Ἔργον
Θεόδωρος ὁ Στουδίτης – Ἐπιστολαί
Ποιμαντική μέριμνα και παραμυθία των διωκόμενων ορθοδόξων
Πνευματική στήριξη των φυλακισμένων αδελφών, νουθεσίες προς λαϊκούς και μοναχούς για εγκαρτέρηση στις θλίψεις.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ποιμαντική μέριμνα και παραμυθία των διωκόμενων ορθοδόξων
Πνευματική στήριξη των φυλακισμένων αδελφών, νουθεσίες προς λαϊκούς και μοναχούς για εγκαρτέρηση στις θλίψεις.
Ἐχάρην δὲ διὰ τὸ ἀπολυθῆναι τὸν ἀρχιεπίσκοπον καὶ τοὺς ἀδελφούς. εἶχον ἐπιστεῖλαι αὐτῷ, ἀλλὰ διὰ τὸν πειρασμὸν παρῃτησάμην. τοῦτο οὖν ἀπολόγησαι αὐτῷ· καὶ γὰρ ὡς ἐν πειρασμῷ αὑτὸν περιώρισεν ἐν τοῖς αὐτόθι. καὶ οἶδα ὅτι λυπεῖται, καθώς μοι καὶ ὁ βασιλικὸς εἶπεν, ἀλλὰ ὡς ᾠκονόμησεν ὁ Κύριος. προσαγόρευσον αὐτὸν γνησίως καὶ παρακάλεσον εὔχεσθαι περὶ τῆς ταπεινώσεώς μου, ὁμοίως τοὺς μετ᾽ αὐτοῦ ἀδελφούς μου καὶ τέκνα, ἐξαιρέτως τὸν πρωτοπρεσβύτερον καὶ τὸν ἀββᾶν Τιμόθεον. μόχθησον καὶ αὐτὸς τὸ εἰς δύναμιν καὶ οἱ περὶ τὸν ἀββᾶν Τιθόην ἀναπαῦσαι αὐτόν, ὁρῶντες αὐτὸν ὡς ἐμέ. ἵνα δὲ ἔχῃς τὴν εἴδησιν ὅτι τῷ κυρῷ Ἰσακίῳ οὐδὲν ἕτερον ἔγραψα ἢ ὅτι ‛τὸν μισθὸν τῆς ἐπισκέψεως ὁ θεὸς δῴη σοι, ὅτι μόνος αὐτός μοι ἔγραψας, καὶ εὔχου ἵνα κἂν μίαν ἡμέραν εὐαρεστήσω τῷ θεῷ‚. εἴτε οὖν διὰ τοῦτο εἴτε δι᾽ ἄλλο ἕνεκεν Χριστοῦ ἐκεῖνο ἔχω λέγειν, ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, κἂν παντὶ τρόπῳ φεύγω τὸν πειρασμὸν φειδοῖ τῆς ἐμαυτοῦ ἀσθενείας, ὑμῶν τε καὶ αὐτῶν τῶν δρώντων. τούτῳ οὖν τῷ τρόπῳ καὶ αὐτὸς διαγενοῦ ἐν τῇ πρὸς ἐμὲ μάλιστα διακονίᾳ καὶ γράφων καὶ πέμπων, ὅσον σκοπεῖς ὅτι θέλημα θεοῦ ἐστιν.
μετὰ τούτου πάντα μοι ἐφετά, κἂν πῦρ ἀπειλῇ ὁ κρατῶν, κἂν ξίφος, κἂν θῆρας, κἂν ὁτιοῦν· οὐχ ὅτι δυνατῶς ἔχω (εἰμὶ γὰρ ἀράχνης ἀδρανέστερος), ἀλλ᾽ ὅτι βούλεται θεὸς οὕτω πάντα χριστιανὸν διατίθεσθαι, ὅμως ὅτι οἰκονομικῶς ἐγένετο τὸ γεγονός· ἠσφαλίσαντο γὰρ οἱ φύλακες καὶ ἐξῆλθεν καὶ ὁ γέρων ὁ ὢν ἐνταῦθα καὶ ὁ μοναχός.
Ἔχομεν τὸν θεὸν καὶ τὰς εὐχὰς ὑμῶν. καιρῷ εὐθέτῳ δήλωσον ποῦ διεσπάρησαν οἱ ἀδελφοί, καὶ εἰ ἐδέξαντο τὰ γράμματα οἱ δέκα καὶ οἱ ἑπτά, καὶ εἰ ἔστι δυνατὸν πέμψαι εἰς τοὺς δέκα ὡς εἴπαμεν. πολλὰ οἱ συνόντες μοι ἀσπάζονται.
Τῷ αὐτῷ Τῷ ὄντι, τέκνον, ἔσκαλλον ἐν τῇ βραδυτῆτι, ἀλλ᾽ ὅτι ὁ χειμὼν ἐπέκειτο οὐκ ἠγανάκτουν. νῦν δὲ ὁμοῦ μὲν τὴν ἐπιστολήν σου, ὁμοῦ δὲ καὶ τὸν ἀδελφὸν ἀπολαβὼν καὶ ἀμφοτέρωθεν μεμαθηκὼς τὰ ζητούμενα ηὐχαρίστησα τῷ Κυρίῳ, τῷ εὐδοκήσαντι ὑπὲρ ἀληθείας ἐξορισθῆναι τὸν καλὸν ἡμῶν ἀδελφὸν καὶ πατέρα, τὸν ἀρχιεπίσκοπον δὴ λέγω, σὺν τοῖς λοιποῖς ἀδελφοῖς καὶ πατράσι. κάμνετε ὑμεῖς ἀδολεσχοῦντες ἐπὶ τῇ προσδοκουμένῃ μεταστάσει, ἀλλ᾽ οὐδὲν ἄμισθον· στέργετε ἐν Κυρίῳ καὶ ὅτε κελεύει. καλὸν δέ ἐστιν ἀποπλεῦσαι ἐν τῇ πόλει ἐν εὐδίᾳ μόνον τὸν ἀδελφὸν Προτέριον, ἵνα, εἰ καὶ μή τις ἄλλος, ἀλλὰ οἱ πρὸς οὓς ἄρτι ἐπέστειλα δέξωνται τὰ γράμματα. κἂν μὴ ἔλθῃ ἐνταῦθα, ἔχει τὴν ταπεινὴν εὐχὴν ἡμῶν. διεταξάμεθα αὐτῷ περὶ πάντων· ἐπιτετηρημένος ἔστω πῶς εἰσίοι ἐν τῇ πόρτῃ, πῶς ἀποδίδοι τὰ γράμματα, μὴ ὡς ἔτυχεν παρρησίᾳ περιπατῶν.
Ἔστω οὖν ὁ Κύριος σκέπων αὐτὸν δι᾽ εὐχῆς τοῦ πατρὸς ἡμῶν. περὶ τοῦ παροικονόμου, ἐὰν ἔλθῃ, ὑπέμνησας, τέκνον· ὡς συνορῶμεν καὶ ἡμεῖς καλὸν εἶναι ποιοῦμεν. εἴ τι πάλιν μάθοις διὰ τοὺς πατέρας, καιρῷ εὐθέτῳ γράφεις ἡμῖν· καὶ τέως μὴ κατεπειχθῇς, εἰ μὴ ἀναγκαῖόν τι, πέμψαι διὰ τὸ χειμέριον εἶναι τὸν καιρόν. ὁπότε ὁ ἀδελφὸς Τιμόθεος ἀποκινεῖ, μάθοιμι, ἵνα ἄρῃ γράμματα.
Ὁ θεός σε, τέκνον, σκεπάσοι ἐν πᾶσιν. οἱ ἀδελφοὶ προσαγορεύουσιν τὸ 〈δ〉 καὶ τὸ 〈λ〉 ἐξ ἡμῶν.
Τῷ αὐτῷ Καλῶς ἐποίησας, τέκνον μου θεοπόθητον, τὸν ἀδελφὸν ἀποστείλας ἄγγελον ἀγαθόν· οὗ τῇ θέᾳ ὁμοῦ τε καὶ τῇ ἀγγελίᾳ εὐθυμήσαντες εὐχαριστήσαμεν τῷ Κυρίῳ. ἔδοξας δὲ ἀρκεῖσθαι ζώσῃ φωνῇ μαθόντας ἡμᾶς μὴ χρῄζειν ἐπιστολιμαίου λόγου. καὶ οὐχ οὕτως ἔχει. καίτοι οὐδὲ διὰ στόματος ἔδωκας ἡμῖν ἀπόκρισιν περὶ ὧν ἐρωτήσαμεν, τοῦ τε εἰ δυνατὸν ἐπιστεῖλαι τοῖς ἐξορισθεῖσιν ἐπισκόποις καὶ τοῦ εἰ καλὸν διὰ ἰαμβικῶν μέτρων ποιῆσαι κατὰ εἰκονομάχων, οὐ τοσοῦτον δι᾽ ἄλλων ὠφέλειαν, ὅσον δι᾽ οἰκείαν, εἰς τὸ ἀντιπερισπᾶσθαι τὸν νοῦν μου ἐξελκόμενον ἐκ τῶν ἀτόπων.
Γράφε τοιγαροῦν, ὁσάκις παραγένηταί τις, κἂν μὴ ἄλλο τι, ὅτι ἔρρωσαι καὶ σῴζονται οἱ ἀδελφοί. θέλω γὰρ τὴν μικράν σου προσηγορίαν ὡς οὐκ ἄλλων τοὺς μακροὺς λόγους· ποῦ γὰρ καὶ ἀναπνέω, ἀλλ᾽ ἢ πλὴν σοῦ, τῆς καρδίας μου; ἀναγκαῖον δέ ἐστιν αὖθις ἀποσταλῆναι τὸν Προτέριόν μου ἐν τοῖς ἐν ἄστει ἐπὶ διαγνώσει τῶν ἀδελφῶν ἡμῶν, κομιζόμενον, ὡς δοκῶ εἶναι καλόν, καὶ γραμματεῖόν σου πρὸς τοὺς περὶ τὸν ἀββᾶν Γρηγόριον, ἐπαλείφων αὐτοὺς εἰς εὐσθένειαν (δέον γὰρ καὶ ἄλλους τοῦτο ποιῆσαι, μή τί γε ἡμᾶς· ἐγὼ δὲ τέως ὑπεστάλην δέει τῆς διαγνώσεως), πρὸς δὲ τοὺς εἰς τὰ Στουδίου ὄντας λόγους παρακλητικοὺς διὰ στόματος καὶ ὡς εὐχόμενός εἰμι ἐγὼ περὶ αὐτῶν καὶ ἀγωνιῶν.
Μὴ δείσῃς, τέκνον. ὁ Χριστὸς μεθ᾽ ἡμῶν, ἐὰν καὶ πορευθῶμεν ἐν μέσῳ σκιᾶς θανάτου. ἔρχεσθαι ὧδέ τινας ἐμοὶ τί δηλοῖς; οὓς πέμπεις, ὁρῶ, τίνα, οὐ ζητῶ· καλῶς γὰρ ἀσφαλίζῃ. ὅρα διά τε τοῦ ἀδελφοῦ Ἀδριανοῦ καὶ τοῦ χελανδίου τίνα πέμποις καὶ πότε. δῆλον ὅτι καὶ ἀναγκαῖον καὶ ἀναγκαίως· περὶ σοῦ γὰρ τέως στέρξον καὶ ὡς ὁ Κύριος εὐοδοῖ.
Ἀναγίνωσκε, ἔχε ἔργον, εὔχου θερμῶς· ὁ Κύριός σε σώσοι. προσαγορεύω τὸν Κάλλιστόν μου. προσαγορεύουσίν σε οἱ σὺν ἐμοί.
Τῷ αὐτῷ Ἀπό τε τῆς πρώτης καὶ δευτέρας σου ἐπιστολῆς ἥσθην, τέκνον μου, καὶ ὑπερήσθην καὶ τὸ σταθερὸν τῆς ψυχῆς σου καὶ τὸ ἀνενδοίαστον τῆς πίστεώς σου καὶ τὸ πρὸς πᾶν ὁτιοῦν καρτερικὸν καὶ εὐπρόθυμόν σου· καὶ χάρις Κυρίῳ, τῷ ὀχυροῦντι καὶ βεβαιοῦντί σε εἰς τὸν φόβον αὐτοῦ. οἰκονομῶν ᾠκονόμησεν ὁ Κύριος ἕως τοῦ παρόντος ἀφύλακτόν σε εἶναι, ἵνα αἱ δέουσαι διακονίαι τελεσθῶσιν. εἶδον καὶ τὸν καλὸν Γαϊανὸν καὶ ἐτράφην τὴν ψυχὴν ἐκ τῆς περὶ τῶν δέκα ἐξηγήσεως. ἓν ἐλυπήθην, περὶ τῶν δύο ἀδελφῶν τῶν ἀπὸ τῆς Πελεκητῆς ποτε, ὅτι οὐχ ὡς μέλη ἡμῶν καὶ ἀδελφοὶ ἐδιοικήθησαν. ἀλλ᾽ εἰ δυνατὸν καὶ ὅσον ἀπαιτεῖ ἡ ἀγάπη τοῦ θεοῦ διοικηθήτωσαν.
Ἀπεδεξάμην πάντα καὶ τὰ νῦν σταλέντα. ἀνεπάην εἰς τὰς βεμβράνας, εἰς πᾶν ὁτιοῦν· ἀνταναπαύσειέν σε ὁ Κύριος, τέκνον μου, ἐν τῇ βασιλείᾳ αὐτοῦ. ἐκδεχόμενοι τοὺς αἱρετικοὺς κάμνετε, ἀλλὰ καὶ τοῦτο εἰς δοκιμὴν ὑμῶν. συναντιλαβοῦ τῷ ἀδελφῷ Τιθοΐῳ, κατανύγητι (ἐπειδὴ γέγραπται, ἀδελφοὶ ἐν ἀνάγκαις ἔστωσαν ὑμῖν χρήσιμοι), ὃν καὶ ἐξ ἐμοῦ προσαγόρευσον. παρακαλῶ δὲ καὶ αὐτὸν κἀκεῖνον ἵνα ὡς ἐν πᾶσιν κοπιᾶτε, ἔτι καὶ εἰς τὸν ἀδελφὸν ὑμῶν τὸν ἀββᾶν Πέτρον ἐνδείξησθε διάθεσιν ἁρμόζουσαν καὶ δοίητε αὐτῷ τὰ πρὸς χρείαν κατὰ τὸ δυνατόν· ἐδήλωσε γάρ μοι ὅτι ἀπρονόητον αὐτὸν ἐάσατε. ὑπὲρ πάντας καὶ ὡς κελεύετε ἐξ ἡμῶν τὸν ἀδελφὸν Δομετιανὸν καὶ τὸν παροικονόμον προσαγόρευσον· ὃν καὶ εἰπὲ ὅτι ἐδεξάμην σου τὰ γράμματα.
Ὁ θεὸς συγχωρήσοι σοι ἐν πᾶσιν· ὁ Χριστὸς μετὰ πάντων ὑμῶν.
