοὺς τοιούτους ὁμολογῶν μὴ δέχεσθαι κατὰ τὸ προφανές. ὧδε δὲ δόγμα κατά τε τοῦ εὐαγγελίου τοῦ τε Προδρόμου τῶν τε κανόνων συνοδικῶς διὰ τῆς τοῦ μοιχοζεύκτου παραδοχῆς ἐκπεφώνηται, βεβαιοῦν τὴν παρανομίαν οἰκονομίαν, τούς τε ἱεράρχας καὶ ἱερεῖς ὁπόταν βούλωνται ἐξουσιάζειν τῶν κανόνων καὶ τοὺς μὴ ταὐτὸ φρονοῦντας ἀναθεματίζον τε καὶ ἐκσκορακίζον, καθάπερ ἴστε. τοῦτο τῆς εἰκονομάχου αἱρέσεως εἰ καὶ δεύτερον, ἀλλ᾽ οὐκ ἔλαττον τοῖς εὐσεβῶς ἀναθεωροῦσιν. ὧν ὁ Κύριος ταῖς εὐχαῖς ἐκποδὼν τὸ κακὸν ἄρας πρυτανεύσοι εἰρήνην ὡς τὸ ἀπ᾽ ἀρχῆς τῇ αὐτοῦ ἐκκλησία. πλὴν ὅτι, καθὰ γέγραφας, θάτερον ὑπὸ θατέρου βάλλεται, καὶ διάλληλος ἡ ἐπίγνωσις καὶ λύσις τῆς ἀνομοδέσμου πράξεως.

Ἐρρωμένον καὶ εὐχόμενον ὑπὲρ τῆς ταπεινώσεως ἡμῶν πανέστιον ὁ Κύριός σε διαφυλάξειεν, φίλων πρώτιστε καὶ ζηλωτῶν κράτιστε.

Ἄννῃ ἡγουμένῃ Τί ὑπεστείλω τοῦ γράφειν καὶ γνωρίζειν ἡμῖν τὰ τῆς ὁσιότητός σου; ἡμεῖς δὲ διὰ τοῦτο μᾶλλον οὐ διαλείψομεν, τὸ μὲν διὰ τὸ ἅπαξ ἡμᾶς ἀνοῖξαι τὸ ταπεινὸν στόμα, τὸ δὲ διὰ τὸν κατὰ θεόν σου ζῆλον καὶ πυρίπνουν εὐσέβειαν· πυνθάνομαι γάρ σε ἄληκτον ἔχειν τὸ περὶ τοὺς ἀδελφοὺς ἡμῶν εὐποιές, ἔνθεν κἀκεῖθεν περιθέουσαν καὶ ἕκαστον τὸν παρατυγχάνοντα δεξιουμένην φιλανθρώπως καὶ τοῖς εὐκταίοις ῥήμασι παραπέμπουσαν ὡς Χριστοῦ διάκονον.

Ὢ τῆς καλλίστης σου ταύτης πραγματείας· ὢ τῆς γρηγορούσης σου περὶ τὰ θεῖα ἱερᾶς ψυχῆς· οὐ γὰρ ὀρφανικὰ ταῦτα, ἀποκυήματα δὲ ἑτέρων ἀρετῶν, ἤγουν προβλήματα τῆς πνευματικῆς σου πολυκαρπίας. ἐπεὶ οὐδὲ οἷόν τε μὴ εὐωδεῖν τὸν ἐπιφερόμενον ἀρώματα μηδὲ λαμπαδουχεῖν τὸν φωτοφόρον. διαδείκνυνται τοίνυν ἐντεῦθεν πάντοτε καὶ πάντως, καὶ μάλιστα ἐν τοῖς ὑπὲρ Χριστοῦ διωγμοῖς, τίνες οἱ τῆς ὁσιότητος ἐρασταὶ καὶ θεόλβιοι καὶ τίνες οἱ φαυλότητος καὶ ἀμοιράγαθοι, κἂν τῷ ἔξω σχήματι τὰ ἔνδον καλῶς ἔχειν ὑποπλαττόμενοι.

Εἰρήνῃ πατρικίᾳ Φιλτροποιόν τι πρᾶγμα ἡ γραμματικὴ προσφώνησις, σχέσιν ἐμποιοῦσα ταῖς ψυχαῖς τῶν ἐρώντων, καὶ τοσαύτην, ὅσῳπερ ἂν καὶ πυκνάζῃ ἡ ὁμιλία, οἱονεὶ ἀνασκαλεύουσα τοὺς ἐναποκειμένους ἐρωτικοὺς σπινθῆρας καὶ πολλὴν τὴν ἀγαπητικὴν διάθεσιν ἀνακαίουσα. τοιοῦτόν τι καὶ ἐν ἡμῖν τοῖς ταπεινοῖς ἀπειργάσατο ἡ ἐπιστολὴ τῆς ἐμμελείας σου, πολυπλασιάσασα τὴν πνευματικὴν φιλίαν αὐτῆς καὶ τὰ τῆς μνήμης ἐμπυρεύματα ἀκμαιότερα ἐνιζάνουσα. χρῶ τοιγαροῦν, θεοσεβεστάτη κυρία, τῷ ἀγαπητικῷ τῷδε φαρμάκῳ καὶ γνώριζε ἡμῖν τὰ τῆς εὐεξίας καὶ εὐπραξίας σου (ἴσμεν γὰρ τὸ κατ᾽ ἀρετήν σου ἀειθαλὲς καὶ ποριστικὸν εἰς εὐσέβειαν ἐξ ὧν τε ἀκηκόαμεν καὶ εἰσέτι ἀκούομεν καὶ ἀφ᾽ ὧν ἡμεῖς αὐτοὶ εὖ πεπόνθαμεν καὶ πανθάνομεν), εἴτε δανειζομένη τὴν φωνὴν εἴτε καὶ ἐξ οἰκείας γλώττης φθεγγομένη· ὡς ἡμεῖς γε ἡδείᾳ ταύτην μᾶλλον ἐπαΐομεν διαθέσει, οὐ ψιλῷ ἤχῳ προσέχοντες καὶ ἅμα ἐκεῖνο γινώσκοντες, ὡς οὐδεὶς οὕτως εἰκονίσειε ψυχὴν ὡς ὁ παρ᾽ αὐτῆς προϊὼν λόγος κἂν ὁποῖός ποτ᾽ ἂν εἴη.

Περὶ τῆς κυρίας τῆς θυγατρός σου, ὅτι γέγονεν οὕτω μαθόντες, ἠνιάθημεν· εὐχὴν δὲ ἢ ἀπομύρισμα ποίαν ἢ οἷον δῶμεν, ἁμαρτωλοὶ τυγχάνοντες; πλὴν ἐκεῖνο πέπεισο, ὅτι οὐδὲν ἰσχύουσιν αἱ τοιαῦται περιεργίαι, εἰ μή γε ἡμεῖς δῶμεν χώραν ἀπροσεξίᾳ τινί· ὡς γὰρ οὐχ οἷόν τε τόπον τινὰ ἡλίῳ περιλαμπόμενον τὸ ἀντίθετον σκότος εἰσδέξασθαι, οὕτως οὐδὲ ἄνθρωπον θείῳ φωτί, ἤγουν συνέσει καὶ ἀρετῇ ἐπερειδόμενον, παθεῖν τι τῶν σκαιῶν καὶ δαιμονικῶν μαγγανευμάτων. ἰαθείη τοίνυν ἡ παῖς ἐν ὀνόματι Κυρίου, τοῦ θεραπεύοντος πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν, καὶ ἔστω χεὶρ θεοῦ περιιπταμένη καὶ ἐπισκιάζουσα τὴν αὐτῆς κεφαλὴν καὶ ἀποσοβοῦσα πᾶσαν ἐνέργειαν βλαπτικήν, ὡς ἂν εὐεκτοῦσα σὺν μητρὶ θεοφόβῳ ἀποδοίη τὰς εὐχὰς αὐτῆς χαριστηρίως τῷ Κυρίῳ.

Ἀντωνίῳ ἡγουμένῳ τοῦ Ἁγίου Πέτρου καὶ τοῖς σὺν αὐτῷ Τὰς ἐκ πολλῆς συνοχῆς καὶ θλίψεως καρδίας γραφείσας ἡμῖν ἐπιστολὰς παρὰ τῆς πατρικῆς ὑμῶν ἁγιωσύνης δεξάμενοι, ὅσον κατεστενάξαμεν, τί δεῖ καὶ λέγειν, ἀδελφικοῖς σπλάγχνοις κινούμενοι, εἰ καὶ ἀνάξιοι τυγχάνομεν, καὶ ἐκ ταὐτοπαθείας τὴν περιπόνησιν ὑμῶν στοχαζόμενοί τε καὶ συνυφιστάμενοι; οὐδὲ γὰρ ἄλλοις ἔστι γνωρίζεσθαι τὸ ὀδυνηρὸν ἢ τοῖς ὁμοιοπαθῶς τοῖς αὐτοῖς ἐνεχομένοις λυπηροῖς. ἀλλ᾽ αἱ ἁμαρτίαι ἡμῶν τοσοῦτον ἐπλήθυναν ἐν τῇ παρούσῃ γενεᾷ τὴν ἀνομίαν, ψυγείσης τῆς ἀγάπης κατὰ τὸν τοῦ Κυρίου λόγον, ὥστε, τοὺς ὀφείλοντας διαλύειν τὰ σκῶλα καὶ προσκόμματα, τούτους τὰ ἴσα ἢ τάχα καὶ δεινότερα τοῖς ἐν ταῖς ἔξωθεν ἀρχαῖς ἔστιν ὁρᾶν πράττουσι.

Δεσμωτήριά φατε, ἀπαγωγάς, ὀνειδισμούς, διωγμοὺς καὶ περιστάσεις ὑφιστάναι καὶ ἔτι ὑφίστασθαι παρὰ τῶν κρατούντων τὰς ἐκκλησίας τοῦ θεοῦ. καὶ οὐχ ὅτι ὑπὲρ ἐντολῆς θεοῦ ἐνιστάμενοι, ἀλλὰ καὶ εἰ ἑαλωκότες ἦτε ἐν παραπτώμασιν ἀνθρωπίνοις, οὐδαμῶς τὰ τοιαῦτα πανθάνειν ἐξὸν ἦν ὑμῖν παρὰ ποιμένων θεοῦ, μὴ ὅτι γε ὑπὲρ ἀληθείας διαθλοῦσιν, οἷς τὸ ἐπαινεῖσθαι καὶ μακαρίζεσθαι κεχρεώστηται, καὶ ταῦτα τῷ μοναδικῷ κατακεκοσμημένοις ἐπαγγέλματι. ἐκ τῶν ἔργων αὐτῶν ἐπιγνώσεσθε αὐτούς, ἔφη ὁ Κύριος. οὐ δήπου τοιοῦτον παρὰ τοῖς ἁγίοις ἐγνωρίσθη, τοὐναντίον δὲ αὐτοὶ μᾶλλον πεπονθότες ἐδείκνυντο, διδασκόμενοι παρὰ τῆς ἀποστολικῆς φωνῆς, ἥ φησι περὶ τοῦ Κυρίου· ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεῖχεν δὲ εὐμενῶς τῷ παίοντι καὶ τὴν θείαν σιαγόνα. ἐντεῦθεν οἱ ποιμένες Χριστοῦ γνώριμοι κἀκεῖθεν οἱ ἀλλοτριοεπίσκοποι.

