Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Ἐπιστολαί

Θεόδωρος ὁ Στουδίτης

Ομολογία πίστεως και υπεράσπιση των ιερών εικόνων

Δογματικές τοποθετήσεις κατά των εικονομάχων και των Ακεφάλων, μαζί με επιστολές ενίσχυσης προς τους εξόριστους πατέρες και επισκόπους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 5 από 21

Θεοδώρῳ διακόνῳ Ἥκω τῇ ἐπιτροπῇ τῆς ἀγάπης σου ἐπὶ τῇ ἀπαντήσει τῶν αἱρετικῶν προβλημάτων. καὶ εἰ μὲν εὖ ἀπαντήσοιμι, ἐπίθες τὴν σφραγῖδα τῷ λόγῳ, εἰ δὲ μή γε, σαφηνίσειας αὐτὸς εὐκρινέστερον. ἐπεὶ δὲ οὐχ οἷόν τέ ἐστιν εὖ μάλα διαλῦσαι τὸ αἱρετικὸν φρόνημα, εἰ μὴ αὐτὴ ἡ πρότασις ὑποδείκνυτο, πρῶτον κείσθω αὕτη, καὶ εἶθ᾽ οὕτως ἡ ὀρθόδοξος λύσις.

Πρόβλημα αἱρετικοῦ. Μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην ὁμολογοῦντες ὅλον τι τὸν Χριστόν, ἤγουν μίαν ὁλότητα ἐκ μερῶν, θεότητός τε καὶ ἀνθρωπότητος δῆλον ὅτι, λέγετε. πυνθανόμεθα οὖν, τί συναριθμεῖτε τῇ Ἁγίᾳ Τριάδι, τὸ ὅλον ἢ τὸ μέρος; καὶ εἰ μὲν τὸ ὅλον, οὐκ ἔσται ὁμοούσιος ἡ Ἁγία Τριάς· εἰ δὲ τὸ μέρος, ἢ τὴν θεότητα συναριθμοῦντες ἐκτὸς τῆς Ἁγίας Τριάδος τὴν ἀνθρωπότητα προδήλως καταλιμπάνετε ἢ τὴν ἀνθρωπότητα συναριθμοῦντες ἁλώσεσθε τῆς Τριάδος ἐκτὸς τὴν θεότητα λέγοντες.

Λύσις πρὸς τοῦτο. Μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην ὁμολογοῦντες οὐχ ἁπλῶς ὅλον τι τὸν Χριστόν, ἀλλ᾽ ἐκ δυοῖν ὁλοτήτων συνενηνεγμένων, θεότητός τε καὶ ἀνθρωπότητος, ὁμολογοῦμεν· καθ᾽ ἃς ὁλότητας, τὰς ὡς μέρη πρὸς τὴν σύνθεσιν εἰλημμένας, ὅλος ἐστὶν ὡς θεὸς τῷ πατρί τε καὶ πνεύματι φυσικῶς συνημμένος καὶ ὅλος ὡς ἄνθρωπος τῇ μητρὶ καὶ ἡμῖν οὐσιωδῶς συντεταγμένος, τῳ μοναδικῷ χαρακτῆρι τὰ ἄκρα πρὸς ἑαυτὸν συνδέων καὶ τοὺς τῶν ἄκρων ὅρους ἀλωβήτους καὶ ἀσυγχύτους ἐν τῇ ἑνώσει διαφυλάττων. ἐφ᾽ ᾧ ἡ Τριὰς μένει Τριάς, ἀσυμφυές τι εἰς προσθήκην μὴ προσιεμένη, καὶ ἡ ἀνθρωπότης μένει ἀνθρωπότης, τῆς ἑνωθείσης αὐτῇ θεότητος μήπω διαιρουμένη. ὥστε σου ἀλογῶδες τὸ πρόβλημα, ἐκ τῆς τῶν Ἀκεφάλων συγχυτικῆς αἱρέσεως ἀποζευγνύμενον.

Τοῦ αὐτοῦ αἱρετικοῦ ἕτερον πρόβλημα. Οὗτος ὁ Χριστὸς ὁ παρ᾽ ὑμῶν ὁμολογούμενος συναριθμεῖται τῇ Ἁγίᾳ Τριάδι ἢ οὔ; καὶ εἰ μὲν συναριθμεῖται τῇ Ἁγίᾳ Τριάδι, πῶς ἔσται λοιπὸν ἡ Τριὰς ὁμοούσιος; εἰ δὲ οὐ συναριθμεῖται, οὐδὲ θεὸς ἔσται, ἀλλὰ μόνον ψιλὸς ἄνθρωπος. οἷς τοίνυν ὑμεῖς τὴν ἀπορίαν ἐπιλύσοισθε λόγοις, τὴν περὶ ἑνὸς Χριστοῦ φυλάττοντες δόξαν ἀπήμαντον, οὗτοι καὶ ἡμῖν πρὸς ταύτην ἀρκέσουσιν.

Λύσις πρὸς τοῦτο. Οὗτος ὁ Χριστὸς ὁ παρ᾽ ἡμῖν ὁμολογούμενος, οἷς λόγοις ἀληθότητος ἐξεκρούσατο τὴν προτέραν πρότασιν, τούτοις καὶ τὴν παροῦσαν συνεκκρούσειεν, ὡς ἰσορρόπως τὸ ἀσεβὲς ἔχουσαν. ὃν δὲ ὑμεῖς Χριστόν, ἤγουν μίαν ὁλότητα φυσικὴν ἐκ μερῶν, θεότητός τε καὶ ἀνθρωπότητος, πρεσβεύετε, οὔτε ὁμοούσιος ἂν εἴη τῷ πατρί, εἴπερ ὁ πατὴρ θεὸς μόνον, ἀλλ᾽ οὐχὶ καὶ ἄνθρωπος, οὔτε ὁμοούσιος τῇ μητρί, εἴπερ ἡ μήτηρ ἄνθρωπος μόνον, ἀλλ᾽ οὐχὶ καὶ θεός. καὶ ὥρα ὑμῖν ζητεῖν ἑτέρους Χριστούς, οἷς οὗτος ἂν εἴη ὁμοούσιος· ἐπεὶ μὴ οἷόν τε μονοπρόσωπον φύσιν γνωρίζεσθαι. εἰ δὲ οὐχ εὑρίσκοιτε, τοῖς ἰδίοις προβλήμασιν ἑαλωκότες, τῷ κενῷ ἀναπλασμῷ οὐ Χριστὸν εἶναι ὅλως δοξάζοιτε.

ΑΡΧΗ ΤΟΥ ΠΡΩΤΟΥ ΒΙΒΛΙΟΥ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΑΙ ΟΜΟΛΟΓΗΤΟΥ ΘΕΟΔΩΡΟΥ ΗΓΟΥΜΕΝΟΥ ΤΩΝ ΣΤΟΥΔΙΟΥ ΕΠΙΣΤΟΛΑΙ ΔΙΑΦΟΡΟΙ ΕΞΟΡΙΑΣ ΤΡΙΤΗΣ Τῇ εἰκονομαχικῇ συνόδῳ ὡς ἐκ προσώπου πάντων τῶν ἡγουμένων Νόμοις θείοις καὶ κανονικοῖς θεσπίσμασιν ἑπόμενοι τοῦ μὴ δεῖν παρὰ τὴν τοῦ οἰκείου ἐπισκόπου γνώμην πράττειν τι ἢ λέγειν τῶν ὅσα εἰς ἐκκλησιαστικὴν φέρει εὐταξίαν, πολλοῦ γε εἰπεῖν εἰς δογματικὴν ἐξέλκει συζήτησιν, τούτου χάριν τῆς ὑμετέρας ἐξουσίας ἅπαξ καὶ δὶς ἐκκαλεσάσης πρὸς τὰ τοιαῦτα τὴν καθ᾽ ἡμᾶς εὐτέλειαν, οὐκ ἐτόλμησεν ἔξω τι τῶν νενομισμένων πράττουσα παραγενέσθαι ὡς ὑπὸ τὴν ἱερὰν χεῖρα Νικηφόρου τοῦ ἁγιωτάτου πατριάρχου πνεύματι θείῳ τελοῦσα. ἐπειδὴ δέ τινες τῶν ὁμοταγῶν ἡμῖν ἡγουμένων, ἀπόπειράν τινα ποιούμενοι, κεκρίκασιν ἀφικέσθαι, εἴς τε λόγους ἐλθεῖν ἀντιθετικούς, τί ἄλλο ἢ ἐκεῖνα ἡμᾶς ἀκουτισθῆναι, ἃ ἐξίστησιν ἡμῶν τὴν ταπεινὴν καρδίαν; φασὶ γὰρ τὴν πρόσκλησιν εἶναι ἐπὶ καταστροφῇ τῆς ἐν Νικαίᾳ τὸ δεύτερον ἁγίας συνόδου, τὸ δὴ λεγόμενον ἐπ᾽ ἀναιρέσει τοῦ προσκυνεῖσθαι τὴν σεπτὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῆς τε Θεοτόκου καὶ πάντων ὁμοῦ τῶν ἁγίων. ὢ τίς ἐνηχηθεὶς ταῦτα οὐκ ἂν στενάξειεν πικρὸν ἐκ βάθους καρδίας, ὡς ἀνατρεπομένης ἤδη ἐν τούτοις τῆς σωτηρίου οἰκονομίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ;

ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, βοάτω μεθ᾽ ἡμῶν ὁ μεγαλοφωνότατος Ἠσαΐας, καὶ ὅσα τούτοις ἐπιφερόμενα κατὰ συνέχειαν· μᾶλλον δέ, ἵν᾽ οἰκειότερον φθεγξώμεθα, ἄκουε ἀνατολὴ καὶ δύσις, βορρᾶ τε καὶ ἡ κατὰ θάλασσαν λῆξις, ἐν οἷς νῦν τὰ καθ᾽ ἡμᾶς καὶ ἐφ᾽ οἷς συνεδρεύειν τετόλμηται.

Ἡμεῖς μὲν οὖν οἱ ἐλάχιστοι, οἵ τε παραγενάμενοι καὶ μὴ παραγενάμενοι (ἀμφοτέροις γὰρ εἷς ὁ λόγος, ὡς συμψύχοις οὖσιν ἐν ἑνὶ θείῳ φρονήματι), τῇ ὑπ᾽ οὐρανὸν ἐκκλησίᾳ σύμφωνον πίστιν ἄγοντες, ἤγουν ἀναστηλοῦν τε καὶ προσκυνεῖν τὴν θείαν εἰκόνα αὐτοῦ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τῆς τε παναγίας μητρὸς αὐτοῦ καὶ οὑτινοσοῦν τῶν ἁγίων, οὐχ ὅτι παρὰ τῇ ἐν Νικαίᾳ τὸ δεύτερον ἁγίᾳ συνόδῳ ἢ παρὰ τῇ πρὸ αὐτῆς δογματισάσῃ θειότατα τὸ ἀσφαλὲς ἔχειν διαβεβαιούμεθα, ἀλλὰ γὰρ ἀπ᾽ αὐτῆς τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν καὶ θεοῦ ἐγγράφως τε καὶ ἀγράφως ἐρηρεισμένοι ὄντες ἀσφαλῶς βεβήκαμεν ἐπ᾽ ἐκείνην τὴν ἕδραν, ἐφ᾽ ᾗ φησιν ὁ Χριστός, σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.

Τίς γὰρ καὶ λόγος ἐξευρεθείη τῷ ἀντηγορεῖν ἑλομένῳ τοσούτῳ κράτει τῆς ἀληθείας; εἰ γὰρ ὁμολογουμένως ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν ἀνθρωπείᾳ μορφῇ καὶ ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς ὦπται, ἀραρότως περιγράφεταί τε καὶ εἰκονίζεται καθ᾽ ἡμᾶς, εἰ καὶ μένει τῇ θείᾳ μορφῇ ὁ αὐτὸς ἀπερίγραπτος, ἐπείπερ ἐστὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἑκατέρων τῶν φύσεων, ἐξ ὧν ἐστι, τὰ ἰδιώματα ἀλώβητα διασῴζων. εἰ δὲ μὴ περιγράφοιτο, ἀπόλωλεν τοῦ εἶναι ἄνθρωπος, πολλοῦ γε εἰπεῖν μεσίτης, διὰ τῆς ἀναιρέσεως τοῦ περιγραπτοῦ συναναιρουμένων πάντων τῶν ὁμοστοίχων ἰδιωμάτων. εἰ γὰρ οὐ περιγραπτός, οὐδ᾽ ἁπτός. εἰ δὲ ἁπτὸς ὁμοῦ καὶ ψηλαφητὸς (οἷς ἀντερεῖν ἠλιθιῶδες· σώματος γὰρ ταῦτα, τοῦ ἁφῇ τε καὶ χροιᾷ ὑποπίπτοντος), πῶς οὐχὶ καὶ περιγραπτός, ἐξ οὗ καὶ παθητός; εἰ δὲ περιγραπτὸς καὶ παθητός, πάντως καὶ προσκυνητὸς δηλαδὴ καὶ καθ᾽ ἣν περιγράφεται εἰδέαν, ὡς μὴ σχιζομένης τῆς δόξης τοῦ πρωτοτύπου ἐν τῷ παραγώγῳ κατὰ τὸν Μέγαν Βασίλειον· ἡ γὰρ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει, δῆλον ὅτι οὑτινοσοῦν, εἴτε φυσικῆς εἴτε τεχνητῆς. ἐπεὶ καὶ ἐπὶ τοῦ τύπου τοῦ τιμίου σταυροῦ τὸ αὐτὸ θεώρημα νοητέον· τῇ γὰρ προσκυνήσει τοῦ τύπου συμπροσκυνεῖται τὸ ζωοποιὸν ξύλον, ὡς καὶ ἔμπαλιν τῇ ἀναιρέσει συναναιρεῖσθαι ἔστιν ἐξ ἀναγκαίου.

ἢ οὐχὶ ἡ ὁμολογία τοῦ τύπου ὁμολογία ἐστὶ τοῦ ζωοποιοῦ σταυροῦ, ὥσπερ οὖν καὶ ἡ ἄρνησις καθ᾽ ὁμοίωσιν ἀντιστροφῆς; τὸ ἀνάλογον οὖν ληπτέον ἐπί τε τῆς εἰκόνος Χριστοῦ καὶ αὐτοῦ δὴ Χριστοῦ παντὶ τῷ συνιόντι. καὶ οὔπω καιρὸς δογματικῆς ἐξαπλώσεως, πειθούσης καὶ τὸν ἄγαν ἀμυδρόνουν ἀνανεύειν εὐπετῶς πρὸς τὰς αὐγὰς τῆς ἀληθείας.

Αὕτη ἡ εὐαγγελικὴ ἡμῶν πίστις τῶν ἁμαρτωλῶν, αὕτη ἡ ἀποστολικὴ ἡμῶν ὁμολογία τῶν εὐτελῶν, εἰ δ᾽ οὖν, ἡ πατροπαράδοτος ἡμῶν θρησκεία τῶν ἐλαχίστων. παρὰ ταύτην οὐχ ὅτι ὁ τίσδε καὶ τίσδε τῶν νῦν ἢ τῶν πάλαι, ἀλλ᾽ οὐδ᾽ εἰ Πέτρος καὶ Παῦλος (εἴπωμεν γὰρ τὰ ἀνένδεκτα ὡς ἐνδεχόμενα) οὐδ᾽ ἂν ἐξ αὐτῶν ἥκῃ τῶν οὐρανῶν δογματίζων καὶ εὐαγγελιζόμενος, δυνάμεθα αὐτὸν κοινωνὸν προσήκασθαι, ὡς μὴ στοιχοῦντα τῇ ὑγιαινούσῃ τῆς πίστεως διδασκαλίᾳ. καὶ πρὸς ταῦτα, ὅ τι ἂν δοκῇ τῇ ἐξουσίᾳ ὑμῶν, ἑτοίμη ἡ ταπείνωσις ἡμῶν μέχρι θανάτου ὑποστῆναι ἢ ἐξάρνους ἡμᾶς γενέσθαι τῆς τοιαύτης ἡμῶν εἰλικρινοῦς ὁμολογίας.

