Ἔργον
Θεόδωρος ὁ Στουδίτης – Ἐπιστολαί
Ενίσχυση των ομολογητών και αντοχή στα μαρτύρια
Προτροπές προς τους ομολογητές για καρτερία ενώπιον των βασανιστηρίων και πνευματικές συμβουλές προς αξιωματούχους και κληρικούς.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ενίσχυση των ομολογητών και αντοχή στα μαρτύρια
Προτροπές προς τους ομολογητές για καρτερία ενώπιον των βασανιστηρίων και πνευματικές συμβουλές προς αξιωματούχους και κληρικούς.
Ὑπατίσσῃ Χρεώστην ἐμαυτὸν λογισάμενος τῆς κατὰ θεόν σου τιμιότητος διὰ τὸ ἀπολελαυκέναι με δωρεῶν σου εὐσεβείας ἐπέστειλα τὸ παρὸν γραμματεῖον, ἀπολογίαν ποιούμενος τῇ κυριότητί σου. τί γάρ; ὅτι οὕτως κατηνύγη σου ἡ εὐσυμπάθητος ψυχή, πρῶτον μὲν ἀνοῖξαι θύραν τῆς θεοφυλάκτου σου οἰκίας τῷ ἀδελφῷ Προτερίῳ εἰς πᾶσαν ἀνάπαυσιν καὶ ἐν τοιούτῳ καιρῷ, ὁπότε κλείουσιν οἱ πολλοὶ τῶν φίλων καὶ ἰδίων ἀπὸ προσώπου τῶν διὰ Χριστὸν διωκομένων φόβῳ ἀνθρωπίνῳ τὰς οἰκίας· ἔπειτα καὶ ἡμῖν τοῖς ταπεινοῖς παραπέμπειν ἅ ἐστιν εἰς ἀνάπαυσιν καὶ παρηγορίαν. πολλῆς οὖν κατανύξεώς σου καὶ ἀγαθότητος ἔργον, πολλῆς φιλευσεβείας καὶ φιλεντολίας δεῖγμα εὐεργετεῖν ἀνθρώπῳ μὴ γνωριζομένῳ, ἀλλὰ καὶ ἁμαρτωλῷ τυγχάνοντι. ἀλλὰ τοῦτο οὐκ ὀρφανικόν, ἐξ ἀγαθοῦ δὲ θησαυροῦ ἑτέρων πλείστων ἀγαθοεργιῶν καὶ πίστεως ὀρθοδόξου σου ἀνίσχον, καθὼς ἡμῖν καὶ ὁ γραμματηφόρος ἀπαγγέλλει.
Δοξάζομεν οὖν τὸν θεὸν ἐπὶ σοὶ (ἐπείπερ εἰς δόξαν θεοῦ ὁ ἐνάρετός σου τῆς χηρείας βίος), εἶτα καὶ προσευχόμεθα διαμένειν σοι τὰ ἀγαθὰ ἀναφαίρετα, ὡς ἂν εὐκλεέστερον ἀεὶ διαβιοῦσα φθάσοις εἰς μέτρον τελειότητος καὶ τύχοις τῆς βασιλείας τῶν οὐρανῶν, ἧς τὰ ἔργα ἐξανύεις. γένοιτο.