Ἀλλὰ τί δεῖ παθεῖν κατὰ τὴν ἐνσκήψασαν ἐν τῇ ταπεινῇ ἡμῶν γενεᾷ μοχθηρίαν τῶν ἀνθρώπων, ἣν καὶ ὡς αὔχημα ποιούμενοι σεμνύνονται, τὸ παράνομον ἔννομον λογιζόμενοι, κατ᾽ ἐναντιότητα τῶν θείων προσταγμάτων τὴν προστασίαν μετερχόμενοι; ἐκεῖνοι μὲν οὖν ἃ δεδράκασι καὶ δρῶσιν εὕροιεν, μᾶλλον δὲ συγχωρηθεῖεν παρὰ τοῦ ἀδεκάστου κριτοῦ, τοῦ μὴ ὁτιοῦν ἀνεξέταστον καὶ ἀνεύθυνον παραβλέπειν μέλλοντος ἐν ἡμέρᾳ κρίσεως. ὑμεῖς δέ, ὦ ἀδελφοὶ τιμιώτατοι καὶ πατέρες σεβασμιώτατοι, χαίρετε καὶ εὐφραίνεσθε, ὅτι τοῦ θείου μακαρισμοῦ τὸ κλέος ἀπηνέγκασθε καὶ τὰ τῆς ἀτιμίας τοῦ Χριστοῦ ἐντίμως ὑπεδέξασθε, μικροῖς κόποις καὶ ἀγῶσιν μέγιστα καὶ αἰώνια ἀνταμειβόμενοι. καὶ ἐπειδή, καθὰ καὶ προγεγράφαμεν, εὐδοκίᾳ τοῦ ὑπεραγάθου θεοῦ ἐκποδὼν γέγονε, δι᾽ οὗ ἡ διχόνοια ἐν τῇ καθ᾽ ἡμᾶς ἐκκλησίᾳ ὑπήρχθη, βεβράβευται ἡ εἰρήνη νεύμασι καὶ ῥοπαῖς καὶ εὐμενείαις, προσθείην δ᾽ ἂν καὶ παρακλήσεσι, τῶν καλλινίκων καὶ φιλοχρίστων ἡμῶν βασιλέων, συνεργίᾳ τε καὶ ἀπολογίᾳ τοῦ ἁγιωτάτου ἡμῶν πατριάρχου· δεῖ γὰρ ἀπὸ τοῦ νῦν οὕτω καλεῖν.

δεξάσθω καὶ ἡ ὑμετέρα ὁσιότης τὰ παρ᾽ ἡμῶν τῶν ταπεινῶν σὺν πολλῇ σκέψει τε καὶ διερευνήσει ἀναθεωρήσει τε τῶν πατρικῶν ἀναστροφῶν, τῶν τε ἔσθ᾽ ὅτε ὑποπεπτωκότων σκανδάλων ἐκκλησιαστικῶν ἐγκριθέντα καὶ περαιωθέντα, ἵνα οὕτω καὶ ἐν τῇ καθ᾽ ὑμᾶς ἐκκλησίᾳ τοῦ Χριστοῦ ἡ εἰρήνη τοῦ θεοῦ βραβεύσῃ τὰς καρδίας τῶν ἁπάντων· οὐδὲ γάρ, εἰ μὴ τοῦτο πράξοιμεν, ὅσιον τῷ θεῷ λογισθήσεται, οὔτε ἡμῖν νῖκος γενήσεται, προσαπόλλυμεν δὲ τάχα, ζητοῦντες περισσότερον τὸ δεξιόν, καὶ ὃ τοῖς προλαβοῦσι κόποις διηνύκαμεν ἀγαθόν;

Δέξασθε τοιγαροῦν, παρακαλοῦμεν, καὶ ἀποδέξασθε τὸν ἁγιώτατον ἡμῶν πατριάρχην, κοινωνοί τε ἔσεσθε, ἐν οἷς οὐ πρόδηλος ἡ παρανομία, καὶ τῷ καθ᾽ ὑμᾶς ἐπισκόπῳ, τὰ διὰ μέσου παραχωροῦντες τῷ Κυρίῳ, τῷ ἐξεταστῇ καὶ ἀποδότῃ τῶν πρακτέων, τῶν ῥητέων. πρὸς τοῦτο γὰρ αὐτὸ δεήσει χρησάμενοι, παρωρμήσαμεν καὶ τὸν ἁγιώτατον ἡμῶν πατριάρχην ἐπιστεῖλαι, ὡς ἂν ἀφεθῆτε καὶ αὐτοὶ τῶν φυλακῶν, εἰρήνης τε σύνθημα πρὸς ἀλλήλους ποιησάμενοι, κἂν τι ἀμφιβαλλόμενον ᾖ, αὐτίκα διαλυθείη ἤ, ἀνιάτως ἔχον, διὰ τῆς ἐνταῦθα ὑμῶν τε καὶ τοῦ τιμιωτάτου ἐπισκόπου εἰσελεύσεως ἐπὶ παρουσίᾳ τοῦ αὐτοῦ οἰκουμενικοῦ πατριάρχου θεραπευθείη τὰ ἀρρωστήματα καὶ συνδράμοιεν τὰ πάντα πρὸς θυμηδίαν εἰρήνης καὶ ὁμονοίας εἰλικρινότητα.

Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Πλάτωνα τὸν ἑαυτοῦ πατέρα περὶ προσκυνήσεως τῶν σεπτῶν εἰκόνων Ἑαυτοὺς παραμυθούμεθα, προσλαλοῦντες τῇ ἱερᾷ κεφαλῇ ἡμῶν· τί γὰρ ἂν καὶ εἴη παρακλητικώτερον παιδὶ ἤ πατρὶ διαλέγεσθαι, καί γε τοιούτῳ καὶ τηλικούτῳ, οὗ τὴν ἀρετὴν ᾄδουσι πολλαὶ πόλεις, χῶραί τε καὶ νῆσοι. οὗτος ὁ ἐμὸς ποθεινὸς πατήρ, κἂν ὁ καρπὸς τῷ δένδρῳ οὐκ ἐοικὼς διὰ τὸ ἄχρηστον τῆς ταπεινώσεώς μου, ἀλλ᾽ ὅμως τῷ προκεῖσθαί σε κανόνα εὐσεβείας ἔχομεν οὐχ ἡμεῖς μόνον, ἀλλὰ καὶ οἵπερ ἂν ἕλοιντο θεοσεβεῖν, πτεροῦσθαι εἰς ἀνδρείαν καὶ διανίστασθαι πρὸς εὐδρομίαν. ἐπειδὴ δὲ ἀπὸ χρόνου πολλοῦ ἐπεζήτησέ σου ἡ ἁγιωσύνη δοῦναί με λόγον, πῶς δεῖ τὴν σεπτὴν Χριστοῦ εἰκόνα προσκυνεῖν (οὐκ ἀγνοοῦσα, ἀλλὰ βουλομένη κἀντεῦθεν τὸν ἄλογόν μου λόγον κινεῖν), τηνικαῦτα μὲν οὐκ ἐξεγένετό μοι ἀποκριθῆναι, νυνὶ δὲ ἐπιμνησθεὶς δέον ἡγησάμην τὸ ἐνταλθέν μοι ἐφ᾽ ὅσον οἷόν τέ ἐστι τῇ συνεργίᾳ τῶν ἱερῶν σου προσευχῶν ἀποπληρῶσαι, εἰ καὶ ὅτι ἄλλοθί που περὶ τοῦδε αὐτοῦ τάχα ἱκανῶς ἐξεῖπον.

Πᾶσα τοίνυν τεχνητὴ εἰκὼν ὁμοίωσίς ἐστιν οὗ ἂν ᾖ εἰκὼν καὶ ἐν ἑαυτῇ τὸν χαρακτῆρα τοῦ ἀρχετύπου μιμητικῶς δείκνυσι, καθώς φησιν ὁ πολὺς τὰ θεῖα Διονύσιος, τὸ ἀληθὲς ἐν τῷ ὁμοιώματι, τὸ ἀρχέτυπον ἐν τῇ εἰκόνι, τὸ ἑκάτερον ἐν ἑκατέρῳ, παρὰ τὸ τῆς οὐσίας διάφορον· ὥστε ὁ προσκυνῶν τὴν εἰκόνα προσεκύνησε τὸν ὅπερ ἐμφαίνει ἡ εἰκὼν ἀσφαλῶς. οὔτε γὰρ τὴν τῆς εἰκόνος οὐσίαν, ἀλλὰ τὸν ἐν αὐτῇ γεγραμμένον προσεκύνησεν, οὔτε μὴν τοῦ ἀρχετύπου τὴν εἰκόνα διέσχισε κατὰ τὸ ταὐτὸν τῆς προσκυνήσεως· ταὐτὸν γὰρ ἡ εἰκὼν τῷ ἀρχετύπῳ τῇ ὁμοιώσει. οὕτω τοιγαροῦν καὶ ὁ Μέγας Βασίλειος, ὅτι βασιλεὺς λέγεται καὶ ἡ τοῦ βασιλέως εἰκὼν καὶ οὐ δύο βασιλεῖς· οὔτε γὰρ τὸ κράτος σχίζεται οὔτε ἡ δόξα μερίζεται. ὡς γὰρ ἡ κρατοῦσα ἡμῶν ἀρχὴ καὶ ἐξουσία μία, οὕτω καὶ ἡ παρ᾽ ἡμῶν δοξολογία μία καὶ οὐ πολλαί, διότι ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει. εἰ δὲ ἐπὶ τὸ πρωτότυπον διαβαίνει, οὐκ ἄλλη καὶ ἄλλη, ἀλλὰ μία καὶ ἡ αὐτὴ τιμητικὴ προσκύνησις, ὥσπερ ἓν καὶ ταὐτὸν τὸ προσκυνούμενον κἀν τῇ εἰκόνι πρωτότυπον.

Ἄλλο δὲ φυσικὴ εἰκὼν καὶ ἄλλο μιμητική, ἡ μὲν οὐ φυσικὴν διαφορὰν ἔχουσα πρὸς τὸ αἴτιον, ἀλλ᾽ ὑποστατικήν, ὡς ὁ Υἱὸς πρὸς τὸν Πατέρα (ἄλλη γὰρ ὑπόστασις τοῦ Υἱοῦ καὶ ἑτέρα τοῦ Πατρός, μία δὲ φύσις δῆλον ὅτι), ἡ δὲ τὸ ἀνάπαλιν, φυσικὴν διαφορὰν ἔχουσα, ἀλλ᾽ οὐχ ὑποστατικήν, ὡς ἡ εἰκὼν τοῦ Χριστοῦ πρὸς τὸν Χριστόν· ἄλλη μὲν γὰρ φύσις ὑλογραφίας καὶ ἕτεραι τοῦ Χριστοῦ, οὐκ ἄλλη δὲ ὑπόστασις, ἀλλὰ μία καὶ ἡ αὐτὴ τοῦ Χριστοῦ κἀν τῇ εἰκόνι γεγραμμένη, τοῦ αὐτοῦ θείου Βασιλείου πάλιν λέγοντος· ὃ οὖν ἐστιν ἐνταῦθα μιμητικῶς ἡ εἰκών, τοῦτο ἐκεῖ φυσικῶς ὁ Υἱός· καὶ ὥσπερ ἐπὶ τῶν τεχνητῶν κατὰ τὴν μορφὴν ἡ ὁμοίωσις, οὕτως ἐπὶ τῆς θείας καὶ ἀσυνθέτου φύσεως τῇ κοινωνίᾳ τῆς θεότητος ἡ ἕνωσις.

Ὅρα οὖν τὸ διάφορον· ὅτι ἐπὶ τῆς φυσικῆς εἰκόνος καὶ τοῦ αἰτίου, ἤγουν τοῦ Υἱοῦ καὶ τοῦ Πατρός, ἡνίκα μία φύσις, μία καὶ προσκύνησις κατὰ τὸ ταὐτὸν τῆς φύσεως, οὐ τῆς ὑποστάσεως (ἐπειδὴ ὡς μίαν φύσιν, μίαν καὶ προσκύνησιν καὶ δοξολογίαν ὁμολογοῦμεν τῆς Ἁγίας Τριάδος, τρεῖς δὲ ὑποστάσεις, Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος), ἐπὶ δὲ τῆς μιμητικῆς εἰκόνος καὶ τοῦ ἀρχετύπου, ἤγουν τῆς εἰκόνος Χριστοῦ καὶ τοῦ Χριστοῦ, ἡνίκα μία ὑπόστασις Χριστοῦ, μία καὶ ἐνταῦθα προσκύνησίς ἐστι, κατὰ τὸ ταὐτὸν δῆλον ὅτι τῆς μιᾶς ὑποστάσεως, οὐ τὸ ἑτεροῖον τῶν φύσεων Χριστοῦ καὶ τῆς εἰκόνος. εἰ δὲ ὥσπερ κατὰ τὸ ταὐτὸν τῆς ὑποστάσεως οὕτω καὶ κατὰ τὸ ταὐτὸν τῆς φύσεως μίαν φαίημεν εἶναι τὴν προσκύνησιν τῆς εἰκόνος πρὸς τὸ πρωτότυπον, οὐκέτι διαφορὰν εἰκόνος καὶ εἰκονιζομένου γνωριοῦμεν, ἀλλ᾽ ἔσται ὡς μία ὑπόστασις οὕτω καὶ μία φύσις τῆς εἰκόνος Χριστοῦ καὶ αὐτοῦ δὴ Χριστοῦ, καὶ ἐμπίπτομεν εἰς ἑλληνικὴν πολυθεΐαν, πᾶσαν ὕλην εἰς Χριστοῦ εἰκόνα χαρακτηριζομένην θεοποιοῦντες. κἀντεῦθεν ἀνοίξομεν γλῶσσαν τοῖς εἰκονομάχοις κατηγορεῖν ἡμῶν, τὸν ἕνα θεὸν ἐν τρισὶν ὑποστάσεσι προσκυνούντων, πολλοὺς θεοὺς προσκυνεῖν τε καὶ σέβειν οὐκ ἀπεικότως.