Ἰωσὴφ ἀδελφῷ καὶ ἀρχιεπισκόπῳ Ἐδεξάμην τὰ γράμματα τῆς σῆς ἁγιωσύνης, ἐν οἷς μαθὼν τὴν πρὸς τὸν κρατοῦντα διάλεξιν αὐτῆς καὶ τέλος εἰπεῖν τὴν εὐλογημένην αὐτῆς ἐξορίαν ἐστέναξα μὲν ὁ ταπεινὸς (πῶς γὰρ οὔ;), ἐδόξασα δὲ τὸν θεόν, τὸν δοξάσαντα αὐτὴν ἐν τούτῳ. χαίρω οὖν καὶ συγχαίρω σου, ἀδελφὲ ἠγαπημένε, τῇ εὐδοκιμήσει καὶ ἐγκαλλωπίζομαί σου ταῖς εὐπραγίαις εἴτ᾽ οὖν ἐξορίαις, ὅσον οἱ βασιλεύοντες τοῖς διαδήμασι. καὶ τίς ἄν μοι ἔδωκεν ἰδεῖν σου τὸ ποθούμενον πρόσωπον; περιεπτυξάμην γὰρ ἂν ἀπλήστως, τρὶς ἄρτι ἐξοριζόμενον καὶ φυλακιζόμενον ὑπὲρ ἀληθείας θεοῦ. ἠδικεῖτο ὄντως ἡ ἀρετή σου καὶ οἱονεὶ ὑπὸ μόδιον ἦν ἐν τῷ μοναστηρίῳ καθημένου σου· νῦν ἄνεισιν ἐπὶ τὴν λυχνίαν καὶ λάμπει πάσῃ τῇ ἐκκλησίᾳ. οὕτως οἱ δοκοῦντες κατακρύπτειν ἐξέλαμψάν σου τὴν ἀρετήν. καλὴ μὲν καὶ ἡ τῶν ἄλλων ἁγιωτάτων ἐπισκόπων ἐξορία καὶ οὐκ ἀποδέουσα ἐγκωμίων, οὔπω δὲ τῆς σῆς ἰσοστάσιος· διατί; ὅτι μονοστέλεχός τίς ἐστιν, ἀλλ᾽ οὐχὶ ἐκ δυνάμεως εἰς δύναμιν προϊοῦσα κατὰ τὴν σὴν τριστέλεχόν τε καὶ τρικόρυφον. διὰ τοῦτο αἰνετὸν τὸ ὄνομά σου, περίβλεπτον τὸ κατόρθωμά σου, αἰώνιον τὸ ἀγαλλίαμά σου. ἐξενώθημεν ἀλλήλων καὶ ἀπῳκίσθημεν, ἀλλὰ ἀγαθὸς ὁ θεὸς ἑνῶσαι ἡμᾶς καὶ συνοικίσαι ἀιδίως· τάχα δὲ κἀνταῦθα οὐκ ἀδυνατήσει αὐτῷ πάλιν κατ᾽ ὀφθαλμοὺς ἰδεῖν ἀλλήλους.

Προεπέμψαμεν τοὺς ἁγίους πατέρας καὶ ἀδελφούς, καί γε τὸν καλὸν Καλόγηρον, οὗ ἐν ταῖς χερσί σου ἡ ἐναπόψυξις, ὥσπερ ἐκ προστάγματος θεοῦ καὶ οὐκ ἐκ βασιλέως φθαρτοῦ μεταστάντος Θεσσαλονίκης καὶ ἐξελθόντος ἐν τῷ Σακκουδίωνι. ἐναπελείφθημεν δυοῖν, λάλημα οὐκ οἶδ᾽ ὁποῖον τοῖς ἀνθρώποις, ἀλλ᾽ οὖν τοῖς εὐσεβέσιν ἀγαθόν, κἂν ἀγέραστός εἰμι ταῖς ἁμαρτίαις ἐγώ. σὺ δέ, ὦ μακαριώτατε, προβαίνοις ἀεὶ τῷ καλῷ, εὐχόμενός μοι ἀενάως τὴν σωτηρίαν· ὅτι δὲ κἀγὼ μνημονεύω σου—καὶ τί γὰρ ἂν ἄλλο μετὰ θεὸν ἢ τὸ σὲ ἀναπνέειν; διέσπασαν ἀπὸ τῆς πλευρᾶς σου τὸν ἀδελφὸν Ἀθανάσιον (προσθήκη πόνου, ἀλλὰ καὶ στεφάνων), ὡσαύτως καὶ τὸν Νεκτάριον· ἀλλ᾽ εἰ μὲν ἄκοντα, οὐ πολὺ τὸ λυπηρόν, εἰ δὲ ἐκ συνθήματος, φεῦ τῆς ἐμῆς ταλαιπωρίας· πλὴν ὁποτέρως ἤρθη δείξειεν ὁ καιρός. ἐμονώθης σχεδόν, ἔχων τὸν καλόν μου Ἄνθον καὶ Ἐπιφάνιον. χαριτώσειεν αὐτοὺς ὁ Κύριος ἐπὶ τῇ ὑπηρεσίᾳ τῆς ὁσιότητός σου, οὓς καὶ προσαγορεύω πλεῖστα καὶ εὔχομαι φανῆναι μέχρι θανάτου συνεπομένους σοι. τί τἆλλα; θεὸς ἐπίδοι τὴν ἑαυτοῦ κληρονομίαν καὶ βραβεύσειεν εἰρήνην ἐν τῇ ἐκκλησίᾳ αὐτοῦ.

Ἀσπάζονταί σε δουλοπρεπῶς οἱ σὺν ἐμοὶ ἀδελφοί.

Τῷ αὐτῷ Δὶς ἄρτι ἐπιστέλλω μετὰ τὴν ἀπὸ τοῦ Βυζαντίου ἄφιξιν τῆς ἁγιωσύνης σου. ἐγὼ δὲ καθ᾽ ἑκάστην ἐβουλόμην τοῦτο ποιεῖν, εἰ οἷόν τε ἦν· ὅμως χάριν τῷ θεῷ ἀναθετέον, ὅτι ἐν τοσούτῳ διαστήματι ἔδωκεν ὁ ἀγαθὸς ἐντὸς ὀλίγου χρόνου τῇ τοῦ γράμματος μεσιτείᾳ ὁμιλῆσαι ἡμᾶς ἀλλήλοις, ἠγαπημένε.

Ἡ μὲν οὖν τῆς ποντοπορίας μέριμνα κατέληξεν ἡμῖν· πιστεύομεν γὰρ τῷ θεῷ ἀποσεσῶσθαί σε ἀκινδύνως μέχρις οὗ περιωρίσθης τόπου ὑπὲρ ἀληθείας, ὁ τῆς ὀρθοδοξίας στῦλος καὶ τὸ τῆς ἐκκλησίας ἑδραίωμα. ὁποῖος δὲ ὁ χῶρος καὶ ἡ ὑποδεξαμένη σε ἑστία, οἵ τε κτήτορες, ἐνστρέφεται ἡμῶν ἐν τῇ κατὰ νοῦν θεωρίᾳ ποικίλαις μορφαῖς διαζωγραφούμενα, μήπως δύσχρηστα· ὅλως ὁποῖά ποτ᾽ ἂν εἶεν, οἶδ᾽ ὅτι ἐνέγκοι ἡ θεοφιλία σου, ἐνειθισμένη ταλαιπωρεῖσθαι ἐν τοῖς ὑπὲρ Χριστοῦ μαρτυρίοις.

Περὶ γὰρ ἡμῶν τῶν ἁμαρτωλῶν οὐδέν τι καινότερον τῶν προεγνωσμένων σοι ἢ ὅτι λόγος ἐρρύη μεθορίζεσθαι ἡμᾶς ἀλλαχοῦ πάλιν. τοῦ Κυρίου δὲ ἡ γῆ πάντως, ἐφ᾽ ἣν ἂν παραρριφῶμεν, εἴπερ μὴ διαλείποις προσεύχεσθαι ἐν ἀγαθοῖς ἡμᾶς ἀναστρέφεσθαι διανοίᾳ καὶ καρδίᾳ καὶ ψυχῇ· ὁμολογοῦμεν γὰρ μυρίοις σφάλμασιν ὑποκεῖσθαι. τὰ δὲ τῆς αἱρέσεως αὔξει καθ᾽ ἑκάστην κατὰ τὰς ἁμαρτίας ἡμῶν καὶ οἱονεὶ παφλάζει τῇ πυρᾷ τῶν βασάνων καὶ ἐξοριῶν, ἐνισταμένων χάριτι Χριστοῦ πλείστων ὅτι μάλιστα ἡγουμένων, ἐῶ λέγειν ὑποτακτιτῶν. καί γε ὁ ποτὲ διώκτης Χριστοῦ νῦν ὑπὲρ αὐτοῦ πάσχων, Ἰωσὴφ ὁ εὐλαβέστατος ἡγούμενος. ἴδε οὖν θεοῦ φιλανθρωπίαν, ἀδελφέ, πῶς σῴζειν ἐθέλει πάντας. ἀλλὰ ἄθρει πάλιν τὸν δόλιον ἐχθρόν· ἦρεν τὸν οὐδέποτε πιστόν, ἀλλὰ πολλαχῶς προδότην, Νεκτάριον τὸν ποτὲ ἡμέτερον, νῦν δὲ μετὰ τῶν ἀσεβῶν. καὶ τό γε σχετλιώτερον, ὅτι εἷς ἐστι τῶν τὰ τῆς ἀσεβείας χειρόγραφα ἀπαιτούντων παρὰ τῶν καθηγουμένων τῆς ἔξω χώρας. μὴ οὖν θαυμάσῃς, ὦ ἄνθρωπε τοῦ θεοῦ, μηδὲ λυπήσῃ σε πολύ, ἐπεὶ οὐδὲ ἄλυπον πάντως τὸ ἐκ τοῦ κόλπου ἡμῶν ἐξελθεῖν τὸν ἄνομον· ἐπεὶ καὶ ἐξ ἀποστόλων Ἰούδας. εὕροιεν δὲ ἔλεος οἱ συναποθνῄσκοντές σοι πιστοὶ ἀδελφοὶ ἡμῶν, οὓς καὶ προσαγορεύω πλεῖστα, ἐξαιρέτως τὸν καλόν μου Ἄνθον, εἰ σύνεστι, καὶ τὸν φερώνυμον Ἀθανάσιόν μου.

Οἱ σὺν ἐμοὶ μετ᾽ αἰδοῦς κατασπάζονταί σου τὰ ἴχνη.

Εὐθυμίῳ Σάρδης Ἐμακρύνθη σου ἡ ὁσιότης ὑπὸ ἐξουσίας διὰ τὴν ἁπάντων ἐξουσίαν ἀφ᾽ ἡμῶν τῶν ἁμαρτωλῶν, ἀλλ᾽ οὐ τῷ πνεύματι, ᾧ μᾶλλον ἑνοῦσθαι φίλον θεῷ· ἐπεὶ πολλοὶ τῶν σωματικῶς ἡνωμένων οὐ σὺν ἀλλήλοις διὰ τὴν τοῦ πνεύματος στέρησιν. ὥστε οὐδ᾽ ἂν εἰς αὐτὰ τὰ τέρματα τῆς οἰκουμένης φιλονεικήσοι διάραι ἡμᾶς ὁ κρατῶν, χωρίσειεν ἀπ᾽ ἀλλήλων, καὶ μάλιστα εὐδοκοῦντος θεοῦ γράμμασιν ὁρᾶν ἡμᾶς καὶ ὁμιλεῖν ἀλλήλοις.

Οὗτος δή μοι ὁ πρῶτος λόγος. δεύτερος, ἡ ἐσχατιὰ εἰς ἣν περιωρίσθης, μέριμναν ἐμποιοῦσα τῆς διαφυλάξεώς σου διὰ τὴν ἐγγύθεν βαρβαρικὴν χώραν. πλὴν ἐν χειρὶ Κυρίου τὰ σά, ὅς σε περιέπων διαφυλάξειεν ἀπὸ παντὸς κακοῦ. τάχα δὲ βουλόμενος ὁ θεὸς διᾴττειν ὥσπερ τινὰς ἀστέρας τοὺς ἑαυτοῦ ἐκλεκτοὺς ἐν τῷ στερεώματι τῆς πίστεως ἄλλον ἀλλαχοῦ τῶν ὡς σὺ ἀνδρικῶν ἀνδρῶν διεπέμψατο, ὡς ἂν μὴ περὶ ἕνα χῶρον ἡ τῆς ὀρθοδοξίας λαμπηδὼν διαβαίνοι, πολλοὺς δὲ φωτίζοι τῶν ἀμυήτων. τοιγαροῦν ἀνάτειλον ὡς ὁ λαμπρὸς ἑωσφόρος τὰς ἡλιακάς σου διδασκαλίας καὶ δημιούργησον ἡμέραν σωτηρίας τοῖς νυκτομαχοῦσιν, ἢ καὶ ἐπίρρωσον τοὺς ἐκ φωτολειψίας ἀσθενοῦντας. γένοιο Παύλῳ σύνδεσμος, εἰ δ᾽ οὖν, ἀλλὰ γὰρ Ἀθανασίῳ σύναθλος· ἐκ Δύσεως γὰρ αὐτῷ τὸ πολὺ κλέος.

Οὕτως ἡμεῖς φιλοπαθοῦντες τῷ καλῷ πατρὶ υἱικῶς διαλεγόμεθα, τοὺς ἐν τῇ θεοφιλίᾳ σου ἱεροὺς σπινθῆρας ἀνασκαλεύειν πειρώμενοι, ὡς ἂν πλέον ὁ τῆς διδασκαλίας αὐτῆς πυρσὸς ἀναλάμψειεν. ἐπειδή, ὡς οἶσθα, νὺξ χαλεπὴ καὶ σκότος βαθύ, πολὺ τῆς κατ᾽ Αἴγυπτον ἐνάτης πληγῆς ὀλεθριώτερον, συμφέρουσα καὶ συγχέουσα καὶ ζοφοῦσα οὐ σώματα, ἀλλὰ ψυχὰς αὐτὰς τὸ ἐλεεινότατον. βρέμει ὁ κρατῶν, ἀπειλαί, πληγαί, φυλακαί, κακώσεις, δοκιμασίαι, ἐξεγχελήσεις, κολακεῖαι, ἐξορίαι, πᾶν ὁτιοῦν εἶδος φόβου καὶ ἀπάτης. διαλάμπουσι δὲ καὶ κεκραταίωνται τίνες ἄλλοι ἢ οἱ καθ᾽ ἡμᾶς Ναζιραῖοι, τὰ νεῦρα τῆς ἐκκλησίας, τὰ ἀκροθίνια τῆς ὁσιότητος, ὧν οὐκ ἄξιος ὁ κόσμος; σὺν πολλοῖς τοῖς ἀριθμουμένοις καὶ ὁ εὐλαβέστατος ἡγούμενος τῶν Κεραμέα· οὕτω γὰρ κλητέον τὸν τὴν ἧτταν ἀναμαχησάμενον. καὶ εὐλογητὸς Κύριος ὁ πολλοὺς ἔχων μάρτυρας ἐν τῷ νῦν διωγμῷ εἰς στηριγμὸν τῆς πίστεως τῆς ἀμωμήτου.