Σεργίῳ ὑπάτῳ καὶ ἐξαδέλφῳ Ἃ ἐπέστειλάς μοι, γνησιώτατε καὶ ποθεινότατε, ἐπέγνων, ἀποδεξάμενός σου τὴν ἀγαθὴν προαίρεσιν, ὅτι καὶ εὐτολμεῖς γράφειν ἐν ταῖς ἡμέραις ταύταις καὶ παρηγορεῖς λόγοις ἐκ πολλῆς σου περιπονήσεως καὶ τῆς περὶ ἡμᾶς τοὺς ταπεινοὺς ἐλεημοσύνης. ἐγὼ δὲ ἀφεὶς τὰ ἐμαυτοῦ (οὐδὲ γάρ εἰσι χάριτι Χριστοῦ λυπηρά, κἂν δοκῇ, διὰ τὴν ὑπὲρ αὐτῶν ἐλπίδα) ἐπὶ τοῖς σοῖς συμβάμασι τρέπομαι ὁ ἁμαρτωλός. πῶς οὕτως ἀλλεπάλληλοί σου αἱ συμφοραί, ἔξωθεν, οἴκοθεν, ἐξ αὐτῶν τῶν τέκνων, ἀφ᾽ ὧν ὅτι μάλιστα ἔδει καὶ τὴν οἰκουρίαν καὶ τὴν αὔξησιν τῆς οἰκίας, τήν τε χειραγωγίαν καὶ βακτηρίαν καὶ εἴ τι ἄλλο τῶν πατράσι φίλων εἶναι; φεῦ τῆς ἐμῆς ταλαιπωρίας, εἰς οἷα περιέστη σου ἡ ζωή. πίστευσόν με, ὦ καλὲ ἐξάδελφε, ἅπτεταί μου τῆς ψυχῆς τὰ κατὰ σὲ ὡς τοῦ πατρὸς ἡμῶν τοῦ μάκαρος αἰσθανομένου· ἠνιᾶτο γὰρ εἰ καί τις ἄλλος ἐπὶ ταῖς δυσπραγίαις σου.
Μὴ οὖν ἀθυμήσῃς, μᾶλλον μὲν οὖν εὐχαρίστως οἶσον, φέρε· οἶδεν γὰρ ἡμῖν ὁ ἀγαθὸς θεὸς καὶ διὰ τῶν ἐναντίων καὶ θλιπτικῶν οἰκονομεῖν τὰ συμφέροντα, μετὰ δὲ πάντα ἔργον τὸ φυγεῖν τὴν κοινωνίαν τῆς χριστομάχου αἱρέσεως, ἧς ἡ μέθεξις μελαίνει τὴν ψυχὴν καὶ ἀπόλλυσιν. ὅσον οὖν δύνῃ, φρόντιζε σαυτοῦ, ὅτι τὰ μὲν ἄλλα, κἂν ἀφῃρήμεθα, οὐδὲν μέγα (κἂν μὴ βουλώμεθα γάρ, πάντες πάντα καταλείψοιμεν, γυμνοὶ πρὸς τὸν κριτὴν μεταχωροῦντες ὡς ἐγεννήθημεν), τὴν δὲ πίστιν ζημιούμενοι τὸ μέγιστον καὶ μόνον τῶν κινδύνων· μετὰ ταύτης γὰρ ἐξελευσόμεθα καὶ αὐτὴ ἡμῖν παρασταίη μόνη μετὰ τῶν ἔργων ἐν ἡμέρᾳ κρίσεως αἰωνίως.
Μακαρία ἡ ἡγουμένη, εἰ τελειώσειεν τὸν δρόμον αὐτῆς. καὶ αὖθις προσαγόρευσον τοὺς ἡμετέρους, οἷς καὶ εὔχομαι ἀεὶ ὡς ἁμαρτωλὸς τὴν σωτηρίαν.