εἰ δὲ μήτ᾽ αὖ κατὰ τὸ ταὐτὸν τῆς ὑποστάσεως μήτε κατὰ τὸ ταὐτὸν τῆς φύσεως λέγοι τις εἶναι τὴν τῆς εἰκόνος πρὸς τὸ ἀρχέτυπον προσκύνησιν, δῆλον ὅτι ἔσχισε τὸ κράτος καὶ ἐμέρισε τὴν δόξαν τοῦ ἀρχετύπου ἀπὸ τῆς εἰκόνος, καὶ οὕτως προσκυνῶν τὴν εἰκόνα Χριστοῦ εἰδωλολατρεῖ φανερῶς, οὐ μίαν ἀλλὰ δύο προσκυνήσεις εἰσφέρων· ὅπερ ἀποδεικνύναι σπεύδουσιν οἱ εἰκονομάχοι, ἀναιροῦντες ἐντεῦθεν ὡς τὸ εἰκὸς Χριστὸν σαρκὶ περιγράφεσθαι, ἴσα τοῖς ἐν δοκήσει καὶ φαντασίᾳ ἐπιδεδημηκέναι θεὸν τοῖς ἐν γῇ ἀσεβεῖν ἀπελεγχόμενοι.

Ἀλλ᾽ ἐρρίφθω τὸ ἀμφοτέρων ἐπίσης ἀσεβὲς ἐν τῷ οἰκείῳ σκότει. ἡ δὲ ἀληθὴς τῶν χριστιανῶν πίστις, καθὼς προείρηται, ὡς μίαν ἐπὶ τῆς Ἁγίας Τριάδος τῇ κοινωνίᾳ τῆς θεότητος ὁμολογεῖ προσκύνησιν, οὕτω καὶ ἐπὶ τῆς εἰκόνος Χριστοῦ μίαν καὶ τὴν αὐτὴν προσκύνησιν ὁμολογεῖ κατὰ τὴν ταὐτότητα τῆς ὑποστάσεως τοῦ Χριστοῦ· ἡ αὐτὴ γάρ ἐστι προσκυνουμένη, κἂν γεγραμμένη εἴη. ἐπεὶ οὐκ ἂν εἴη εἰκών, εἰ μεσολαβεῖται καὶ διασχίζεται τῇ τιμῇ ἀπὸ τοῦ πρωτοτύπου, ἀλλ᾽ ἰδιοϋπόστατόν τι πρᾶγμα τυγχάνει. καὶ οὕτω λοιπὸν κἀν τῇ τῆς εἰκόνος τοῦ Χριστοῦ προσκυνήσει μία ἡ προσκύνησις καὶ δοξολογία τῆς πολυυμνήτου καὶ μακαρίας Τριάδος.

Δόξειε δ᾽ ἄν τις κἀκεῖνο λέγειν· ‛οὐκοῦν, ἐπειδὴ ἡ προσκύνησις λατρεία, συλλατρεύεσθαι συμβαίνει τὴν εἰκόνα Χριστοῦ τῇ Ἁγίᾳ Τριάδι‚. ἀλλ᾽ ἔοικεν ὁ τοιοῦτος μὴ εἰδὼς διαφορὰν προσκυνήσεως· ἐπεὶ προσκυνοῦμεν ἁγίοις, ἀλλ᾽ οὐ λατρεύομεν αὐτοῖς, καὶ ἄρχουσι κατὰ νόμον θεοῦ, ἀλλ᾽ οὐδ᾽ αὐτοῖς λατρεύομεν. ἔπειτα μανθανέτω αὖθις ὅτι οὐ τῆς οὐσίας τῆς εἰκόνος ἐστὶ προσκύνησις (τοῦτο γὰρ ἔκτοπον καὶ τῶν λατρευόντων τῇ κτίσει παρὰ τὸν κτίσαντα ἔργον), ἀλλὰ τοῦ ἐν τῇ εἰκόνι προσκυνουμένου Χριστοῦ, ἀκοινωνήτου μενούσης παντάπασι τῆς εἰκονικῆς ὕλης πρὸς τὸν προσκυνούμενον ἐν αὐτῇ Χριστὸν τῷ ὁμοιώματι· ὅπερ ἐστὶν ἴδιον τῆς ὑποστάσεως Χριστοῦ, κεχωρισμένον τῆς ὕλης, κἂν ἐν αὐτῇ ὁρᾶται. καί μοι δοκεῖ τῷ ἐν κατόπτρῳ παραδείγματι ἐοικέναι· κἀκεῖ γὰρ οἱονεὶ διαγράφεται τοῦ ὁρῶντος τὸ πρόσωπον καὶ μένει ἔξω τῆς ὕλης τὸ ὁμοίωμα. κἂν δόξειεν ἀσπάσασθαι τὴν ἑαυτοῦ ἐκεῖσε εἰκόνα, οὐ τὴν ὕλην προσεπτύξατο, ὅτι μηδὲ δι᾽ αὐτὴν πρόσεισιν, ἀλλὰ τὸ ἐν αὐτῇ ἀπεικονισθὲν αὐτοῦ ὁμοίωμα, δι᾽ ὃ καὶ προσέφυ τῇ ὕλῃ. ἀμέλει μεταστάντος αὐτοῦ τοῦ ἐσόπτρου συναπέστη αὐτῷ ἅμα καὶ τὸ ἴνδαλμα, ὡς μὴ κοινωνοῦν τι τῇ τοῦ ἐσόπτρου ὕλῃ, ὥσπερ οὖν καὶ ἐπὶ τῆς εἰκονικῆς ὕλης, ὅτι ἀφανισθέντος τοῦ ἐν αὐτῇ ὁρωμένου ὁμοιώματος, ἐφ᾽ ᾧ ἡ προσκύνησις, ἔμεινεν ἡ ὕλη ἀπροσκύνητος, ὡς μηδὲν κοινωνοῦσα τῷ ὁμοιώματι.

Ἔστω πάλιν δακτύλιος ἐγκεχαραγμένος βασιλικὴν εἰκόνα, εἶτα ἐκτυπούσθω ἐν κηρῷ, ἐν πίσσῃ, ἐν πηλῷ. ἡ μὲν οὖν σφραγὶς μία καὶ ἡ αὐτὴ ἀπαράλλακτος ἐν ἀμφοτέραις ταῖς ὕλαις, αἱ δὲ πρὸς ἀλλήλας διαφορούμεναι· οὐκ ἂν δὲ ἐν ταῖς διαφορουμέναις ἀπαράλλακτος ἔμεινεν ἢ παρὰ τὸ μηδὲν ταῖς ὕλαις κοινωνεῖν, ἀλλ᾽ εἶναι αὐτὴν τῇ ἐπινοίᾳ τούτων κεχωρισμένην, μένουσαν ἐν τῷ δακτυλίῳ. οὕτως οὖν καὶ τὸ τοῦ Χριστοῦ ὁμοίωμα, κἂν ἐν ὁποιᾳοῦν ὕλῃ κεχαρακτήρισται, ἀκοινώνητόν ἐστι τῇ ἐν ᾗ δείκνυται ὕλῃ, μένον ἐν τῇ τοῦ Χριστοῦ ὑποστάσει, ἧσπέρ ἐστι καὶ ἴδιον. καὶ ἁπλῶς εἰπεῖν, οὐ λατρεύεται ἡ εἰκὼν τοῦ Χριστοῦ, ἀλλ᾽ ὁ ἐν αὐτῇ προσκυνούμενος Χριστός, καὶ προσκυνητέον αὐτῇ κατὰ τὸ ταὐτὸν τῆς ὑποστάσεως τοῦ Χριστοῦ, παρὰ δὲ τὸ τῆς οὐσίας τῆς εἰκόνος διάφορον.

Οὕτω τοιγαροῦν, ὡς ἐμὲ γοῦν εἰδέναι, τῇ τῶν ἁγίων πατέρων διδασκαλίᾳ ἐπερειδόμενον, ἡ τῆς εἰκόνος τοῦ Χριστοῦ προσκύνησις. ἧς ἀναιρουμένης ἀνῄρηται δυνάμει καὶ ἡ Χριστοῦ οἰκονομία, καὶ ἧς μὴ προσκυνουμένης ἀνῄρηται ὡσαύτως καὶ ἡ Χριστοῦ προσκύνησις. καὶ διὰ τοῦτο, ὦ θεῖε πάτερ, σὺν φόβῳ καὶ εὐλαβείᾳ προσιτέον καὶ προσκυνητέον αὐτῇ, ὡς τῆς προσκυνήσεως ἐπὶ τὸν Χριστὸν διαβαινούσης, καὶ πιστευτέον χάριν θείαν ἐν αὐτῇ ἐπιφοιτᾶν καὶ ἁγιασμοῦ αὐτὴν ὑπάρχειν μεταδοτικὴν τοῖς πίστει προσιοῦσιν. ἐπεὶ καὶ ἐπὶ τοῦ τύπου τοῦ ζωοποιοῦ σταυροῦ, τῆς εἰκόνος τῆς τε παναγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων πάσης ἁγιωτικῆς εἰκόνος προσκυνήσεως διὰ μέσου τῶν κατ᾽ αὐτὰς πρωτοτύπων ἐπὶ θεὸν ἀναβαινούσης καὶ διὰ τοῦτο μιᾶς καὶ μόνης οὔσης λατρευτικῆς προσκυνήσεως τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος, δι᾽ ἣν ἐπὶ τῶν ἄλλων αἱ διάφοροι προσκυνήσεις καὶ πρὸς ἣν ἡ ἀναφορὰ τῶν ἁπασῶν προσκυνήσεων ἑνιαία. εἰ δέ τι ἀγνοίᾳ ἐσφαλμένως εἴρηκα ἢ τοῦ καθήκοντος ἐνδεῶς ἢ πέρα, ὡς πατὴρ ἀγαθὸς τὸ μὲν ἐπανορθοῦν, τὸ δὲ ἀναπληροῦν, τὸ δὲ καὶ περιελεῖν ἀξίωσον, εὐχόμενος καὶ ὑπερευχόμενος τῆς ταπεινώσεώς μου καὶ νοεῖν ὀρθῶς καὶ λέγειν ἀπταίστως καὶ πράττειν ἀνεπιψόγως.

Τοῖς ἁγίοις μου πατράσι καὶ ὁμολογηταῖς Χριστοῦ, Ἰωάννῃ, Μιχαὴλ καὶ Βασιλείῳ Καὶ νῦν ἐπιστεῖλαι εὖ ἔχειν ἐδοκίμασα τοῖς ἐμοῖς πατράσι, καὶ ἐπιστεῖλαι ὁμοῦ, ὡς τῆς αὐτῆς ἀρετῆς καὶ ὁμονοίας, μᾶλλον δὲ μαρτυρίας Χριστοῦ ἠξιωμένοις. ἐπειδὴ γὰρ εὐδόκησεν ὁ ἀγαθὸς θεὸς ἡμῶν ἀφεθῆναι καὶ ἡμᾶς τοὺς ἁμαρτωλοὺς τῆς φυλακῆς τῇ μεσιτείᾳ τοῦ ἀγαθοῦ βασιλέως, ὥσπερ τι ἕδνον προσφέρω ὑμῖν τὸ γράμμα, χαίρων καὶ συγχαίρων ὑμῶν τῇ πατρωσύνῃ καὶ τῇ, οἷον εἰπεῖν, κατὰ Χριστὸν νίκῃ. καὶ γὰρ νενικήκατε τὸν πονηρόν, ὦ θαυμάσιοι, καὶ ἔνδον διὰ τῆς πάλης τῶν λογισμῶν καὶ ἐκτὸς διὰ τῆς ἐνθέου ὑπομονῆς, μὴ κάμψαντες γόνυ τῷ ὑπηρετοῦντι δράκοντι. ἐκείνου γὰρ ἀριδήλως ὑπουργὸς Λέων ὁ παγκάκιστος, ἐκείνου θεραπευτής, ὁ τῆς εἰκόνος Χριστοῦ ὑβριστὴς καὶ τῶν ἁγίων φονευτής, ἑκάτερος ἑκατέρῳ συμφωνήσας καὶ συνθήκην ἄμφω ποιησάμενοι περιελεῖν τὸ ὄνομα Χριστοῦ δι᾽ ἀφαιρέσεως τοῦ θείου καὶ προσκυνητοῦ αὐτοῦ χαρακτῆρος· ἐπεὶ μὴ πέφθακεν ὁ καιρὸς τῆς δευτέρας θείας ἐπιφανείας, ἵνα ὁλοφανῶς Χριστὸς ἀρνηθείη.