Μὴ οὖν παρασιωπησάτω σου ἡ ἁγία ψυχὴ δεομένη ὑπὲρ τοῦ λωφῆσαι τὰ κακὰ ἐπιλάμψει θείας προμηθείας, ἀλλά γε καὶ περὶ ἐμοῦ τοῦ ταπεινοῦ, ἵνα κατ᾽ ἴχνος ὑμῶν τῶν ἁγίων πατέρων πορεύσωμαι.

Ἰγνατίῳ ἐπισκόπῳ Μιλήτου Εὕρεμα καλὸν ἐθήρασα ἐπιτυχὼν γραμματηφόρου, δι᾽ οὗ χαράττω σου τῇ ἁγιωσύνῃ τὴν ἐν χερσὶν ἐπιστολήν, οὐδενὸς μὲν ἀξίαν λόγου ὡς ἄλλως, πλείστην δὲ ὅτι μάλιστα τὴν ἀγαπητικὴν διάθεσιν ἔχουσαν· φιλοῦμεν γάρ σε, ὦ πατέρων ἄριστε, διαφερόντως οὐ μόνον ὡς ποιμένα θεομακάριστον καθ᾽ ὅτι προκινδυνεύων ὤφθης τῆς πίστεως, ἑλόμενος πᾶσαν κακοπάθειαν, ἐξορίαν καὶ ἀφαίρεσιν πάντων, ἀλλ᾽ ὅτι καὶ ὁμόσχημος ἡμῖν ὑπάρχεις καὶ τῶν ἐξ ἀρχῆς γνωρίμων τε καὶ φίλων, προσθείην δ᾽ ἄν, καὶ διὰ τὴν εὐλάβειαν, ἣν ἐν ἐγκρατείᾳ χαρακτηρίσαι ἑαυτῷ ἠγωνίσω.

Χαίρομεν οὖν ὅτι τοιοῦτον καὶ τηλικοῦτον ἔχομεν πατέρα, μᾶλλον δὲ ἔχει ἡ τοῦ θεοῦ ἐκκλησία στῦλον καὶ ἑδραίωμα ἐν τούτῳ τῷ χαλεπῷ σεισμῷ τῆς ἀσεβείας· σεισμὸς γὰρ τῷ ὄντι, ἐν ᾧ ἀσεβεῖς μὲν καταπίπτουσιν ἀνερμάτιστοι ὄντες, εὐσεβεῖς δὲ οἱ μὲν σαλεύονται, οἱ δὲ οὐδ᾽ ὁτιοῦν πάσχουσιν ἐκ τῆς ἄγαν στερροκαρδίας. διὰ τοῦτο ὅσον πολλοὶ οἱ στῦλοι καὶ τὰ νοητὰ ἑδραιώματα, τοσοῦτον ὀχυρούμεθα καὶ ἡμεῖς οἱ ὑφειμενέστεροι. εὐλογητὸς ὁ θεὸς ὁ ὑποδείξας σου τὴν ἀρετὴν ἐν τῷ παρόντι καιρῷ μάλα τηλαυγέστερον. δοκίμιον γάρ ἐστιν ἤ, ἵν᾽ οἰκειότερον εἴπω, χωνευτήριον ἡ πεῖρα αὕτη, ὡς ἂν οἱ ἐκλεκτοὶ φανῶσι καὶ οἱ ἄλλως ἔχοντες διελεγχθῶσιν· οὐ γὰρ ἀνήκοος εἶ πάντως, θεοτίμητε, οἷοι καὶ ὅσοι τῶν ἐξ ἑκατέρου μέρους. διὸ καὶ λυπούμενοι στένομεν τῷ διασπασμῷ τῶν μελῶν καὶ πῶς οἱ τίμιοι καὶ ἀντιτιθέμενοι χρυσίῳ ὡς ἀγγεῖα ὀστράκινα ἐλογίσθησαν.

Ἐκεῖνοι μὲν οὕτως. σὲ δὲ ἡ μεγάλη τοῦ θεοῦ χεὶρ περιφυλάξειεν τὸν ποθητὸν ἡμῶν πατέρα, ὑγιαίνοντα, διαλάμποντα τῇ διδασκαλίᾳ, διαβοούμενον τῇ παρρησίᾳ, προσευχόμενόν τε ὑπέρ τε τῆς ἐκκλησίας τοῦ Χριστοῦ καὶ περὶ ἡμῶν τῶν ἀναξίων, ἵνα κατακολουθῶν ἔσομαι τοῖς ἴχνεσιν ὑμῶν ῥυόμενος ἐκ τοῦ πονηροῦ.

Ἰωάννῃ ἡγουμένῳ Χαλκίτου Ἐβουλόμην διακόνῳ χρήσασθαι τοῦ παρόντος γραμματείου Σιλουανῷ τῷ πνευματικῷ ἡμῶν τέκνῳ, παρ᾽ οὗ καὶ προσαγορίαν ἐδεξάμην ὑπὸ τῆς ἁγιωσύνης σου πεμφθεῖσάν μοι καθ᾽ ὃν καιρὸν ἐστέλλετο τὴν διὰ Κύριον ἐξορίαν. ἀλλ᾽ ἐπεὶ οὐκ ἐξεγένετό μοι ἐν τῷ τέως, δι᾽ ὧν εὗρον ἄρτι ἀποκρισιαρίων ἁρμόζον ἡγησάμην προσφθέγξασθαι τὴν τιμιότητά σου. χαίροις, ὦ καλὲ ἀδελφέ, μᾶλλον δέ μοι πατέρων ποθεινότατε, συνεξορίζῃ Χριστῷ, συμπάσχεις τῷ παθόντι ὑπὲρ σοῦ· εὖγε ὅτι ἦρες ἅρμα πνευματικόν, εὖγε ὅτι ἡγήσω πάντα σκύβαλα διὰ Χριστόν. καλὸν τὸ μοναστήριον ὃ συνεστήσω διὰ πολλῶν κόπων καὶ ἱδρώτων καὶ τῶν κύκλωθεν νήσων ὑπερλάμπον τῇ τε θέσει τοῦ τόπου καὶ οὐκ ὀλίγοις ἑτέροις γνωρίσμασιν.

Ἀλλ᾽ ὅρα ὅ τι τὸ ζωηρὸν χωρίον τοῦ παραδείσου σοι προεξένησεν· καὶ τάχα καὶ αὐτὸ οὐκ ἀδυνατήσει θεὸς ἀποδοῦναί σοι, εἴπερ βούλεται. ἐξέλαμψας ἐν τοῖς ὁμοταγέσιν ἡλίου τηλαυγέστερον· ἔργῳ τὸ μοναχὸς εἶναι ἐξεπλήρωσας, μονωθεὶς ἁπάντων, καὶ πνευματικῶν τέκνων καὶ συγγενῶν καὶ φίλων καὶ πατρίδος καὶ εἰτινοσοῦν ἄλλου διὰ τὴν ἀλήθειαν. εἴπω τι καὶ παρρησιαστικώτερον (ἔχω γὰρ τὸ παρὰ σοῦ θαρρεῖν), ἐξεπλήρωσας τὰς ὑποσχέσεις, ἥττημαι τὴν καλὴν ἧτταν καὶ χαίρω νενικημένος μάλα, ἐμὸν ποιούμενος τὸν σὸν στέφανον· τοιαῦτα γὰρ τὰ κατὰ θεὸν φίλτρα. οἶδας ὃ λέγω, ἡνίκα ὠνείδιζον ἐγὼ πρὸς τὴν τότε σύμπτωσιν, εἰ καὶ οὐκ ἐνομίζετο, ἐζήτει δὲ ἡ σὴ εὐλάβεια τὰ τελεώτερα.

Ἔχεις με, ὦ φιλότης. ἀλλ᾽ ὡς εὐγνωμονῶν ἐγὼ ἐνταῦθα φαίνοιμι, οὕτω καὐτὸς ἐκεῖσε, παρακαλῶ, συντίθεσο. τί τοῦτο; ὅτι καὶ τότε ὑπὲρ ἀληθείας ἡ φυλακή. καὶ οὐχ ὑπὲρ ἐμαυτοῦ τοῦτο λέγοιμι (ἄπαγε), ἀλλ᾽ ἵνα σε θεὸς διὰ τῆς ὁμολογίας ἐκείνης κρατύνειεν κἀν ταύτῃ, ὡς ἂν ἀθλῇς νομίμως. ταῦτα ἐξ ὑπερβαλλούσης ἀγάπης εἴρηταί μοι· ἐπεὶ πρὸς ἄλλον οὐκ ἂν ἐθάρρησα λέγειν, καίτοι γε εὔχομαι πάντας οὕτω φρονεῖν ἀπὸ κορυφῆς ἕως ποδῶν. ἄρτι γὰρ ἔξω ὑπολήψεων καὶ σκαιότητος τὰ ἡμέτερα, κἂν ὡς ἄλλως ἐν ἁμαρτίαις ἐσμέν.

Γνώρισον δὲ ἡμῖν, ὦ πάτερ, καὐτὸς ἐν οἷς εἶ καὶ ὅπως καθέζῃ, μὴ ἀθυμῶν μηδὲ ἀπελπίζων τὰ ἐλέη Κυρίου· εἰ γὰρ εἴποι ‛σιώπα, πεφίμωσο‚, ἐκόπασεν ἡ θραῦσις. ἀλλὰ καὶ προσεύχου μοι ἀδιαλείπτως, παρακαλῶ, ἵνα ῥυσθῶ ἐκ τοῦ πονηροῦ.

Εἰρήνῃ πατρικίᾳ Σοὶ πρέπει ὕμνος ἀληθῶς, οὐ παρ᾽ ἐμοῦ μόνου τοῦ ἁμαρτωλοῦ, ἀλλὰ σχεδὸν καὶ παρὰ πάσης τῆς ἐκκλησίας τοῦ θεοῦ. τίνος χάριν; ὅτι ἐν τῷ παρόντι σεισμῷ τῆς ἀσεβείας, ὁπηνίκα ἱερεῖς πίπτουσιν, ἀρχιερεῖς ὄλλυνται, μονάζοντες συντρίβονται, ἄρχοντες καταρρήσσονται, ἀρχόμενοι καταλύονται, ἄνδρες ἐκλύονται, γυναῖκες δεδίασιν, μόνη ἐφάνης γυναικῶν ἀδιάπτωτος, ἀσάλευτος, ἀκράδαντος, ἄφοβος, ἀμάθαλκτος, ἀδιάρρηκτος. πόθεν τοῦτο; ὅτι ἐπὶ τὴν νοητὴν πέτραν τὴν σεαυτῆς ψυχικὴν οἰκίαν τεθεμελιωμένην ἔσχες, ἐκ προλαβουσῶν πολλῶν καὶ διαφόρων ἀγαθοεργιῶν καὶ λίθων οἱονεὶ πνευματικῶν συσφιγχθεῖσάν τε καὶ καλλιεργηθεῖσαν, ἐφ᾽ οἷς ἕωλοι καὶ ἀνίσχυροι δυνάμει θεοῦ οἱ δαιμονικοὶ ἄνεμοι καὶ οἱ τῶν προσβολῶν νιφετοὶ ἐναπεδείχθησαν.

Εὐλογημένη σὺ ἐν γυναιξί, μεμακαρισμένη σὺ ἐν ἀρχούσαις, δεδοξασμένη σὺ ἐν ταῖς ὑποζυγίοις. ἤγειρας ὄντως κέρας σωτηρίας τῇ τοῦ θεοῦ ἐκκλησίᾳ, ηὔφρανας ἀγγέλους, ᾔσχυνας δαίμονας, ἐνίκησας κακοδόξους, ἔπληξας λαοπλάνους, ἐστερέωσας σαλευομένους, ἐτραυμάτισας λειποτακτοῦντας, ἐδρίμυξας φιλοσαρκοῦντας, ὡμολόγησας Χριστὸν διὰ τῆς ἱερᾶς εἰκόνος αὐτοῦ, συνηριθμήθης τοῖς αὐτοῦ ὁμολογηταῖς. εὖγε ἀνδρειόφρων ψυχή, εὖγε μαρτυρόνους καρδία, εὖγε ἐμοὶ μήτηρ προσκυνουμένη· ἡ γὰρ Χριστοῦ ποιήσασά τε καὶ ποιοῦσα τὸ θέλημα, πολλοῦ γε εἰπεῖν ἐμοῦ τοῦ ἀναξίου. οὕτως σε θεὸς ἐδόξασέν τε καὶ ὕψωσεν, ἀλλὰ καὶ ἔτι δοξάσειεν, ἐάνπερ μέχρι τέλους ἐπιμείνωμεν τῇ καλλίστῃ ἡμῶν ὁμολογίᾳ. καὶ τί τὸ ἀπ᾽ αὐτῆς κέρδος; βασιλεία οὐρανῶν, ἐν ᾗ ἐκλάμψεις ὡς ὁ ἥλιος μετὰ πάντων τῶν ἁγίων.

Τῇ συνάθλῳ σου καὶ ὡς ἀληθῶς ὅρπηκι προσφωνῶ τὰ εἰκότα.

Ζαχαρίᾳ ὑπάτῳ Ἀσπάζομαί σε, ἄνθρωπε τοῦ θεοῦ, κάλλιστε φίλων, ἐργάτα Χριστοῦ. τί παρ᾽ ἡμῶν τῶν ἁμαρτωλῶν παθὼν ἀγαθὸν ἀνταποδίδως ἡμῖν χάριτας; καὶ χάριτας οὐκ ἐξ ὧν σὰρξ εὐφραίνεται οὐδ᾽ ἀφ᾽ ὧν ἐπίκηρος ἡ εὐεργεσία, ἀλλὰ τὰς ὄντως εἰς ψυχὴν διαβαινούσας καὶ οὐ κενουμένας εἰς αἰῶνας· οἶδας ἃς λέγω, ἐπί τε τοῦ θεοφιλεστάτου φημὶ ἀρχιεπισκόπου καὶ ἀδελφοῦ ἡμῶν, ἐπί τε τοῦ πρωτοπρεσβυτέρου, ἡμῶν τε αὐτῶν τῶν ἁμαρτωλῶν καὶ οὗτινος ἄλλου τῶν ἡμετέρων τέκνων. ἦ τοῦ μὲν εὖ παθεῖν οὐδὲν οὐδαμῶς (πόθεν γὰρ καὶ πότε;), ἐξ ἀγαθῆς δὲ καρδίας καὶ προθέσεως φιλοθέου, καθ᾽ ἣν καὶ πρότερον εὐηργέτησας, ὅτε βασιλεὺς ἐμαίνετο καθ᾽ ἡμῶν ἡρωδιανίζων· οὕτω γὰρ εἰπεῖν σεμνοπρεπέστερον.

Δῴη σοι τοιγαροῦν χάριν ἀντὶ χάριτος ὁ εἰς ἑαυτὸν τὰς χάριτας ἃς πεποίηκας ἐν ἡμῖν τοῖς ταπεινοῖς διὰ φιλανθρωπίαν ἀναδεχόμενος, καὶ ῥύσεταί σε πανοικεὶ ἐκ παντὸς κακοῦ καὶ μάλιστά γε τῆς λυττώσης αἱρέσεως κατὰ Χριστοῦ.

Ἀθανασίῳ τέκνῳ Ἔγνω ὁ θεὸς τοὺς ὄντας αὐτοῦ, καθὰ γέγραπται· διὰ τοῦτο, τέκνον μου περιπόθητον, οὐκ ἠβουλήθη ἐν παραβύστῳ σε παρεξελθεῖν ἐν ταῖς ἡμέραις ταύταις, ἀλλ᾽ οἷόν τινα μαργαρίτην εὐσεβείας εἰς προῦπτον φανερωθῆναι, ἵν᾽ ὅτι μάλιστα δοξασθῇ ὡς ἔν τισι τῶν προεχόντων ἀδελφῶν σου καὶ ἐπὶ τῇ σῇ στερροκαρδίᾳ. λυπηρὸν μὲν οὖν (πῶς γὰρ οὔ;) τὸ διαζευχθῆναί σε τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου, οὐκ ἔχοντος αὐτοῦ ἰσοστάσιον τῆς ἀρετῆς σου εἰς παρηγορίαν καὶ συμβουλίαν· πλὴν οἶδεν οἰκονομεῖν θεὸς τὰ συμφέροντα, ἵνα ἀμφοτέρων ἡ βάσανος τῆς ἀρετῆς διαδειχθῇ.