Τῷ αὐτῷ Τὸν ἀδελφὸν Σιλουανὸν ἅμα τῷ Δωροθέῳ εὐδοκίᾳ Χριστοῦ, τέκνον μου ἠγαπημένον, εἶδον· εἶπον δὲ εὐδοκίᾳ, ἐπειδὴ οὐκ εἰς κακὸν οὐδ᾽ εἰς ἄκαιρον ἐληλύθασι, κἂν ἐγὼ κακός, πρὸς πατέρα αὐτῶν παραγενόμενοι καὶ ἐν καιρῷ τοιούτῳ. εἶδον μετὰ ἀσφαλείας, ὥσπερ καὶ ἦλθον, ἀσυμφανῶς πως συνοψισθέντες μοι· οἷς καὶ παρήγγειλα μηδαμοῦ ὡς ἔτυχεν ἐκφερομυθῆσαι τὴν συνόψισιν, ἐν οἷς καὶ ἀπέστειλα αὐτοὺς μετ᾽ εἰρήνης, εὑρὼν τὸν Σιλουανὸν ὡς ἐπόθουν. ὃν καὶ αὐτός, ἐρχόμενον πρὸς σὲ μετὰ τοῦ καλοῦ Δωροθέου ἐξ οἰκείας ὁρμῆς καὶ προθέσεως, ἀδελφικῶς πρόσδεξαι, φιλοῦντά σε λίαν καὶ σεβόμενον· οὐδὲ γάρ, ὡς ἤκουσας, παρεποιήσατο τὴν πρὸς σὲ πρῶτον ἄφιξιν, πλὴν στόματι ἀπολογεῖται. ἐτύπωσα δὲ αὐτὸν κατὰ τὸ κάθισμα αὐτοῦ καὶ ἁπλῶς ἀμεριμνίαν ἔσχον, ἐν πάσῃ ταπεινώσει ὄντος αὐτοῦ. ὅπως δὲ ἀπεκίνησεν ὁ ἀρχιεπίσκοπος καὶ δι᾽ αὐτοῦ μαθὼν ἀνέθην, περί τε τῶν ἔτι κρατουμένων ἀδελφῶν ἡμῶν τὰ αὐτά. ἄρτι ζητῶ μαθεῖν καὶ περὶ τοῦ ἀδελφοῦ Προτερίου, εἰ ἆρά γε ἀπεκίνησε, δεδιὼς διὰ τὸν χειμῶνα.
Τοίνυν ἐρχομένου τινὸς κατὰ τὸ ὡρισμένον φανέρωσόν μοι περὶ πάντων, καὶ ὁ Κύριος ἔστω μετὰ τοῦ πνεύματός σου.
Ἰωσὴφ ἀδελφῷ καὶ ἀρχιεπισκόπῳ Ἐγὼ εὐχαριστῷ τῷ θεῷ μου ὅτι ὑγιαίνων διατελεῖς· τοῦτο γὰρ εὐηγγελίσθην διὰ τῶν τιμίων σου γραμμάτων. ἐπεὶ τίς εἰμι ὁ τάλας τοιαῦτα ἀκούειν παρὰ τῆς θεοφιλοῦς σου ὁσιότητος, ἃ σοὶ μᾶλλον ἐπᾴδειν ἐμὲ δέον διὰ τὴν ἀξιάγαστόν σου ἀρετήν; ὅτι ἐν ἐπισκόποις ᾔνεσας ἀληθῶς τὸν Κύριον οὐκ ἄρτι μόνον, ὅτε καί τινες συνανέστησάν σοι πρὸς τὰ μετέωρα τῆς ἀληθείας τῶν ὁμοταγῶν, ἀλλὰ γὰρ καὶ πάλαι καὶ οἷον εἰπεῖν ἐξ αὐτῆς βαλβῖδος τῆς προεδρίας, ἡνίκα ποιμένες πολλοί, εἰ καὶ τραχὺς ὁ λόγος, ἠφρονεύσαντο μὴ ἐζητηκότες τὸν Κύριον, καὶ ταῦτα ἐν φυλακαῖς, ἐν μονώσεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πόνοις, ἐν δάκρυσιν, ἐν πνιγμοῖς, ὡς ἄν τις φαίη, τῆς κακώσεως. ἀποστολικά σου τὰ αὐχήματα, ἰσοπάτρια τὰ ἀθλήματα· εἰ δὲ καὶ ἐγώ τι τῶν τοιούτων, ἀλλ᾽ ἡ σμικρότης τοῦ βαθμοῦ καὶ ἡ ἁδρότης τῶν ἁμαρτιῶν καλύπτει καὶ φαίνειν οὐκ ἐᾷ. πλὴν τὰ σὰ ἐμὰ καυχήματα, τριπόθητε ἀδελφέ, πατέρων κορωνίς. προσεύχου τοίνυν μᾶλλον ἀφέμενος τοῦ ἐπαινεῖν, ἵνα μου ἑδραιοῦται ἡ ταπεινὴ ψυχὴ ἐν φόβῳ θεοῦ καὶ πρὸς τοὺς ἀοράτους καὶ ὁρωμένους ἐχθρούς, συμπαρομαρτούσης καὶ τῆς τοῦ μακαρίου ἡμῶν πατρὸς ἱκετηρίας· καὶ γὰρ δεδοικώς εἰμι τὰ κατ᾽ ἐμαυτόν, ἀδελφέ, μέχρις ἂν ὦ ἐν τῷ σκήνει τούτῳ.
εἰ δὲ καί τι θαρρῶ, ἀλλὰ καὶ τοῦτο ἐλπίδι θεοῦ, τοῦ καὶ τὸν ἀπεγνωσμένον εἰς φῶς φέροντος δι᾽ ἄπειρον ἀγαθότητα.
Εὐθύμησα δὲ πάνυ ὅτι σύνεστί σοι ὁ καλὸς Ἀθανάσιος, ἐπί τε τῇ εὐπαρηγορήτῳ ξενίᾳ τῆς ἐξορίας σου. οἷα δὲ τὰ ἐνταῦθα, ὁ χρηστὸς Σιλουανὸς ὄψει ὑπολαβὼν διηγήσοιτο, καὶ οὐ μόνον ταῦτα, ἀλλὰ καὶ ὅσα δι᾽ ἐπιστολῆς παρέλκον γράφειν. εἰ μὲν οὖν ταμιεύεται ἡμῖν Κύριος ἔτι ἐν σαρκὶ ἰδεῖν ἀλλήλους, τῆς αὐτοῦ κελεύσεως ἔργον· εἰ δὲ μή, ἀλλὰ σύ γε, ὦ πάτερ, πρεσβεύοις ὀφθῆναι ἡμᾶς σὺν πατρί, μᾶλλον δὲ πατράσι καὶ ἀδελφοῖς ὁμοῦ ἀλλήλοις ἐν μακαρίᾳ θέᾳ καὶ ὀφθήσεσθαι ὑπὸ θεοῦ εὐμενῶς, δι᾽ ὃν ὁ παρὼν χωρισμὸς καὶ πόλεμοι.
Προσκυνεῖ δουλικῶς ὁ ἀδελφὸς Νικόλαος, μόνος ἐγκαταλειφθείς μοι. προσαγορεῦσαι ἀξίωσον τοὺς συνόντας τῇ ἁγιωσύνῃ σου, ἐξαιρέτως τὸν καλὸν Ἀθανάσιον.
Εὐθυμίῳ Σάρδης Δὶς ἄρτι ἐπιστέλλω τῇ μακαριότητί σου. ἀλλὰ φεῦ τῆς ἐμῆς ἁμαρτίας· ἐν δάκρυσι γὰρ ὁ λόγος, ὅτι δυὰς τῶν πρὶν ἐπιστοληφόρων ἀφικομένη πρὸς τὴν ἐξορίαν σου ὑποβρύχιος γέγονεν, ὅ μου συνέτριψεν οὐ μετρίως τὴν ταπεινὴν ψυχήν. ὅμως ἐπειδὴ υἱοὶ ὑπακοῆς καὶ τοιαύτης διακονίας ἀπόστολοι, καὶ τρίτον ὅτι εἷς μόνος θάνατος οἴκτιστος, ὁ τῆς ἁμαρτίας, κἂν ἐπὶ κλίνης φθάσοι, ἤνεγκα εὐχαρίστως, ἀφέμενος τὸ λυπηρόν.
Τοίνυν καὶ ἐν τοῖς πρώτοις γράμμασι τὸν ὀφείλοντα μακαρισμὸν ἀνῆψα τῇ θεοφιλίᾳ σου· καὶ γάρ ἐστιν ἀξία μακαρίζεσθαι, πρόκριτα πάντων ἀγωνισαμένην καὶ παρρησιασμαμένην ἐν ἱεράρχαις, καὶ ταῦτα μηδὲ τὸν καιρὸν τοῦ θαρρεῖν ἔχουσα διὰ τὴν σχολὴν τοῦ θρόνου. ὅμως ἐν τῷ τῆς ἀληθείας κράτει τὸν θρόνον ἔχων τοὺς ὑποθρόνους σχεδὸν πάντας ὑπερῆρας, ὁμολογίας στέφανον ἀπενεγκάμενος. τὰ αὐτὰ καὶ νῦν σου τῇ ἱερᾷ κορυφῇ προσφθέγγομαι, στέφων οὐ χρυσοκολλήτῳ διαδήματι (ἐπεὶ μηδὲ κατὰ σάρκα τὸ νῖκος), ἀλλὰ θεοπλόκοις λόγοις· οὐράνιον γὰρ τὸ ἐκνίκημα. χαῖρε τοίνυν καὶ θυμηδία, θαυμάσιε, φέρων ἔτι καὶ διανύων τὸν δίαυλον τῆς ὑπερορίας, ἵνα ἐπὶ στάματος τῆς ἐκδημίας ἐπαναδράμοις ἐστεμμένος εἰς οὐρανούς· καὶ πρό γε ταύτης εἴη μέ σε θεάσασθαι ἐν καιρῷ εἰρήνης λελαμπρυμένον ἐπὶ τῆς προεδρίας.
Τὰ γὰρ νῦν ὅπως τετάρακται καὶ ἐμπεπύρισται ἡ καθ᾽ ἡμᾶς ἐκκλησία πολλοῦ τὸ λέγειν διὰ τὸ πολυειδὲς τῆς ἀσεβείας. θυσιαστήρια θεῖα ἀφανίζονται, αἰρομένων τῶν σεπτῶν εἰκόνων, ναοὶ ἱεροὶ τὴν εὐπρέπειαν ἀπόλωλαν, πᾶσα ψυχὴ σχεδὸν ὤκλασε, χειρόγραφα τοῖς ἀσεβέσι δώσασα· ὀλίγοι οἱ ἀντεχόμενοι, καὶ οὗτοι ὡς ἐν πυρὶ δοκιμαζόμενοι ταῖς κακώσεσιν. ὠλίσθησεν ὁ Σμυρναῖος ἐν ἐπισκόποις καὶ ὁ Χερσῶνος, ἐν ἡγουμένοις ὁ Χρυσοπολίτης, ὁ τῆς Δίου, ὁ τῆς Χώρας καὶ μικροῦ δεῖν πάντες οἱ ἐν ἄστει. ἐνίστανται οἱ τῆς Βιθυνίας χάριτι Χριστοῦ. προσεύχου, πάτερ, κραταιοῦσθαι αὐτοὺς σὺν ἡμῖν τοῖς ταπεινοῖς ἕως τέλους. οὐδεὶς ἐκ τοῦ λαϊκοῦ τάγματος στήκων, πλὴν τοῦ Πηξιμηνίτου, ὃς καὶ δαρεὶς ἐξώρισται· ἐν κληρικοῖς ὁ θαυμαστὸς Γρηγόριος, οὗ ἐπίκλην Κεντροκούκουρος, καί γε ἐν ἡγουμέναις μέχρι τῶν ἕξ, ἐν μοναστηρίοις φρουρούμεναι.
Ἔλθοιμι ἐπὶ τὸ ἀναγκαῖον τῆς ἐντολῆς σου. τί, ὦ πάτερ, ἐπιτέταχας τὰ ὑπὲρ ἐμὲ καὶ κατὰ βαθμὸν καὶ κατὰ τὴν ἐνεστῶσαν ἀνάγκην; κρύβδην πως καὶ τὸ εἰς τοὺς γνησίους προσαγορεύειν με. δέος ἐπὶ πάντας, καί γε μάλιστα ἐπ᾽ ἐμοὶ τῷ ἁμαρτωλῷ, μή πού τι διάδηλον γίνοιτο τῷ κρατοῦντι. καὶ γὰρ μετεξωρίσθην ἐν Ἀνατολικοῖς καὶ θυμὸς περὶ ἐμὲ τὸν δείλαιον οὐκ ὀλίγος τῷ Καίσαρι, ἐκ δηλωμάτων μᾶλλον ἀναφθείς, τοῦ μὲν σιγᾶν μοι καὶ μὴ διδάσκειν προστάττοντος, κἀμοῦ τοῦ δυστήνου ἀναινομένου καὶ προσαντέστερα ἀντιφωνοῦντος. διὰ ταῦτα πληγαί, κἂν ἔλαθον ταύτας αἰδοῖ καὶ εὐσεβείᾳ τοῦ πλήκτορος, ἁρπαγαὶ τῶν ὑπηρετούντων μοι, βιβλιδίων αὐτῶν ὧν εἶχον. πῶς οὖν ἐν τούτοις δυναίμην τι τῶν ἐνταλθέντων ἐγχειρῆσαι, ἀπορῶ· σύγγνωθι τῇ ταπεινώσει μου, εἰ καὶ μακάριον τὸ πρᾶγμα. καὶ οὔπω λέγω ὅτι ἐφίσον τῶν αὐτόθι κἀνταῦθα ἡ τοῦ λιμοῦ συντριβή. πλὴν ἐφ᾽ ἑνὶ προσώπῳ θαρρήσας ἐπέστειλα· εἰ ἀνύσειέν τι τὸ γράμμα, δηλώσει ἡ ἀποστολή.
Τὸ λοιπὸν προσεύχου ὑπὲρ τοῦ τέκνου σου κατόπιν βαδίζειν τῆς ἁγιωσύνης σου.
Πατρικίῳ Ὀφειλέτην ἐμαυτὸν λογιζόμενος τῆς περιδόξου μεγαλοφυΐας σου κέκρικα νῦν μὴ ψιλῇ φωνῇ, ἀλλὰ γράμμασι προσαγορεῦσαί σε τὸν ποθούμενον. εἰ γὰρ καὶ ἄλλοις οὐκ ἐκφερομυθεῖν μυστήριον παραχωρεῖ ὁ καιρός, ἀλλά γε ὑμῖν τοῖς ἐμοῖς οὐ κωλύειν ἔχει· ἐμοῦ γὰρ ὑμεῖς καὶ δεσπόται καὶ ἀφ᾽ αἵματος, διὸ καὶ τὸ φίλτρον, καὶ οὐ τοσοῦτον ἐκ γένους, ὅσον ἐκ πνεύματος ἐναρέτου. ἐπεὶ καὶ ἄλλοι ἀγχιστεῖς, ἀλλ᾽ οὐχ οὕτως ἐραστοί, ὥστε με τὰ ἴσα ἐπιστέλλειν. ἐπεύχομαι ὑμῖν κἂν ἁμαρτωλὸς τὰ σωτήρια, καί γε τὰ ὑγιαστήρια ψυχῆς καὶ σώματος. τοῦτο δέ φημι διὰ τὴν ἐνεστῶσαν αἵρεσιν καὶ ψυχοφθόρον πλάνησιν, ὡς ἂν ἀπήμαντος διαφυλαχθείης ὁ θεόφοβός μου δεσπότης, καί γε πανέστιος· ἦρκται γὰρ ἡ ὀργὴ παρὰ Κυρίου ἀπὸ Βυζαντίδος τῆς ὑβριστρίας, καθ᾽ ὅσον ἀποδοκιμάζειν εἴωθεν τὰ πρὸς Κύριον ἔκπαλαι. καὶ ἤδη κατέδεται τὸ πῦρ τὰ ἑκασταχοῦ. μακάριος ὁ συνιῶν καὶ μένων ἄφλεκτος.