Ἀλλ᾽ εὐλογητὸς ὁ θεός, ὅς καὶ τὸν διώκτην ὤλεσεν θανάτῳ περιβοήτῳ καὶ ἀξιολόγῳ τῆς ἀποστασίας (ἔδει γὰρ τὸν τεμόντα τὸ κυριακὸν σῶμα ξίφει κατατμηθέντα ἀπορρῆξαι τὴν ζωὴν) καὶ ὑμᾶς στεφανίτας ἀναδείξας κλέος τῇ ἑαυτοῦ ἐκκλησίᾳ περιεποιήσατο, ἀρετῆς ἀλείπτας, ἔρεισμα πίστεως, ἑδραιώματα ἀληθείας, ὑποδείγματα καρτερίας, τῷ ὄντι καθηγητάς, ὡς ἀληθῶς μοναστάς, ἀπεικονίσματα τῶν μακαρίων ἐκείνων καὶ πάλαι ἁγίων· οἳ ἐν τοῖς ὁμοίοις ἀνδρικοὶ γεγονότες τῷ ἀμαράντῳ τῆς δικαιοσύνης στεφάνῳ κατεκοσμήθησαν, χορεύοντες αἰώνια.

Τοιοῦτοι ὑμεῖς, καὶ ὑμῶν ὁ ἔπαινος ὑπέρτερος τῆς ἐμῆς οὐδαμινῆς γλώττης, τοσοῦτον δὲ μόνον ᾀδούσης, ὅσον τὸν καιρὸν ἀφοσιώσασθαι καὶ τὸν πόθον θεραπεῦσαι καὶ τὸ πνεῦμα ἀναζωπυρῆσαι εἰς ἄληκτον δέησιν τοῦ ἐπικληθῆναι θεὸν τέλειον ἡμῖν τὸ τῆς εἰρήνης ἀγαθὸν ἐξανατεῖλαι. ὁρᾶτε γάρ, ὦ σεβάσμιοι, ὅπως ἔτι κραδαίνει τὰ πράγματα; δυνατὸς δὲ ἐστὶ τῇ ἀρχῇ καὶ τὸ τέλος δεξιὸν συναναφάναι.

Εὔχεσθαι παρακλήθητε περὶ τῆς ταπεινώσεώς μου, ἀεισέβαστοι.

Τῇ ἡγουμένῃ τῶν Γόρδινα Ἀπῄτησεν ἡμᾶς ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Ἀντώνιος τὸ παρὸν γραμματεῖον, λέγων ὅτι τοῦτο ὑπεσχόμην πάλαι ποιῆσαι. καὶ δι᾽ αὐτὸ οὖν τοῦτο καὶ διὰ τὰς ἀποστολὰς ὑμῶν ἰδοὺ προσφθέγγομαι καὶ προσαγορεύω ὑμᾶς ὡς μητέρας, ὡς ἀδελφὰς ἐν Κυρίῳ, μεμνημένος τῆς ὑπαντῆς ὑμῶν καὶ τοῦ κόπου τῆς ἀγάπης, ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διαφυγοῦσαι τὴν κοινωνίαν τῶν αἱρετικῶν καὶ διατηρήσασαι ἀσπίλους ἑαυτὰς ἀπὸ τοῦ κόσμου.

Βλέπετε οὖν καὶ πρὸς τὸ ἑξῆς, ἅγιαι. ἐπειδὴ ἔτι ἐνίσταται ἡ ἀσέβεια, τηρήσατε τὴν παρακαταθήκην τῆς πίστεως ἄσυλον, ὡς, εἰ δέοι καὶ ἀποθανεῖν, μετὰ χαρᾶς προέσθαι ἑαυτὰς ἢ τῆς ζύμης μετασχεῖν τῶν ἑτεροδόξων. καὶ μὴν καὶ κατὰ τὸν βίον παρακαλῶ ὑμᾶς ὁσίως πολιτεύσασθαι. μὴ γίνεσθε κλέπτριαι δούλης ἡδονῆς, ἀλλὰ τῇ παρθενίᾳ, ᾗ Χριστὸς ὑμᾶς ἐνυμφεύσατο, ἁγνίζετε καρδίας καὶ σώματα, φεύγουσαι ἀρρένων ὄψεις ὁρᾶν, ὅσον δυνατόν· ἐκ γὰρ τοῦ βλέπειν πῦρ ἀνάπτεται καὶ φλέγει ἁμαρτία. ἡ ἡγουμένη ὡς ἡγουμένη ἔστω, ὑποτύπωσις ἀγαθοεργίας προκειμένη, αἱ μαθήτριαι ὡς μαθήτριαι, ἓν θέλημα ἔχουσαι, μίαν καρδίαν, μὴ ἐρεσχελοῦσαι, μὴ βαττολογοῦσαι, μὴ ἰδιοκτημονοῦσαι, ἀλλὰ τὴν διδάσκαλον ἀναπνέουσαι, τὰ παρ᾽ αὐτῆς ἐγκεκριμένα φυλάττουσαι ἐν νόμῳ Κυρίου. εἰ δὲ ταῖς μαθητρίαις ταῦτα ἀνήκει, πόσῳ μᾶλλον τῇ καθηγουμένῃ, ἧς ὅσος ὁ μισθὸς τῆς προστασίας, τοσοῦτος καὶ ὁ κίνδυνος τῆς διαμαρτησίας. τὸ ἐμὸν καὶ τὸ σὸν λέγειν ἐν κοινοβίῳ οἰχέσθω, ὡς μυρίων πολέμων αἴτιον· τὸ ἰδιορρυθμεῖν καὶ ἰδιοπραγεῖν ἐξοριζέσθω, ὡς διαλυτικὸν εὐταξίας· τὸ γλωσσομαχεῖν καὶ θορυβοποιεῖν ἀπεληλάσθω, ὡς ἀνόσιον μοναζούσαις. ἀλλ᾽ εἴ τι σιωπηλόν, εἴ τι εὐκτικόν, εἴ τι ψαλμικόν, εἴ τι ἐργαστικόν, ταῦτα πράσσετε, καὶ ὁ θεὸς τῆς εἰρήνης καὶ τῆς ἀγάπης ἔσται μεθ᾽ ὑμῶν.

Προσεύχεσθε περὶ ἡμῶν τῶν ἁμαρτωλῶν, ἵνα καὶ ἡμεῖς σῳζοίμεθα. ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. ἀμήν.

Βασιλείῳ ἡγουμένῳ Ἐν οἷς γέγραφεν ἡ τιμιότης σου, ἀδελφέ, ὑπέδειξεν ἑαυτὴν εὐδοκοῦσαν ἐν τοῖς ἐπιτιμίοις καὶ ἐπειγομένην πρὸς τὰ κρείττονα, καθὰ ἐξεδίδαξεν οὐ μόνον ὁ γραμματηφόρος, ἀλλὰ γὰρ καὶ πρὸ αὐτοῦ ὁ τιμιώτατος ἀδελφὸς ἡμῶν Πέτρος, ὁ καὶ σοὶ φιλούμενος· ἐφ᾽ οἷς ἥσθην ὁ ταπεινὸς καὶ εὐχαρίστησα. οὐ γάρ τοι μικρόν τι καὶ εὐκαταφρόνητον ὃ πεπόνθαμεν, ὦ τᾶν, ἐπὶ τῇ ἀρνήσει τῆς εἰκόνος Χριστοῦ κεκοινωνηκότες, ἀλλὰ καὶ λίαν ἔκτοπον καὶ ἀρνητικὸν ἀριδήλως τῆς πίστεως, διότι ἡ τῆς εἰκόνος ἄρνησις ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει· καὶ ταὐτῇ τῇ ἀρνήσει Χριστοῦ πάντες οἱ ὁπωσοῦν κεκοινωνηκότες κεκοινωνήκασιν. ἐπεὶ δὲ πάλιν ἐξηγόρευκας καὶ ἐπιτρέψαι δέει τοῦ διώκοντος ἀφανίσαι εἰκόνας, χαλεπώτερον τὸ ἀνόμημα· ὅτι δὲ καὶ ὑπογράψαι ἔφης, ὁλόσωμος ἡ ἁμαρτία καὶ ἡ ἄρνησις.

Τί οὖν δεῖ ποιεῖν, ὅτι καὶ ἐπιζητοίης τὸ τῆς ὑγείας φάρμακον, καὶ οὐ φέρειν πάλιν φῂς τὴν κατ᾽ ὀλίγον ἐπίθεσιν, ἀσθένειαν προβαλλόμενος καὶ τοῦτο κἀκεῖνο μᾶλλον εἰσδέξασθαι προαιρούμενος; στενά μοι ἑκατέρωθεν, καὶ ἐῶντι διὰ τὸ φιλάδελφον καὶ σμικρύνοντι τὸ φάρμακον διὰ τὸ τῆς ἁμαρτίας μέγεθος. ὅμως συμπιεζόμενος μᾶλλον τῇ ἀγάπῃ ὁρίζω σὺν φόβῳ καὶ τρόμῳ τάδε· ἓν ἔτος ἄλλο ἀπόσχου, ἀδελφέ, τῶν ἁγιασμάτων, ἐφ᾽ ἑκατέροις τοῖς συμπτώμασι, τῆς τῶν ἁγίων εἰκόνων κατενέξεως λέγω καὶ ἀσεβοῦς ὑπογραφῆς (ὑπογραφὴ γὰρ κἂν ὅτι μόνον ἑάλως σταυρὸν χαράξαι) ποιῶν καὶ τὰς προσευχὰς τὰς αὐτὰς καὶ γονυκλισίας ἄνευ ἀσθενείας. ἐπειδὴ δὲ ὀλίγον λίαν τὸ ἐπιτίμιον, ἐπιδόσει ἐλεημοσύνης ἱκανῆς ἀντισηκοῦσαν συνεισένεγκε τὴν ἀντιστάθμησιν. ὁπόσης δὲ ταύτης δηλώσει ὁ ἀδελφὸς Εὐσέβιος, ὃν σὺν ἑτέροις δυσὶν ἀδελφοῖς κατὰ τὴν αἴτησίν σου εἴασα εἶναι ἐν τοῖς αὐτόθι οἰκονομίας τρόπῳ, τοῦ τε ἐκείνους καταπαῦσαι ἀλωμένους ὧδέ τε κἀκεῖσε καὶ τοῦ σὲ σχεῖν παραμύθιον εὐψυχίας, οὐ μὴν τοῦ ἐν ᾧ τόπῳ καθέζῃ μοναστηρίου, ἀλλαχῆ δέ που, ὑποτελοῦντι τῇ μονῇ ἀγριδίῳ.

Φύλαξαι οὖν, ἀγαπητέ, πρὸς τὸ ἑξῆς, καθὰ καὶ ὑπέσχου, τοῦ μηδόλως ἔτι ὑποπεσεῖν μήτε μὴν ἀπιέναι εἰς ὄψιν τοῦ Ἀντωνίου, ἀλλ᾽ ἑτοίμως ἔχειν ἐκστῆναι οὐ μόνον μοναστηρίου, ἀλλὰ καὶ τῆς σαρκὸς εἵνεκα τῆς ἀγάπης Χριστοῦ.