Χαίρω ἐπὶ σοί, τέκνον μου, καὶ ἐναβρύνομαι· Ἀθανάσιος εἶ, ἀλλὰ καὶ εἴης ἔργῳ καὶ λόγῳ εὐδοκίᾳ τοῦ δυναμοῦντος τὰ πάντα θεοῦ. ἔνεγκε, τέκνον μου, τὴν ὑπὲρ Χριστοῦ καὶ μετὰ Χριστοῦ φυλακήν. εἰ καί τι εὐδοκεῖ ἄλλο, δέξαιο ἀσπασίως· οὐ γὰρ τὸ παθεῖν, ἀλλὰ τὸ μὴ ὑποῖσαι διὰ Χριστὸν πάθη δυσφορώτατον καὶ ἐπιζήμιον τοῖς ἔχουσι νοῦν. ὁ Κύριος μετὰ τοῦ πνεύματός σου· καταλάβοι σε ἡ εὐχὴ τοῦ μακαρίου πατρὸς ἡμῶν καὶ τῶν ὁσίων ἀδελφῶν, προηγουμένως ἡ πρεσβεία τῆς ἁγίας Θεοτόκου σὺν πᾶσι τοῖς ἁγίοις.

Μιμνήσκου μου τοῦ σοῦ ἁμαρτωλοῦ πατρός.

Τιμοθέῳ τέκνῳ Ὦ καλὲ Τιμόθεε, πάντοτέ σε οἶδα φιλόθεον, φιλοπάτορα, εὔνουν, σύμψυχον, ἄδολον, οἰκοῦρον, εὐσυμπάθητον πρὸς τὸν μακάριον πατέρα ἡμῶν, πρός με τὸν ἁμαρτωλόν, πρὸς τὸν θεοφιλέστατον ἀρχιεπίσκοπον. δεῖξον οὖν τὸ παρὸν ἔργα δυνάμεώς σου, φιλίας, εὐπιστίας, θεοσεβείας, θεοζηλίας. τί ταῦτα; ἵνα μὴ δῷς ὕπνον σοῖς ὀφθαλμοῖς, μηδ᾽ ὁπωσοῦν λαμβάνων ἄνεσιν ἕως ἂν καταλάβῃς τὸν θεοφιλέστατον ἀρχιεπίσκοπον. συμπόνησον αὐτῷ, τέκνον μου ἠγαπημένον, συνάθλησον, σφράγισον τὰ παρελθόντα τοῖς ἤδη φθάσασιν· οὕτω γὰρ εὐαρεστήσεις Κυρίῳ, οὕτω κἀμὲ τὸν ἁμαρτωλὸν θεραπεύσεις, μόνον εὐσκόπως καὶ τετηρημένως ἀπιὼν καὶ καταλαμβάνων αὐτόν, διδοὺς καὶ τὰ γράμματά μου.

Εὔχου μοι ἀεί, τέκνον ποθεινόν.

Ἀνατολίῳ καὶ Σαββατίῳ τέκνοις Τρίτην ταύτην ἐπιστολὴν ὑμῶν ἐδεξάμην, ἐπιπόθητά μου τέκνα καὶ λίαν ἠγαπημένα, ἀφ᾽ ἧς πολλὴν ὑμῶν κατέμαθον τὴν ἀγαθὴν πρὸς θεὸν διάθεσιν καὶ τὴν πρός με τὸν ἁμαρτωλὸν σχέσιν· τὸ γὰρ πυκνοτέρως γράφειν καὶ γνωρίζειν τὰ οἰκεῖα, καὶ μὴν καὶ τῶν ἀδελφῶν τῶν ἐν τοῖς αὐτόθι διεσπαρμένων ποῦ καὶ πῶς αὐτοὺς καθέζεσθαι, ὅπερ ἐδήλου ἡ προγενεστέρα συλλαβή, ἀπόδειξιν ἔχει τῆς θερμῆς ὑμῶν φιλοπατορίας καὶ τῆς διακαοῦς θεοζηλίας. ἐν αἷς φυλαχθείητέ μοι ὦ καλοὶ παῖδες, θέρμην ἐκ θέρμης προσλαμβάνοντες καὶ ζωπυρούμενοι τῷ πνεύματι εἰς πᾶν ἔργον ἀγαθόν. ὑπομονῆς ὁ καιρός, ἀδελφοί, κακοπαθείας· ὡς στρατιῶται Χριστοῦ ταλαιπωρήσατε. οὐκ ἄξια τὰ παθήματα πρὸς τὴν μέλλουσαν δόξαν, ὑπὲρ ἧς πολλὰ ἐνιδρώσαντες ἐπέτυχον οἱ πατέρες ἡμῶν τῶν στεφάνων;

Οἴδατε τοῦτο, ὅτι Νεκτάριος ὁ ἀρχαῖος προδότης ἀπεστάτησεν, χεῖρον τοῦ Ἰούδα πράττων· ὅτι ὁ μὲν ἔξαρνος γενόμενος καὶ προδοὺς τὸν κύριον τῆς δόξης ἀπήγξατο μεταμελείᾳ, ὁ δὲ αὐτομόλως καὶ τὸν Χριστὸν ἠθέτησεν διὰ τῆς ἀρνήσεως τῆς ἁγίας αὐτοῦ εἰκόνος καὶ ἀμεταμελήτως μετὰ τῆς οἰκείας ψυχῆς ἀπώλλυ καὶ ἄλλων πολλῶν, ἀπαιτῶν τὰ τῆς ἀσεβείας χειρόγραφα. καί γε Ὀρέστης λειποτακτήσας ἐκ τῶν ἑπτὰ διὰ τὰ μυσαρὰ πάθη ἀπέδωκεν ἑαυτὸν τῷ βαλανείῳ τῆς ἀποστασίας.

Διό, τέκνα μου, φυλαττοίμεθα· ἀσεβῶν γὰρ καταπιπτόντων οἱ δίκαιοι, φησίν, ἔμφοβοι ἔσονται. προσέχετε ἑαυτοῖς, παρακαλῶ, καὶ μὴ δῶτε τόπον τῷ διαβόλῳ, ἀλλ᾽ ἔστω ὁ φόβος τοῦ θεοῦ φρουρῶν ὑμᾶς ἐν πᾶσιν. ζηλῶ ἐφ᾽ ὑμᾶς τοῦ εἶναι πεπαιδευμένους, ἀλλὰ βλέπετε ὅτι ἡ γνῶσις φυσιοῖ τοὺς ἀπροσέκτους καὶ ἡ φυσίωσις καταρράσσει. ὑμῖν οὖν καὶ ἡ γνῶσις προστεθείη καὶ ἡ ταπείνωσις ὑψωθείη.

Μεθορίζουσίν με ἐκ τῆς Μετώπης εἰς Βονήτης τὸ κάστρον, εἰς Ἀνατολικούς. καὶ χαίρω λίαν, ὅτι διὰ τὸν Κύριόν μου καὶ θεὸν μεταβιβάζομαι. εὔχεσθε ὑπὲρ ἐμοῦ, τέκνα μου, ἵνα σῴζωμαι, παρακαλῶ. ὀρέγοιτε χεῖρα τοῖς ἀδελφοῖς ὑμῶν καὶ μάλιστα τοῖς δέκα λόγῳ, ἔργῳ, κατὰ τὸ δυνατόν, ἵνα ἀναπληροῦντες ἦτε τὸ ὑστέρημά μου.

Οἱ ἀδελφοὶ ὑμῶν Ὑπάτιος καὶ Νικόλαος θερμῶς προσαγορεύουσιν. ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔστω μετὰ τοῦ πνεύματος ὑμῶν. ἀμήν.

Πέτρῳ Νικαίας Πολλάκις προθέμενος ἐπιστεῖλαι τῇ ἐμοὶ ποθητῇ καὶ πατρικῇ ἁγιωσύνῃ σου ἐκωλύθην ὑπὸ τῶν ἁμαρτιῶν μου (οὐ γὰρ ἂν ἄλλο τι αἰτιάσομαι μέχρι τοῦ δεῦρο), νῦν δὲ ἐπιτυχὼν καιροῦ καὶ γραμματηφόρου ἡδέως ἤδη προσφθέγγομαι καὶ προσαγορεύω τὴν ἐμοὶ σεβασμίαν καὶ ἱερὰν κεφαλήν· εἰ γὰρ καὶ τὰ μάλιστα ἅπας ἐναθλῶν ὑπὲρ εὐσεβείας ἐραστὸς τῇ ἐμῇ οἰκτρότητι, ἀλλ᾽ ὅμως ἐξαίρετόν μοί τι σέβας ἐπὶ τῇ σῇ πατρότητι πρόσεστιν. ἐπεὶ γὰρ φιλοῦμαι ἀναξίως παρ᾽ αὐτῆς, οὐκ ἀπεικότως καὶ φιλῶ παρὰ τοὺς πολλούς. ὅτι δὲ στέργομαι, δεῖγμα μέγιστον τὸ ἐν καιρῷ τῆς τῶν πραγμάτων κωδωνίσεως ὡς εἴς τι χρήσιμον ὄντα με τὸ κοινῇ συμφέρον ἐκθειάζεσθαι πρὸς αὐτῆς καὶ ἐπαινεῖσθαι, καὶ ταῦτα οὐκ ἰδίᾳ πως καὶ ἐν παραβύστῳ, ἀλλ᾽ ἤδη καὶ ἐπ᾽ αὐτὰς τὰς ἀρχιερατικὰς ἀκοὰς ἀναφερούσης· ὃ τῆς σῆς μὲν φιλίας καί, ἵν᾽ οὕτως εἴπω, ξενολογίας ἐπίσημον, τῆς δ᾽ οὖν ἐμῆς ἀναξιότητος ἔκφυλον, ὑποφριττούσης εἰσέτι καὶ νῦν τὸν τῆς θεοφροσύνης σου ἔπαινον.

Τοσαῦτα μὲν περὶ τούτου, εἶδος ἀπολογίας μοι ποιουμένῳ. τί δ᾽ ἂν τὰ ἑξῆς; ἤρθης ὁ πατὴρ καὶ μετήρθης, περιωρίσθης καὶ μεθωρίσθης. ἀκοὴ ἐξ ἀκοῆς προσπελάζουσα ἐθρόησεν, ἐπτόησεν ἡμᾶς τὰ τέκνα σου, οὐκ εἰδότας τὸν τρόπον, ἀγνοοῦντας τὰς διαθέσεις. ἡμεῖς γὰρ οἱ ταπεινοὶ ὡς ἔν τινι ἀγκύρᾳ ἐν τῇ νῦν κλυδωνιζούσῃ καὶ καταποντιζούσῃ αἱρέσει πεποιθότες ἐσμὲν ἐπὶ τῇ μεγαλωσύνῃ σου, πηδαλιουχούσῃ καὶ ἀπευθυνούσῃ ἡμᾶς ταῖς θεοσθενέσιν ἐνστάσεσιν εἰς ἀκίνδυνον εὐπλοΐαν. γνώρισον οὖν ἡμῖν, ὦ μάκαρ, ἀκροθιγῶς ὅπως τὰ κατὰ σέ, ἵνα σου τῷ ἐρείσματι περιζωννύμεθα δύναμιν. καὶ πρὸς τούτοις σθένοις ταῖς προσευχαῖς, ἀλείφοις ἡμᾶς ταῖς παραινέσεσι, πείθοις ὡς οὐκ εἰς τέλος ἀφήσει Κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν παίουσαν τὴν αὐτοῦ ἐκκλησίαν· εἰ δ᾽ οὖν, καρτερῶς ἡμᾶς φέρειν τὴν βραδυτῆτα, ἣν τοῖς ἀθεωρήτοις αὐτοῦ κρίμασι τῆς σοφίας οἶδεν συμφερόντως ἐπάγεσθαι ἡμῖν τοῖς ταπεινοῖς πάντως.

Ἰωσὴφ ἡγουμένῳ Ἤνεγκεν ὁ καιρὸς χρήσασθαί με φιλικῷ γράμματι τῇ ἁγιωσύνῃ σου· πρότερον μὲν γάρ, ἡνίκα σκυθρωπαὶ ὑποθέσεις ὑπὸ τῶν κρατούντων εἰσεφθάρησαν ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ κατὰ τὰς ἁμαρτίας μου, τοσοῦτον ἀπεσχοινίσθημεν ἐξ ἀλλήλων, ὡς ἀνατολῇ καὶ δύσει ἀκουστὸν γενέσθαι τὸ δρᾶμα τῆς διαστάσεως. φεῦ τῶν ἡμερῶν ἐκείνων· φεῦ τῆς δραματουργίας ἐκείνης· εὐαγγελίου θεοῦ γὰρ ἦν παράβασις, δι᾽ ἣν ἐδονήθη τὰ πέρατα καὶ οὐρανὸς ἐπεστέναξεν. νυνὶ δέ, ἐπὰν ἐκποδὼν γέγονε τὰ τηνικαῦτα τυρβασθέντα νεύσει τῆς προνοίας, εἰ καὶ τὰ χείρονα παραχωρήσει ταύτης ἐξεκαύθη τανῦν, δῆλον ὅτι ἐκ τῶν προλαβόντων ὡρμημένα, φεῦ μέντοι γε καὶ τῶν τῇδε ἡμερῶν, ἃς οὐδὲν ἄλλο ὑποληπτέον ἢ τῆς τοῦ Ἀντιχρίστου παρουσίας προεισόδια.

Ὅμως ἐπειδὴ χάριτι τοῦ ὑπεραγάθου θεοῦ εἰς ταὐτὸν ἡμῖν, μᾶλλον δὲ τῇ ἀληθείᾳ συμφρονοῦσα ὤφθη καὶ τὴν αὐτὴν ἔνστασιν τῆς εὐσεβείας τοῖς πᾶσιν ὀρθοδόξοις αἱρησαμένη, καὶ ταῦτα ἐν γήρει καὶ προθυμίᾳ ζεούσῃ, ὃ καὶ παράδοξον καὶ αἰνούμενον, ἐπανατρέχων εἰμὶ ὁ ταπεινὸς εἰς τὴν πάλαι ἀγάπην καὶ συνάφειαν· οὐδὲν γὰρ οὕτως ἰσχυρὸν εἰς ὁμόνοιαν, ὥς φησι τὸ θεῖον στόμα, ὡς ἡ περὶ θεοῦ συμφωνία, καὶ οὐδὲν οὕτως εἰς διάστασιν ὡς ἡ περὶ αὐτοῦ διαφωνία.