Εἰ γὰρ πτωχὸς καὶ πένης Χριστὸς δι᾽ ἡμᾶς, πῶς οὐ τὰ τῆς πτωχείας ἰδιώματα ἐν αὐτῷ, ἤτοι χροιά, ἁφή, σῶμα, ἐξ ὧν καὶ ἐν οἷς ἡ περιγραφή. ἀποσκευάζουσι τοίνυν, ὦ ἄνθρωπε τοῦ θεοῦ, τὴν σωτήριον οἰκονομίαν τοῦ λόγου οἱ μὴ ὁμολογοῦντες αὐτὸν περιγεγράφθαι, καὶ τῆς τοῦ Ἀντιχρίστου παρουσίας προεισόδια τὰ παρόντα. ἀλλ᾽ οὐαί σοι, Βυζαντίς, ὅτι καὶ ἀπὸ σοῦ τὸ κρίμα ἦρκται καὶ ἐν σοὶ τελευτήσειεν τὰ κακά, ὅταν ἀναπληρωθῶσιν αἱ ἁμαρτίαι σου.
Ταῦτά μοι ἐκ πόθου καὶ πόνου τῇ μεγαλονοίᾳ σου, εἰδυίᾳ τὰ μείζονα.
Ἀθανασίῳ τέκνῳ Γράφω σοι τανῦν, τέκνον μου, ὡς οὐκ ἐβουλόμην, καὶ τὸν τρόπον οἶδας. φεῦ μοι τῷ ἀθλίῳ, οἴμοι τῷ ταλαιπώρῳ, οἷον συμβέβηκε τοῖς δυσὶν ἀδελφοῖς ἡμῶν. ἐμοὶ δέ, εἰ καὶ ἄμφω ποθητοὶ (τέκνα γὰρ ἀληθινά), ἀλλ᾽ ὅμως ὁ σφέτερος ἐρασμιώτερος. διατί; ὅτι ἄνθρωπος θεοῦ, πλήρης πίστεως καὶ ἀληθείας, υἱὸς ὑπακοῆς, τέκνον φωτός, ἀνὴρ ἐπιθυμιῶν, ὑποτακτίτης ἀψευδής, δαμαστὴς παθῶν, καί γε ζηλωτής, καί γε πρόθυμος ὁδοιπόρος τῶν κατ᾽ ἐντολήν, φιλῶν σφόδρα τὸν ἐν πνεύματι πατέρα καὶ φιλούμενος ἴσα, ἄσχετος σαρκὸς καὶ θεῷ συνημμένος, χρήσιμος πᾶσιν καὶ ὑπὸ πάντων αἱρετιζόμενος. δοκεῖς με χαρίζεσθαι τῷ ἀνδρί; καὶ πλέον ἔχει τὰ τῆς ἀληθείας. ἥψατό μου τὸ περὶ αὐτὸν πάθος κραταιῶς, ἐκλόνησέν μου τὸν νοῦν, συνέτριψέν μου τὴν καρδίαν, ἐδάκρυσα πικρά, συνεχύθην τῷ ὀδυρμῷ ὡς οὐδέποτε οἶδα, οὐχ εἵνεκα τῆς κοιμήσεως αὐτῶν, ἀλλ᾽ ὅτι ἐν τοιούτῳ τόπῳ, δεδοικὼς μὴ ἡ προσταγή μου αἰτία (καὶ γὰρ ἐπειθάρχει χαίρων εἰς πῦρ βαίνειν ἐκ πίστεως καὶ μηδὲν βλάπτεσθαι), ὅμως ὅτι οὐ προαιρούμην πάντως ἐξορμεῖν αὐτοὺς ἐν τῷ χειμῶνι. πέπεικα δὲ προητοιμακότος τοῦ οἰκονόμου τὴν πορείαν αὐτῶν.
Τοιαῦτα τὰ συμβεβηκότα. οὐ μὴν ἐναπέμεινα, τέκνον μου, ἐν τῷ πένθει, ἀνενέγκας δὲ τὸν λογισμὸν καὶ συλλογισάμενος ὅτι εἷς θάνατος μόνος πονηρός, ὁ τῆς ἁμαρτίας, καὶ οὐχ ὁ τόπος, ἀλλ᾽ ὁ τρόπος τοῦ θανάτου ὁ ζητούμενος ηὐχαρίστησα ἐν τῷ συμβάντι τῷ Κυρίῳ, τοῖς ἀθεωρήτοις αὐτοῦ κρίμασι τῆς οἰκονομίας παραχωρήσας τὸ πᾶν· ὃς πρὸ καταβολῆς κόσμου συμφερόντως καὶ τὸν καιρὸν καὶ τὸν τόπον τοῦ τέλους ἀπένειμεν ἑνὶ ἑκάστῳ.
Ἐν τούτοις εὐθύμει καὶ αὐτός, ἀδελφέ μου ἀειπόθητε, τάττων μετὰ Ζωσιμᾶ καὶ Γαϊανὸν τὸν θαυμάσιον, τοὺς ἴσους ἀδελφοὺς τῷ πνεύματι ὡς καὶ τὰ σώματα· ὧν εἴην τῆς μερίδος ὁ ἀνάξιος. προσεύχου μοι ἀενάως ἵνα σῴζωμαι, τέκνον ἠγαπημένον.
Ναυκρατίῳ τέκνῳ Καὶ μὴ παρεμπιπτούσης ἀφορμῆς γραμμάτων φιλῶ σοι διαλέγεσθαι, πόσῳ γε μᾶλλον ἐξευρισκομένης; εὐηγγελίσθην οὖν διὰ τῶν γραμμάτων σου, τέκνον, τὰ ἀγαθά· εὐαγγέλια γὰρ ἐμοὶ τὸ τὸν ὄντως ἐμὸν ἀδελφὸν καὶ ἀρχιεπίσκοπον ἐξορίζεσθαι διὰ Χριστὸν καὶ τοὺς λοιποὺς πατέρας μου καὶ ἀδελφούς. καὶ τίς ἄν μοι ἔδωκεν ἰσχὺν ῥῆξαι πρὸς αὐτοὺς φωνὴν ἀλαλαγμοῦ; πλὴν πιστεύω λήψεσθαί ποτε· ὅτε γὰρ δόξειεν ὁ βασιλεὺς πανταχόθεν περικόψαι μου τὴν φωνήν, τηνικαῦτα βοήσομαι πνεύματι πτερούμενος καὶ εὑρίσκων τὰς διεξόδους.
Σὺ οὖν, τέκνον μου ἀγαπητόν, ἐνδυναμοῦ ἐν Κυρίῳ, μηδόλως καταπίπτων ἐν τῇ ἐκδοχῇ τῆς μεταστάσεως· στῆθι κραταιῶς, ὁμολόγησον ἐρωτώμενος τὴν καλὴν ὁμολογίαν. ἐὰν δεῖ ῥαπισθῆναι, ῥαπίσθητι μετὰ Χριστοῦ, φυλακίσθητι, πίε χολὴν θλιβερῶν περιστάσεων, ἄνιθι ἐπὶ τὸν σταυρὸν τῇ προαιρέσει· οὕτω γὰρ λογισθήσεται παντὶ τῷ προαιρουμένῳ οἴσειν τὰ πάθη. οὐκ ἀρκεῖ σοι υἱὸν θεοῦ γενέσθαι; οὐχ ἱκανοῖ σοι συγκληρονόμον γενέσθαι Χριστοῦ; τίνων τὸ αὔχειν, τίνων τὸ χαίρειν καὶ ἀγάλλεσθαι καὶ εὐπαθεῖν; ἀλλ᾽ οὐχὶ τῶν διὰ Χριστὸν πασχόντων καὶ περιοριζομένων; εἴθε καὶ ἄλλα παθεῖν ὁμοίως τῷ δεσπότῃ. καὶ τίς ἄξιος; ἀλλὰ χάρις ὁμοίως καὶ τοῖς φθάσασιν.
Ἐγὼ ὁ τάλας οὔποτε ἐχάρην τοσοῦτον οὐδὲ εὐπαθῶν διετέλεσα (ναί, ναί, καὶ ἐν ταῖς προλαβούσαις ἐξορίαις) καὶ οὐκ ἐπιλέλησμαι τῶν τοῦ Κυρίου μου εὐεργεσιῶν, ἀλλὰ ἁπλῶς καὶ ἄρτι διὰ τὸ παραπέμψαι τὸν μακάριόν μου πατέρα σὺν τῷ ἁγίῳ μου Καλογήρῳ βασιλεύω, δεσπόζω, γήθω, χορεύω. οὕτως ἐκδέχομαι τὰς παρὰ τοῦ κόσμου κακώσεις ὡς τρυφάς. ἄφοβος, ἀπτόητος τολμῶ λέγειν μετὰ τοῦ ἁγίου Δαυίδ, ἐὰν παρατάξεται ἐπ᾽ ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου· ὁ θάνατός μοι ἐπιθυμητὸς διὰ τὴν ζωὴν τὴν αἰώνιον. καί γε οὕτως καὶ τηλικούτως διατιθέμενος ὁμολογῶ βδέλυγμα εἶναι πάντων ἀνθρώπων καὶ ἀπερριμμένον ἀπὸ θεοῦ διὰ τὰ ἄμετρά μου ἁμαρτήματα.
Οὕτως ταῦτα· ἴσως γὰρ καὶ τελευταίᾳ φωνῇ. ἐξοριζόμενος θεοῦ κελεύσει αἴρεις πάντως τὸν Κάλλιστον καὶ ὃν ἄλλον βούλει ἀδελφὸν ἢ εὐθὺς ἢ ὕστερον· ἔασον δέ μοι τὸν Προτέριον ὦδέ που περικρυβόμενον καὶ διακονοῦντά μοι, εἴπερ εὐοδοῖ θεός.
Ὁ Χριστὸς μετὰ τοῦ πνεύματός σου.
Τῷ αὐτῷ Ὁπόταν μάθω τὸν χελανδάριον ἐπιστῆναι μόνον, ἕως ἂν ἀναγνῶ τὴν ἐπιστολήν, σφαδάζων εἰμὶ καὶ ἀδολεσχῶν τί τὰ σημαινόμενα· ὃ καὶ νῦν πέπονθα. ἔγνων οὖν τὰ γεγενημένα, ἃ πῶς οὐκ ἔστιν ἀκούοντα στενάζειν; ὅτι γε μάλιστα καὶ Νεκτάριος ὁ ἀρχαῖος προδότης εἷς ἐστι τῶν τὰ τῆς ἀσεβείας χειρόγραφα ἀπαιτούντων· ὃν ὁ κρατῶν οὐ τοσοῦτον διὰ τὴν χρείαν, ὅσον διὰ τὸ ἐκ τοῦ πληρώματος τῆς καθ᾽ ἡμᾶς ἀδελφότητος χρηματίσαι ἀπόστολον αὐτοῦ πεποίηκεν. λυπηρὰ μὲν οὖν ὡς ἀληθῶς, ἀλλὰ καὶ χαρᾶς ἀνάπλεα, ὅτι οἱ πατέρες ἡμῶν ἀχείρωτοι τῆς ἐπιχειρήσεως τῶν ἐναντίων διαμένουσι διὰ θεοῦ ἀγάπην. πλὴν τί τὸ τοῦ Νικαίας δρᾶμα καὶ πάντως γε ἵνα μαθὼν διδάξῃς, ἐπεὶ καὶ περὶ τῶν ἐγγύθεν ἡγουμένων. ἱνατί δὲ περὶ ἡμῶν ἐλυπήθης; εἰς οὐδέν ἐστιν· ἀδελφοί εἰσι καὶ ἀδελφικῶς πολλάκις διαφέρονται εἰς ἀλλήλους.
Εὔχου οὖν, τέκνον μου, ἵνα ἡ χεὶρ τοῦ θεοῦ σκέπῃ ἀμφοτέρους, καὶ ταῦτα κοῦφα. παρὰ τοῦ ἀδελφοῦ Κληδονίου ἐδεξάμην γραμματεῖον καὶ ἀνεπάην· ἐν καιρῷ ἀντιγράφω. παρακαλῶ σε δέ, ὅτι παρεκάλεσέ με ἵνα αὐτὸν ἐπιτηρῇς καὶ περιέπῃς· καὶ δεῖξον ὅτι παρεκάλεσα. ὃν καὶ προσαγόρευσον ὥσπερ καὶ τὸν ἀδελφὸν Τιθόην· κἀκείνῳ δι᾽ ἄλλης ἐπιστέλλω. οἱ ἀδελφοὶ προσαγορεύουσιν.
Τῷ αὐτῷ Ἐγρηγόρησας, τέκνον μου, δοῦναί μοι μικρὰν ἀμεριμνίαν· καί γε ὁ θεὸς τοῦ πατρός μου ἐλεήσαι σε καὶ ἀναπαύσαι σε. γνοὺς δὲ τὰ δηλωθέντα εὐχαρίστησα τῷ Κυρίῳ. πάντα χαρᾶς εὐαγγέλια, αἵ τε τῶν ἁγιωτάτων ἐπισκόπων ἐξορίαι, ὑπὲρ Χριστοῦ οὖσαι, αἵ τε τῶν ἀγαθῶν ἡμῶν ἀδελφῶν ἐνστάσεις. ἐφ᾽ οἷς καὶ πολλή μοι μέριμνα καὶ ἀδολεσχία τῷ ταπεινῷ, πῶς ἀποβήσεται τὰ κατ᾽ αὐτοὺς σκοποῦντι· τῶν γὰρ πάντων ἀγωνιστικώτερον ἀθλοῦσιν. ἀλλ᾽ ἔσται Χριστὸς ἐπαμύνων καὐτούς, ἀλλὰ μὴν καὶ τοὺς ἡγουμένους, πολλοῦ γε εἰπεῖν τοὺς τῆς χώρας.
Σὺ δέ, ὦ τέκνον, ὡς ὑπὸ θεοῦ βοηθούμενός τε καὶ σκεπόμενος μὴ φείσῃ ἐπιστέλλειν, ἐπιδημεῖν, στηρίζειν, νουθετεῖν, παραμυθεῖσθαι, διυπνίζειν, ἐκδιδάσκειν, ἐπαλείφειν τοὺς ἔξω, τοὺς ἔσω, τοὺς κακουμένους, τοὺς εὐδρομοῦντας, οὐ μὴν μέχρι τοῦδε, ἀλλὰ γὰρ καὶ τοὺς οὐχ ὑπὸ χεῖρα ἡμῶν τελοῦντας. δεῖ γάρ σε περαιτέρω χωρῆσαι διὰ Χριστόν, δηλονότι οἰκονομίᾳ καὶ εὐκαιρίᾳ χρώμενον· ἄρτι γὰρ δεῖ καὶ τοὺς μαθητὰς διδασκάλους γενέσθαι.