Γρηγορίῳ ἡγουμένῳ Ἤδη ἐπεστείλαμέν σοι κατὰ τὴν ὑπόσχεσιν ὡς ἡμετέρῳ υἱῷ ποιμαίνειν τὸ αὐτόθι ποίμνιον μετ᾽ ἐπιστήμης κατ᾽ ἐντολὴν τοῦ Κυρίου, μηδὲν παραθεωροῦντι τῶν συντεινόντων εἰς ὠφέλειαν τῶν ἀδελφῶν. εἰ γὰρ ὁ τὰ ἄλογα πρόβατα ἐμπιστευθεὶς οὐ καθεύδει, ἀλλ᾽ ἀγρυπνεῖ, οὐδὲ ἀμελεῖ, ἀλλὰ πυκτεύει νύκτωρ καὶ μεθ᾽ ἡμέραν μήτε θηριάλωτόν τι ἐργάσασθαι μήτε ἀλίπαντον, ἀλλὰ καὶ κλέπτας καὶ λῃστὰς κατασκοπεῖ καὶ θῆρας ἀποσοβεῖ καὶ προσλαλεῖ τοῖς θρέμμασιν, καὶ ἔμπροσθεν αὐτῶν πορευόμενος τὰς τροφὰς αὐτοῖς περιποιεῖται, ἐφ᾽ ὕδωρ ἀναπαύσεως καὶ σκιαδίων περιορίζων, καὶ ὅσα ἄλλα ἔστιν ὁρᾶν ἐν ποιμαντικῇ ῥάβδῳ, τί δεῖ καὶ πόσον εἶναι τὸν ψυχῶν λαχόντα προστατεῖν, ὧν τὸ αἷμα, εἰ κατά τι ἀμελὲς γίνοιτο, ἐκ τῶν χειρῶν αὐτοῦ ἐκζητηθήσεται, καθὰ γέγραπται;

Ἐπίστηθι οὖν λοιπόν, ὦ τέκνον, γρηγορῶν τῇ ποιμνιαρχίᾳ, ἴασαι τοὺς ἠσθενηκότας, ἐπίστρεφε τοὺς πεπλανημένους, παρακάλει, νουθέτει, ὑπομίμνησκε τὴν ἐπηγγελμένην βασιλείαν τοῖς ἁγιοπρεπῶς πορευομένοις καὶ ἐκ τοῦ ἐναντίου τὴν ἀτελεύτητον κρίσιν τοῖς ἐμπαθῶς διαζῶσιν, ἵνα οὕτως καὶ σεαυτὸν σώσῃς καὶ τοὺς ἀκούοντάς σου. ὁ ἀγαπῶν ἐπιμελῶς παιδεύει, ὁ δὲ μισῶν ἐᾷ ἀδιαφορεῖν τοὺς ἑπομένους. ἀλλὰ καὶ ὑμεῖς, ἀδελφοὶ καὶ τέκνα ἐν Κυρίῳ, ὡς πρόβατα Χριστοῦ ἔσεσθε, φιλοῦντες τὰς ἐντολὰς αὐτοῦ ἐργάζεσθαι καὶ μοναχικῶς ἀναστρέφεσθαι, ἀλλὰ μὴ κοσμικῶς. ἓν ἔστω θέλημα πάντων, μία καρδία, μία ψυχή, μὴ τὸ ἐμὸν καὶ τὸ σόν, πάντα κοινά, πάντα καθαρὰ διὰ τῆς ἐξαγορεύσεως· εἰ δὲ μὴ οὕτως, καὶ τὸν κοσμικὸν ἀπωλέσατε καὶ μοναχοὶ μὴ ὄντες ἀληθινοὶ ὑπόδικοι γενήσεσθε κατακρίσεως δικαίας.

Ἀγαπῶντες ὑπεμνήσαμεν. ὑμεῖς δὲ εὗ πράξοιτε καὶ τῷ θεῷ εὐαρεστήσοιτε, εὐχόμενοι καὶ περὶ ἡμῶν τῶν ἁμαρτωλῶν, ὧν διδάσκομεν, τούτων ἐργάται εἶναι ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα. ἀμήν.

Εἰρήνῃ καὶ Εὐφροσύνῃ μοναζούσαις Εἰσερχομένου τοῦ ἀδελφοῦ καὶ παροικονόμου εὔκαιρον ἡγησάμεθα χαράξαι ὑμῖν βραχεῖαν συλλαβήν, ταῖς κατὰ Κύριον ἀδελφαῖς. καὶ δὴ ἐρωτῶμεν, πῶς ἔχει ἡ ἁγία δυὰς ὑμῶν, αἱ πᾶσαι ἀδελφαί. ὁρᾶτε πῶς ὡς οὐκ ἄλλαις ἀδελφαῖς ὑμῖν προσκείμενοι κατὰ θεὸν ἐρωτῶμεν καὶ διαλεγόμεθα; καὶ εἰκότως· οὗ γὰρ πίστις, ἐκεῖ καὶ πόθος, ἕλκων καὶ ἀνθελκόμενος διὰ Πνεύματος Ἁγίου, οὗ δὲ ταῦτα, ἐκεῖ καὶ φροντὶς σώσματος. διὰ τοῦτο γράφομεν παρακαλοῦντες ὑπὲρ Χριστοῦ οἱ ἀνάξιοι ἔχεσθαι ὑμᾶς τῆς καλῆς ὁμολογίας, ἧς ὡμολογήσαμεν ἅπαντες ἐνώπιον θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ζῆσαι ἐν Κυρίῳ ἐν τῇ ἀποθέσει τοῦ σαρκικοῦ φρονήματος, ὅπερ ἐστὶ τὸ ῥαγῆναι τῶν δεσμῶν τῆς προσπαθείας τοῦ τῇδε αἰῶνος καὶ μετὰ θεοῦ γενέσθαι, ὃν καὶ ἠγαπήσαμεν, ᾧ καὶ ἐνυμφεύθημεν, μεθ᾽ οὗ καὶ συνεσόμεθα εἰσαεί. τοῦτον, ἀδελφαί, ἀναπνέομεν ἀεί, τοῦτον ἐρωτευόμεθα τὸν ἀληθινὸν ἔρωτα, τὸν ἀπρόσιτον πόθον, τὸν μόνον δεσπότην οὐρανοῦ καὶ γῆς· οὗ ἡ πρὸς ἀνθρώπους ἀγάπησις τοσαύτη, ὡς δούλου μορφὴν αὐτὸν ἀναλαβεῖν εἰς τὸ ἀνακαλέσασθαι ἡμᾶς τῆς φθορᾶς καὶ θεοὺς ἀπεργάσασθαι. ὡς μεγίστη ἡ ἐπαγγελία· ὡς ἐξαίσιον τὸ ἐν οὐρανοῖς ἀπάντημα.

ἐκεῖ ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος· ἐκεῖ αἱ τὴν παρθενίαν ἐνδεδυμέναι τῷ ἀφθάρτῳ νυμφίῳ συναφθήσονται· ἐκεῖ αἱ τὴν ὑποταγὴν καὶ ὑπακοὴν ἐξασκήσασαι ὡς ἄρχουσαι Χριστοῦ χορεύσουσιν αἰώνια, αἱ δὲ ἐναντίαι τὰ ἐναντία δῆλον ὅτι πείσονται.

Ὥστε, ἀδελφαὶ σταυροφόροι, μὴ λάθωμεν ἑαυταῖς ἀντὶ ζωῆς καὶ χαρᾶς ἀπείρου κόλασιν καὶ πῦρ αἰώνιον θησαυρίζουσαι δι᾽ ἀμελείας καὶ φθορᾶς σαρκός, παρακοῆς τε καὶ ἐμπαθοῦς ἀναστροφῆς. ἡ ἀρετὴ ἐκ θεοῦ καὶ θεία, ἡ κακία ἐκ σατανᾶ καὶ σατανᾶς· οἱ τὴν πρώτην ἑλόμενοι θεοῦ καὶ θεοί, οἱ τὴν δευτέραν δαίμονες καὶ τοῦ σατανᾶ. οὕτως ὑμᾶς καὶ νῦν δεξιούμεθα. καὶ μὴ βαρὺς ὑμῖν λογισθείην ὡς φορτικὰ λαλῶν, ἀλλὰ μᾶλλον ἡδὺς ὡς ὑπὲρ θεοῦ παραινῶν. καὶ οὐ πρὸς τὰς κυρίας ὁ λόγος (αὐταὶ γὰρ διδάσκαλοι καὶ ἑτέρων), ἀλλὰ πρὸς τὸ τῆς ἀδελφότητος πλήρωμα, ὅπερ φυλαχθείη ἔτι τε καὶ ἔτι εὐεκτοῦν, εὐθηνοῦν εἰς καύχημα καὶ ἐμοὶ ὡς παρακλήτορι εἰς ἡμέραν Χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.

Ἀβολίῳ καὶ Ἰωάννῃ μονάζουσιν Προσηγορίαν ὑμῶν τῶν ἁγίων κομισάμενος παρὰ Ἠσαΐου τοῦ θεοφιλεστάτου ἐπισκόπου καὶ πνευματικοῦ πατρὸς οὐ μόνον ἐξεδιδάχθην, τίς ἡ ὁσία καὶ πατρικὴ ὑμῶν δυάς, ἀλλὰ γὰρ καὶ προετράπην χαράξαι ὑμῖν τήνδε τὴν οἰκτρὰν συλλαβήν. ἡμεῖς δὲ ταπεινοὶ μὲν καὶ ἁμαρτωλοί, ὅμως φιλοῦντες ὑμᾶς ἀνάψαι εἰς ἀγάπην, ἧς οὐδὲν προτιμότερον, ἄλλως τε καὶ ὑπακοὴν πληροῦντες, ἐπεδώκαμεν ἑαυτοὺς τῷ γράμματι. καὶ δὴ εὐχαριστοῦμεν τῷ θεῷ ὅτι καὶ ὑμεῖς ἐν τῷ σεισμῷ τῆς εἰκονομαχικῆς αἱρέσεως ἄσειστοι διεμείνατε, ἅγιοι πατέρες, μὴ ἁλόντες τῇ κατ᾽ αὐτὴν ψυχοφθόρῳ κοινωνίᾳ, ἀλλὰ τῇ φυγῇ τὸν τοῦ διωγμοῦ θεομακάριστον στέφανον κομισάμενοι, ἄξιον ὄντως τῆς. ἀρετῆς καὶ κατάδηλον τῶν προδιηνυσμένων ὑμῖν ἀσκητικῶν ἀγώνων· διότι ἐκ τῶν ἤδη φθασάντων ἀπόδειξιν ἐκφέρει πᾶς τις τοῦ προτέρου βίου. εὖ τε καὶ ὡς ἑτέρως ἔχει· οἱ τὴν ὁσιότητα ἀμπεχόμενοι ἐνεδύσασθε καὶ τὴν ὁμολογίαν Χριστοῦ, ἀμφικαλλεῖς γενόμενοι.

ὁμολογία γὰρ Χριστοῦ, πατέρες, ἡ τῆς ἁγίας αὐτοῦ εἰκόνος ὑπερμάχησις, ὡς καὶ ἔμπαλιν ἀθετῶν ἐστι Χριστὸν ὁ ταύτην ἐξαρνούμενος· διότι, φησὶν ὁ Μέγας Βασίλειος, ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει, καὶ ἐν ἑκατέρῳ ἑκάτερον καὶ ὁρώμενόν ἐστι καὶ προσκυνούμενον, κἂν Λέων ὁ θηριώνυμος καὶ τοῦ σατανᾶ ὑπηρέτης ζήλῳ τῆς τοῦ πάλαι Κωνσταντίνου δυσσεβείας μανεὶς ἐμάνη κατὰ Χριστοῦ, τῆς τε ἁγίας μητρὸς αὐτοῦ καὶ παντὸς ἁγίου· οὗ τὸ μνημόσυνον ὄλοιτο μετ᾽ ἤχους ἀναθέματος αἰωνίου. ὑμεῖς δὲ φυλαχθείητε τῇ τοῦ θεοῦ ἐκκλησίᾳ στῦλοι καὶ ἑδραιώματα, ἡμῖν τε τοῖς ταπεινοῖς πρὸς θεὸν τὸν ἀγαθὸν προασπισταί τε καὶ παρακλήτορες, ὡς ἂν τὴν πίστιν ἐνεργουμένην δι᾽ ἀγάπης ἔχοντες σωθείημεν ἀπὸ τοῦ πονηροῦ.

Ἐπειδὴ δὲ ἐπεστείλαμεν, τὸ τῆς ἀγάπης ἔργον πληροῦντες, καὶ ἀντιδεξοίμεθα λόγον ἐγγράμματον, ἵνα μᾶλλον καὶ γνωρίσωμεν ἀλλήλους καὶ ὡς ὁρῶντες ὁρώμενοι τῇ γραμματικῇ προσφωνήσει διαμενοῦμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· οὗ ἡ ἄχραντος εἰκὼν σωτηρία κόσμου, τῆς εἰδωλικῆς πλάνης ἀντίθετος.