Διὰ τοῦτο ἀπεκδυσάμενος ὥσπερ τι νέφος πονηρὸν τὰ προλαβόντα μετὰ χαρᾶς μεγάλης αἴθριόν σοι τὸ τῆς ὁμονοίας φάος ἀνατέλλω πρὸς τὰ παρόντα καὶ ὡς πατρί μου ἀγαπητῷ προσσφθέγγομαι καὶ ὡς δεδιωγμένῳ καὶ περιωρισμένῳ ἕνεκεν δικαιοσύνης πρόσειμι, στεφανῶν σε τοῖς ἐπαίνοις καὶ μεγαλύνων τοῖς ἐγκωμίοις τὴν πολιὰν τὴν αἰδέσιμον, τὴν ἄσκησιν τὴν μακροχρόνιον. καὶ ὢ τῆς μεγαλοδωρεᾶς τοῦ θεοῦ, οὐκ ἐασάσης ὑπὸ τὸν σκοτεινὸν μόδιον τὸν πρὶν καλυφθῆναί σου τὰ φωτοειδῆ ἀριστεύματα. ὁμολογητήν σε νῦν Χριστοῦ προσκυνῶ, φύλακα ὀρθοδοξίας αἰνῶ, συγχαίρων καὶ συναγαλλόμενός σοι ἐν τοῖς ὑπὲρ τοῦ ἀγαθοῦ ἀγωνίσμασιν, εἴπερ τῶν χαρισμάτων τὸ μέγιστον κατὰ τὸν ἀπόστολον τὸ ὑπὲρ Χριστοῦ πάσχειν· πλὴν ὅτι τὸ τίμιόν σου γῆρας κατελεῶν εἰμι, κακοπαθεῖν οὐκ εὐχερῶς ἔχον. ἀλλ᾽ ὅμως πέποιθα ὅτι πάντα ἰσχύσειας ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ εἰς νῖκος ὀρθοδοξίας, εἰς καύχημα ἐμοῦ τε τοῦ ἁμαρτωλοῦ καὶ τῶν ἐξ ἴσου φιλούντων σε, μᾶλλον δὲ καὶ τῆς ὅλης ἐκκλησίας τοῦ θεοῦ, εἰς στέφανον δικαιοσύνης σου αἰώνιον.

Ἀντιγράψαι δὲ εἰ οὐχ οἷόν τε, ἀλλ᾽ οὖν χαρίζου μοι τὸ κράτιστον ὧν ἔχεις, τὰς ἱερὰς προσευχάς σου· πλήρης γάρ εἰμι ἁμαρτημάτων καὶ πάντων ἀνθρώπων οἰκτρότερος.

Γρηγορᾷ λαϊκῷ Ἡ πολλή σου καὶ θερμὴ διακονία καὶ προσεδρία τῶν ἐν ταῖς φυλακαῖς ἀδελφῶν πεποίηκέν σε, ὦ ἄνθρωπε τοῦ θεοῦ, ἄποικον, φυγάδα, ἀλήτην. ἀλλὰ θάρσει· ἐν σκέπῃ τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσῃ, ἡ ἄνω Ἱερουσαλήμ σοι εἰς κατοικητήριον. τῷ ὄντι ἐνήθλησας, ἐταλαιπώρησας, ἐδαπανήθης, ἐκονδυλίσθης, ἐξεζητήθης, καὶ μέντοι καὶ κατεκρατήθης, κἂν οὐ τέλεον, ὁ μισθός σοι μέγας ἐφίσον τῶν φρουρουμένων, ἐπεὶ καὶ μείζων. ἀδελφὸς ἡμῶν εἶ, σύμψυχος, συγκοινωνός, εἴ γε καὶ ἔχοιμέν τι ἀγαθὸν κἀν τοῖς σωματικοῖς ὡσαύτως. ὁ θεός σε σώσειεν, προσεύχου περὶ ἡμῶν. καὶ ἀπὸ τοῦ νῦν δὲ καὶ πόρρωθεν, ὡς ἂν δύνῃ, τοῖς ὑπὲρ θεοῦ φρουρουμένοις βοήθει, εἴ τινες ἂν εἶεν, ἄνδρες καὶ γυναῖκες· πάντες γὰρ ἐν Χριστῷ ἀδελφοί.

Ἄννῃ ἡγουμένῃ Τί ἂν ἀκούσας περὶ τῆς τιμιότητός σου περιχαρῶς ἐδεξάμην ὡς ἐπὶ τῷ μαθεῖν με ἐγκεκλεῖσθαι αὐτὴν νῦν διὰ τὸν Κύριον ἡμῶν καὶ θεόν; ὦ σοφὴ γυναικῶν· ὦ αἷμα Θεοκτίστης τῆς μεμακαρισμένης σαρκικὸν ὁμοῦ καὶ πνευματικόν. τοῦτό σοι τῶν προηνυσμένων ἀσκητικῶν ἀγώνων τὸ διάδημα, τοῦτο τῆς δεδοκιμασμένης σου ὑποταγῆς τὸ ἀναβλάστημα. ὡς μέγιστόν σου τὸ κλέος· ὡς ὑπέρλαμπρόν σου τὸ κατόρθωμα. ἐξ εὐγενῶν εὐγενὴς τὸ κατὰ σάρκα καὶ τὸ κατὰ πνεῦμα. ποῖός σοι λόγος οὐκ ἄξιος ἐπαίνου; ποία σοι γλῶσσα οὐκ ἐγκωμίων χρεῶστις; ἀλλὰ τί τὸ ζητούμενον; ἵνα σου τελειώσῃς τὸν ἀγῶνα. εἰ καὶ μόνη εἶ ἐγκεκλεισμένη, ἀλλὰ μετὰ Χριστοῦ καὶ τῶν ἀγγέλων· εἰ καὶ σωματικῶς ὀδυνηρόν, ἀλλὰ πνευματικῶς ἀγαλλιαστόν, μὴ ὁρώσης σου πρὸς τὰ βλεπόμενα πρόσκαιρα, ἀλλὰ πρὸς τὰ ἀόρατα καὶ οὐράνια. ἐάν σου τελειωθείη τὸ ἔργον, οἷόν σοι χορεῦσαι μετὰ ὁμολογητῶν Χριστοῦ.

Στῆθι, παρακαλῶ, κυρία, δυναμώθητι ἄνωθεν. μὴ πτοηθῇς βασιλέα, ἐὰν δεῖ σε κατ᾽ ὄψιν ἐλθεῖν, ὡς οὐκ ἐπτοήθησαν αἱ μάρτυρες, μὴ γύμνωσιν σώματος καὶ πληγάς, ἐὰν καὶ τοῦτο ἔλθῃ· ὁ Χριστὸς γὰρ περιστολή σου, βοήθεια ἰσχύσαι σε πάντα, ὡς Φεβρωνία καὶ αἱ ἐφάμιλλοι αὐτῆς. ταῦτά σοι παρ᾽ ἐμοῦ ἐκ πολλῆς φροντίδος καὶ τῆς κατὰ Κύριον ἀγάπης, ἵνα μὴ ἔξαρνος γίνῃ Χριστοῦ.

Λέοντι πατρικίῳ Εἰ αὐτὸς οὐκ ἀτονεῖς εὖ ποιεῖν τῇ ἐμῇ ταπεινώσει δι᾽ οἶκτον φιλανθρωπίας, μή τι ἆρα ἐγὼ ὑποίσω τοῦ μὴ ἀπολογεῖσθαι τῇ ἀγαθῇ σου ψυχῇ κἂν διὰ λόγου; ὢ τῆς συμπαθοῦς σου διαθέσεως· ὢ καρδίας φιλελεήμονος· ὢ ψυχῆς φιλοοικτίρμονος. ἔοικάς μοι, ὦ δέσποτα, πηγῇ ἀειρρύτῳ ἀναψυχούσῃ με ἐκ δίψους αἰσθητοῦ τε καὶ νοητοῦ, ἢ μᾶλλον παραδείσῳ παντοίων ὡραίων καρπῶν πεπληρωμένῳ, ἐξ οὗ πάρεστίν μοι ἀπολαύειν τῶν ἐπιθυμουμένων. καὶ ὄντως φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα τῶν ὄντων οὐδέν. ἐγὼ δὲ πατέρα σε προσαγορεύειν ἀξιῶ, φιλοτεκνίας ἰδιώματα ἐπιδεδειγμένῳ μοι ἔκπαλαι τῶν χρόνων μέχρι τοῦ δεῦρο· ὃ καὶ θαυμάζειν ἄξιον, ὅτι οὔτε χρόνος οὔτε τρόπος θλίψεως, οὐ πειρασμοῦ ὑπόθεσις, οὐχ ὑπαρχόντων ἐξ ἐπηρείας ἀφαίρεσις, οὐκ ἄλλο τι, οὐ μικρόν, οὐ μέγα, ἤμβλυνέν σου τὸ πλῆρες τῆς ἀγαθοσύνης. καίτοι γε ὁρῶμεν ἐπὶ γονέων οὐ πάντῃ διασεσωσμένον τὸ φυσικὸν φίλτρον, ἀλλ᾽ ἔστιν ὅτε ὑπολῆγον ἢ καὶ εἰς ἔχθραν μεθιστάμενον καθ᾽ ἡντιναοῦν σύμβασιν. ἐπὶ δὲ τῆς σῆς μεγαλοφυΐας καὶ θεοσεβείας οὐχ οὕτως· ὁ αὐτὸς γὰρ εἶ ἀεὶ καὶ ἀναλλοίωτος, ἐπειδὴ θεοῦ τοῦ ἀναλλοιώτου καὶ ὡσαύτως ἔχοντος τὸν ἔρωτα κέκτησαι.

Σοὶ μὲν οὖν τοιοῦτον, ἄνθρωπε τοῦ θεοῦ, τὸ κλέος, ἐγὼ δὲ δέδοικα μή ποτε εἰς κρίμα μοι εἴη ἡ τῆς ἀγαθότητός σου περιουσία· τί γὰρ καὶ ἀποδώσοιμι ὁ πτωχὸς ἢ παραρρεριμμένην μου προσευχήν; αἰτῶ οὖν τὸν ἀγαθόν μου θεὸν ἐπισκοπὴν ἀντὶ τῆς ἐμῆς ταπεινώσεως ποιεῖσθαί σοι πρὸς πᾶσαν μὲν σωτηρίαν, μάλιστα δὲ κατὰ τὴν λυττῶσαν χριστομάχον αἵρεσιν.

Εἰρήνῃ πατρικίᾳ Ἐγώ, κἂν οὐ δέχωμαι γράμματα παρὰ τῆς τιμιότητός σου, ὦ κυρία, οὐ διαλείψω ὁπόταν τύχοιμι ἐπιστοληφόρου πιστοῦ ἐπιστέλλειν σοι ὡς μητρί μου πνευματικῇ· πῶς γὰρ καὶ μὴ καλέσαιμί σε οὕτως διὰ Χριστὸν πάσχουσαν, διασπασθεῖσαν τῆς κεφαλῆς, ἐκβληθεῖσαν οἰκίας, πόλεως, συγγενῶν, φίλων καὶ ἐν ἐσχατιᾷ τινι περιωρισμένην; καὶ οὔπω λέγω τῶν ἄλλων σου ἀγαθοεργιῶν τὰ ἐπίσημα, ἔκπαλαι τῶν χρόνων διηνυσμένα, ἐπεὶ καὶ τὰ εἰς ἐμὲ τὸν ἁμαρτωλὸν γεγενημένα καὶ ἔτι γιγνόμενα. ταῦτα γυναικὸς ἀνδρικωτάτης τῷ πνεύματι, ταῦτα ψυχῆς μαρτυρόφρονος, ταῦτα καρδίας ζητούσης τὸν θεὸν ἐξ ὅλης δυνάμεως. ἀκουσάτωσαν πραεῖς καὶ εὐφρανθήτωσαν, ὅτι γυνὴ συγκλητικὴ ἦρεν ὁμολογίας Χριστοῦ στέφανον, ἀκουέτω ἀνατολὴ καὶ δύσις ὅτι καὶ νῦν τὸ χρυσοῦν γένος τῶν μακαρίων θηλειῶν ἐξ ὧν Θέκλα καὶ Φεβρωνία ἀνατέταλκε. τί γάρ; εἰ καὶ μὴ ἐσφάγης, ἀλλὰ τῇ προθέσει καὶ τοῖς παρακολουθήμασιν εἵλου τὸ πάθος. μακαρία εἶ ἐν γυναιξί, τρισμακαρία εἶ ἐν μητράσι. ποῦ ποτ᾽ ἂν εἶεν αἱ λοιπαὶ μητέρες; ποῦ ποτ᾽ ἂν αἱ ἐν τοῖς μεγίστοις ἀξιώμασι τελοῦσαι; μία ἐκ πασῶν καὶ πρὸ πασῶν σὺ ἠρίστευσας, σὺ δέδωκας καιρίαν πληγὴν τῷ διαβόλῳ.

Ἀλλ᾽ ἐπεὶ οὐχ ὁ ἐναρξάμενος ἤδη τοῦ καλοῦ μακαριστός, ἀλλ᾽ ὁ εἰς πέρας ἀγαγὼν τὴν καλὴν ἐγχείρησιν, δέομαί σου, δέσποινά μου αἰδέσιμε, τόνωσόν σου τὸ πνεῦμα ἐπὶ τέλει τῶν ἀγώνων, βίου εὐκλεοῦς συγγραφὴν τοῖς μεταγενεστέροις τὴν σαυτῆς ζωὴν ἐγκαταλιμπάνουσα. τοῦτο δὲ παρακαλῶ καὶ ὑπομνήσκω, πεφεισμένως ἔχειν σε τοῦ σώματός σου τῆς ὑγείας· οἶδα γάρ σου τὸ ἀκρατὲς τῆς προθυμίας. χρῶ τοῖς ῥωννύειν σε δυναμένοις· παρηγοροῦ ἑαυτήν, ἱκανὸν τὸ ἆθλον τῆς στερήσεως πάντων.

Σοὶ μὲν τῇ μητρὶ ταῦτα ὡς ἐν βραχέσι. τί δὲ φῶμεν τῇ κυρίᾳ θυγατρὶ καὶ παρομαρτούσῃ σου τῇ ἀρετῇ; ἐξ ἀγαθῆς ῥίζης ἀγαθὸς ἐβλάστησας καρπός. μὴ λυποῦ ὅτι ἐστερήθης τοῦ ὁμοζύγου· εἰ γὰρ παρῆν, οὐκ ἂν ἐν οἷς εἶ νῦν κατελαμβάνου, μετὰ μητρὸς μέν, ἀλλὰ καὶ μάρτυρος, μετὰ πατρός, ἀλλὰ πλέον μετὰ τοῦ ἄνω καὶ ἀθανάτου, οὐκέτι ὡς ἐν σαρκί, ἀλλ᾽ ὑπὲρ σάρκα. ἄλειφε τὴν τεκοῦσάν σε μάρτυρα, παρακαλῶ, συνδιάμειβε τὸ τῆς ἐξορίας ἆθλον, καθὰ καὶ ποιεῖς, ὑπηρέτει ὁμολογηστρίᾳ Χριστοῦ. ἀρκεῖ σοι εἰς εὐδοξίαν καὶ σωτηρίαν ἡ συνοίκησις καὶ συνάθλησις. ταῦτα ἐξ ἀγάπης πνευματικῆς, ἐκ φροντίδος μοι περιπονητικῆς· ἐπεί, ὡς εἴρηται, ἴσμεν σοφήν σε οὖσαν πάντα ποιεῖν ὅσα ὁ λόγος ἀπαιτοίη.

Ἀπεδεξάμην καὶ νῦν τὰς προσφοράς σου καὶ ἕως ποτὲ ἄρτι ἐν ἐξορίᾳ. ἀλλὰ παντὶ ὁ πόθος πρᾶγμα εὐάνυστον. ἀνενεχθείησαν πάντα εἰς ὀσμὴν εὐωδίας τῷ Χριστῷ. εὔχεσθε καὶ αὐταὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ.