Ἐγὼ γοῦν ὁ ἀχρεῖος, εἰ καιρὸν λάβοιμι καὶ πιστὸν γραμματηφόρον, εἴτε οἴκοθεν εἴτε ἔξωθεν προθυμοῦμαι πᾶσι τοῖς ἐξορίστοις πατράσιν ἐπιστεῖλαι (πολὺ γὰρ ὀνίνησι καὶ τὸν γράφοντα καὶ τὸν δεχόμενον τοῦτο, ἐπεὶ καὶ τοῖς ἁγίοις σύνηθες καὶ τῇ ἐκκλησίᾳ χρήσιμον), ἀλλὰ γὰρ καὶ μέχρι τερμάτων τῆς οἰκουμένης βοῆσαι ὁ κύων καὶ ὁ ψύλλος παρασκευάζομαι. τίς δὲ τοῦδε εἴη μοι συνεργὸς πλὴν σοῦ, τοῦ ὑπὲρ πάντας τῶν ἀδελφῶν θερμοῦ φιλητοῦ καὶ Χριστοῦ καὶ ἐμοῦ τοῦ τάλαινος; ζῶμεν δὲ χάριτι Χριστοῦ καὶ εὐχαῖς ὑμῶν ἐνταῦθα, καθὼς προγέγραφα διὰ τοῦ Ἀδριανοῦ, ἐν οὐδενὶ λειπόμενοι πλὴν βιβλίων, ἥξει δὲ καὶ ταῦτα, ὁπόταν εὐοδοῖ Κύριος.
Προσεύχου περὶ ἐμοῦ, τέκνον, θερμότερον ἵνα σῴζωμαι.
Τῷ αὐτῷ Ὡς καλά σου τὰ γράμματα, τέκνον ἠγαπημένον, πάντα ἡμῖν εὐκταῖα εὐαγγελιζόμενα. πρῶτον μὲν τὴν κυρίαν ἡμέραν τῆς κυρίας Θεοτόκου, δεύτερον τὴν πρὸς τὸ κρεῖττον εὐεξίαν σου, εἶτα τὴν ὑγιείαν τῶν ἀδελφῶν, καὶ μὴν καὶ τῶν ἑπτά· εἶτα τὴν θαυματουργίαν τῆς Χριστοῦ σεπτῆς εἰκόνος. εἰ γὰρ καὶ στενακτὸς ὁ τοῦ τολμητία θάνατος (πῶς γὰρ οὔ;), ἀλλὰ δοξαστὸς ὁ Κύριος καὶ θεὸς ἡμῶν κἀν τῇ αὐτοῦ εἰκόνι θαυματουργησάσῃ, κἂν οὐκ ἐπιστρέφωνται οἱ ἀσεβοῦντες, μεθοδεύοντες ἄλλως τὸν θάνατον, ἐπεὶ καὶ Ἰουδαῖοι τὴν ἀληθῆ τοῦ Χριστοῦ ἀνάστασιν. ἡμῖν δὲ πιστὰ ἀμφότερα. εὖ δὲ ποιήσαι ὁ θεὸς τῷ καλῷ Γαϊανῷ. ἄγγελος ἀγαθὸς ἧκεν, ἄγγελος τοιοῦτος, καὶ ἀπίτω καθὰ εἴρηκας. εἴη εὐλογημένος καὶ ὁ Νεῖλος, εἰ τοὺς ἑπτὰ ἐπεσκέψατο, μετὰ τῶν πεμψάντων αὐτόν. καλῶς φρονῶν ἐλήλυθεν καὶ ὁ ἀδελφὸς Ἰγνάτιος. ὁ Προτέριος πορευέσθω. ἱνατί δὲ κόπους ὑμῖν παρέχω τῇ συχνῇ ἐπισκέψει; ὅμως ἐπεὶ ἡ ἑορτή, τὸν μισθὸν ὑμῖν δοίη Κύριος. τὸ 〈α〉, τὸ 〈β〉 ἐξ ἡμῶν προσαγόρευσον.
Τῷ αὐτῷ Ἱκανῶς ἡμᾶς ἐξεδίδαξας, ὦ τέκνον ἠγαπημένον, τὰ γεγονότα καὶ ἤδη παριστάμενα, καὶ μέντοι ἀπὸ στόματος τὸ 〈χ〉. ἐπεὶ πᾶσιν οὖν εὐχαριστεῖν ὀφείλομεν τῷ Κυρίῳ καὶ τὰ κατὰ δύναμιν εἰσοίσειν τοῖς ἀδελφοῖς ἡμῶν. διὰ τοῦτο ὅσον ἐπεφέρετο χρυσίον τὸ 〈χ〉 ἐξ ἀγαθοποιῶν καὶ εἶχον κἀγὼ ἐνταῦθα, πλὴν μικρᾶς χρείας, ἀπέσταλκά σοι. καὶ γενοῦ βοηθὸς τῶν βοηθείας ἐνδεῶν, καθὰ διεταξάμην τὸ 〈χ〉· εἰς τοῦτο γάρ σε εἴασεν ὁ ἀγαθὸς ἡμῶν θεός. γράμμα εἰς τοὺς δέκα εὑρίσκων πιστὸν ἀδελφὸν πέμψον· ἐγὼ γὰρ πέπομφα, καὶ τέως οὐκ ἀναγκαῖον. εἰ δὲ μή, κἂν εὐλογίαν. τῷ 〈δ〉 ἐπέστειλα· ἀλλὰ καὶ ἐφ᾽ ἑτέρου προσώπου ἢ τῶν ἡμετέρων ἢ τῶν ἄλλων, ἡνίκα ἐπινοεῖς χρήσιμον εἶναι, δήλου, καὶ εἰ δοκιμάσω κἀγὼ εὖ ἔχειν, ἐπιστέλλω. οὐ γὰρ καθήκει σιωπᾶν δέει τῶν κρατούντων, ὁπόταν δέοι· ἐὰν γὰρ ὑποστείλῃ, φησίν, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν σοί. ᾧ ἀντιτασσόμενος ὁ βασιλεὺς τὸ μὴ διδάσκειν μηδὲ λαλεῖν καθόλου ἐγκελεύεται. ἀλλ᾽ εἰ καὶ ἁμαρτωλοί ἐσμεν οἴδαμεν ἐκείνων εἶναι μαθηταὶ τῶν λεγόντων, ὑμεῖς κρίνατε, εἰ δίκαιόν ἐστιν ὑμῶν ἀκούειν ἢ τοῦ θεοῦ ἡμῶν· οὐ δυνάμεθα οὖν ἃ ἠκούσαμεν καὶ οἴδαμεν μὴ λαλεῖν. ἀσφαλιζόμεθα οὖν καὶ περὶ τῶν ἐκβαινόντων ἀκοῶν· καί γε, εἰ οὐκ ἔστιν ἀναγκαῖον, οὐ θεωρήσομεν οὐδὲ ἐκ τῶν ὧν παραπέμπεις.
παραπέμψοις δὲ πάλιν, ὅταν καθήκῃ· εἰ ὑπερβῇς τὰς δύο ἑβδομάδας μὴ πέμπων, λογισμομαχήσομεν, εἰ δὲ ἔνδον, οὐδαμῶς.
Ὁ Χριστὸς μετὰ τοῦ πνεύματός σου, τέκνον· εὔχου μοι ζεόντως, ὡς κἀγὼ σοί.
Τῷ αὐτῷ Ἐξέπληξέν με λίαν ἡ ἀγγελία, τέκνον· καὶ τί εἰπεῖν οὐκ ἔχω ἢ ὅτι θεοῦ κίνησις ἐγένετο οὕτω θαρσυνθῆναι τοὺς γενναίους ἀδελφοὺς ἡμῶν τὰ κατὰ τὸν ἀσεβῆ Ἀντώνιον πρᾶξαι ῥιψοκινδύνως. μαρτύρων οὖν ἀπενέγκαντο κλέος, τῶν ἐκκαλεσαμένων ἀφ᾽ ἑαυτῶν τὰ ἱερὰ σκάμματα, καὶ ὁ ἀντιλέγων οὐδείς. ἀλλ᾽ εὐλογητὸς ὁ θεὸς ἡμῶν, ὁ ἀνδρειώσας καὶ κρατύνας καὶ τὰ αὐτοῦ στίγματα φορέσαι αὐτοὺς καταξιώσας· εὔξαιντο περὶ ἐμοῦ τοῦ ταπεινοῦ κατόπιν αὐτῶν βαδίσαι. εὖγε καὶ τῷ 〈η〉 καὶ τῷ 〈θ〉 ὅτι ἀναγκαίως, μᾶλλον δὲ καὐτοὶ μαρτυρικῶς ἐπέδωκαν ἑαυτοὺς πρὸς βοήθειαν τῶν ἐν τῷ μοναστηρίῳ κακουμένων κρατηθῆναι. εὐλογήσαι καὶ ἐλεήσαι Κύριος καὶ τὸν καλόν μου Προτέριον ἔντε ταῖς εἰσόδοις αὐτοῦ καὶ ἐξόδοις· καὶ πάλιν, τέκνον μου, ἀπόστειλον αὐτόν, εἰ καὶ τολμηρόν, καὶ Κύριος εὐοδώσειεν τὰς ὁδοὺς αὐτοῦ, ὅτι δι᾽ αὐτὸν ὁ λόγος καὶ ὁ τρόπος, καὶ ὁ πονῶν, φησί, θήσει μηρόν. καὶ πῶς ἄλλως δοξασθήσεται ὁ θεὸς ἢ ἐν ταῖς ἀμηχανίαις δεικνὺς εὐμηχανίας; ἄρτι τῶν φιλαδέλφων τὰ γνωρίσματα, ἄρτι τῶν φιλοτέκνων τὰ ἰδιώματα.
διὰ τοῦτο κἀγὼ ὁ τάλας προθυμοῦμαι, ἀπαιτοῦμαι γράφειν, παρακαλεῖν, ὑποστηρίζειν ὅσον ἐνδέχεται, δεύτερα τιθέμενος τὰ ἀνθρώπινα, ὑποδειγματιζόμενος τῷ ἔργῳ τοῦ Ἁγίου Κυριανοῦ ὁ ἀνάξιος· φησὶ γὰρ ὁ Θεολόγος ὅτι καὶ ἐξορισθεὶς οὐ διέλειπεν ταῖς ἐπιστολαῖς ἀλείφων καὶ κρατύνων τοὺς ὑπὸ χεῖρα, ἐξ ὧν πολλοὺς ἀπετέλεσε μάρτυρας.
Δεῦρο δὴ οὖν, τέκνον μου, ἀπόστειλον πάλιν τὸ 〈χ〉, κομίζοντα ἐπιστολάς, τρακταϊζόμενον αὐτὸν ὑπὸ τῆς ἀγχινοίας σου· καὶ ἴδοι Κύριος τὸ ἔργον καὶ εὐμαρίσοι τὴν ὁδὸν αὐτοῦ. πίστις ἡ τὰ μεγάλα κατορθοῦσα, πίστις ἡ καὶ ἐκ θανάτου ῥυομένη· ταύτῃ ἐπερειδόμενοι πράττομεν ἃ πράττομεν οἱ ἀνάξιοι. περὶ τοῦ 〈μ〉, ἡνίκα ὁ Εὐθάλιος ὑποστρέψει, τότε παράπεμψον αὐτόν, θεοῦ εὐοδοῦντος. εἰς τὸν λογισμόν, ὃν ἐλάλησά σοι, εὐχαῖς σου ἐρραΐσθημεν· πλὴν χρεία τοῦ 〈μ〉. τὰ λοιπὰ ὡς ὁ Κύριος εὐοδοῖ σοι πρᾶττε, ἐπίστειλον δὲ καὶ τῷ 〈η〉 καὶ τῷ 〈θ〉.
Ὁ Κύριός σε σώσοι, τέκνον. προσαγόρευσον τοὺς ἀδελφούς· οἱ σὺν ἐμοὶ ἀσπάζονταί σε.
Τῷ αὐτῷ Κόπος ἐστί, τέκνον, ἐν τῷ τηλικούτῳ χειμῶνι παραγίνεσθαί τινα ἐνταῦθα, περῶντα μάλιστα τὸν βορβορωθέντα ποταμόν· πλὴν ὅτι ἀνέθημεν ἰδόντες τὸν ἀδελφὸν καὶ ἐντυχόντες τοῖς γράμμασί σου, ἓν λυπηρῶς δεξάμενοι, τὴν πτῶσιν τοῦ ἐλεεινοῦ Νεκταρίου. ὅμως ὅτι ἀκόλουθα τοῦ ὅλου βίου αὐτοῦ καὶ τὰ παρόντα, ἓν ζητεῖ μόνον, ποιῆσαι τὰς ἐπιθυμίας τῆς σαρκὸς αὐτοῦ, καὶ τὰ τῆς πίστεως αὖραι φέροιεν.
Ἐκεῖνος μὲν οὕτως ἔχων, οὕτω καὶ ὠλίσθησεν. σὲ δὲ ὁ θεὸς τοῦ πατρός μου καὶ τοὺς πάντας ἀδελφοὺς ἡμῶν, τούς τε κρατουμένους καὶ μή, στηρίξειεν, σθενώσειεν, βεβαιώσειεν, ἡμέραν ἐξ ἡμέρας τὸ μαρτύριον τῆς ὁμολογίας αὐτῶν ἀποπληρῶσαι· οὐ γὰρ τὸ ἐνάρξασθαι τὰ καλὰ ἐπαινετὸν ἁπλῶς, ἀλλὰ τὸ εἰς πέρας ἀγαγεῖν. πρόσεχε οὖν τῇ ἀναγνώσει, ἁπτόμενος καὶ τῆς γραμματικῆς ὅσον ἐνδέχεται, ἀσφαλῶς τὸ κάθισμά σου, μὴ ἐξαπίνης οἱ αἱρετικοί. τὸν θεὸν φοβοῦ, ἐν ᾧ ἐστι τὸ καθαίρεσθαι ἢ μένειν καθαρόν. περὶ τοῦ παροικονόμου ἀπαγγελεῖ σοι ὁ ἀδελφός. τίς ἀπίῃ εἰς τὸν ἀρχιεπίσκοπον, ἵνα δῶ γράμματα πάλιν;
Προσαγορεύουσιν οἱ ἀδελφοὶ καὶ ἐπιθυμοῦσί σε ἰδεῖν μεθ᾽ ἡμῶν. προσαγόρευσον τὸ 〈δ〉, τὸ 〈θ〉. ὁ Χριστὸς βοηθὸς ἡμῶν εἴη.