Ναυκρατίῳ τέκνῳ Τὸ σπουδαῖόν σου, τέκνον μου, τῆς τε πρὸς θεὸν ἀγάπης καὶ τῆς περὶ ἐμὲ τὸν ταπεινὸν ἀναπαύσεως οὐ διαλιμπάνεις ἐπιδεικνύμενος, ὡς καὶ τανῦν, ἀποστείλας τὸν ἀδελφὸν Κάλλιστον ἐν ἄστει πρὸς τὰ ἀναγκαίως ὀφειλόμενα· ὃν δεξάμενοι μετὰ τῶν γραμμάτων σοῦ τε καὶ τῶν ἐπιδωσάντων ἐμάθομεν καὶ λυπηρὰ καὶ περιχαρῆ, τὸ μὲν διὰ τὸν λιποτακτήσαντα ἄθλιον Ὀρέστην, ὃς οὐδὲ τὴν τυχοῦσαν θλῖψιν ἐνεγκὼν ὑπὲρ τοῦ ὀνόματος τοῦ θεοῦ ἀπηυτομόλησε πρὸς τοὺς ἐναντίους, ἐπίχαρμα γενόμενος καὶ δαίμοσι καὶ ἀσεβέσει, τὸ δὲ διὰ τοὺς σῳζομένους ἀδελφοὺς ἡμῶν καὶ φέροντας τὰς κακώσεις ὑπὲρ θεοῦ, καί γε διὰ τοὺς πατέρας ἡμῶν τοὺς κοινούς. εἰ δὲ ὅτι ὠλίσθησεν ὁ δεῖνα καὶ ὁ δεῖνα, μὴ θαυμάσῃς, ἀλλ᾽ εἴ γέ τις διασωθείη τέλεον, περὶ τούτου δόξασον· πολλὰ δεῖ καμεῖν, ἵνα κτήσηταί τις τὴν ἀθανασίαν.
Διὸ θάρσει, καὶ παραθαρρύνειν ἄλλους κατὰ τὸ ἐφικτόν σοι μὴ ἐκκακήσῃς. ἐπειδὴ δὲ καὶ περὶ ἡμῶν λόγος μεταστάσεως, λυπηρόν σοι, τέκνον, οἶδα, ὥσπερ καὶ τοῖς ἀδελφοῖς σου. ἀλλὰ χάρις Κυρίῳ, οὐδενὸς λόγον ποιοῦμαι, κἂν ἁμαρτωλός εἰμι, χάριν τῆς δόξης τοῦ Χριστοῦ, ὑπὲρ οὗ δονεῖται ἡ ταπεινὴ Γραικία μάλα. ἀλλὰ πῶς; ἵνα οἱ ἐκλεκτοὶ φανῶσι, μὴ πυρπολουμένης τῆς δοκιμασίας. ἔσω οἱ πατέρες τύπτονται καὶ λιμαγχονοῦνται· τί μέγα κἂν ἡμᾶς τοὺς ἀχρείους μεθορίσωσιν ἀλλαχοῦ; τοῦ Κυρίου ἡ γῆ ὅπου ἂν ῥιφῶ ἢ μόνος ἢ καὶ μεθ᾽ ἑτέρων. τίνα δὲ αἱρήσομαι παραχωρούμενος συνοδίτην τῶν ἀδελφῶν οὐκ οἶδα, διὰ τὸ ἐφ᾽ ἑνὶ ἑκάστῳ διαμερίζεσθαί μου τὴν ταπεινὴν καρδίαν. πλήν, ὡς ἀπαγγελεῖ ὁ ἀδελφός, ἔστιν ἡ βουλή. εἰ δὲ εὐοδώσειεν Κύριος πρὸ ἐπάρσεως ἰδεῖν ἡμᾶς ἀλλήλους, ἀσφαλέστερον διαθώμεθα καὶ περὶ τούτου καὶ περὶ ἑτέρων· εἰ δὲ μή, εἴη ὁ Χριστὸς μετὰ τοῦ πνεύματός σου. εὔχου περὶ ἐμοῦ τοῦ ταπεινοῦ.
Τῷ αὐτῷ Ἤδη ἀπεσώθημεν, τέκνον μου ἀγαπητόν, ἕως τοῦ τόπου, οὗ εὐδόκησεν ὁ ἀγαθὸς θεὸς ἡμῶν διὰ τὸ ὄνομα αὐτοῦ τὸ ἅγιον περιορισθῆναι ἡμᾶς, διανύσαντες τὴν ὁδὸν διὰ πεντεκαίδεκα ἡμερῶν οὐ πολὺ μετὰ κόπου διά τε τὴν ἄβροχον καὶ ἄπηλον τρίβον καὶ διὰ τὸ τὸν ἀπάγοντα ἡμᾶς εὐσπλάχνως πάνυ καὶ συμπαθῶς καὶ τιμητικῶς πρὸς τὴν ταπείνωσιν ἡμῶν διατεθῆναι. παρῳκήσαμεν οὖν ἐν τῇ Βονέτῃ ἐν τῇ ἑστίᾳ τῆς πατρικίας τῆς τοῦ Τούρκου, φιλοφρονηθέντες ὑπ᾽ αὐτῆς εὐμενῶς ἄγαν καὶ μέντοι γε καὶ ὑπὸ τῶν γειτνιαζόντων ἀρχόντων. ἔστι δὲ τὸ τῆς λίμνης ὕδωρ ἁλμῶδες, ἄιχθυ, ἀλλ᾽ ὅμως ἡμῖν διὰ Χριστὸν καὶ τὸ ἁλμυρὸν γλυκὺ καὶ ἡ ἄιχθυς ἰχθυοφοροῦσα.