Μόσχῳ λαϊκῷ Πολλά σου τὰ ἀγαθά, θεοφιλέστατε δέσποτα, ἃ ἐφ᾽ ἡμῖν τοῖς ταπεινοῖς οὐ μόνον εἰργάσω, ἀλλὰ καὶ ἔτι ἐργάζῃ (τί οὐ παρηγορούμενος; τί οὐκ ἀποστέλλων;), μεθ᾽ ὧν καὶ τὰ νῦν πλεῖστα καὶ ἡδυτερπῆ. καὶ τίς ὁ ἀνταποδιδοὺς ἀλλ᾽ ἢ ὁ ἀγαθὸς θεός; δι᾽ ὧν ποιεῖς ἔδειξάς σου τὴν ἀγάπην ἀναλλοίωτον, ἐφανέρωσάς σου τὰς ἀστραπὰς τῆς προθέσεως διᾳττούσας. ἐκ πόσου γὰρ τόπου διεκτοπισμένος καὶ ὅμως ἀπολαύω σου τῶν ἀγαθῶν, μετὰ τὸ καὶ τοὺς εἰσιόντας ἀδελφοὺς κόπους σοι παρέχειν· τοὺς μέν, ὡς ἀκήκοα, καὶ νοσηλευθέντας ἐν τῇ Ἀβραμιαίᾳ σου καὶ εὐλογημένῃ ἑστίᾳ, διὰ τὸ καταγώγιον αὐτὴν εἶναι πολλῶν μοναχῶν καὶ τροφευτήριον ὀρφανῶν. ὁ τῶν ὀρφανῶν σε πατὴρ θεὸς διαθρέψειεν εἰς αἰῶνας· ὁ Ἀβραάμ σε περιθάλψειεν ἐν κόλποις ὡς ὁμόζηλον σὺν ταῖς κυρίαις ταῖς ἀδελφαῖς, μεθ᾽ ὧν θεραπεύεις Χριστόν. ἰδοὺ δή, τί καλὸν ἢ τί τερπνὸν ἀλλ᾽ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; καὶ ἐφ᾽ ὑμῖν πεπλήρωται. ἀπήλαυσά σου τῶν ἀγαθῶν διαπορευόμενος τὴν ἐξορίαν ἐκ τοῦ εὐλογημένου σου προαστείου τῆς Προύσης· ἰδοὺ καὶ πόρρωθεν ὢν δεξιοῦσαι ἡμᾶς.

Πληθυνθείη σοι πάντα τὰ καλὰ πνευματικῶς τε καὶ σωματικῶς, φυλαχθείης μοι ἀσινὴς κατὰ σώματος ὑγίειαν καί γε κατὰ ψυχὴν ἐξ ἀκοινωνησίας τῶν χριστομάχων αἱρετικῶν.

Εὐσχήμονι Λαμψάκου Ἔγνων ὡς ἡ ὁσιότης σου εἴληπται ὑπὸ τῶν διωκτῶν· καὶ τοῦτο τῆς προνοίας, ἵνα καὶ διὰ τῆς σῆς ὁμολογίας ὑπηρεισθῇ καὶ ἑδραιωθῇ ἡ τοῦ θεοῦ ἐκκλησία ἐκ τοῦ καταλαβόντος αὐτὴν ἐξ ἀσεβείας σεισμοῦ. οἷα γὰρ ὁρᾷς, ὦ φιλότης, τὰ πτώματα· πῶς εὐαρίθμητοι σχεδὸν οἱ ἀκατάβλητοι ἐξ ἁπάντων βαθμῶν, πάντες δὲ ὕπτιοι. ὢ τῆς ἐξαφθείσης ὀργῆς· ὢ τῆς ἐπὶ τὰ πάλαι ἀναδρομῆς. ἐγενήθημεν ὡς τὸ ἀπ᾽ ἀρχῆς, ὅτε ἀφῄρητο ὁ τῆς ἐκκλησίας κόσμος καὶ διεσχέδαστο νόμος θεοῦ. τοιαῦτα τὰ παρόντα, ἐλεεινά, σκυθρωπά· θυσιαστήρια καθυβρισμένα δι᾽ ἀτιμίας τῶν ἁγίων εἰκόνων, ναοὶ βεβηλούμενοι διὰ τῶν ἐναγῶν ἱερέων. τί πολυλογεῖν δεῖ; Χριστὸς ἀτιμώμενος καὶ διωκόμενος διὰ τῆς ἀθετήσεως τοῦ ἱεροῦ αὐτοῦ χαρακτῆρος. εἰ δὲ Χριστοῦ οὕτως, τί τῆς Θεοτόκου ἢ οὑτινοσοῦν τῶν θεοῦ θεραπόντων; ταῦτα θρήνων καὶ ὀδυρμῶν· ταῦτα ἠκουτίζετο μὲν ἡμῖν παρὰ τῶν οἰκείων πατέρων, πείρᾳ εἰδότων τὰ τότε συμβεβηκότα, νῦν δὲ καὶ ἡμῖν τοῖς ταπεινοῖς παρίσταται ἄγαν ἀνιῶντα.

Ἀλλὰ ἆρον, ὦ πάτερ, πρὸς τὸν οὐρανόν σου τὰς παλάμας· ἀλλ᾽ ἱλέωσαι θεόν· ἀλλὰ ὄρεξον δεξιὰν πρεσβευτικὴν κἀμοὶ τῷ ἀδρανεῖ καὶ ἁμαρτωλῷ, ἐνεγκεῖν ἡμᾶς πάντα μετὰ χαρᾶς ὅσα καὶ χαρίσοιτο Χριστὸς δι᾽ αὐτὸν παθεῖν, μὴ φοβουμένους θεοκελεύστως τοὺς ἀποκτένειν δυναμένους τὸ σῶμα, ἀλλὰ τὸν καὶ τοῦτο καὶ τὴν ψυχὴν ἐμβαλεῖν ἔχοντα ἐξουσίαν ἐν τῷ ἀσβέστῳ πυρὶ τῆς γεέννης.

Ἱλαρίωνι ἀρχιμανδρίτῃ Εὗρον ὀψὲ τοῦ καιροῦ ἀσπάσασθαι τὸν ἐμὸν ἅγιον πατέρα διὰ γράμματος· ὡς γὰρ γινώσκει σου ἡ τιμιότης, τῆς αἱρέσεως μαινομένης καὶ μακρὰν ἡμῶν ἀπῳκισθέντων διὰ τῆς ἐξορίας, σπάνιον εὑρεῖν γραμματηφόρον καὶ μάλιστα πιστόν. γλίχομαι οὖν μαθεῖν τὰ τῆς πατρότητός σου, ποῦ καὶ πῶς καὶ ἔνεστι καὶ περιενέχθη ὑπὸ τῶν ἀνομούντων. πάντως δέ, ὡς τῶν πολλῶν κατ᾽ ἀρετὴν προύχοντα, πολλά σε παθεῖν ὑποτοπάζω θλιπτικὰ καὶ στενωστικά· οὗ γὰρ ἡ κατὰ θεὸν ἰσχὺς βαθεῖα, ἐκεῖ καὶ ὁ τῶν ἐναντίων πόλεμος πικρός. ἀλλ᾽ ὅμως καὶ σοῦ ἐστιν, ὦ πάτερ, λέγειν πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. οἶδας δὲ πῶς ἡμᾶς ἐγκατέλιπον οἱ πολλοὶ τῶν ὁμοταγῶν, ὧν τὰ ὀνόματα ἑκὼν ὑπερβήσομαι, ἀγαπήσαντες τὸν νῦν αἰῶνα. φεῦ τῆς συμφορᾶς, φεῦ τῆς ἥττης· ἐὰν τὸ φῶς, φησί, τὸ ἐν σοὶ σκότος, τὸ σκότος πόσον; καὶ ἐὰν τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσετι; ποτνιώμενος καὶ σφαδάζων φῶ. ταῦτα, πάτερ, ἐπὶ σὲ οὐκ ἔστι διδάξαι. ἐξέλιπεν φυσητήρ, ὁ προφήτης φησίν, εἰς μάτην ἀργυροκόπος ἀργυροκοπεῖ. πόσα ὁ ἱεράρχης ἡμῶν καὶ ἀληθινὸς ποιμήν, πόσας ἡ ἀδελφότης πρὸς ἑαυτήν; καὶ ἕωλα πάντα· μικρὰ προσβολὴ ἐναντίου πνεύματος καὶ αὔτανδρος ἡ ναῦς τῶν ψυχῶν βυθῷ τῆς ἀσεβείας.

Ἐκείνοις μὲν δοθείη ὀψέ ποτε ἀνανήξασθαί τε καὶ ἀναμαχήσασθαι τὴν ἧτταν· σὲ δὲ ὁ ἀγαθὸς θεὸς φυλάξειεν ἐναθλοῦντα, κοπιῶντα, εἰς μέγα ὄφελος τῆς αὐτοῦ ἐκκλησίας, εἰς αὔχημα τῆς Βυζαντίδος, εἰς κλέος τῶν μοναστῶν, ἀλλὰ γὰρ καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ τέκνου αὐτοῦ προσευχόμενον, ἵνα σῶος διαμείνοιμι, ἑπόμενος ὑμῖν τοῖς ἁγίοις μου πατράσι.

Τοῖς Γραμματικοῖς τοῖς δυσὶν ἀδελφοῖς Οὐδὲν ἰσχύει τὸ γράμμα τὸ ἐμὸν πρὸς παράκλησιν ὀδυνωμένης ψυχῆς, οἵα ἡ ὑμετέρα τῶν ἐμοὶ σεβασμίων πατέρων ἐκ τῆς πείρας καὶ φρουρητικῆς βασάνου τῶν κακούντων. ἀλλ᾽ ὅμως, ἐπειδὴ ῥᾳστώνην τινὰ φέρει τὸ ἐξειπεῖν καὶ ἀκοῦσαι, κατ᾽ ἀμφότερα καλῶς ἔχειν ἔδοξα καὶ νῦν ἐπιστεῖλαι, ὑποδεικνὺς ὑμῖν τὴν ἐνοῦσάν μοι διάθεσιν τῇ πρὸς τὴν σεμνότητα ὑμῶν ἀγάπῃ ἄκρως κεχαρακτηρίσθαι, ἐμμέριμνόν τε εἶναι οὐκ ὀλίγως εἰς τὴν περιφύλαξιν ὑμῶν, ὑπολογιζομένην δι᾽ ἣν αἰτίαν τῶν ἄλλων μόνον ὑμᾶς κατέχεσθαι ἐν τοῖς αὐτόθι ὑπὸ χειρῶν ἀνόμου, δεινὰ ζῆν ποιοῦντος τοὺς τοῦ Κυρίου ὁσίους. ὢ τῆς τοῦ θεοῦ μακροθυμίας, ἀναινομένης τῶν πραττομένων πάντως, ἵνα τῶν πασχόντων τὸ δοκίμιον τῆς πρὸς αὐτὸν πίστεως χρυσίου τιμαλφέστερον γνωρισθῇ, τῶν δὲ δρώντων ἔκκλησις ὁδοποιηθῇ πρὸς μετάνοιαν, εἴτουν ἀναπληρωθῇ τὸ τῶν ἁμαρτιῶν ἀπόκριμα. πάσχοιτε, οἶδ᾽ ὅτι, πατέρες μου, πικρὰ καὶ δύσοιστα (πῶς γὰρ οὔ;), ἔχοντες μὲν δεινὸν τὸν κακοῦντα καὶ τοσοῦτον, ὅσον τῶν πάντων ὑπερβάλλοντα τῇ ἀσεβείᾳ, οὐκ ἔχοντες δὲ ὡς οἱ πολλοὶ τῶν ἀθλούντων τοὺς ἡμεδαποὺς καὶ γνωρίμους, ὅπερ οἶδεν πλεῖστα παραμυθεῖσθαι τοὺς ταλαιπωρουμένους. τί οὖν πρὸς ταῦτα ἐροῦμεν; τὸ ὑμῖν ᾀδόμενον ἐξ ἀποστολικῶν χειλέων ἐναργῶς, οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν ἀποκαλύπτεσθαι δόξαν εἰς ἡμᾶς.

Διὸ μετάδοτε ἡμῖν, ὦ σεβαστοί, τοῖς ἀστηρίκτοις τῆς ἀνδρικῆς ὑμῶν καρτερίας, τονώσατε ἡμῶν τὰς εὐσαλεύτους ψυχὰς ταῖς ἱεραῖς προσευχαῖς, ἱλεώσασθε θεὸν ἐπιταχύναι εἰς συμπάθειαν τῶν ἀπολελωκότων τὴν ὑπομονὴν καὶ τοῦ καιροῦ φροντιζόντων, ἀλλ᾽ οὐ ψυχῶν· καί γε εἰσακούσειεν ὁ Κύριος, ταχεῖαν καὶ μὴ βραδύνουσαν ποιούμενος τὴν ἐπισκοπήν.

Στεφάνῳ ἀνεψιῷ Ἔμαθον ὡς κρατεῖσαι καὶ αὐτὸς ὑπὸ τῶν δυσωνύμων αἱρετικῶν, ὦ γνησιώτατέ μοι καὶ τιμιώτατε· καὶ ἐλυπήθην μὲν ὅτι ἐξ ἀφορμῆς ἄλλης, ἐχάρην δὲ λίαν ὅτι διὰ Χριστὸν ἡ φυλακή σου. πάντα γὰρ χαρίζονται οἱ νῦν ἀσεβοῦντες, ἀντιλαμβάνοντες ὃ ζητοῦσιν. ἀλλὰ χάρις τῷ ἐνδυναμώσαντί σε Χριστῷ πάντα παριδεῖν ὑπὲρ ἑνὸς μόνου, τοῦ μὴ ἀσεβῆσαι, ὃ γενήσεταί σοι εἰς κλέος ψυχῆς, εἰς δόξαν ἀνθρωπίνην, εἰς ἀρετῆς αὔχημα, εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν.

Ἐνέγκωμεν οὖν, ἀδελφέ, τὴν διὰ Κύριον φρουράν, τὴν θλῖψιν, τὴν στενοχωρίαν, ἀνθ᾽ ὧν ἀνατελεῖ σοι εὐφροσύνη αἰώνιος, ζωὴ ἀτελεύτητος. καὶ τανῦν δὲ ἄγγελός ἐστιν ὁ περιέπων σε, ὑφέστιός σοι γιγνόμενος· αἰνοῦσίν σε οἱ γνώριμοι, εὐφημοῦσιν οἱ ὀρθόδοξοι· πάντα σοι εἰς καλὸν συντρέχει καὶ συνδραμεῖται τελειοῦντι ἰσχύει Χριστοῦ τὸν δρόμον. σήμανόν μοι, εἰ δύνῃ, καὶ αὐτὸς τὰ σαυτοῦ διὰ γραμμάτων, προσευχόμενός μοι, ἀδελφέ, ἀνεπιλήστως, ὅτι ἁμαρτωλός εἰμι ὑπὲρ πάντα ἄνδρα.

Κηροπράτῃ Ἐν ταῖς ἡμέραις ταύταις μέγα φιλίας καὶ εὐσεβείας δεῖγμα χαιρετισμὸς καὶ προσηγορία ψιλὴ εἰς τοὺς διὰ Χριστὸν ἐξωρισμένους, τὸ δὲ καὶ δωρεὰς ἀποστέλλεσθαι πολλοῦ ὅτι μάλιστα τοῦ πόθου καὶ τοῦ θείου ζήλου. τοιοῦτος ὁ ἠγαπημένος μου δεσπότης πρὸς τὴν ταπείνωσίν μου, καὶ αἱ ἀποστολαί σου ἡδεῖαι, φωτὸς ὑπεκκαύματα, σύμβολα τοιαῦτα τῆς κατὰ ψυχήν σου καθαρότητος καὶ τῆς κατὰ τὸ φρόνημα ὀρθοδόξου τηλαυγήσεως. νῦν γάρ, ὡς ὁρᾷς, ἐν νυκτὶ τὰ τῆς ἐκκλησίας καὶ ζάλῃ, καταποντιζούσῃ οὐ σώματα, οὔπω γὰρ τὸ δεινόν, ὅσον τὸ ψυχὰς εἶναι τὰς ἀθανάτους τὰς ναυαγούσας. καὶ ὢ τῆς δεινῆς συμφορᾶς, πυρσοῦ μὴ φαινομένου μηδ᾽ αὖ λιμένος ἐν τοῖς αὐτόθι.