Γρηγορίῳ τέκνῳ Νῦν καιρὸς καὶ μονομερῶς σοι ἐπιστεῖλαι, υἱέ μου ἠγαπημένε καὶ ἀδελφῶν ὁμόψυχε, διὰ τὸ μεμονῶσθαί σε καὶ εἶναι ἐν φρουρᾷ ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ. τί καλλιώτερον, τί δὲ μακαριώτερον, ὅτι διὰ Χριστὸν πάσχεις, ὑπὲρ τῆς ἁγίας αὐτοῦ εἰκόνος, διὰ τὴν Θεοτόκον, ὑπὲρ ἑκάστου τῶν ἁγίων, οὐ μεριζομένων τῶν πρωτοτύπων ἀπὸ τῶν παραγώγων; ὄντως, ἀδελφέ μου, μεγάλων δωρεῶν ἠξιώθης· ἐπίσκοποι ἐκπέπτωκαν, ἡγούμενοι ὠλίσθησαν καὶ σύ, ἐν ὑποτακτίταις τελῶν, ἴσα τῶν ἐκλεκτῶν ἱεραρχῶν τε καὶ καθηγητῶν τὴν ὑπὲρ ἀληθείας φυλακὴν κατεκρίθης. οὐδεὶς ὑπηκόων τοιοῦτον ἐδοξάσθη, πλὴν τῶν συγκοινοβιωτῶν σου. σκίρτησον ἐν τούτοις, δόξασον ἀνθομολογούμενος τῷ θεῷ, τῷ καλέσαντί σε εἰς κοινωνίαν τῶν παθημάτων αὐτοῦ. ἐξέπεσεν ἐξ ὑμῶν ὁ ἐλεεινὸς Ὀρέστης σὺν τῷ Ἀφράτῃ. οὐ γὰρ ἦσαν ἐξ ἡμῶν· ἦ γὰρ ἂν μεμενήκεισαν μεθ᾽ ὑμῶν. ὧν ὁ πρότερος βίος ἄπιστος εἰς ὑποταγήν, τούτων πῶς ἂν οὐκ ἕωλος εἰς Χριστόν; ἐγὼ ἐξενιζόμην καὶ εἰς ὃ μικρὸν ὑπέστησαν. σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῷ κράτει τῆς πίστεώς σου, φέρων γενναίως τὰ παρόντα, προθυμούμενος καὶ ἕτερα δι᾽ ἀγάπην θεοῦ, ἡμέραν ἐξ ἡμέρας προσδεχόμενος τὸν θεόν, τὸν σῴζοντά σε ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος· καὶ ἐγγὺς Κύριος τοῖς ὑπομένουσιν αὐτόν.
Προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σῴζωμαι ἐν Κυρίῳ. προσαγορεύει σε ὁ ἀδελφὸς Νικόλαος. ἡ χάρις τοῦ Κυρίου μετὰ σοῦ, ἀδελφὲ στεφανίτα.
Θεοκτίστῳ τέκνῳ Εἰ καὶ τῷ σώματι ἐχωρίσθην σου, τέκνον μου Θεόκτιστε, ἀλλ᾽ οὐ τῷ πνεύματι· ἀεὶ γάρ σε ὁρῶ κατὰ νοῦν, περιπονούμενος ἐν τῇ διοικήσει σου πῶς τὰ κατὰ ψυχήν, πῶς τὰ κατὰ σῶμα. καί γε σημεῖον ὧν λαλῶ ἀληθές, τὸ ἑπτάκις τῆς ἡμέρας ἐν τῇ ἁμαρτωλῇ μου εὐχῇ μνημονεύειν σου ἐξ ὀνόματος μετὰ τῆς συνοδίας σου· τοιοῦτός μοι ὁ πόνος καὶ περὶ σέ. καὶ οἶδα ὅτι ὑστερούμενος εἶ, στενοχωρούμενός τε καὶ θλιβόμενος, ἀλλ᾽ ὁ μακαρισμός σοι τοῦ διωγμοῦ παρὰ Χριστοῦ. διὸ χαῖρε ἐν τῇ ἐλπίδι τῶν αἰωνίων ἀγαθῶν, κουφίζων ἐντεῦθεν τὰ λυπηρά· πόσον γὰρ καὶ ἐνταῦθα χαρήσῃ μετὰ τὴν ἀπαλλαγὴν τῶν πειρασμῶν καὶ ἐν τῷ μέλλοντι αἰῶνι σκιρτήσεις; ἄρτι τρίτον διώκεσαι διὰ κύριον, τρίπλοκον ἕξεις τὸν στέφανον. μὴ καταπέσῃς, τέκνον μου ἀγαπητόν, τῇ ῥαθυμίᾳ, ἀλλὰ στῆθι ἔτι γενναίως. κἂν δεῖ ἀποθανεῖν, ἀποθάνωμεν σὺν τῷ Χριστῷ, ἵνα καὶ συζήσωμεν εἰς αἰῶνας· πάντως γὰρ ἀποθανούμεθα, κἂν μὴ βουλώμεθα. ναί, παρακαλῶ, τέκνον ἐμόν.
Χαίρω δὲ ὅτι σύνεστί σοι καὶ ὁ καλὸς Μεθόδιός μου. ἔσω ὁ Χριστὸς μέσον ὑμῶν, σκέπων, εὐψυχῶν ὑμᾶς καὶ προνοῶν ἐπὶ πᾶσι. προσεύχου καὶ αὐτὸς περὶ ἐμοῦ τοῦ ταπεινοῦ ἵνα σωθῶ σὺν ὑμῖν. ὁ ἀδελφὸς Νικόλαος προσαγορεύει.
Δωροθέῳ τέκνῳ Καιρός μοι μονοπροσώπως σοι ἐπιστεῖλαι, τέκνον ἠγαπημένον, ἐπὰν ἐμονώθης διὰ τὸν θεὸν ἀπὸ τῶν ἀδελφῶν σου. ὢ τῆς καλῆς σου ὁμολογίας, ὢ τῆς διὰ Κύριόν σου φυλακῆς· ὃ ἐζήτεις ἔκπαλαι φιλῶν τὸν Χριστόν, νῦν ἐπιτυχὼν ἀγάλλου, τέρπου. καὶ τί γὰρ εἴη ἄλλο τερπνότερον τοῦ μετὰ Χριστοῦ συμπάσχειν; ἐξέλαμψες ἐν τοῖς ἀδελφοῖς σου, ἀγωνίζῃ ἴσα τῶν ἀληθῶς ἐπισκόπων καὶ ἡγουμένων· ὃ οὐδεὶς ὑποτακτιτῶν ἠξίωται, πλὴν τῶν συγκοινοβιωτῶν σου, σὺ δεδόξασαι. ἐξέπεσαν ἀφ᾽ ὑμῶν ὁ ἐλεεινὸς Ὀρέστης καὶ Ἀφράτης· καὶ οὐ θαῦμα, ἐπειδὴ ἀρχαῖοι ἄπιστοι ἀμφότεροι, καί γε ἀρνητὴς ὁ δεύτερος. σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν Κυρίῳ, καθὼς ἤρξω κλήσει θεοῦ, καὶ τελείωσόν σου τὸν δρόμον. φέρε εὐψύχως τὰ τῆς φυλακῆς δυσχερῆ, ἡμέραν ἐξ ἡμέρας προσδεχόμενος τὸ σωτήριον τοῦ θεοῦ. ἂν δεῖ καὶ ἀποθανεῖν διὰ Χριστόν, ἀποθάνωμεν, ἵνα ζήσωμεν.
Ὦ καλὲ Δωρόθεε, στῆθι γενναίως ὡς δῶρον θεοῦ. προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ταπεινοῦ ἵνα σῴζωμαι ἐν Κυρίῳ. προσαγορεύει σε ὁ ἀδελφὸς Νικόλαος. ἡ χάρις τοῦ Κυρίου εἴη μετὰ τοῦ πνεύματός σου.
Βασσιανῷ τέκνῳ Καιρός μοι μονομερῶς σοι ἐπιστεῖλαι, τέκνον μου ἠγαπημένον, ἐπὰν τῶν ἀδελφῶν σου ἀπεμονώθης· εὐχαρίστησα καὶ εὐχαριστῶ τῷ θεῷ μου ἐπὶ σοί, ὅτι ὑπὲρ ὃ ἤλπιζον εὗρόν σε τανῦν πιστὸν ἐν Κυρίῳ, ἄνδρα γενναῖον, φύλακα ἀνοθεύτου ὑποταγῆς, ἄρνα Χριστοῦ, ὑπὲρ αὐτοῦ προαιρούμενον ἀποθνήσκειν. ἐγὼ καὶ ἐκ τῶν πρώτων γραμμάτων σου ᾔνεσά σε καὶ ἀπεδεξάμην, φανερώσαντά μοι τὰ συμβεβηκότα ὑμῖν καὶ μετὰ τοσαύτης εὐψυχίας. εὖγε, καλόν μου τέκνον Βασσιανέ· τάχα οἰκονομία γέγονεν θεοῦ μὴ ἆραί σέ με ἐν τῇ ἐξορίᾳ μου, ἵνα τὸ δοκίμιόν σου τῆς ἀρετῆς φανῇ. ὡμολόγησας, ἐφρουρίσθης, ἐπυρώθης ὡς χρυσὸς ἐν τῇ θλίψει καὶ τῇ ἀσθενείᾳ· ἔτι, τέκνον μου, ἐπίμεινον μακροθύμως ὅπως ἐκλάμψοις ὡς ὁ ἥλιος. ὁ γὰρ Ὀρέστης καὶ Ἀφράτης μικρὸν οὐκ ἤνεγκαν λυπηθῆναι· διὸ γεγόνασιν υἱοὶ σκότους. κακοπάθησον ὅσον ὅσον ὡς στρατιώτης Χριστοῦ, τὰ ἄνω ὁρῶν, τὰ μέλλοντα σκοπῶν· τὰ γὰρ παρόντα ὡς ὀνείρατα ἀφίπταται. οἷον μέλλεις σκιρτᾶν μικρὸν ὕστερον, οὐ μόνον ἐν τῷ μέλλοντι αἰῶνι, ἀλλὰ καὶ ἐνταῦθα. διὸ εὐψύχει, διαβίβαζε ὥραν ἐξ ὥρας, σκοπῶν καὶ τοὺς ἔνδοθεν ἐχθροὺς ἵνα πάντοθεν ἀκυρίευτοι ὦμεν. κἂν δὲ μικρόν τι παραπίπτωμεν, θᾶττον διανιστάμεθα. προσευχώμεθα, κλαίωμεν, ἄρωμεν τὴν καρδίαν πρὸς θεὸν καὶ παραυτίκα ἡ βοήθεια.
Ναί, τέκνον μου, παρακαλῶ, ναί, δέομαί σου τῆς ἀγάπης. τελείωσόν σου τὸν ἀγῶνα, προσευχόμενος καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σῴζωμαι. ὁ ἀδελφὸς Νικόλαος προσαγορεύει σε.
Θαδδαίῳ τέκνῳ καὶ ὁμολογητῇ Ὦ Θαδδαῖε, στρατιῶτα Χριστοῦ, τέκνον μου ποθητόν, ἀνὴρ στερροκάρδιε, προσπτύσσομαί σε διὰ τοῦ γράμματος ὡς ἀπὸ στόματος, περιπλέκομαί σε ἀπὸ ἀγκαλῶν καρδίας μου. ἥσθην καὶ ὑπερήσθην τῆς εὐτολμίας σου, τῶν ἀφ᾽ ἡλίου ἀνατολῶν εὐγενέστερε, τῶν εὐδιαλέκτων ῥητόρων εὐλαλέστερε καὶ σοφώτερε. τί γάρ, εἰ οἱ μὲν ἀπεμωράνθησαν ἀλογώτερον κτηνῶν, ἔξαρνοι Χριστοῦ γενάμενοι ὡς Ὀρέστης καὶ Ἀφράτης, υἱοὶ τοῦ σκότους, σὺ δὲ ὑπὲρ αὐτοῦ ἐν φρουρᾷ καὶ κακώσει, καὶ ταῦτα παρρησιαζόμενος καὶ διαθερμαινόμενος; ὢ τῆς καλῆς σου ὑποταγῆς, ἥ σε ἤγαγεν ἐν τοῖς μέτροις τούτοις· ἔτι, τέκνον μου, ὑπένεγκε, ἐνάθλησον, ὑπόμεινον ἵνα στεφανωθῇς, συνετῶς ἀποκρινόμενος, ταπεινοφρόνως διεξερχόμενος, μετὰ ἐλπίδος διαβιβαζόμενος, προαιρούμενος καὶ τὸ αἷμα κενῶσαι διὰ σφαγῆς ὑπὲρ θεοῦ, ὅπερ καὶ προαιρῇ, ὡς ἐγώ σε οἶδα.
Προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ταπεινοῦ ἵνα σῴζωμαι. ὁ ἀδελφὸς Νικόλαος προσαγορεύει σε.
Λιτοΐῳ τέκνῳ Οὐ διὰ μακρᾶς περιόδου μοι ὁ λόγος, οὐδὲ γὰρ ἐᾷ τὸ πάθος τῆς περιχαρείας, ὦ τέκνον, ἀναβάλλεσθαι τὴν φωνήν. ἐπεὶ οὖν εἴρηκας ‛ἥμαρτον‚, παρεβίβασε Κύριος τὸ ἁμάρτημά σου, ὁ βραδὺς εἰς ὀργὴν καὶ ταχὺς εἰς οἰκτιρμούς. ἀλλὰ τί ἀνταποδώσω μου τῷ Κυρίῳ, ὅτι οὐκ εἰς τέλος παρεῖδέν μου τὴν ταπείνωσιν ἀπολέσαι με πρόβατον, ὃ πόνῳ πολλῷ καὶ πόθῳ περιεποιησάμην, ὃ εἶχον ἐν ἀγέλῃ μου ἐν ἐπισήμοις, οὗ φωνὴ ἠκούετο καὶ ἀντηκούετο ἡδύπνους μάλα, στάσις ἐπεφαίνετο εὔκοσμος ἄγαν; καὶ τί δεῖ πολλὰ λέγειν; εὗρον ὃ ἀπώλεσα, ἐστερνισάμην ὃ ἀφηρπάγην· συγχαίρουσί μοι οἱ ἔφοροι ἡμῶν ἄγγελοι, συνήδονται οἱ σύννομοι, εὐφραίνονται οἱ θεόφρονες, στυγνάζει μόνος ὁ Βελίαρ, ὁ ψυχοφθόρος λύκος. κἂν πολλὰ τὰ δήγματα, φιλάνθρωπα καὶ ἰάσιμα τὰ φάρμακα.