Δίδου οὖν ἡμῖν τὰς προσευχὰς ὅπως εἰς ἀρέσκειαν θεοῦ βιωτεύσωμεν ἐνθάδε, ὑπὸ τὴν κραταιὰν αὐτοῦ χεῖρα σκεπόμενοι, καὶ πρὸς πᾶν ἡμῶν ἔργον καὶ λόγον κατὰ θέλησιν αὐτοῦ κινεῖσθαι. οἱ περὶ τὸν Ἄρχιππον ἀδελφοὶ ἐναπέμειναν· οὐκ οἶδα εἰ φθάσωσιν ἐλθεῖν, δι᾽ αὐτῶν δὲ οὐ πάντως ἐπιστέλλομεν, δεδιότες. πολλή ἐστιν ἡ ὁδὸς καὶ οὐκ οἴδαμεν εἰ ἐλευθερίως ἔχεις ἑτέρους αὖθις ἀποστεῖλαι ἀδελφούς, εἴ γε καὶ προθυμοῦνταί τινες· πλήν, εἰ καὶ εὕρηνται, χαλεπὸν ἐπιφέρειν αὐτούς τινας χρείας, οὐκ οἶδα εἰ μὴ βιβλία ἢ εἴ τι ἄλλο ἀναγκαῖον, ὅπερ οὐκ ἔστιν ἐν τῷδε τῷ τόπῳ καὶ κατὰ μικρόν. ἔστι καὶ πλοΐμως ἐλθεῖν· ἀπὸ γὰρ Λυκίας τῆς κατὰ παραθάλασσαν μέχρι τῶν ὧδε ἑκατὸν μίλια τυγχάνει. χρῄζω καὶ ἐργόχειρον τοῦ γράφειν· στέργω δὲ πρὸς πάντα τὰ κατὰ δύναμιν ὑμῶν. ὥστε, κἂν οὔπω δέξωμαι ἀπόκρισιν παρ᾽ ὑμῶν ἐξ ἀποκλεισμοῦ τυχὸν ἢ ἐξ ἄλλης τινὸς δυσκολίας, φέρω εὐχαριστῶν τῷ Κυρίῳ· τὸ γὰρ κατὰ πρόθεσιν ὑμῶν οἶδα ὅτι καὶ τοὺς ὀφθαλμοὺς ὑμῶν, εἰ χρεία καλεῖ, ἐξορύξαντες ἂν ἐδώκατέ μοι, πεποθημένα μου σπλάχνα.
Ἕως, τέκνον μου, ἰσχύῃς, μὴ δῷς ἑαυτῷ ἄνεσιν ἐπικουρεῖν τοῖς ἀδελφοῖς σου, στηρίζων, νουθετῶν, ἀλείφων (δεῖ γὰρ ἡμᾶς ἀγρυπνεῖν ὑπὲρ τῶν ψυχῶν αὐτῶν, ὡς λόγον ἀποδώσοντας τῷ Κυρίῳ), καὶ μάλιστα τοῖς κεκρατημένοις κιχρῶ ἑαυτόν. Χριστὸς μεθ᾽ ἡμῶν ὁ νικήσας τὸν κόσμον, ὁ καὶ ἡμῖν παρεγγυῶν νικᾶν. διὸ μηδαμῶς ἀθυμῶμεν, κἂν σωματικῶς ὑπὸ τοῦ κόσμου χωριζώμεθα, κἂν εἰς ἐρήμους τόπους καὶ ἀοικήτους περιοριζώμεθα, κἂν θλιβώμεθα, κἂν ὑστερούμεθα, κἂν κατακλειώμεθα· ὅσον τὰ πάθη καταλέγονται, τοσοῦτον οἱ στέφανοι πληθύνονται. τίς ἆρα ἄξιος καὶ μελοκοπηθῆναι ὑπὲρ θεοῦ καὶ ἀποθανεῖν; συμμορφωθήσεται γὰρ περισσοτέρως τῷ Χριστῷ.