Φυλάττου τοιγαροῦν, ἀγαπητέ, κυβερνώμενος ὀρθοδόξως, ἀκαταβαπτίστως ταῖς αἱρετικαῖς τρικυμίαις, εἰς οὐρανὸν ἀνατείνων τὸ ὄμμα, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα τὸν Κύριον τῆς δόξης, ὃν ἀτιμάζειν τολμῶσι δι᾽ ἀτιμίας τῆς ἁγίας αὐτοῦ εἰκόνος οἱ τὰ Ἰουδαίων ἴσα πράττοντες. αὕτη ἡμῶν ἡ μικρὰ προσφώνησις εἰς ἀντίδοσιν ἀγάπης τῇ φιλουμένῃ σου τιμιότητι μετὰ καὶ προσευχῆς ἡμῶν ἁμαρτωλῆς, μὴ ἐχόντων ἄλλο ἀμοιβαῖον δῶρον.

Λέοντι ἀρωματοπράτῃ Ἐπιστέλλω σοι καὶ ὡς ἀνθρώπῳ τοῦ θεοῦ καὶ ὡς φίλῳ γνησίῳ καὶ ὡς εὐσεβεῖ ἀνδρὶ καὶ ὡς ζηλωτῇ διαπύρῳ. ὁρᾷς οἷα τὰ παρόντα, ὦ φιλότης, οἷον πῦρ ἐμπρῆζον τὴν ἐκκλησίαν τοῦ θεοῦ, δῆλον ὅτι ἐκ τῶν προλαβόντων ὑπεκκαυμάτων ἐξηρτυμένον. ἔφαγεν ἡμᾶς ἡ φλόξ τῆς μοιχείας, ἐδαπάνησεν ἡμᾶς ἡ βολὶς τῆς μοιχοζευξίας, αἱ δι᾽ αὐτάς, φημί, διώξεις καὶ φυλακαί, ποιναί τε καὶ ἐξορίαι καὶ ἀναβρασμοί, προσθείην δ᾽ ἂν οὐκ ἀπεικότως καὶ τὰ πρὸ τούτων ἐπὶ τῶν Σιμωνιανῶν καὶ διὰ τοὺς Σιμωνιανοὺς (οὐ γὰρ ἡ ἐκκλησία τοῦ θεοῦ μάστιξιν, ἐξορίαις τε καὶ φυλακαῖς τὰ ἑαυτῆς οἶδεν ἐκδικεῖν), εἶτα πρὸς τούτοις τὰ διὰ τοὺς Παυλικιάνους καὶ κατὰ τῶν Παυλικιάνων. οὐ γὰρ μάχαιραν καὶ ξίφος καὶ μάστιγας ὁ νόμος ὁ ἐκκλησιαστικὸς φέρει κατά τινος· πάντες γάρ, φησίν, οἱ λαβόντες μάχαιραν μαχαίρᾳ ἀποθανοῦνται. ἀλλ᾽ ὅμως ἐπειδὴ ταῦτα πάντα ἐνηργήθη, συνεξελήλυθε καὶ ὁ τῶν κακῶν κολοφὼν ὡς ἐκ μυχῶν τοῦ ᾅδου, ἥδε ἡ χριστομάχος αἵρεσις, πάντας ὀλεθριοῦσα. ὢ ὢ τῶν δεινῶν, καὶ ἡμῖν ἔξεστι λέγειν, οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ οὔτε θυσία οὔτε προσφορὰ οὔτε θυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου καὶ εὑρεῖν ἔλεος.

Διὸ παρακαλῶ σου τὴν θεοφιλίαν φυλάττεσθαι τῆς ἀθέου κοινωνίας τῶν αἱρετιζόντων χεῖράς τε ὀρέγειν, καθ᾽ ὅσον οἷόν τε, τοῖς ἀπολλομένοις, ἀλλὰ γὰρ καὶ τοῖς εὐσεβέσιν, ὅπερ σοι καὶ σύνηθες ποιεῖν πάντοτε, ἔργῳ, λόγῳ, ὅτι περὶ ψυχῆς τῆς ἀθανάτου τὸ κινδυνευόμενον. ἂν οὕτω ποιῇς, οἶδ᾽ ὅτι καὶ θεός σοι εἰς ἀσφάλειαν κινδύνου ἔσται ἐπίκουρος, ἀποδιδούς μοι τὴν εὐχήν σου· χρῄζω γάρ, ἁμαρτωλὸς τυγχάνων. εἰ δὲ σῴζοιεν μυστήριον αἱ ἀδελφαί, περὶ ἡμῶν αὐτὰς προσαγόρευσον.

Πολιτιανῷ δομεστίκῳ Ὄντως ἔργῳ καὶ λόγῳ φίλος εἶ γνήσιος τῆς ταπεινώσεως ἡμῶν, ἀφ᾽ ὧν ἔδρασας πραγμάτων ἐν τοῖς ἀδελφοῖς ἡμῶν, κύριέ μου· τί γὰρ οὐκ ἐποίησας καὶ πόσον οὐκ ἐπέδωκας ἑαυτόν, ἐλεῶν αὐτούς, συμπαθῶν, ὑπεξάγων, ὑπαλείφων, προθυμοποιούμενος, διάδηλον ποιῶν τοῦτο κἀκεῖνο, συμφέρων, συνοψίζων, ὑποκρινόμενος, μικροῦ καὶ προκινδυνεύων; ἀλλὰ μή τις τῶν ἄλλων γειτόνων; οὐδαμῶς· φίλοι γὰρ τραπεζῶν ἐκεῖνοι, οὐ φίλοι Χριστοῦ, ἐπειδὴ καὶ αἱρετίζοντες ἢ καὶ αἱρετικοῖς συνεπόμενοι φιλικῶς. σὺ δέ, ἄνθρωπε, τοῦ θεοῦ φίλος καὶ τῶν διὰ Χριστὸν διωκομένων. διὰ τοῦτο, ὡς μανθάνω, καὶ φυλάττεις ἑαυτὸν ἐκ τῆς κοινωνίας τῶν ἀνόμων, καὶ φυλαχθείης ἔτι ὑπὸ Κυρίου σὺν τῇ καλλίστῃ σου ὁμοζύγῳ καὶ τέκνοις εὐγενεστάτοις· τῶν γὰρ εὐγενῶν σύ, Χριστὸν φιλῶν καὶ ὑπὸ Χριστοῦ καταγόμενος.

Πολλά σοι χρεωστῶ, ἀλλ᾽ ἔχεις τὸν Κύριον ὑπὲρ ἐμοῦ σοι ἀμειβόμενον τὴν ἀντιχάριτα. σωθείης πανοικί, ἄνθρωπε τοῦ θεοῦ καὶ φίλε καλέ.

Ἄννῃ μοναζούσῃ Καὶ μὴ δεχόμενος ἀντίγραφα, ποθῶ ἐπιστέλλειν τῇ ἐμῇ κυρία· χρεωστῶ γάρ, εἰ καί τις ἄλλος, τὰς εὐχαριστίας σοι προσάγειν ὑπὲρ πολλῶν καὶ μεγάλων ὧν ἀπήλαυσά σου ἀγαθῶν καὶ μέντοι καὶ ἀπολαύω. εἴθε ἠδυνάμην καὶ σωματικῶς ἐν ἔργοις ταύτην ἀποδιδόναι· ἀλλ᾽ οἶσθά με ἄπορον εἶναι, προσέτι καὶ ἁμαρτωλόν. ἐκ δυοῖν τοίνυν ἀπορῶν, πόθεν ἀμείψοιμί σοι τὸ χρέος, οὐδαμόθεν ἢ ἐκ θεοῦ, τοῦ εἰς ἑαυτὸν ἀναλαμβάνοντος τὰς εἰς τοὺς πλησίον εὐεργεσίας;

Ταῦτα ἐπὶ πολλοῖς τοῖς προλαβοῦσι· τί δὲ ὅτι καὶ μετὰ τὴν θλῖψιν τῶν ἐξ ἀνοίας ὀφλησάντων σοι οὐκ ἠτόνησας ἀγαθύνεσθαι ἐν τοῖς ἀδελφοῖς; εἰσῆλθον οἱ περὶ τὸν ἀββᾶν Ὑπάτιον, καὶ προέφθασας αὐτοὺς εἰς ἔλεος· ἔξω ἐν ἑνὶ τῶν προαστείων σιτηρετούμενοί εἰσιν οἱ περὶ τὸν ἀββᾶν Θεόκτιστον· ἐῶ λέγειν τὰ ἐμά, καὶ μέντοι καὶ τὰ τοῦ ἀδελφοῦ Σιλουανοῦ, εἴ τινος ἄλλου τῶν ἐπιτυχόντων σου τῆς δεξιᾶς.

Ἔστω σου οὖν ἡ μερὶς μετὰ ἁγίων, εἰ δὲ καὶ μεθ᾽ ἡμῶν, ἐὰν οὐ φεύγῃς, γενηθείη σοι· εἰ γὰρ ἐν τοῖς σαρκικοῖς λειτουργεῖς ἡμῖν, οὐκ ἀπεικότως καὶ ἐν τοῖς πνευματικοῖς κοινωνῆσαί σε κατὰ τὴν ἀποστολικὴν διδασκαλίαν. ἐπεὶ δὲ ταῦτα οὕτως, μεριμνῶ καὶ περὶ τῆς κατὰ ψυχὴν διαφυλάξεώς σου διὰ τὴν αἵρεσιν μάλιστα. ἀλλά σε ὁ θεὸς ὑπὸ τὴν κραταιὰν αὐτοῦ χεῖρα διαφυλάξειεν ἀσινῆ καὶ ἀπρόσκοπον.

Ζαχαρίᾳ ὑπάτῳ Καὶ πάλιν γράψαι τῇ θεοφιλεῖ εὐκλείᾳ σου, κύριέ μου, ὀφειλέτης εἰμὶ ὁ ταπεινός. διατί; εὐεργέτης ἡμῶν καθίστασαι ἀεί, φίλος κραταιός, φίλος πιστός. τί δὲ φίλου πιστοῦ ἰδίωμα; τὸ τὴν ψυχὴν ὑπὲρ τοῦ ἀγαπωμένου τιθέναι τὸν φιλοῦντα. ἴδε σαυτὸν οὖν καὶ κατανόησον, εἰ μὴ ἐν τῷ μέτρῳ τούτῳ ἐγένου πρὸς τὴν ἡμετέραν ταπείνωσιν, πρὸς τὴν τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου, πρὸς τὴν τῶν παρατυγχανόντων σοι ἀδελφῶν ἡμῶν ὠφέλειαν· ὧν ἕκαστον ἀναθεωροῦντές σου τῶν εὐεργεσιῶν καὶ φιλοῦμεν καὶ εὐλογοῦμέν σε, εὐχόμεθα καὶ ὑπερευχόμεθα, τῶν ἀμοιβῶν ἀποδότην Χριστόν σοι παριστῶντες, τὸν ἐπαγγειλάμενον καὶ ὑπὲρ ψυχροῦ ποτηρίου μισθοὺς ἀποδιδόναι, μὴ ὅτι γε ὑπὲρ τηλικούτων.

Φυλαχθείης οὖν ἡμῖν ἐπὶ πολὺ ὑγιαίνων, εὐθηνούμενος, εὔθυμος, καὶ μέντοι γε καὶ ὀρθοφρονῶν περὶ τὴν ἀμώμητον πίστιν.

Λέοντι φίλῳ Οὐκ ἐπιλέλησμαί σου, ὦ φίλε καλέ, τῆς ἀγάπης ἐγὼ ὁ ταπεινός, ὅτι ἐν καιρῷ παντὶ τὰ τῆς φιλίας ἐπιδέδειξαι πρὸς ἡμᾶς, μὴ εὐλαβηθεὶς μηδ᾽ αὐτὴν τὴν ὥραν τοῦ πειρασμοῦ ἡμῶν· οἶδα γάρ σε, οἶδα, πῶς, ὅτε πάντες οἱ φίλοι καὶ οἱ πλησίον ἡμῶν ὑπεξέστησαν, φόβῳ θεοῦ αὐτὸς καὶ πόθῳ νύκτωρ παρὼν παρῆς δωροφορῶν, συντασσόμενος, ποτνιώμενος, συλλυπούμενος, ἐπερωτῶν τὰ τῆς τιμίας σου ψυχῆς φυλακτήρια, προθυμούμενος.

Διὰ ταῦτα μικρὰν συλλαβὴν χαράττω, ἀπευχαριστῶν πάνυ καὶ ὑπὲρ τῆς ξενοδοχίας τῶν εἰσερχομένων ἀδελφῶν ἐν τοῖς αὐτόθι διὰ διακονίας ἄρτι, ὅτε φόβητρα πάντοθεν. ἀλλ᾽ ὁ θεός σε ἀμείψεται τοῖς παρ᾽ ἑαυτοῦ χαρίσμασι καὶ ἐξελεῖταί σε τῆς μυσαρᾶς κοινωνίας τῶν εἰκονομάχων καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον.

Ὑπάτῳ Ἐδεξάμην σου, ἀδελφέ, τὸ πιττάκιον καί, ἐπειδὴ ἐκβεβίακάς μου τὴν ταπείνωσιν, ἐν τῷ ἐλέει τοῦ θεοῦ τοῦ παρορῶντος πᾶν ἁμάρτημα συγχωρηθείη σοι τὸ ἐπιτίμιον. κοινώνησον οὖν ἀπὸ τοῦ δεῦρο τῶν ἁγιασμάτων, ἀσφαλιζόμενος ἑαυτὸν μηκέτι ἐμπεπτωκέναι ἐν τοῖς αὐτοῖς παραπτώμασιν, ἵνα μὴ ἀνίλεως ἡμῖν γένηται ἡ κρίσις εἰς αἰῶνας, μηδὲ μετὰ ἰατρείαν καὶ ταχεῖαν ἄφεσιν σωφρονήσασιν.

Ὁ θεὸς συγχωρήσει σοι, ἀδελφέ, τὰ ἁμαρτήματα. εὔχου περὶ ἡμῶν τῶν ἁμαρτωλῶν.

Ἀνεπίγραφος Οὐκ ἔδει τὸν τῆς εὐσεβείας θησαυρὸν εἰς προῦπτον κεῖσθαι· ἐλυμαίνετο γὰρ ἂν ἐκ τῶν τῆς ἀσεβείας λωποδυτῶν καὶ μὴ βουλόμενος. εἰκότως οὖν λοιπὸν ὑπὸ θεοῦ περιώρισται εἰς εὐπορίαν ὀρθοδοξίας τῇ τοῦ θεοῦ ἐκκλησίᾳ. τοιοῦτόν σοι τὸ κλέος, ὦ μοι πατέρων ἄριστε καὶ ὀρθοφρόνων κράτιστε καὶ ἐπιπόθητε. λυπηρὰ τὰ ἐπαχθέντα (πῶς γὰρ οὔ;), οἴκου ἀφαίρεσις, φίλων στέρησις, τέκνων διάζευξις, ἑτέρων ὅτι μάλιστα οὐκ ὀλίγων τῶν ἐμποιούντων τὰ ἀλγεινά, καθ᾽ ἣν μάλιστα ἔσχες καὶ ὑπεροχὴν προσώπου.