Τῇ περὶ τὸν πνευματικὸν υἱὸν Γρηγόριον ἀδελφότητι Ἀδελφοὶ καὶ πατέρες, παρακληθεὶς ὑπὸ τοῦ πατρὸς ὑμῶν ὡς πατὴρ κἀκείνου καὶ ὑμῶν δι᾽ ἐκείνου λαλῆσαι ὑμῖν τὰ πρὸς σωτηρίαν, καὶ ἐπείσθην εἰκότως καὶ φθέγγομαι ὁ ταπεινός, ἔνθεν ἑλών. ἡ σωτηρία ἡμῶν, τέκνα ἀγαπητά, πιστεύειν ὀρθῶς εἰς τὴν Ἁγίαν Τριάδα καὶ ἔργα ἔχειν μαρτυρούμενα ὑπὸ τῶν ἁγίων ἐντολῶν τοῦ θεοῦ. ἐν γὰρ Χριστῷ Ἰησοῦ, καθώς φησιν ὁ ἀπόστολος, οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι᾽ ἀγάπης ἐνεργουμένη· καὶ ὁ μὲν τῆς πίστεως λόγος εἰς τὸ τῆς ὀρθοδοξίας δόγμα, ὁ δὲ τῆς ἀγάπης εἰς τὸ τῆς εὐπραξίας θεώρημα ἀναφέρεται.

Πιστεύομεν οὖν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, ἅπερ ἐστὶ τρία πρόσωπα, μία φύσις, μία δύναμις, μία ἀρχικὴ τῶν ἁπάντων βασιλεία, ἐν ἑνὶ ὡς φύσει καὶ θελήσει καὶ ἐνεργείᾳ προσκυνουμένη κράτει καὶ κλέει. πιστεύομεν ὡς ὁ εἷς τῆς Ἁγίας Τριάδος, ὁ υἱὸς καὶ λόγος τοῦ θεοῦ καὶ πατρός, δι᾽ ἄκραν ἀγαθότητα κενώσας ἑαυτόν, μορφὴν δούλου ἔλαβεν ἐν τῷ καθ᾽ ἡμᾶς εἴδει ὀφθείς· τοῦτο γάρ ἐστιν, ὅ φησιν ὁ Θεολόγος, καὶ ὁ λόγος σάρξ ἐγένετο, καὶ ὅ φησιν ὁ μέγας ἀπόστολος, θεὸς ἐφανερώθη ἐν σαρκί. καὶ ἔστιν εἷς καὶ ὁ αὐτὸς ἐν δυσὶ φύσεσιν, τέλειος θεὸς καὶ τέλειος ἄνθρωπος, καὶ ἐν ἑκατέρῳ τελείῳ οὐχ ὑφείς τι ἰδίωμα ἀπρόσληπτον, ἔχων δὲ μᾶλλον πάντα τὰ τοῦ πατρὸς θεϊκῶς καὶ πάντα τὰ τῆς μητρὸς ἀνθρωπικῶς, ὡς υἱὸς γνήσιος. ὡς οὖν ἐκ πατρὸς ἀπερίγραπτος, οὕτως ἐκ μητρὸς περιγραπτός, ἤγουν ἐξεικονιζόμενος μητρομοίως.

Οἱ οὖν εἰκονομάχοι, περὶ ὧν καὶ τὸ ταῦτα δογματίζειν, μὴ ὁμολογοῦντες αὐτὸν περιγράφεσθαι εὑρίσκονται ἀσφαλῶς μηδὲ ὁμολογεῖν αὐτὸν γνήσιον υἱὸν τῆς μητρός· ποῦ γὰρ τὸ γνήσιον καὶ οὐ πάντῃ μᾶλλον ἀλλότριον, ἂν μὴ κατὰ τὴν γεννήσασαν ἐν πᾶσι τοῖς φυσικοῖς ἰδιώμασιν εἶεν ἂν καὶ τὸ γέννημα; ὡς γὰρ κατὰ τὴν περιγραφὴν οὐδεμίαν κοινωνίαν ἔχει πρὸς τὸν πατέρα, ἀλλὰ πρὸς τὴν μητέρα, οὕτως οὐδὲ κατὰ τὴν ἀγραφίαν τὸ ἔμπαλιν· πρὸς τὸν γεννήσαντα γὰρ ἡ κοινωνία, οὐ πρὸς τὴν τεκοῦσαν. οὕτως τὸ ὀρθὸν δόγμα τῆς ἀληθείας, αὕτη ἡ ἀποστολικὴ πίστις, περιγραπτὸν ὁμολογεῖν τὸν Χριστὸν ἐν σαρκί. καὶ γοῦν ὁ Μέγας Βασίλειος, ἐγγραφέσθω τῷ πίνακι καὶ ὁ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός, καὶ τὴν ἐγγεγραμμένην εἰκόνα τιμᾶν, ὡς ἐν αὐτῇ προσκυνουμένου Χριστοῦ. ἐν γὰρ τῇ εἰκόνι βοᾷ ὁ χρυσοῦς Χρυσόστομος ἰδεῖν ἄγγελον· καὶ εἰ ἀσώματον ἐν εἰκόνι, πόσῳ οὖν μᾶλλον τὸν ἐνσώματον λόγον; καὶ εἰ ὁρᾷ, δῆλον ὅτι καὶ προσκυνεῖ ἐν εἰκόνι τὸν ἄγγελον ὥσπερ καὶ τὸν Χριστόν· τὸ γὰρ ἀξιωθῆναι ἰδεῖν ἐν γραφῇ ἴσον ἐστὶ τῷ προσκυνεῖν. ἐπείπερ καὶ ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει, ὡς πάλιν φαίη ὁ θεῖος Βασίλειος.

ἀρνηταὶ τοιγαροῦν εἰσι Χριστοῦ οἱ τῆς εἰκόνος αὐτοῦ ὑβρισταί, διὰ τῆς ἐπ᾽ αὐτῇ ἀθετήσεως εἰς αὐτὸν τὴν ἀθέτησιν ἀναφέροντες, κἂν λέγωσιν ὁμολογεῖν Χριστόν· ἐπεὶ καὶ τὰ δαιμόνια ὁμολογοῦσι, φησί, θεόν, τοῖς δὲ ἔργοις ἀρνοῦνται.

Μέγα οὖν, ἀδελφοί, τὸ ἀσέβημα αὐτῶν καὶ μεγάλη ἡ ὁμολογία ἡμῶν καὶ οὔ τί που ἀποδέουσα τῶν πάλαι μαρτύρων. στῆτε οὖν κραταιοί, μηδόλως ὀκλάζοντες περὶ τῶν ἤδη ἀποδεικτικῶς ἠληθευμένων, ἀλλὰ ταύτῃ τῇ πίστει μέχρις αἵματος, εἰ καλοίη καιρός, ὑποδυόμενοι τοὺς ἀγῶνας. ἐντεῦθεν ἀνατέλλει καὶ ὁ φαεινὸς βίος, ἐξ ἡλίου ἥλιος, ἐπείπερ θάτερον θατέρου μαρτύριον ὁ ἀδελφόθεος ἀποδέδειχεν εἶναι. ἀγαπᾶτε τὸν θεὸν ἐξ ὁλοκλήρου τῶν τριῶν δυνάμεων, καθὼς ἡ ἐντολὴ κελεύει, ἀγαπᾶτε καὶ ἑαυτοὺς ὡς μέλη Χριστοῦ· ἐν τούτῳ γάρ, φησί, γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. διὰ πίστεως ἄγετε τὸν καθηγούμενον ὑμῶν. μηδεὶς ἔστω ἀνεξαγόρευτος αὐτῷ· ὁ γὰρ τοιοῦτος ὀφιοτρόφος. μηδεὶς χλιαρόπιστος· ὁ γὰρ τοιοῦτος ἀμέτοχος τῆς τοῦ Ἁγίου Πνεύματος ζέσεως. μηδεὶς κρυφιοκτήμων· ὁ γὰρ τοιοῦτος ἰουδοκλέπτης. μηδεὶς ἰδιόγνωμος· ὁ γὰρ τοιοῦτος ἐξωμόναχος. μηδεὶς παρρησιοποιός· ὁ γὰρ τοιοῦτος φθορεργάτης. μηδεὶς κλεψιφάγος· ὁ γὰρ τοιοῦτος δουλόμοιος. μηδεὶς ἐν μηδενὶ διδοὺς προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ὡς βοᾷ ὁ ἀπόστολος, ἀλλ᾽ ἐν παντὶ συνιστῶν ἑαυτὸν ὡς θεοῦ διάκονος ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν στενοχωρίαις καὶ τοῖς λοιποῖς, οἷς αὐτὸς ἀπηριθμήσατο, καταρτίζων τὸν ἀληθινὸν χριστιανόν.

εἰ δὲ ὁ ὑπήκοος οὕτως, τί καὶ πόσον ἀπαιτοῖτο ὁ καθηγούμενος, τύπος ἀγαθὸς ὧν διδάσκει ὀφείλων προκεῖσθαι;

Μέγας ὁ ἀγών, ἀλλὰ καὶ ὁ μισθὸς ἀπειροπλάσιος, βασιλεία οὐρανῶν, ἧς ἀξιωθείημεν καὶ ἄρχοντες καὶ ἀρχόμενοι, θείως βιοτεύοντες ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

Κανονικαῖς Πριγκίπου Χθὲς ἰδὼν ὑμᾶς, τὰς ἐν Κυρίῳ ἀδελφάς, ἐπεὶ κατεπεῖγον ἦν διὰ τὴν τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου ἀσθένειαν, ἐκωλύθην ὑμῖν λαλῆσαι ὅσον ἐχρῆν· νυνὶ δὲ διὰ τοῦ γράμματος τὸ ἐλλιπὲς ἀναπληρῶσαι καλῶς ἔχειν ἐνόμισα. εἶδον ὑμῶν τὴν ἀδελφότητα ὅση καὶ ἡλίκη, ὅτι τε καὶ πλήθει ηὐξημένη καὶ συνέσει διαφέρουσα, καὶ ἐδόξασα τὸν ἀγαθὸν θεὸν ἡμῶν, ὃς συνήγαγεν ὑμᾶς τοσοῦτον πλῆθος ἐπὶ τὸ αὐτὸ τῷ σταυροφόρῳ βίῳ δουλεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ. τίνα οὖν ἐπαινέσω, τὴν καθηγουμένην πλέον ἢ ὑμᾶς τὰς ἑπομένας καὶ ὑποτασσομένας; ἀμφότεραι ἐγκωμίων πλήρεις, αἴνων καὶ ἐπαίνων· καὶ οὐ μόνον κατὰ τὸ συναφὲς τῆς πνευματικῆς ζωῆς, ἀλλ᾽ ὅτι καὶ βίῳ ἠκριβωμένῳ κατά τε ἐγκράτειαν καὶ τὴν ἐφ᾽ ἑαυταῖς δουλείαν καὶ πᾶσαν διακονίαν, καθὰ μεμάθηκα, διατηρεῖσθε.

Εὐλογημέναι ὑμεῖς ἐν Κυρίῳ· μακάριον τὸ σύνταγμα ὑμῶν· αἰνετὸν τὸ πολίτευμα ὑμῶν. πᾶσαι νύμφαι Χριστοῦ· ἑκάστη παρθένος, ᾀσματικῶς εἰπεῖν, κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη, ῥόδον εὐοσμίας θεοῦ, κρῖνον ἀχραντίας. ὢ καλοῦ παραδείσου· ὢ λειμῶνος θεοτερποῦς. Χριστὸς ἐν μέσῳ ὑμῶν, ὅς ἐστι τὸ ξύλον τῆς ζωῆς.