Μὴ δὴ οὖν βαρυνθῇς, ὦ καλλίτεκνον, ἐγὼ ὁ ταπεινὸς μετὰ σοῦ, ἐγώ σου ὑπὲρ τῆς ψυχῆς τὸν ἐμαυτοῦ τράχηλον ὑποτίθημι· μόνον εὐθύμει, μόνον στῆθι ἐν ταῖς ἐντολαῖς τοῦ θεοῦ ἡμῶν ἐκ τοῦ δεῦρο. τί τοῦτο; τοῦ συνεῖναί σε μεθ᾽ οὗ ᾑρετίσω βιοῦν ἄρτι ἀδελφοῦ σου, προσέχειν ἐντολαῖς ἁγίαις, φεύγειν τοὺς τῆς βλάβης χώρους, τὸν τῆς αἱρέσεως θανάσιμον βρόχον, εἴ τι καλόν, εἴ τι ὀνησιφόρον καρπούμενος, φέρων τὰ θλιπτικὰ ὑπομονητικῶς τῆς ὧδε κἀκεῖσε περιφορᾶς διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, προσευχόμενος καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. σῴζοιο, τέκνον μου ἠγαπημένον, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
Βησσαρίωνι τέκνῳ Χαρά μοι ἐπὶ σοί, τέκνον μου ἠγαπημένον Βησσαρίων, ὅτι ἐκλογὴ θεοῦ ἐγένου ἐν τοῖς ἀδελφοῖς σου, πάντως ὡς τὰ κάλλιστα προαιρούμενος καὶ ὑπὲρ ἀληθείας παρρησιαζόμενος. εἰσῆλθες ὡς χρυσοῦς ἐν καμίνῳ διὰ τῆς φρουρᾶς, προηνδρίσω, προεφυλακίσθης, ὡμολόγησας, ἀπεγράψατο Κύριος τὴν μαρτυρίαν σου. τί γὰρ ἄλλο οἱ μάρτυρες ἐποίησαν; τὸ ἀποθανεῖν δῆλον ὅτι ὑπὲρ Χριστοῦ. τοῦτο καὶ σὺ τῇ προαιρέσει· ἀεὶ γὰρ ἀποθνήσκεις ἐν τῇ φυλακῇ. δόξα τῷ δοξάσαντί σε θεῷ, χάρις τῷ καλέσαντί σε εἰς τηλικαύτην δόξαν. φεῦ τοῖς ἐξαρνησαμένοις, Ὀρέστῃ τῷ ἀθλίῳ καὶ Ἀφρατίῳ· διὰ μικρὰν εὐπάθειαν ἐξέπεσαν Χριστοῦ, ἀσχημονοῦντες τανῦν κἀν τῷ μέλλοντι αἰῶνι ἀπαρνηθησόμενοι ὑφ᾽ οὗ Χριστοῦ ἠρνήσαντο.
Ἐκεῖνοι μὲν οὕτως, ὡς ἀρχαῖα ζιζάνια. σὺ δέ, τέκνον μου, τελείωσόν σου τὸν δρόμον ὑποφέρων τὰ θλιπτικά, προαιρούμενος καὶ τὸ δι᾽ αἵματος τελειωθῆναι, ἵνα σὺν μάρτυσι χορεύσῃς, ἵνα διὰ σοῦ κἀγὼ ὁ ἁμαρτωλὸς εὐδοξήσω. ναί, τέκνον μου, ἀρίστευσον ὡς ἐνήρξω ἕως τέλους, προσευχόμενος καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. ὁ ἀδελφὸς νικόλαος προσαγορεύει σε.
Τίτῳ καὶ Φίλωνι τέκνοις Ἐπισκέπτομαι ὑμᾶς, τέκνα μου ἠγαπημένα, καὶ νῦν διὰ τῆς ἐπιστολῆς, πῶς ἔχετε φιλῶν μαθεῖν, πῶς ὑπομένετε τὴν ἐν Κυρίῳ φυλακήν. χάρις τῷ θεῷ, ὅτι ἀνεδείχθητε ὁμολογηταὶ Χριστοῦ, στῦλοι καὶ ἑδραιώματα τῆς ἐκκλησίας· κἂν γὰρ μικροί ἐστε ἐν τοῖς ἀδελφοῖς ὑμῶν καὶ μηδαμινοὶ λογίζεσθε τοῖς εὐσεβέσιν, ἀλλὰ παρὰ τῷ θεῷ μεγάλοι ὑμεῖς καὶ ἁγίοις συναρίθμιοι. λοιπὸν βλέπετε, ἀδελφοί, τὴν κλῆσιν ὑμῶν, οἷον τὸ ὕψος, ποταπὸν τὸ χάρισμα· ὑπομένοντες ὑπομείνατε τὸν Κύριον, ἡμέραν ἐξ ἡμέρας ἀπεκδεχόμενοι τὸ ἔλεος αὐτοῦ, ὡς ἀδελφοὶ μετ᾽ ἀλλήλων ἀναστρεφόμενοι. βλέπε σύ, Τῖτε, ἀδελφέ μου, βλέπε Φίλων, τέκνον μου, διὰ θεὸν καὶ μετὰ θεοῦ ἡ φυλακὴ ὑμῶν. Χριστὸν ἔχοντες μὴ ῥαθυμῆτε· ἐξέλθετε ἀπὸ τῆς φυλακῆς ὅτε βούλεται Χριστὸς ὡς χρυσὸς ἀπὸ χωνευτηρίου, ὅλως καθαροί, τετιμημένοι, δεδοξασμένοι, στεφανίται.
Τοῦτο τὸ πέρας ἐνθυμούμενοι στέργετε, φέρετε, χαίρετε, ἐγγὺς Κύριος τοῖς ὑπομένουσιν αὐτόν. προσεύχεσθε καὶ περὶ ἐμοῦ τοῦ ταπεινοῦ πατρὸς ὑμῶν ἵνα σῴζωμαι. ὁ ἀδελφὸς Νικόλαος προσαγορεύει.
Ἰγνατίῳ τέκνῳ Κἂν οὐκ ἠδυνήθην τὸ πρότερον ἰδίᾳ σοι ἐπιστεῖλαι, νῦν, τέκνον μου ἠγαπημένον, δεξάμενός σου τὸ γράμμα εὐθύμως ἐπιστέλλω. ὑγιαίνων ἔσο ψυχῇ τε καὶ σώματι, πραγματευόμενος τὴν βασιλείαν τῶν οὐρανῶν, ὑπὲρ ἧς καὶ ὁ ὁρώμενος διωγμὸς παρὰ τῶν ἐχθρῶν τῆς ἀληθείας. καλῶς οὖν ἐποίησας γεγονὼς ἐν τοῖς αὐτόθι, ὄντος τοῦ ἀρχιεπισκόπου, τοῦ οἰκονόμου καὶ τῶν λοιπῶν ἀδελφῶν, τῶν τε παρὰ βασιλέως ἀποσταλέντων καὶ τῶν διοικούντων ἐξ ἀρχῆς τὸ μοναστήριον. εἴτε οὖν ἐν τῷ Βοσκυτίῳ εἴτε ἐν τῷ Ἁγίῳ Γεωργίῳ, καθὼς διεταξάμην τῷ ἀδελφῷ Τιθοΐῳ, ἐπίμεινον. ἄνθρωπος εἶ τοῦ θεοῦ, ἐγγεγυμνασμένος παρὰ τῆς ταπεινώσεώς μου τὰ τῆς μοναδικῆς καταστάσεως, προβεβηκὼς ἐν ἀρετῇ κἀντεῦθεν ἀχθεὶς εἰς ἱερωσύνην εἰς βαθμὸν ἐπιστημονάρχου, ἀφῶ λέγειν πρωτοκαλλιγράφου καὶ χρυσοφύλακος. ταῦτα πάντα εἰς κλέος σου, εἰς δόξαν μου.
Φάνηθι οὖν καὶ ἀπὸ τοῦ δεῦρο, τέκνον μου, τοῖς ἀδελφοῖς σου, τοῖς τε προέχουσι καὶ ἴσοις καὶ ὑφειμένοις, ὡς Ἰγνάτιος ὁ θεοφόρος, ἐξ οὗ καὶ καλεῖσαι, χάριν διδοὺς ἐν τῷ λόγῳ σου, ἀποπνέων τὰ μύρα τῶν ἀγαθῶν πράξεων, ἵνα ἡ εὐωδία σου διαδράμοι εἰς τὸ πλήρωμα τῆς ἀδελφότητός σου, ἵνα ἐκλάμψοις ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ὡς ἥλιος μικρὸν ὕστερον. ὁ γὰρ θάνατος ἐνεργεῖται ἀεί, ὡς ὁρῶμεν ἐξ αὐτῶν τῶν ἀδελφῶν ἡμῶν· καὶ μακάριος ὁ καθάρας ἑαυτὸν καὶ οὕτως ἀποδημῶν, ὄνομά τε ἐγκαταλιμπάνων ὅσιον τοῖς ἔτι ζῶσιν. οὕτως εἴη σοι, τέκνον μου, τελειωθῆναι.
Οἱ ἀδελφοὶ ἀσπάζονταί σε θερμῶς.
Τῷ αὐτῷ Ὦ καλέ μου Ἰγνάτιε, γίνωσκε ὅτι με αἴρουσι τῶν ἐνταῦθα καὶ μετεξορίζουσιν ὅπου ὁ Κύριός μου ἡτοίμασέ μοι τόπον καταπαύσεως· μὴ οὖν λυποῦ, ἀλλὰ χαῖρε, ὅτι κατηξίωμαι ὁ ἁμαρτωλὸς διὰ Χριστὸν μεθορίζεσθαι καὶ φυλακίζεσθαι. καὶ τί γὰρ χαριέστερον ἄλλο ἐπὶ τῆς γῆς ἢ τερπνότερον ἀλλ᾽ ἢ διὰ θεὸν πάσχειν; οἶδά σε οὖν ὀχυρὸν τῷ πνεύματι, πιστὸν τῷ Κυρίῳ φύλαξον σεαυτὸν ἄσπιλον τῆς χριστομάχου αἱρέσεως. φεῦ τῷ προδότῃ Νεκταρίῳ, ὅτι τὴν ἀρχαίαν ἀποστασίαν οὐκ ἐπελάθετο· φεῦ τῷ ἀθλίῳ Ὀρέστῃ, ὅτι διὰ τὰ πάθη τὸν παθόντα ὑπὲρ αὐτοῦ Χριστὸν ἠρνήσατο, ὑπογράψας κατὰ τῆς εἰκόνος αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, φησὶν ὁ Χριστός, καὶ ὑμᾶς διώξουσι· τί οὖν θαυμαστόν, εἰ διωκόμεθα δι᾽ αὐτόν; εἴθε καὶ ἀπεθάνομεν.
Ταῦτά σοι ὡς ἐν διαθήκῃ παρ᾽ ἐμοῦ τοῦ ταπεινοῦ. σὺ δέ, ὦ καλὸν τέκνον, μετὰ τῆς πίστεως καὶ πάσης ἀγαθοπραξίας ἐπιμελοῦ· ἔχε φιλίαν γνησίαν μετὰ πάντων σου τῶν ἀδελφῶν, ἐξαιρέτως μετὰ τοῦ οἰκονόμου, διὰ τὸ τῇ ὁμονοίᾳ τῶν πρώτων συνομονοεῖν καὶ τοὺς ὑφειμένους. ἔπεχε τῇ ἀναγνώσει, σοφίζου τὰ θεῖα. προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σωθῶ. εἴη Χριστὸς ὁ θεὸς ἡμῶν φυλακή σοι ἐν ἅπασιν. ἀμήν.
Ναυκρατίῳ τέκνῳ Πεπονημένως ἀπεσκόπουν τὴν τῶν γραμμάτων σου ἀπαγγελίαν, τέκνον μου ποθητόν, οὐ μόνον διὰ τὰ προγεγραμμένα μοι παρὰ σοῦ ὅπως ἀπέκβη, ἀλλὰ γὰρ καὶ διὰ τὰ θρυλλούμενα ἐνταῦθα περὶ τοῦ σεισμοῦ. καὶ ὡς δεξάμενός σου τὴν ἐπιστολὴν ἀνέγνων, ἐξέστην ἔκστασιν ἱκανήν, στενάξας ἐπὶ τοῖς συμβεβηκόσι, κατελεήσας τοὺς τεθνεῶτας, εἶτα ὅτι καὶ τούτων γεναμένων μένει ἀμείλικτος ἡ καρδία τῶν ἀσεβούντων, ἀνδριζομένη μᾶλλον μὲν οὖν ἐπὶ τῇ κακίᾳ· ἅπαξ γὰρ ζωγρηθέντες ἐν τῷ τοῦ διαβόλου θελήματι ἀνανήξασθαι οὐ βούλονται ἢ οὐδὲ βουλόμενοι δύνανται. τίς κοπάσει τὸν χειμῶνα; τίς ἰάσεται τὸ σύντριμμα τῆς καθ᾽ ἡμᾶς ἐκκλησίας; τίς ἄλλος ἢ ὃς ἔφη τῇ θαλάσσῃ πεφίμωσο; ἀλλ᾽ οὐκ ἂν γένοιτο, εἰ μὴ μαθητιῶντες εἶεν Χριστῷ κατὰ ἀλήθειάν τινες, ὧν ὑπακούσειεν τῆς κραυγῆς ὁ θελητὴς τοῦ ἐλέους Κύριος.
Γενοῦ οὖν εἷς τῶν τοιούτων, τέκνον, διὰ καθαρᾶς καρδίας καὶ ἐξιλέωσαι, ἵνα μὴ ἔτι ὀργιζόμενος ὁ θεὸς συναπολέσῃ δίκαιον μετὰ ἀσεβοῦς κατὰ τὸ γεγραμμένον. στήριζε τοὺς ἑπτὰ διὰ γραμμάτων καί τινων ἀποστολῶν. εὖ σε ποιήσαι ὁ θεός, ὅτι ἐχρηστεύσω πρὸς τὸ κληρικὸν Στέφανον, καὶ ἔτι χρήστευσαι δυνάμενος. ἀνάγνωθι τοῦ μητροπολίτου τὴν ἐπιστολὴν καὶ δός μοι λόγον τῆς ἐρωτήσεως, λάβε δὲ καὶ παρὰ τοῦ ἀρχιεπισκόπου, ἀποκαλύπτων αὐτῷ τὴν γνώμην ὡς παρ᾽ ἐμοῦ, μὴ μέντοι ὅτι γέγραφα τῷ μητροπολίτῃ. κοπιᾷς, τέκνον, τρέφων ἡμᾶς, τρέφεις δὲ ἕξ. ἐργόχειρον ἔλειψέν μοι τοῦ γράφειν, ὃ ἔχω εἰς πολλὴν παρηγορίαν καὶ βοήθειαν ψυχῆς· διὸ φρόντιζέ μοι ἀπάρτι ἐργόχειρα οἷα θέλεις συρμαιόγραφα, μόνον μὴ ζημιοῖς με εἰς τὰς τιμάς. εἶπον δὲ τῷ ἀδελφῷ τὸ τί πέμψεις συντόμως.
Προσαγόρευσον τοὺς σὺν σοὶ ἀδελφούς μου. οἱ ἐνταῦθα ἀσπάζονταί σε θερμῶς. ἀπηγγέλη μοι περὶ τῶν ἀποθανόντων, καὶ μακάριος ὁ μητροπολίτης. εἴη τὸ πνεῦμα αὐτοῦ μετὰ ἁγίων.