Ἀλλὰ θάρσει, ὦ πανσύνετε, ὅτι πρόβολος ἐγνωρίσθης εὐσεβείας, μέγας ἐν τῇ περιγείῳ ἀξίᾳ, μείζων ἐν τῷ οὐρανίῳ ἀξιώματι, περιβόητος ἐν τῇ κοσμικῇ χρησιμεύσει, περιβοητότερος ἐν τῇ μοναδικῇ θεωρίᾳ. ἔχω σε ἀεὶ κατ᾽ ὀφθαλμοὺς ψυχῆς μου, περιπτύσσομαι ἀπὸ φιλημάτων μου καρδίας, προσεύχομαι ὡς ἁμαρτωλὸς ὑγιαίνειν σε τῷ σώματι περιέπεσθαί τε ἐν χειρὶ θεοῦ κατὰ πάντα. ὃ καὶ ὁ δεσπότης μου ὑπὲρ τέκνου σου ποιεῖν μὴ διαλείποις, προσαγορεύων, εἰ οἷόν τε, τὸν Καλόγηρον· εἰ δ᾽ οὖν, κἂν τὸν κύριόν μου, τὸν τοῦ θεοῦ ἄνθρωπον, τὸν σπαθάριον λέγω.

Ἰσιδώρῳ Βυζαντίῳ Μνημονεύεις μου ἀεί, ὦ φίλε καλέ, ἀλλὰ ἀντιμνημονεύσει σοι ὁ θεός μου. μικρὸν ἡγοῦμαι παρὰ τῶν μεγάλων ἐν δυνάμει λαβεῖν ἁδρὸν βαλάντιον ὡς παρὰ τῆς θεοφιλοῦς σου τιμιότητος τὸ πεμπόμενον, κἂν ἑνὸς ὀβολοῦ τυγχάνῃ· καίτοι γε μεγάλα καὶ ὑπὲρ ἐμὲ καὶ αὐτὰ τὰ πεμφθέντα. ἀνθ᾽ ὧν δῴη σοι Κύριος πᾶσαν αὐτάρκειαν βίου, ἀμέτοχον τῆς τῶν χριστομάχων αἱρέσεως διαφυλάττων σε.

Ἔρρωσο ἐν Κυρίῳ, τὰ πάντα μοι σεβάσμιε.

Γεωργίῳ ξενοδόχῳ Καταγώγιόν σου μανθάνω εἶναι τῶν ἀδελφῶν ἡμῶν τὸ εὐλογημένον οἴκημα· καὶ μεγάλη ἡ χάρις πάντοτε μέν, ἄρτι δὲ μάλιστα, ὅτε ἀποκέκλεισται ἡμῖν σχεδὸν πᾶς οἶκος φίλων φόβῳ ἀνθρωπίνῳ. ἀλλ᾽ ὁ τοῦ θεοῦ φόβος τὴν σὴν θύραν ἀνεῳγμένην ἡμῖν παρίστησιν, ἐφ᾽ ἣν εἰσερχόμενοι ὡς ἁμαρτωλοὶ τὴν παρὰ Κυρίου εἰρήνην σοι προσφωνοῦμεν, εὐλογοῦντες καὶ εὐφημοῦντές σε ὡς οἰκίαν θεοῦ ὑπάρχοντα. εἴη τὸ μέρος σου μετὰ Ἀβραὰμ τοῦ ξενοδοχοῦντος ἀγγέλους, πληθυνθείη σοι πᾶν ἀγαθὸν νοούμενον καὶ ὁρώμενον, εὐφρανθείης καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι. ἀλλ᾽ οὖν μετὰ ταύτης σου τῆς ἀρετῆς ἔστω φυλάττουσά σε καὶ ἡ ἀποχὴ τῆς κοινωνίας τῶν αἱρετιζόντων κατὰ Χριστοῦ, τῆς Θεοτόκου καὶ παντὸς ἁγίου.

Ναυκρατίῳ τέκνῳ Ἐπειδὴ εὐδόκησεν ὁ ἀγαθὸς θεὸς ἰδεῖν ἡμᾶς τὸν ἀδελφὸν Ἀδριανόν, εὔκαιρον ἡγησάμεθα, τέκνον μου ἠγαπημένον, προσαγορεῦσαί σε καὶ διὰ σοῦ τοὺς λοιποὺς ἀδελφούς σου καὶ τέκνα ἡμῶν. πῶς δὲ τὰ καθ᾽ ἡμᾶς; εὐχαῖς ὑμῶν ἀπεκατέστημεν· καὶ ἡ οἴκησις καλή, καὶ ἡ ἡσυχία τερπνή, καὶ ὁ θεὸς ἐγγύς, ἀλλὰ καὶ ὁ ἐχθρὸς ἡμῶν διάβολος, ὃς παντὶ πάρεστιν εἰς τὸ πειράζειν. δέομαι ὑμῶν, μὴ ἐπιλάθησθε μνημονεύειν μου ἐν ταῖς προσευχαῖς ὑμῶν ἵνα διασῴζωμαι μεθ᾽ ὧν εἰμι ἀδελφῶν, οἳ καὶ προσαγορεύουσιν. ἀλλὰ γὰρ καὶ παρακαλῶ ἐμμένειν ὑμᾶς ἐν τῇ πίστει καὶ ἐλπίδι καὶ μηδαμῶς ἐκκακεῖν ἐν ταῖς παρούσαις θλίψεσιν· ἐγγὺς γὰρ Κύριος τοῖς ὑπομένουσιν αὐτόν. σύ τε, ὦ τέκνον μου, ὡς ψυχή μου καὶ δύναμις κιχρῶ σαυτὸν τοῖς ὁπουδηποτοῦν εὑρισκομένοις ἀδελφοῖς ἡμῶν ἐν ᾧ τ᾽ ἂν ἰσχύῃς καὶ ἐφ᾽ ὅτῳ ἡ χρεία καλοίη· διὰ τοῦτο γὰρ πάντως καὶ ᾠκονομήθη παρὰ θεῷ ἀναπόκλειστόν σε εἶναι. γίνωσκε γὰρ ὅτι εὔθετόν ἐστι καὶ πέμπειν ὑμᾶς ἐνταῦθα, ἀλλὰ καὶ σὲ αὐτὸν ἐλθεῖν καιρῷ τινι, μόνον εὐσκόπως πρὸς τὸ μὴ ἐν διαγνώσει γενέσθαι ὑπό τινων ἀφελεστέρων ἀδελφῶν. οἶδεν δὲ ὁ Ἀδριανὸς πότε εἰσῆλθεν καὶ πῶς. οὐ χρειαζόμεθά τι πλὴν βιβλίων. καὶ ἐάν ἐστιν ἡ ἑρμηνεία τοῦ κατὰ Ἰωάννην τοῦ κατὰ σάρκα πατρός μου, παράπεμψόν μοι μεθ᾽ ἑτέρων, ὧν εἶπον.

Ὁ θεός σε, τέκνον μου, φυλάξοι ὡς κόρην ὀφθαλμοῦ.

Τῷ αὐτῷ Ηὐχαρίστησα τῷ Κυρίῳ ὁ ταπεινὸς ἰδὼν τὸν ἀδελφὸν Προτέριον, μεμεριμνημένος ὢν περὶ τῆς διασώσεως αὐτοῦ· καὶ οἶδα ὅτι παρὰ Κυρίου αὕτη, τοῦ παροράσει τῶν ἁμαρτιῶν μου πρὸς τὸ τῶν ἀδελφῶν ὄφελος εὐοδοῦντος τὴν εἴσοδον καὶ τὴν ἔξοδον αὐτοῦ καὶ οἷον ἐκ μέσου πυρὸς ἀφλέκτως αὐτὸν διαβαίνειν παρασκευάζοντος. οἷα δὲ καὶ τὰ νῦν ἀναγγελθέντα, εὖ τε καὶ ὡς ἑτέρως ἔχοντα. ἀλλ᾽ ἐν μὲν τοῖς πρώτοις χαρά, εὐχαριστία, μάλιστα ὅτι καὶ γυναῖκες ἀνδρίζονται κατὰ τοῦ διαβόλου, ἐν δὲ τοῖς δευτέροις λύπη καὶ στεναγμός· πῶς γὰρ οὐχὶ ἀνιῷεν ἡμᾶς πτώσεις ἀδελφῶν, καὶ τοσοῦτον, ὅσον εὐοδοῦται καὶ ἡ λαοπλάνος αἵρεσις; ἀλλ᾽ ὅμως φέρειν ἀναγκαῖον, ἀτρέπτους ἡμᾶς διαμένοντας ἐκ τῆς ἀγάπης τοῦ Χριστοῦ· κἂν ἔτι καὶ ἔτι, ὅπερ καὶ τὸ εἰκὸς ἔχει, χαλεπώτερα εἴη τὰ τῶν χριστιανῶν, καλῶς ἡμᾶς ἀσφαλίζει. ἀλλ᾽ οὐκ οἶδ᾽ ὅπως τὸ φύλαξαι ἀπὸ τῆς συγκοίτου σου προήγαγες, σύγγνωθι ἄρτι, ἀδελφέ, τὸ λαλεῖν καὶ μὴ σιωπήσῃς, ὅτι λαός μοι πολύς ἐστιν χρεία, ἐκεῖνο πρὸς τοὺς ἀλλοτρίους τῆς πίστεως, τοῦτο πρὸς τοὺς ὁμογνώμονας.

Ἐγὼ δὲ ὁ τάλας σχετλιάζω ἑκάστοτε φόβῳ συνεχόμενος κρίματος θεοῦ ὅτι οὐκ ἐπιστέλλω καὶ μὴ δεχόμενος γράμμα· ἀγάπης γὰρ θεοῦ ἔργον τοῦτο, τὸ δὲ σιωπᾶν καὶ τὸ καθ᾽ ἑαυτὸν ἕκαστον σκοπεῖν ἀκίνδυνον οὐ μόνον οὐκ ἔχει τὸ τὸν πλησίον ἀγαπᾶν, ἀλλὰ καὶ σάθρωσιν ἐργάζεται ψυχῆς τῷ οὕτω ποιοῦντι. διὰ τοῦτο μέσως πως χωρῶ καὶ τοῦτο μετὰ βουλῆς καὶ συγκρίσεως τῶν συνόντων μοι, τοσοῦτον ἀκριβαζόμενος, ὅσον μὴ παροργίσαι με τὸν θεὸν καὶ ἐκπεσεῖν ἀληθείας πρὸ τῆς τῶν ἐχθρῶν τοῦ θεοῦ ἐπιχειρήσεως, σκοπῶν κἀκεῖνο, ὁπόσον με δεῖ πρὸς τοὺς ἄλλους διαγωνίζεσθαι, καὶ εὑρίσκων τριπλοῦν καὶ μηδὲ τὸ ἁπλοῦν ἴσως ἀποπληρῶν. ἐπεὶ καὶ γέγραπται ὅτι ᾦ παρέθεντο πολὺ περισσότερον ἀπαιτήσουσιν.

Πλὴν γράφε, τέκνον μου, καὶ ἀσφαλίζου· οὐ γὰρ βαρέως φέρω, ἀλλὰ πάλιν τὸ δέον ὑποφαίνοιμί σοι. ὁ δὲ θεὸς τοῦ πατρός μου ἐπίδοι ἐπὶ πᾶσιν οἷς ποιοῦμεν καὶ πράττοιμεν εἰς εὐαρέστησιν αὐτοῦ εἶναι. ἔρρωσο καὶ σῴζοιο, τέκνον πολυπόθητον.

Τῷ αὐτῷ Ἐν τοῖς πρὸς τὸν ἀδελφὸν ἀρχιεπίσκοπον γράμμασιν ἱκανῶς ἀποκλαυσάμενος τὸν θάνατον τοῦ μακαρίου μου Καλογήρου, τέκνον ἠγαπημένον, οὐκ ἔχω νῦν τι λέγειν ἤ ὅτι σκεῦος ἐκλεκτὸν ἦρεν ὁ θεὸς ἀφ᾽ ἡμῶν· οὗ τὴν ἀρετὴν διηγεῖσθαι ἔργον ἐμοὶ εὐχῆς καὶ οὐ τοῦ παρόντος καιροῦ, ἄλλως τε τοῦ τε γραμματηφόρου σπεύδοντος κἀμοῦ ὄντος τῷ πάθει τετρυχωμένου. γινώσκειν σε γὰρ βούλομαι, τέκνον, ὅτι λίαν ἥψατό μου ἡ λύπη τῆς καρδίας καὶ κεκένωκα δάκρυα ὀδυνηρά, μήπω θεασάμενος αὐτοῦ τὴν κοίμησιν· ἀλλὰ πάλιν θᾶττον εὐθύμησα, πολλὰ εὐχαριστήσας τῷ ἀγαθῷ μου θεῷ ὅτι δι᾽ αὐτὸν κεχωρισμένος ἔτυχον αὐτοῦ τε τοῦ μακαρίως κοιμηθέντος καὶ ὑμῶν.

Ὁ μὲν οὖν τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενος, ὡς ἴσασι πάντες, καὶ ἐπὶ τέλει τὸν τοῦ διὰ Κύριον διωγμοῦ μακαρισμὸν οἷα θεόπλοκον στέφανον κομισάμενος (ἐῶ γὰρ τὰ πάλαι λέγειν) ἐξεδήμησε καταλαβὼν τὸν μακάριον ἡμῶν πατέρα σὺν τοῖς ἀοιδίμοις ἀδελφοῖς, στάσεως καὶ ἀναπαύσεως ἀγγελικῆς (θαρρῶ λέγειν) καταξιωθείς. ἡμῖν δὲ ἄρτι ἀγών, τέκνον, μὴ ἀπολειφθῆναι τῶν καλῶν πατέρων· διὸ στῶμεν κραταιῶς, πηδαλιουχούμενοι ταῖς εὐχαῖς αὐτῶν, καὶ ἀγαθὸς ὁ θεὸς κατευθῦναι ἡμᾶς εἰς τὸν ἐκείνων λιμένα.

Εἶδον τὸν καλὸν Γαϊανὸν καὶ ἀνεπάην, ἐρωτήσας καὶ ἀκούσας ὅσα ἐζήτουν μαθεῖν. ἐλυπήθην μαθὼν ὅτι τῇ λύπῃ τοῦ θανάτου πάλιν ἐσιάνθης· καὶ πρόσσχες τῇ περιποιήσει ἑαυτοῦ λίαν περὶ ὦν ἄλλων ἐσήμανας καλῶς.

Τῷ αὐτῷ Παντὶ προλαμβάνεις, τέκνον μου, πάντως θεοῦ εὐοδοῦντος· ἅμα γὰρ τὸ πιττάκιον καὶ ὁ βασιλικὸς ἐπέστη, ἀναγγείλας ἡμῖν ὅσα ἐρωτήθη, οὐ μὴν ἀλλὰ καὶ ἅπερ ἐπετράπη παρὰ τοῦ βασιλέως. ἦν δὲ ταῦτα, “ἐὰν εὕρῃς ὅτι ἐδίδαξέν τινας ἢ ὅτι λέγει ‛διδάσκειν ἔχω‚, δεῖρον αὐτὸν ἑκατὸν κορδάτα”. ὁ μὲν ἄνθρωπος καὶ ταῦτα μετ᾽ αἰδοῦς ἔφη, ἐξαιτῶν καὶ συγγνώμην τῆς λαλιᾶς· ἐγὼ δὲ ἀπεκρίθην ὅτι ‛ὧδε, ὅπου περιώρισμαι, οὐκ ἔχω τίνι διαλέγεσθαι πλὴν κἂν τοῖς ὀρνέοις‚, καὶ ἁπλῶς ὡς ἐδήλωσα διὰ τοῦ ἐξορίσαντός με τὰ αὐτὰ καὶ διὰ τοῦ κυροῦ Λέοντος. ὁ δὲ παρῃτήσατο οὕτως εἰπεῖν. εἶπον οὖν αὐτῷ ὅτι ‛ἐγὼ μὲν οὕτως, καὶ ἑτοίμως ἔχω ἐκδύσασθαι‚. αὐτὸς δέ, ὡς οἶδας. ἐν τούτοις καὶ ἀπέλυσα τὸν ἄνδρα.