Ἀλλ᾽ ἐπειδὴ πρὸς πεῖραν καὶ δοκιμὴν ἀρετῆς ἔστι καὶ τὸ φυτὸν τὸ ἀπειρημένον, ὅπερ ὡραῖον εἰς κατανόησιν, οὐ μὴν ὅπερ φαίνοιτό ἐστιν, ἀλλὰ πικρὸν καὶ θανάσιμον τῇ μεταλήψει (καὶ τί τοῦτο ἀλλ᾽ ἡδονή, ὑφ᾽ ἧς ἑάλω Εὔα ἡ προμήτωρ;), ὑπομνήσκομεν καὶ παραινοῦμεν μήποτε ἅψασθαι ὑμᾶς τοῦ θανασίμου καρποῦ, ἀλλὰ μεταλαμβάνειν τῆς ἐντολῆς τοῦ πανωραίου καὶ ἀληθινοῦ ὡς ἀληθῶς καρποῦ, ὑπακοῇ καὶ ταπεινοφροσύνῃ κεχρημένας, ἀγάπῃ τῇ εἰς ἀλλήλας καὶ ἀφθονίᾳ, ἀκτημοσύνῃ καὶ εἰρηνοποιΐα. οὕτω γὰρ βιοῦσαι δοξάσοιτε τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι, καθὰ βοᾷ ὁ ἱερὸς ἀπόστολος· οὕτω καὶ μᾶλλον πληθυνθήσεσθε· οὕτω κἀνταῦθα ὀνομασθήσεσθε ὀνόματι ὁσιότητος καὶ ἐν τῷ μέλλοντι αἰῶνι συνδοξασθήσεσθε· εἴπερ γὰρ συμπάσχομεν, καὶ συνδοξασθησόμεθα, γέγραπται. καὶ τί λοιπὸν ὡραιότερον ὑμῶν; τί δὲ σεβασμιώτερον θυγατέρας θεοῦ καλεῖσθαι, ἀναθήματα ἱερά, ναοὶ παρθενίας;

Ἐπεὶ οὖν ταῦτα, χαίρετε, ἀδελφαί, ἐν Κυρίῳ, χαίρετε, μισοῦσαι τὴν χαρὰν τοῦ κόσμου, μισοῦσαι τὸ πρὸς τοὺς κατὰ σάρκα ἰδίους προσπαθές, μισοῦσαι τὸ κλῆρον ἔχειν ἐπὶ γῆς, μισοῦσαι τὰ κατὰ κόσμον ἐραστὰ ἅπαντα. ἐπείπερ ὑμῶν τὸ πολίτευμα ἐν οὐρανοῖς, καὶ κληρουχία ἡ βασιλεία τῶν οὐρανῶν, καὶ νυμφίος αὐτὸς Χριστός, ὁ κεκληκὼς ὑμᾶς ὀπίσω αὐτοῦ ἀκολουθεῖν καὶ εἰσάξων διὰ τελειώσεως εἰς τὸν ἐπουράνιον νυμφῶνα μετὰ τῶν φρονίμων παρθένων.

Ταῦτα δὴ ἐπ᾽ ὀλίγον, ὡς ἂν γνῶτε ὅτι ἐν Πνεύματι Ἁγίῳ ὡς ἀδελφὰς ὑμᾶς λελογίσμεθα καὶ ἐπευχόμεθα τὰ κρείττονα.

Μαρίᾳ παρθενευούσῃ Ἐπειδὴ καὶ ἅπαξ καὶ δὶς ἀποστολὰς ἐφθάσαμεν παρὰ τῆς τιμιότητός σου δέξασθαι, ἀναγκαῖον ἐκρίναμεν μὴ μόνον ψιλῇ προσρήσει, ἀλλὰ καὶ διὰ γράμματος προσαγορεῦσαι τὴν σεμνοπρέπειάν σου· καὶ οὐ τοσοῦτον διὰ τὰς ἀποστολάς, ὅσον διὰ τὴν σεμνότητά σου· μανθάνομεν γὰρ ὅτι τὸν ἐν παρθενίᾳ βίον εἱλαμένη δουλεύειν τῷ Κυρίῳ κατεδέξω ἐν ὁσιότητι καὶ δικαιοσύνῃ. τί γὰρ κρεῖττον παρθενίας, ἧς ἡ μέριμνα πῶς ἀρέσει τῷ Κυρίῳ, πῶς ἐπιτεύξεται τῶν μελλόντων ἀγαθῶν, πῶς δυνηθείη διαδράσαι τὰς πολυπλόκους μεθοδείας τοῦ διαβόλου; ἡ δὲ ὑπὸ γάμον τελοῦσα τοὐναντίον, πῶς ἀρέσει τῷ ἀνδρί, πῶς τὰ τοῦ κόσμου εὖ διαθείη, ἡ περικλυζομένη τοῖς ἁλμυροῖς κύμασι τοῦ βίου ἐν τῷ φροντίζειν περὶ τέκνων τε καὶ δούλων καὶ δουλίδων καὶ πρό γε τούτων τὰ περὶ ἀρέσκειαν τοῦ ἀνδρός, οὕπω δυναμένη ὑπερανεστάναι τῶν στροφῶν τοῦ κόσμου καὶ τῷ τῆς διανοίας πτερῷ κουφίζεσθαι πρὸς Κύριον.

Σὺ οὖν, ὦ καλλίστη γυναικῶν, μακαρία ὡς ἀληθῶς καὶ τρισμακαρία, ὅτι τὴν ἀγαθὴν μερίδα ἐξελέξω μετὰ Μαρίαν ἐκείνην τὴν ἀοίδιμον, οἱονεὶ παρακαθεζομένη παρὰ τοὺς πόδας Ἰησοῦ καὶ ἀκούουσα δι᾽ ἀπραγμονεστέρου βίου τὸν λόγον αὐτοῦ. ἡγίασας ἑαυτὴν ὡς κειμήλιον θεῷ ἀναθεμένη τὴν ζωήν σου. ἐξευγένισας, τὸ αἷμά σου ἐν Πνεύματι Ἁγίῳ, καλὸν ὑπόδειγμα ἑαυτὴν προθεμένη. τί γὰρ καὶ κερδήσουσιν αἱ ὑπὸ ζυγόν, εἰ μή τι ἄρα ἐκζητήσοιεν καὶ ψηλαφήσοιεν καὶ αὐταὶ τὸν θεὸν καθ᾽ ὅσον οἷόν τε; οὐχὶ πᾶσαι συζυγίαι ἀποζεύγνυνται διὰ θανάτου; οὐχ ὡς ὄναρ τὰ ὡραῖα τοῦ τῇδε βίου ἀπέρχονται; ὅσα δὲ περὶ τὸν γάμον ἐλεεινά. οἱ μὲν ἄπαιδες, οἱ δὲ κακόπαιδες. πενίαι καὶ πλοῦτοι, αἱ μὲν πιέζουσαι καὶ οἱονεὶ ἀποτηγανίζουσαι, οἱ δὲ μεταρριπτούμενοι ὡς ἐν κύβοις ἐκ τῶνδε εἰς τόνδε. παστάδες ἐγειρόμεναι, ἀλλὰ καὶ μετὰ θρήνους καταλυόμεναι, θρῆνοι καὶ κοπετοί, ἀλλεπάλληλοι συμφοραί, ὧν πλήρης ὁ βίος καὶ τὰ παραδείγματα πρὸ ὀφθαλμῶν.

Σὺ δὲ τούτων πάντων ἀπέφυγες, καλλιπάρθενε, κατοικοῦσα μονοτρόπως ἐν οἴκῳ, φυλαττομένη ὡς ῥόδον εὐωδίας Κυρίῳ τῇ παρθενίᾳ, ἔχουσα μὲν οὖν γε πάντως καὶ θλιπτικὰ ἔκ τε ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν· ἐπειδὴ ὅπου ἀνάθημα Κυρίῳ, ἐκεῖ ὁ λῃστὴς ἐφεδρεύει κλέψαι καὶ συλῆσαι τὸ ἱερόν. ἀλλὰ θάρσει ἐν Κυρίῳ, ἐν ᾧ πέποιθας, ἐν ᾧ στέργεις τοὺς κόπους, ὅτι αὐτὸς φύλαξ τῆς ζωῆς σου, ἐπίκουρος καὶ βοηθὸς ἐν ταῖς θλίψεσιν· ὃς καὶ τελειῶν σου τὸν δρόμον ἀξίαν σε ποιήσει τῆς οὐρανίου βασιλείας αὐτοῦ.

Ταῦτά σοι παρ᾽ ἡμῶν τῶν ἁμαρτωλῶν προσπεφώνηται, ἵν᾽ εἰδείης ὅτι, ἡ τοῦ Κυρίου δούλη, καὶ ἡμᾶς τοὺς σπεύδοντας δουλεύειν τῷ Κυρίῳ ἔχεις κατὰ πνεῦμα ἀδελφούς σου ὥσπερ καὶ ὁμοδούλους κατὰ φύσιν, ὑπερευχομένους σου τῆς τιμιότητος.

Τῇ ἀδελφότητι Κιζάρων Ἡ ἀγγελία τῆς κοιμήσεως τοῦ πνευματικοῦ ἡμῶν καὶ ὑμῶν πατρός, ἠγαπημένοι ἀδελφοί, ἐθρόησεν ἡμῶν τὴν ψυχήν, ὡς τὸ εἰκός, καὶ εἰς στεναγμὸν ἤγαγεν θλιπτικόν, οὐ διὰ τὸν κοιμηθέντα (μακάριος γὰρ ἐκεῖνος μακαρίῳ βίῳ τελειωθείς, ἐπειδὴ καὶ μονάζων δόκιμος καὶ ἕως γήρους ἐξησκηκὼς ἄριστα καί, τὸ κεφάλαιον, πεφυλαγμένῃ καὶ ὀρθοδόξῳ πίστει μετὰ διωγμῶν καὶ τῶν ὑπὲρ τοῦ καλοῦ ταλαιπωριῶν ἐξεληλυθὼς τῶν ἐνθένδε καὶ οἱονεὶ ἐστεφανωμένος τῆς ὑπὲρ Χριστοῦ ὁμολογίας δικαιοσύνῃ), ἀλλὰ δι᾽ ἡμᾶς, μᾶλλον δὲ ὑμᾶς αὐτούς, τοὺς καὶ ἐναφεθέντας ὡς ποίμνιον ἠπορημένον τῇ τοῦ καλοῦ ποιμένος μεταστάσει. καὶ γὰρ ἕλκει πρὸς οἶκτον καὶ συντριμμὸν καρδίας ἡ τοῦ προεστῶτος μνήμη, ἀναθεωρουμένη κατὰ τόπον καὶ τρόπον τῆς ἐν Κυρίῳ ἀφηγήσεως· πῶς ὃν μὲν παρεκάλει συμπίπτοντα, ὃν δὲ ἐπέπληττεν θρασυνόμενον, ἕτερον προσεκαλεῖτο ἀφηνιάζοντα καὶ ἄλλον διύπνιζεν νωθρευόμενον, πραότητι καὶ ἐπιεικείᾳ διέπων κατὰ μίμησιν αὐτοῦ τοῦ εἰπόντος δεσπότου, μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ ἁπλῶς ἐν πᾶσιν οἷς διέπρεπεν ἐν μέσῳ ὑμῶν ὡς ἑωθινὸς ἀστήρ. ἄλλως τε καὶ τῷ πολυχρονίῳ ἔθει βαρύνειν εἴωθεν τὴν ψυχὴν σφόδρα ὁ τοῦ πατρὸς χωρισμός.

Ἀλλὰ τί ποιήσωμεν, ἀδελφοί, πρὸς νόμον θεοῦ οὕτω κελεύοντα, γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ; μᾶλλον δὲ ἐκδημία πρὸς Κύριον ἡ διάζευξις. ἐπετράπη τὴν μετάστασιν καὶ ἐξῆλθεν τοῦ σώματος. ἐχωρίσθη ἀφ᾽ ὑμῶν καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καλὸν ὑπόδειγμα τὸν ἑαυτοῦ βίον τῆς ἀρετῆς ὁμοίωσιν ἐγκαταλελοιπὼς ὑμῖν. τί οὖν λοιπόν ἐστι τὸ ζητούμενον; εἰς ἑαυτοὺς ὑμᾶς γενέσθαι καὶ παρακαλέσαι ἀλλήλους ἐν Πνεύματι Ἁγίῳ. καὶ καθὼς ὑμῖν εἴασεν τὸν κύριον Ἀντώνιον καθηγούμενον, τῷ αὐτῷ κανόνι καὶ τοῖς αὐτοῖς ἴχνεσιν τῆς εὐσεβείας ἀπάρξασθαι ὑμᾶς πολιτεύεσθαι, φρουροῦντας τὴν πίστιν καὶ ὑπὲρ αὐτῆς κακοπαθεῖν, εἰ δέοι, μέχρι θανάτου κατὰ τὸν παρόντα διωγμὸν καὶ μηδαμῶς προδοῦναι τὴν ἀλήθειαν, τήν τε ἀγάπην πρὸς ἀλλήλους καὶ τὴν πρὸς τὸν καθηγούμενον ὑπακοὴν παντὶ σθένει ἀσπάσασθαι. τοῦτο γὰρ πρὸς τὴν ὑμῶν σωτηρίαν, τοῦτο καύχημα καὶ τῷ μακαρίῳ ἐκείνῳ εἰς ἡμέραν Χριστοῦ, τοῦτο καὶ ἡμῖν τοῖς φίλοις καὶ ἀδελφοῖς ὑμῶν ἐρασμιώτατον. οὕτω γὰρ περιπατοῦντες κάλλιστα ἕξετε ἡμᾶς συνεπομένους ὑμῖν, ὅσον οἷόν τε, εἰς τὰ πρὸς Κύριον, ἀδελφοί τιμιώτατοι.