Τῷ αὐτῷ Αἱ περιστάσεις τὰς τῆς ψυχῆς ὑποστάσεις αὔξουσι, διὸ χρή, τέκνον, στῆναι γενναίως ἐν τοῖς συμβαίνουσι πειρασμοῖς, ὑπὸ θεοῦ παραχωρουμένοις εἰς δοκίμιον τῆς πίστεως ἡμῶν· γέγραπται γάρ, ὃν ἀγαπᾷ Κύριος παιδεύει. πόθεν οὖν γνωσθήσεται τὸ ὑπερβάλλον τῆς ἀσεβείας, εἰ μὴ διωγμοὺς καὶ κολαφισμοὺς ἐξυφάνοι; πόθεν δὲ τῶν ὀρθοδόξων τὸ ὀχύρωμα, εἰ μὴ κατ᾽ ἴχνος βαδίσειεν τῶν προωδευκότων πατέρων; ἀρίθμει τοὺς πειρασμοὺς καὶ τοσούτους εὑρήσεις τοὺς στεφάνους. μακάριοι οἱ ἀποθανόντες διὰ Κύριον, ὅτι ἐν ἀκαριαίῳ χρόνῳ αἰῶνας ἀτελευτήτους κερδήσωσιν. ἤρθη ὁ ἀρχιεπίσκοπος, ὃ καὶ προεμελέτων· ὁ Χριστὸς σὺν αὐτῷ, ὑπερεύχεσθε αὐτοῦ. ἐδάρη ὁ Εὐπρεπιανός· ἴδε θεοῦ ἀγαθότητα, ὅτι ηὐδόκησεν ὑπὲρ ὀρθοδοξίας αὐτὸν τυφθῆναι. προσεύχεσθε καὶ περὶ αὐτοῦ (σὺν αὐτῷ καὶ τοὺς ἑπτὰ φυλάττεσθε)· πέμψον τι τῷ ἀνθρώπῳ τοῦ θεοῦ εἰς βοήθειαν ἀμφοτέρων. οὐ δοκῶ δὲ ἔτι τὸ μοναστήριον κρατεῖν ὑμᾶς, ἀλλ᾽ οὐδὲ τὸν ἀρχιεπίσκοπον ἐξέρχεσθαι. καὶ χάρις τῷ θεῷ ἀδέτους ὑμᾶς εἶναι. μία μονὴ ἡμῶν ἀληθινή, ἡ ἄνω Ἱερουσαλήμ.
Χαίρετε, ἀδελφοί μου, χαίρετε, ὅτι Χριστὸς χαίρεται διωκομένων ἡμῶν ὑπὲρ αὐτοῦ. ἄγγελοι κροτοῦσιν, ἅγιοι εὐλογοῦσι, δαίμονες σὺν εἰκονομάχοις πίπτουσιν, εἰ καὶ μαίνονται. ἕως δ᾽ ἂν ἐστὲ ἐν τοῖς αὐτόθι δηλοποιεῖτε ἡμῖν καὶ ὅπως τὰ τῶν ἔσω συμβαίνει. ἐπὰν μετασταίητε, ἐξερχομένων αἱρετικῶν, ὅπου δοίη Κύριος κλῖναί σε κεφαλήν, τέκνον, εἰ δυνατῶς σχοίης, φανεροῖς. εἰ δὲ μή, οἶδά σε ποῦ εἶ· ἐν Χριστῷ γὰρ καὶ μετὰ Χριστοῦ. εἴη δὲ καὶ ἡμᾶς ὁμοίως σε διαγινώσκειν. ἀπαρασκεύαστος μὴ καθέζου, μὴ θᾶττον ἢ ἀρθῇς ἢ διωχθῇς.
Προσειπὲ τοῖς ἀδελφοῖς μου πᾶσιν, ἐξαιρέτως Πέτρῳ, Τιθοΐῳ, Ἰγνατίῳ, Τιμοθέῳ καὶ τοῖς λοιποῖς. ὁ Χριστὸς μετὰ τοῦ πνεύματός σου διὰ τῆς πρεσβείας τοῦ πατρός μου. ἐμὲ οὐ δοκῶ ὅτι μεθιστᾷ, εἰ μὴ ἄρα πρὸς τὸ δεῖραι ἢ ἀλλῇ ἐξορίσαι. εὔχεσθε περὶ τῆς ταπεινώσεώς μου ἵνα ἰσχύς μου γένοιτο Χριστὸς δωρεὰν τῷ ὡς ἀληθῶς ἐκτρώματι. προσαγορεύουσίν σε οἱ ἀδελφοὶ γνησίως.
Τῷ αὐτῷ Ὅσον ἠθύμησεν ἡμᾶς ἡ ἀκοὴ τῆς ἀσθενείας σου, τοσοῦτον εὐθύμησεν ἡ ἀπαγγελία τῆς ἀναρρώσεώς σου, τέκνον ἠγαπημένον· εἴ γε καὶ διαμενεῖ σοι, ἀλλὰ μὴ ἐξ ὀχλήσεως τῶν ἀδελφῶν εἰς ὑποστροφήν σε ἄξει. ἐκεῖθεν γὰρ ᾤμην καὶ νοσῆσαί σε, χρησαμένῳ καὶ πολλῇ ὑδροποσίᾳ, τῇ τε ἀλλαγῇ τοῦ τόπου. εὖ δὲ γέγονεν ὅτι ἀφαίμαξας· πρὸς γὰρ τὴν κάκωσιν τῶν σπλάγχνων σου πῶς ἂν ἄλλως διεφορήθης, ὅπου γε καὶ μετὰ τὴν ἀφαίρεσιν, εἰ μὴ συντόνῳ χρήσῃ ἀλοιφῇ, οὐκ ἂν εὐεκτήσειας ἐπὶ μακρῷ. διὸ ἐπιμελήθητι ἐν πᾶσιν, ἵνα δουλεύῃς καὶ θεῷ κἀμοὶ τῷ ἁμαρτωλῷ διακονῇς.
Ἐγὼ δὲ μᾶλλον ἔτι καὶ ἔτι ἀποκαθαίρομαι τῆς νόσου, εἴη δὲ καὶ τῆς ψυχῆς. περὶ γὰρ ταύτης πᾶς ὁ λόγος παντὶ ἀνθρώπῳ· τὸ γὰρ σῶμα οὐδέν ἐστι, καθὼς ὁ Κύριος εἶπεν. τὸ 〈χ〉 ἐφοδίασον καὶ ἀπόστειλον πρὸς τὰ ἐν ἄστει, ἀσφαλιζόμενος αὐτὸν σοφίᾳ καὶ φρονήσει τὰ διατεταγμένα αὐτῷ ποιεῖν. μέσον δύο παθῶν ἐν μεταιχμίῳ κεῖμαι ὁ τάλας, φόβου τε τοῦ προσήκοντος καὶ ἀφοβίας διὰ τὴν ἐντολήν, ὡς πολλάκις σοι λέγω. οὐ γὰρ ἀρκεῖ μοι ἡ φρουρὰ πρὸς ἀπολογίαν, δυναμένῳ μοι λαλεῖν· εἰ γὰρ οἱ ἐχθροὶ τοῦ Κυρίου τὸν Καίσαρα ἔχοντες βοηθὸν παρρησιάζονται τὴν ἀσέβειαν, ἐκκλίνοντες τὸν λαὸν τοῦ θεοῦ, καὶ ἐμπιπρῶσι πᾶσαν ἐκκλησίαν, τί ἡμεῖς οἱ τὸν ἁπάντων βασιλέα ἔχοντες πεισόμεθα, μηδὲ κρύβδην λαλοῦντες τοῖς ὁμοζήλοις; διὰ τοῦτο φησὶν ὁ Θεολόγος, σιγᾷ τῶν εὐσεβούντων τὰ στόματα, ἀντὶ μεγάλης κατηγορίας τιθεὶς αὐτό· πάλιν δὲ φεύγειν τὸν πειρασμὸν προστετάγμεθα. μέσῳ οὖν χωρητέον, καθὼς εἴρηται, καὶ μετὰ τοῦτο καὶ τὸ ἐμπεσεῖν μακάριον.
Μηδεὶς οὖν νοείτω οἷς γράφω, μηδ᾽ αὐτὸς ὁ ἀρχιεπίσκοπος, καὶ ὡς ὁ Κύριος εὐοδοῖ. τὸν μητροπολίτην εἰ καὶ φεύγουσι τὸ 〈α〉 καὶ τὸ 〈β〉, ἀλλὰ σύ, τέκνον, λεληθότως ἑνοῦ αὐτῷ φιλίᾳ, δηλῶν καὶ τὴν ἐμὴν πρὸς αὐτὸν διάθεσιν· μεγάλως γὰρ ἠγωνίσατο ὑπὲρ θεοῦ ἐν τοῖς ἐπισκόποις.
Ἔχομεν τὰς χρείας πάνυ, μὴ ἀδολέσχει. ὁ θεός σε σώσοι. πλεῖστά σε ἀσπάζονται οἱ ἀδελφοί, ἐξ ἡμῶν τὸν Κάλλιστον.
Τῷ αὐτῷ Καὶ ἀκήκοα τὰ γεγονότα καὶ τεθαύμακα οὐκ εἰς τὸν ἀποστάτην Νεκτάριον τοσοῦτον, ὅσον εἰς τὸν ἀσεβῆ οἰκονόμον, ὃν ὁ Κύριος ἐθαυμάστωσεν, εἴπερ ἀληθεύει τέλειον ἡ ἀκοὴ ἐν ταῖς ἡμέραις ταύταις ταῖς πονηραῖς. ἀγὼν δέ μοι ὑπεισίει περὶ τῶν ἑπτά, ὅπως ἀποβῇ τὰ κατ᾽ αὐτοὺς ἀποσκοποῦντι· ἡ γὰρ διαχώρισις δοκιμασίας ἔργον. στηρίξειεν αὐτοὺς ὁ Κύριος ἀτρέπτως ὑπεξελθεῖν τὰς ἐπαγομένας προσβολάς, οὐ μόνον αὐτούς, ἀλλὰ καὶ πάντας τοὺς ἠγαπηκότας τὴν ἐπιφάνειαν αὐτοῦ, ἥτις ἐστὶν ὁρωμένη καὶ προσκυνουμένη ἐναργῶς ἐν τῇ ἀνθρωπομόρφῳ αὐτοῦ εἰκόνι.
Καλῶς ἐποίησας ἀναγγείλας ἡμῖν τὸ ἀκουσθέν· μήτηρ ἡμῶν γὰρ χρηματίζει πνευματική. ἐπεὶ καὶ πᾶς ὡσαύτως πάσχων πατὴρ καὶ μήτηρ καὶ ἀδελφός. μεριμνῶμεν περὶ τοῦ 〈χ〉 ἄρτι, ὃν ἀγάγοι Κύριος ὑγιῶς καὶ ἀστείως. ἀπελάβομεν ἃ ἀπέστειλας. τῇ μνημονευσάσῃ ἡμῶν δὸς εὐλογίαν τὸ μαλάκιον καὶ ἔχε αὐτὸς τὰ ἐντός· οὐ γὰρ εἴχομέν τι ἄλλο ἐξ ἑτοίμου. οἱ ἐνταῦθα ἀσπάζονταί σε· προσαγόρευσον τοὺς σὺν σοὶ περὶ ἡμῶν.
Τῷ αὐτῷ Μίᾳ καιροῦ ῥοπῇ πόσα γίνεται; ἤρθη ὁ Εὐπρεπιανός, ἐφ᾽ ᾧ καὶ λυποῦμαι, ἀποσκοπῶν τὸ τέλος. προεπήρθη ὁ Μιλήτου· μεριμνῶ κἀν τούτῳ. οἱ ἑπτὰ ποῦ καὶ πῶς εἰσιν καὶ διεγένοντο καὶ λίαν κάμνω. ἀλλὰ ἀγαθὸς ὁ θεὸς τὰ σκῶλα εὐθετῆσαι· ἐπεὶ καὶ διὰ τοὺς Ἀγρινίτας στένω, ποῖον ὁ πονηρὸς ἔκαμεν. οἶδεν δὲ ὁ Κύριος καὶ τὰς τῶν κακῶν αἰτίας ἀγαθοποιοὺς δυνάμεις ἀποφαίνειν. λύπη ἐν τούτοις, χαρὰ ἐν τοῖς ὁμολογηταῖς, εἴπερ εἰσὶν οὓς ἐδήλωσας· καὶ ἐκπληρώσειεν ὁ Κύριος τὸν δρόμον αὐτῶν. εὖγε καὶ τῷ Μηδικιώτῃ, καλῶς ἀποκριθέντι, ὃν καὶ ἄσπασαι περὶ ἐμοῦ. περὶ τῆς βουλῆς γέγραπται, πολλαὶ συμβουλίαι παρὰ τοῦ πέλας, ἑκάστῳ δὲ οὐδὲν τῆς οἰκείας βουλῆς ἁρμοδιώτερον. τοῦτο δὴ καὶ κρατήσωμεν, μὴ λαμβάνοντές τι παρὰ τῶν ὑπογραψάντων, ἂν ἄρα καὶ πέμψωσι. τελείως δὲ ἐμάθομεν ὅτι ὑπέγραψαν. τοὺς δὲ φόβους, τέκνον, χαίρειν ἔα, ἀποσκοπῶν μόνον εἰς τὸ τῷ θεῷ φίλον· ὁ γὰρ μὴ τοῦτο ζητῶν οὐδὲ τὰ ἐνταῦθα ἕξει.
Τοὺς ἀδελφοὺς ἄσπασαι· οἱ μεθ᾽ ἡμῶν προσαγορεύουσιν.
Τῷ αὐτῷ Τὴν πρώτην περιοχὴν τῆς ἐπιστολῆς σου, τέκνον, μετὰ μειδιασμοῦ ἀνέγνων, ἐλθὼν δὲ εἰς τὴν ἔξωθεν συνεστάλην, ἀφιδὼν τὸ μέγεθος τοῦ κακοῦ. πλὴν εὐλογητὸς ὁ θεός, ὁ πάντα πρὸς τὸ συμφέρον οἰκονομῶν. ἑτοιμασθῶμεν ὡς Χριστοῦ στρατιῶται, κἂν ἁμαρτωλοί ἐσμεν. γλυκεῖς οἱ ἧλοι τοῦ δεσπότου, εἰ καὶ λίαν ὀδυνηροί. ἐπεὶ πάντως δεῖ ἡμᾶς τὸν κοινὸν θάνατον ἀποθανεῖν, ἀποθάνωμεν τὸν προαιρετικὸν ὑπὲρ Χριστοῦ, ἵνα μὴ φεύγοντες τὸ παθεῖν δι᾽ αὐτὸν πρὸς ὥραν τὰ ἀνθρώπινα κολασθῶμεν αἰωνίως τὰ ἀθάνατα. βλέπε δὲ ὅτι καὶ ὁ ξενοδόχος τοῦ Λουπαδίου οὕτω προείρηκεν ἀπὸ χρόνου, καθὼς καὶ δεδήλωκά σοι διὰ στόματος, καὶ λοιπὸν ἀληθές ἐστιν ὃ ἤκουσας.
Ἐπείχθητι, τέκνον μου, στηρίζειν ἑαυτὸν καὶ τοὺς ἀδελφούς. ὁ Κύριός σε διαφυλάξειεν. εὔχου περὶ ἐμοῦ τοῦ ἀσθενοῦς.
Ἰωάννῃ μοναχῷ Ἀνατολικῷ Ἐπειδὴ καὶ αὖθις ἐπέστειλας, ὦ φίλτατε παίδων καὶ ἀδελφῶν, καὶ πάλιν κἀγὼ κινῶ σοι γραφίδα ὁμοῦ μὲν προσαγορευτικήν, ὁμοῦ δὲ καὶ ὑπομνηστικήν, ὅτι καλὸν ἀεὶ καὶ θεῷ φίλον αἰτιάζειν ἑαυτὸν ἕκαστον ἐφ᾽ ἅπασιν, ἀλλ᾽ οὐ τὸν πέλας· ἐξ οὗ καὶ τὸ ὂν μειοῦσθαι πέφυκε καὶ τὸ μὴ ὂν οὐ προσγίνεσθαι. καὶ γοῦν περὶ τοῦδε ἅλις· δίδου γὰρ σοφῷ ἀφορμὴν καὶ σοφώτερος ἔσται, καὶ τῷ ἔμφρονι ἐκ βραχέων σπερμάτων πολλὴ ἡ τοῦ νοητοῦ σίτου συγκομιδή.