Ταῦτα ἴσθι, ἐν τούτοις σου ἡ μελέτη, ἡ εὐθυμία, ἡ χαρὰ καὶ ὁ στέφανος. τὰς ἔνδον τῆς ἐπιστολῆς σου ἐπιστολὰς ἀπόδος κατ᾽ ὄνομα. ἄσπασαι τὸ 〈δ〉, τὸ 〈λ〉, τὸν Ἰγνάτιον, τὴν ποθητήν μοι συνοδίαν σου, πάντας τοὺς φυλάττοντας μυστήριον. οἱ σὺν ἐμοὶ τρεῖς πλεῖστά σε προσαγορεύουσι σὺν τοῖς τῆς συνοδίας σου. ὁ Κύριος μετὰ τοῦ πνεύματός σου, τέκνον μου ὑπεραγαπώμενον.
Ἡγουμένῃ Ἐπιδὼν τὴν δύναμιν τῶν τιμίων σου γραμμάτων ὅση καὶ ἡλίκη πρὸς τὴν ἐμὴν ταπείνωσιν ἐξ ἄκρας σου ταπεινοφροσύνης καὶ κατανύξεως, ἐκεῖνό μοι ἐπῆλθεν εἰπεῖν, εἰ καὶ τολμηρόν, ὅ φησιν ὁ Χριστός· ὦ γύναι, μεγάλη σου ἡ πίστις, γενηθήτω σοι ὡς ἐπίστευσας. καὶ γὰρ ἡ τοῦ δεχομένου πίστις ἐστὶ δοκιμαζομένη παρὰ θεῷ, καθ᾽ ἣν καὶ δίδωσι τὰ αἰτήματα, κἂν πρὸς ἀνάξιον ἀναφέρωνται. αὐτὴν μὲν οὖν ταύτην τὴν συντετριμμένην σου προσφώνησίν τε καὶ πρόσπτωσιν δικαίως ἄν τις ἐπαινέσειέν τε καὶ δικαιώσειεν· δίκαιος γάρ, φησίν, ἑαυτοῦ κατήγορος ἐν πρωτολογίαις. καὶ αὖθις ὁ Χριστός, ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. ἐπειδὴ δὲ καὶ βίον εἵλου μοναδικόν, ἀντηλλάξασα τῶν φθειρομένων τὰ ἀΐδια, χαῖρε ἐπὶ τῇ καλῇ εὐβουλίᾳ σου, ἰχνηλατοῦσα καὶ ὀρεγομένη ἀεὶ τὰς εἰς βασιλείαν οὐρανῶν φερούσας τρίβους διὰ τῆς ἀναλήψεως τῶν θεοποιῶν ἀρετῶν, δι᾽ ὧν προσγέγονε τοῖς ἁγίοις πατράσιν ἡ εἰς θεὸν ἄνοδος. δυνατὸν δὲ πᾶσαν ἡμέραν ἡμᾶς βελτιοῦσθαι καὶ μεταστοιχειοῦν ἑαυτοὺς εἰς τὰ κρείττονα.