Ἐφραὶμ καὶ Ἀγάθωνι καὶ τοῖς λοιποῖς τέκνοις Ὅτι ἐκοιμήθη ὁ μακάριος Λαυρέντιος, ἐκείνῳ μὲν ἀνάπαυσις ὁ θάνατος· ἀνδρὶ γὰρ ἀγαθῷ πῶς οὐχὶ τοῦτο ἀπαντήσεται, ἀπὸ κόπων ἀσκητικῶν μεταβάντι τοῦ βίου, μᾶλλον δὲ ἀπὸ τοῦ κατὰ δικαιοσύνην διωγμοῦ ἐνδημήσαντι πρὸς Κύριον, οὗ τῶν ἀρετῶν μάρτυρες πολλοί; ὑμῖν δὲ συνέβη, ἀδελφοὶ τιμιώτατοι, ἐπεὶ καὶ ἡμῖν τοῖς ταπεινοῖς, τὸ λυπηρόν, ἀπολέσασι δόκιμον μοναστήν, τίμιον ἀδελφόν, εἰς κεφαλὴν καθιστάμενον τῆς κατὰ ψυχὴν ὁδηγίας. ἀλλ᾽ ὅμως τὸ λυπηρὸν εἰς χαρὰν ἀμφοτέροις περιετράπη, διότι ἐκλεκτὸς θεοῦ ὁ ἁρπασθεὶς ἀφ᾽ ὑμῶν κελεύσει θεοῦ τοῦ ἀγαθοῦ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ. διὸ κἀγὼ ὁ ταπεινὸς χαίρω καὶ συγχαίρω ὑμῖν, ὅτι παρεπέμψαμεν πρὸς τὸν Κύριον τηλικοῦτον σκεῦος. ἐκλογῆς γὰρ σκεῦος ὁ ἀληθῶς Λαυρέντιος, πρῶτον μὲν διὰ τῆς ἀψευδοῦς ἀποταγῆς καὶ ὑποταγῆς, δεύτερον διὰ τῆς φιλαρέτου σπουδῆς τε καὶ προκοπῆς· ἐξ ὧν καὶ ἱερωσύνης ἠξίωται καὶ πολλῶν ἀδελφῶν ἐπιστασίας ἀνεδέξατο ἀξίωμα, φιλητῶς ποιμαίνειν χρήσιμος τῇ ποίμνῃ, ζῶν θεῷ καὶ τῷ καθηγουμένῳ ὡς ἀληθῶς, ἀλλ᾽ οὐ κόσμῳ καὶ τοῖς κατὰ κόσμον πράγμασιν. οὗ καὶ ἐξορίαι διὰ Κύριον καὶ διωγμοί, καὶ πρότερον καὶ ὕστερον, οὗ καὶ οἱ πόδες ὡραῖοι, γραφικῶς εἰπεῖν, ὧδέ τε κἀκεῖ περιιόντος καὶ εὐαγγελιζομένου τοῖς ἀδελφοῖς τὰ σωτήρια ἐπαγγέλματα.

μύρον ὁ πνευματικὸς αὐτοῦ ἱδρώς, δρόσος ἱερὸς ὁ ἐναγώνιος αὐτοῦ δρόμος τῆς ἀρετῆς. ὃς προσληφθεὶς ἐν αὐτῷ τῷ παρόντι διωγμῷ, τί ἄλλο ἢ τὸν ὑπὸ Κυρίου μακαρισμὸν ἀνεδήσατο; καὶ νῦν ἐκεῖνος μέν ἐστιν ἐν οὐρανῷ, συμπολεύων τοῖς ὁμοταγέσιν, ἡμεῖς δὲ ἔτι ἐπὶ τοῦ ἀγῶνος ἱστάμενοι καὶ ἐπὶ φόβον τροπῆς κείμενοι· οὐ γάρ ἐστι μακαρισμὸς τέλειος ἀνθρώπου ἕως ἀποβιώσεως διὰ τὸ ἄδηλον τῆς ἐκβάσεως.

Διὸ παρακαλῶ ὑμᾶς, ἀδελφοί, γρηγορεῖν καὶ νήφειν, ἀνδρίζεσθαι καὶ κραταιοῦσθαι ἐν τῷ προκειμένῳ ἀγῶνι τοῦ τε νοητοῦ καὶ αἰσθητοῦ διωγμοῦ· δεδίωκται γὰρ ἀεὶ ὁ κατὰ θεὸν ζῶν ὑπὸ τοῦ ἀοράτου διώκτου εἰς κατάληψιν ἁμαρτίας. ὃν φύγωμεν, γενναῖοι στρατιῶται Χριστοῦ. πῶς δὲ ἔστι φυγεῖν; τῷ ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ γενέσθαι διὰ τῆς εἰς ἅπαν εὐαρεστήσεως αὐτοῦ. ἔσται δὲ τοῦτο, ἐὰν μὴ ἰδιοβούλως, ἀλλὰ κοινοβιακῶς ζήσητε, δηλονότι ἔχοντες τὸν ἀδελφὸν Ἐφραὶμ προκαθηγούμενον, καθὼς κἀκεῖνος εἴασεν καὶ ἡμεῖς συνευδοκοῦμεν καὶ ὁ χρόνος καὶ ὁ τρόπος ἀπαιτοίη. ἔστωσαν πάντα κοινά, τὸ ἐμὸν καὶ τὸ σὸν ἐξοριζέσθω, ἡ ἀγάπη χαρακτηριζέτω, ἡ ὑπακοὴ φυλαττέτω· καί, εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε, φησίν, ἐὰν ποιῆτε αὐτά.

Προκοπίῳ μονάζοντι Ἄρτι ἐπιστέλλω τῇ τιμιότητί σου, ὁπότε τὸν διάκονον τοῦ γράμματος ἐμόν τε καὶ σὸν εὗρον, οὐ μὴν ἀλλὰ καὶ παρορμήσαντά με εἰς αὐτὸ τοῦτο, ὡς καὶ τῆς εὐσεβείας σου οὕτως ἐπιζητούσης καὶ φιλούσης. ἀλλὰ χαῖρε, ὦ ἄνθρωπε τοῦ θεοῦ, χαῖρε, φίλων ἄριστε καὶ μάλα τῶν ἀρχαίων, χαῖρε, ὁ εὐλαβείᾳ περιβόητος καὶ ἐν γνώσει ἐξακουτιζόμενος. ποῦ ποτε ἀπολέλοιπας ἡμᾶς, τοσούτοις χρόνοις ὑποκρύψας σου τὸ τίμιον πρόσωπον; τίς δὲ ὁ τρόπος τῆς κατὰ τὴν ἑστίαν περιορίσεώς σου, μήπω προϊόντος καὶ ἐμφανιζομένου δημοσίᾳ; καὶ τρίτον, ἵνα παρρησιαστικώτερον φήσω, μᾶλλον μὲν οὖν ἀγαπητικώτερον (ἀγάπης γὰρ ἴδιον τὸ μὴ ὑποστέλλεσθαι ἐν ταῖς ὠφελίμοις πρὸς τὸν ἀγαπώμενον ὑπομνήσεσιν), τίς ἡ ἐργασία σου αὕτη, πεφευγότος κόσμον διὰ τῆς μοναχικῆς τελειώσεως καὶ οἴκαδε πάλιν ἀναστρέψαντος, λυθέντος δεσμῶν προσπαθείας (τοῦτο γὰρ ἡ ἀποταγὴ) καὶ αὖθις δεθέντος τῇ συνοικήσει τῆς κυρίας τῆς ὁμοζύγου καὶ τῶν θεοφυλάκτων τέκνων; καί, ὃ ἔτι ξενικώτερον, ἀποκαρθέντος τῷ τῆς ἑνιαίας ζωῆς ἰδιώματι καὶ τελειωθέντος τῷ θείῳ μυσταγωγήματι, καὶ αὖθις καρηκομῶντος ἐρημικοειδεῖ πολιτεύματι;

ἕκαστος, φησὶν ὁ ἀπόστολος, ἐν τῇ κλήσει ᾗ ἐκλήθη μενέτω· καὶ πάλιν ἑτέρωθι, ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ· καὶ ἀλλαχοῦ πάλιν αὐτὸς περὶ ἑαυτοῦ, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. καὶ ἕκαστος ἐκ τοῦ ἰδίου σχήματος γνώριμον ἑαυτὸν καθίστησιν, στρατιώτης ἐκ τοῦ φορεῖν μάχαιραν, ἀστικὸς ἀπὸ τοῦ φορεῖν περιβόλαιον. καὶ ἁπλῶς ἕκαστος σχεδὸν τῶν ἐν ἀρχαῖς ἢ τέχναις ἢ μεθόδοις τὰ προσήκοντα αὐτῷ σκεύη ἐπιφέρεται· οὔτε γὰρ ἰατρὸς ποιμαντικὴν ῥάβδον ἕλοιτο βαστάζειν οὔτε ποιμὴν ἰατρικὸν ὄργανον ἐπὶ χεῖρα ἔχοι. εἰ δὲ ταῦτα οὕτως, πολλῷ γε μᾶλλον ἐπὶ τῶν πνευματικῶν καὶ μεγίστων οὐκ ὀφείλει τις παρὰ τὰ οἰκεῖα τῆς καταστάσεως οὔτε ζῆν οὔτε μετασχηματίζεσθαι, ἵνα μὴ τὸ ἐπηρτημένον παρὰ τοῦ Κυρίου κρίμα ὡς τὸν κόσμον σκανδαλίζων ἀποίσῃ. οὗ φύγοιμεν, ὦ τριπόθητε, καὶ μάλιστα ἡμεῖς οἱ καὶ γνώσει καὶ βαθμῷ τῶν πολλῶν διαφέροντες· ἐπειδὴ κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσιν, ὁ δὲ ἐλάχιστος σύγγνωστος, καθὰ γέγραπται. καὶ πάλιν ὁ Κύριος· ᾧ παρέθετο πολύ, περισσότερον ἀπαιτήσουσιν.

Μὴ οὖν, παρακαλῶ, ἡμεῖς οἱ ὀφείλοντες φῶς εἶναι τῶν ἐν σκότει τοὐναντίον ὦμεν, μηδὲ οἱ ἁλίζειν εὐαγγελικῶς τεταγμένοι μωρανθείημεν ἐξ ἀπροσεξίας. πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω, βοᾷ ὁ ἀπόστολος, πάντα πρὸς ὠφέλειαν τοῦ πλησίον, ἀλλὰ μὴ πρὸς βλάβην. κἂν ἐπ᾽ αὐτῶν τῶν συγκεχωρημένων ἡμῖν σκινδαλμὸς γίνοιτο, τοῦτο πάλιν βοᾷ ὁ Μέγας Βασίλειος, καὶ πᾶσα ἁπλῶς ἥ τε παλαιὰ καὶ νέα διαθήκη ἐν τοῖς ἰδίοις ὅροις καὶ τρόποις ἕκαστον διαμένειν ἐγκελεύεται. καὶ μή με νομίσῃς, δέσποτα, κατεπαρτικῶς σοι ἐνεχθῆναι, ἀλλὰ καὶ λίαν ἀγαπητικῶς καὶ πεπονημένως, ἀναδεχόμενον τὰ σὰ ἐν ἐμοὶ κατὰ τὴν τῆς ἀγάπης ἀνάκρασιν καὶ ἐφιέμενον τὸ σωτήριον τῆς τιμίας σου ψυχῆς ὡς τὸ ἐμαυτοῦ. εἰ δέ τι ἔξω τοῦ εἰκότος ὁ λόγος ἔχει, ὁ παρὰ σοῦ λόγος διδαξάτω καὶ πεισάτω τὴν ἐμὴν ταπείνωσιν τὰ εἰκότα σε πράττειν ἐν τοῖς ἀπελεγχθεῖσιν ἐκτόπως ἔχειν.