Τί δὲ τὸ ἑξῆς; εὐχαριστία μοι τῷ ἁμαρτωλῷ καὶ αἴνεσις ὑπὲρ τῆς τοῦ ἐμοῦ ἀγαπητοῦ τέκνου Μελετίου προσλήψεως· οὐ μόνον γάρ σου εἰσακούω τῆς δεήσεως, ἀλλὰ γὰρ καὶ χάριν σοι ὁμολογῶ, ὦ ποθητέ, μεγίστην τῆς προσενέξεως ἐξ ἐμμελοῦς σου εὐθυλογίας μετηνηνεγμένην ἐξ ἀκυβερνήτου ζήλου εἰς ὅρμον εὐταξίας καὶ ἀληθείας. καὶ ὢ τῆς προνοίας, μὴ ἐώσης παντάπασι ἀποπεπλανῆσθαι τοὺς τὴν οἰκείαν σωτηρίαν τεταπεινωμένως ἐκζητοῦντας. προσείλημμαι οὖν αὐτὸν διὰ φωνῆς σου καὶ σεσωμάτωκα τοῖς οἰκείοις μέλεσι, καί γε χαίρω ἐπ᾽ αὐτῷ μᾶλλον ἢ ἐφ᾽ οἷς ἤμην ἐξ ἀρχῆς συνηρτημένος· ἐὰν δέ μοι καὶ ἐπιστείλῃ, ὃ δεῖ καὶ γενέσθαι, καὶ ἀντιδέξεται τὰ εἰκότα. ὃν προσαγορεῦσαι παρακαλῶ σε, προσευχόμενον ὑπὲρ σωτηρίας μου ἀνεπιλήστως.
Νικήτᾳ μανδάτορι Διαγνοὺς τὴν μετὰ τῶν ἀδελφῶν μέχρι τοῦ Βυζαντίου διάσωσιν τοῦ ἠγαπημένου μου δεσπότου, ὅπως τε ἀπεσυνόψισε καὶ ἀπεσυνοψίσθη τῷ βασιλεῖ καὶ ὡς πάντα ἀκινδύνως αὐτῷ παρηκολούθησεν εὐδοκίᾳ θεοῦ, τὸν θεόν μου ἐδόξασα, τὸν ἔξω ἐνέδρων σε καὶ πείρας καϊαφαϊκῆς διατηρήσαντα μεσιτείᾳ τοῦ καλοῦ ἀνδρὸς καὶ δρομαρχοῦντος. γίνωσκε δέ, δέσποτα, ὅτι κέντρον ἀγάπης οὐ τὸ τυχὸν ἡμῖν ἐνέθηκες ἐν τῇ ταπεινῇ ψυχῇ· πολλοὺς γὰρ κατὰ πολλὰς προφάσεις παραλαβὼν ἐν οὐδενὶ οὕτω ἠγάσθην καὶ ἐτέρφθην ἄρχοντι βασιλικῷ, ὡς ἐπὶ σοί, κατά τε σύνεσίν φημι, φρόνησίν τε καὶ μειλιχιότητα, εὐθύτητα καὶ περιδεξιότητα καὶ εἴ τι ἄλλο τῶν εἰς ἀρετὴν φερόντων. τὴν δὲ εὐσέβειάν σου ποῦ θήσω, τὸ φιλόλογόν τε καὶ φιλομαθές, τό τε εὐσημείωτον καὶ εὐνούστατον; ἀλλὰ ποῦ παρήσω τὸ θεοταπείνωτον καὶ εὐσυγκατάβατον; κάμνοι ἂν ἡμῖν ὁ λόγος καὶ ἐπιστολῆς ἔκβοιμι μέτρον, εἰ πάντα καταριθμοίμην τὰ ἐνόντα σοι εἰς καλοκἀγαθίαν· ὡς ἔγωγε ἀδικεῖσθαι φαίην ἂν τὴν ἀλήθειαν, μὴ τῆς συγκλήτου σε τὰ πρῶτα ἔχειν, εἰ δ᾽ οὖν, ἀλλὰ τὰ δευτεροβαθροῦντα. ὅμως ἡ ἀρετή, κἂν οὐχ ὑπό τινος ὑψοῦται, φύσει καὶ πρὸς αὐτῆς ἔχει τὸ βασιλικόν τε καὶ ἄναντες.
Οὕτως ἐγὼ τὰ περὶ τῆς εὐγενείας σου φρονῶ καί, ὡς ἐμαυτὸν πείθω, ἀκλέπτως ἐξ ἀγάπης. τοίνυν ἔχου τῆς ἀρετῆς σου καὶ μή τινα φθονήσειας τῶν παραδυναστευόντων τοῖς βασιλεῦσιν· ἀλλὰ γὰρ καὶ μνημονεύειν ἡμῶν τῶν ἁμαρτωλῶν μὴ διαλείποις, ἐπικουρῶν τοῖς περὶ τὸν ἀββᾶν Ὑπάτιον ἕως ἐνδέχεται. τοῦτο παρακαλοῦμεν ὁμοῦ τε καὶ προσαγορεῦσαί σε τοὺς διαφέροντά σοι καὶ ἐμοὶ διὰ σοῦ εὖ ποιήσαντας.
Λογοθετίσσῃ Ὁ καιρὸς χαλεπὸς τοῦ διακομίζεσθαι γράμμα τῆς ταπεινώσεώς μου ἐν τοῖς αὐτόθι· ἀλλ᾽ ὅμως ἡ κατὰ θεὸν ἀγάπη τῆς κυριότητός σου ἔπεισεν ἡμᾶς ἐπιστεῖλαι καὶ γνωρίσαι σοι ὅτι ἀνεπίληστος ἡμῖν ἐστιν ἡ θεοσέβειά σου καὶ ἡ πλουσία πεποίθησις, ἣν περὶ ἡμᾶς τοὺς ἀναξίους ἔσχες, οὐδὲν ἔχοντας ἐπαγωγὸν ἐφελκύσασθαί τινα εἰς πίστιν. ἀλλ᾽ ὅμως οὐκ ἐζημιώθης ἐν τῇ ἀχρηστότητι ἡμῶν τὸν μισθόν σου, θεοῦ μετροῦντος καὶ δεχομένου τὸ ἔργον τῆς πεποιθήσεώς σου. διὸ καὶ εὐχόμεθα ὑγιαίνειν σε καὶ ἀτάραχον εἶναι ἐν εἰρήνῃ Κυρίου κατὰ ψυχήν. οὐκ ἔστιν δὲ ἄνευ θλίψεων εἶναι ἄνθρωπον, παιδευτήριον ἡμῖν παραχωρουμένων ὑπὸ θεοῦ, ἵνα τὸ δοκίμιον ἡμῶν τῆς πρὸς αὐτὸν ἀγάπης καὶ πίστεως ἐντεῦθεν φανερωθῇ.
Φέρε οὖν τὰ συμβαίνοντα καὶ χαῖρε ἐν τῇ ὑπομονῇ, ὅτι τὴν ἐλπίδα σοι τῆς σωτηρίας προξενεῖ. φύλαττε δέ σου καὶ τὴν ὀρθοδοξίαν, παρακαλῶ, μὴ συναπαχθεῖσα τοῖς ἀπειθοῦσι τῇ ἀληθείᾳ διὰ τῆς ὕβρεως τῆς ἁγίας εἰκόνος Χριστοῦ ἢ τῆς Θεοτόκου ἢ οὑτινοσοῦν τῶν ἁγίων· οἶδα γάρ σου τὴν ἐν ἅπασιν ὀρθότητα. ὁ θεός σε, κυρία μου, φυλάξειεν κατὰ πάντα ὡς κειμήλιον αὐτοῦ ἅγιον.
Κανονικαῖς Ὅτι οὐκ ἐπιλέλησμαι τῆς κατὰ θεὸν ὑμῶν ἀγάπης λογίζομαι καὶ αὐτὰς ὑμᾶς εἰδέναι· οὐ γὰρ ἂν ἀμνημόνευτος ὑμῖν διεξέρχομαι ἐπὶ τῶν προσευχῶν, οὐχ ὅτι ἀγαθὸν ἐν ἐμοί, ἁμαρτωλῷ τυγχάνοντι, ἀλλ᾽, ὡς εἴρηται, διὰ τὴν ἐν Κυρίῳ ἀγάπην καὶ γνωριμίαν, προσθείην δ᾽ ἂν καὶ ὁμοσχημίαν. ἐγὼ δὲ διὰ πολλὰ ἔχω τοῦ μεμνῆσθαι ὑμῶν, ὅτι καὶ εὐσεβεῖς καὶ εὐλαβεῖς καὶ μέντοι γε καὶ συμπαθεῖς πρὸς τὴν ταπείνωσιν ἡμῶν· οὐ γάρ τοι ἀμνημονῶ τῶν εὐποιϊῶν καὶ χαρίτων ὑμῶν, τῶν ὀδυνῶν, ἵν᾽ οὕτως εἴπω, καὶ δακρύων ἐκ τῆς περὶ τὴν ἐξορίαν καὶ διὰ τὴν ἐξορίαν διαστάσεως ἡμῶν. διὰ ταῦτά τοι καὶ μνημονεύομεν καὶ περιέπομεν καὶ ἔχομέν σε ὡς μητέρα πνευματικήν, οὐ μὴν ἀλλὰ καὶ τὴν μετὰ σὲ τὰ δεύτερα διέπουσαν, προσευχόμενοι ὑμῖν τὴν ὑγιείαν καὶ ἀπὸ θεοῦ εὐλογίαν καὶ εὐπραγίαν ἐν τῇ ἀσκητικῇ ὑμῶν διαβιώσει· ἴσμεν γὰρ ὑμᾶς τὸν θεὸν φοβεῖσθαι καὶ ἀγαπᾶν τὸν ἐρωμένον καὶ ἀντερῶντα ὑμᾶς Χριστόν. διὸ καὶ ἀγωνιῶμεν ἐφ᾽ ὑμῖν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην τῆς χριστομάχου αἱρέσεως· φευκτέον γὰρ ταύτην, ὦ μῆτερ, ἐκ παντὸς τρόπου· ἡ γὰρ κοινωνία αὐτῆς διΐστησιν ἡμᾶς ἀπὸ Χριστοῦ.
Πέπεισμαι οὖν τὸ καθ᾽ ὑμᾶς καὶ χαίρω ὅτι Χριστοῦ ἐστε θεραπεύτριαι καὶ ὑπηρέτριαι· δέομαι δὲ ἐνεργέστερον τὰς ὑπὲρ τῆς ταπεινώσεώς μου ποιεῖσθαι ὑμᾶς ἐντεύξεις πρὸς θεόν, ὅπως ῥυσθῶ ἀπὸ τῶν παγίδων τοῦ ἐχθροῦ κατὰ πάντα.
Ἡγουμένῃ Γνώριμος ἡμῖν ἐστιν ἡ σεμνοπρέπειά σου ἀπὸ διηγήσεως Ὑπατίου τοῦ πνευματικοῦ ἡμῶν τέκνου, οὐκ ἀπὸ τῆς κατ᾽ ὀφθαλμοὺς θεωρίας· ἄρτι δὲ καὶ μάλα ἔγνωσται ἡμῖν ἡ θεοσέβειά σου ἐκ τῆς κατὰ θεὸν ἐνστάσεως, ἑλομένης σου ἐκπεσεῖν καὶ μονῆς καὶ προστασίας ἀδελφῶν, καί γε ὑποστῆναι φυλακήν, ἣν κατεκρίθης, ἢ τῆς εἰς Χριστὸν πίστεως ἐκπεσεῖν. ἔκπτωσις γάρ ἐστιν ὡς ἀληθῶς Χριστοῦ ἡ τῆς αὐτοῦ ἁγίας εἰκόνος ἄρνησις, ἣν οἱ νέοι Ἰουδαῖοι ἀπαιτοῦντες τοὺς μὴ πειθομένους φυλακίζουσι, δαίρουσι, πνίγουσι, θλίβουσι, πειράζουσιν, ἐξορίζουσι, σιδηροδεσμοῦσι, πᾶν ὁτιοῦν κακωτικὸν ἐπινοοῦντες. διὰ τοῦτο, ὦ ἀμμὰς ἀγαθή, ἀκηκοότες σου τὴν τοιαύτην καλὴν ὁμολογίαν, δίκαιον ἡγησάμεθα διὰ τοῦ παρόντος γράμματος ἐπισκέψασθαί σε, προσφωνοῦντές σοι τὰ εἰς εἰρήνην. ὁ Χριστὸς μετὰ σοῦ, ὃν ἐπόθησας καὶ ὑπὲρ οὗ πάσχεις. εὐθύμει, κραταιοῦ, ἴσχυε ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ μὴ τὰ ἐν οἷς εἶ μόνον, ἀλλὰ καὶ ὅσα μέλλει συγχωρεῖν ἐπαχθῆναι εἰς δοκιμὴν τῆς ἀνυποκρίτου σου πίστεως Χριστός. μὴ εἴποις ‛ἐξώκειλαν ἱεράρχαι, ἱερεῖς, ἡγούμενοι, κἀγὼ γυνή, τὴν φύσιν ἔχουσα ἀσθενῆ, τί πράξω; πῶς ὑποίσω;‚ μηδαμῶς, ὦ μῆτερ· ἕκαστος ἡμῶν εἴληφεν δύναμιν παρὰ θεῷ, ἀνήρ τε καὶ γυνή, νέος καὶ πρεσβύτης, τῆς μέχρις αἵματος ὑπερμαχήσεως τοῦ θείου νόμου καὶ τῆς ὀρθοδόξου πίστεως ἡμῶν.
καὶ οὐκ ἀρκέσει εἰς ἀπολογίαν ἡμῖν ἡ τοῦ πέλας πτῶσις. πόσοι καὶ πόσαι ἐν τοῖς ἄνω ὑπὲρ Χριστοῦ μαρτυρίοις; καὶ ὀλίγοι καὶ ὀλίγαι, ἵνα μὴ κατονοματίζω, αἱ τὸν τῆς ἀθλήσεως στέφανον κομισάμεναι.
Αὐταῖς οὖν ἐοικυῖα στῆθι καὶ αὐτὴ ἀνδρείως, παρακαλῶ· ὑπὲρ Χριστοῦ γάρ, φησί, πρεσβεύομεν, ὡς τοῦ θεοῦ παρακαλοῦντος δι᾽ ἡμῶν. δίδου δὲ ἡμῖν καὶ αὐτὴ ἀντὶ λόγου τὰς ἱκετηρίας σου, ὅπως καὶ ἡμεῖς οἱ ταπεινοὶ κατόπιν που τῶν ἁγίων ἡμῶν πατέρων τῶν ἐναθλούντων καταντήσωμεν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.