Ἐπὶ τούτοις οὖν μοι ὁ πρῶτος λόγος. ἡμεῖς δὲ τί σοι προσαγάγοιμεν ἐπάξιον ἀνθ᾽ ὧν ἐκ πεποιθήσεως περιπόνως λίαν ἔσχες πρὸς τὴν εὐτέλειαν ἡμῶν, ὥστε μακαρίζειν τοὺς ξενίζοντας ἡμᾶς καὶ σαυτὴν ταλανίζειν; οὔπω μέγα τῶν ὑποδεξαμένων οἷον τὸ σόν· οἱ μὲν γὰρ ἄγχου καὶ ἐξ ἑτοίμου τροφοδοτοῦσι, σὺ δὲ πόρρωθεν ὅτι μάλιστα διισταμένη τῷ τῆς συμπαθείας πτερῷ προφθάζεις τρέφουσα, πιαίνουσα, θάλπουσα, πῇ μὲν ἀπὸ Λαοδικείας ταῖς προσταγαῖς (εἴληφα γάρ), πῇ δὲ ἀπὸ Βιθυνίας ταῖς ἀποστολαῖς. οὕτως ἡμᾶς κατὰ κράτος ἐξέστησας πᾶσαν τὴν ἔκστασιν ταύτην, τῆς Σουμανίτιδος πλεονάζουσα μικροῦ δεῖν κατὰ χάριν, κἂν ἡ μὲν προφήτην, ἡ δὲ ἀνομίτην ξενίζουσα. εἰ δὲ δεῖ προσθεῖναι τῇ ἐξεικονίσει καὶ λόγον, ἕξεις ἐν γαστρὶ διανοίας μάλα τὸν τοῦ θεοῦ φόβον, καὶ ὠδινήσειας τὸν οὐράνιον ἔρωτα καὶ τέξειας πνεῦμα σωτηρίας σου πληρεστάτης.
Ὁρᾷς οἵας φωνὰς ἀναλέγομαι, μὴ ἔχων ὅπως ἀμείψομαί σοι τὰ γέρα; τί δὲ ἡμῶν ἀποθαυμάζεις τὸν λόγον, ἠγροικισμένον ὄντα καὶ ἐρραψῳδημένον τῆς ἀγάπης τὸ πάθος; μακρὰν ἡμεῖς οἱ ἁμαρτωλοὶ οἷς παραβάλλεις ἢ ὁ οὐρανὸς ἀπὸ τῆς γῆς ἔργῳ καὶ λόγῳ· εἰ δὲ τὰ λογύδρια ἡμῶν ἀρεστά σοι, χρῶ αὐτοῖς, εἰς δ᾽ ἄλλους μὴ ὕψου. τὸν κύριόν μου τὸν σπαθάριον καλῶς ἐκθειάζεις (κάλλιστος γάρ ἐστιν), ὃν καὶ προσαγορεύω πλεῖστα, ἐπεὶ καὶ τοὺς αὐτοῦ κλάδους, ἐκ ῥίζης ἀγαθῆς ἀνατεθηλότας. ὁ θεὸς τῆς εἰρήνης ἔσται μετὰ σοῦ.
Θεοδώρῳ σπαθαρίῳ Τὴν ἐπιστολὴν ἄρτι εἰμὶ χαράττων τῇ εὐσεβείᾳ σου, ὅτε τὴν φάσιν ἐδεξάμην παρὰ τοῦ ἐπιφοιτήσαντος βασιλικοῦ τῆς μεθορίσεως ἤγουν ἐξορίας ἡμῶν τῶν ταπεινῶν· καὶ ὅσον μὲν πρὸς τὴν ἐπίτασιν ὤκνουν τοῦ γράφειν, ὅσον δὲ πρὸς τὸν πόθον ἐκίνουν τὴν γραφίδα. καί γε νενίκηκεν ὁ πόθος τὸν τρόπον· ἔχει γὰρ ἐπὶ χεῖρας ἡ μεγαλωσύνη σου τὸ γραμματεῖον, ὁμοῦ μὲν προσηγορίαν φιλικὴν ἔχον, ὁμοῦ δὲ ἀπολογίαν εὐχαριστίας φέρον χάριν τῶν δωρεῶν, ὧν εἴληφα παρὰ τῆς φιλοθέου ὑμῶν δεξιᾶς. συλλαμβάνω γὰρ καὶ τὸ τίμιον πρόσωπον τῆς κυρίας τῆς πενθερᾶς, ἧς πολλὴν ἔγνων τὴν εἰς ἐμὲ τὸν ἁμαρτωλὸν προαίρεσιν. ἀμφοτέρους οὖν περιφυλάξειεν ὁ Κύριος ἀσινεῖς καὶ εὐθηνουμένους εἰς τὰ πρὸς Κύριον· τὰ γὰρ κατὰ βίον κεχάρισται ὑμῖν. ἥσθην δὲ μαθὼν τόν τε εὐσεβῆ ζῆλόν σου, δέσποτα, καὶ τὸ περὶ τὴν ἀλήθειαν φιλομαθές σου, καὶ μὴν καὶ τὸ περὶ τοὺς μονάζοντας φιλόξενόν σου.
Ἀλλ᾽ εἰ καὶ οἱ καρποὶ ὡραῖοι εἰς ὅρασιν τοῦ δένδρου, ὅμως ἐκ τῆς ῥίζης ἡ αἰτία· τίς δ᾽ ἂν εἴη αὕτη ἢ ὁ ἁγιώτατος μητροπολίτης καὶ πατὴρ ἡμῶν πνευματικός; οὗ ταῖς εὐχαῖς σωθείημεν ἀμφότεροι πανέστιοι. ἔρρωσο ἐν Κυρίῳ, τὰ πάντα μοι ποθεινότατε καὶ πανευκλεέστατε.
Μονάζουσι Ἐν τῷ καιρῷ τούτῳ, ἐν ᾧ ὁ Χριστὸς διώκεται διὰ τῆς εἰκόνος αὐτοῦ, οὐ μόνον εἰ βαθμῷ τις καὶ γνώσει προέχων ἐστὶν ὀφείλει διαγωνίζεσθαι, λαλῶν καὶ διδάσκων τὸν τῆς ὀρθοδοξίας λόγον, ἀλλὰ γὰρ καὶ εἰ μαθητοῦ τάξιν ἐπέχων εἴη, χρεωστεῖ παρρησιάζεσθαι τὴν ἀλήθειαν καὶ ἐλευθεροστομεῖν. οὐκ ἐμὸς ὁ λόγος τοῦ ἁμαρτωλοῦ, ἀλλὰ τοῦ θείου Χρυσοστόμου, ἐπεὶ καὶ ἄλλων πατέρων. τὸ δὲ τοὺς κυρίους τοὺς ἡγουμένους, κρατηθέντας ὑπὸ τοῦ βασιλέως, μὴ τὰ προειρημένα πρᾶξαι, καίπερ ὄντας καὶ ἐν βαθμῷ καὶ ἐν γνώσει παρὰ πάντας τοὺς καθηγουμένους τῆς γῆς ταύτης, τοὐναντίον δὲ μᾶλλον σιωπῆσαι, καὶ οὐ τοῦτο μόνον, καίπερ ὂν δεινόν, ἀλλὰ καὶ χειρόγραφον ποιῆσαι μήτε εἰς ἀλλήλους συνέρχεσθαι μήτε διδάσκειν, τοῦτό ἐστι προδοσία τῆς ἀληθείας καὶ ἄρνησις τῆς προστασίας καὶ κατάλυσις τῶν ὑποτακτικῶν, ἐπεὶ καὶ τῶν ὁμοταγῶν. οἱ ἀπόστολοι παραγγελθέντες ὑπὸ τῶν Ἰουδαίων μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ τάδε φησίν· ὑμεῖς κρίνατε, εἰ δίκαιόν ἐστιν ὑμῶν ἀκούειν ἢ τοῦ θεοῦ ἡμῶν. καὶ πάλιν, πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ ἀνθρώποις.
Τοιαῦτα καὶ παρόμοια ἐχρῆν λαλῆσαι αὐτοὺς ἵνα ἐδοξάσθη ὁ θεὸς δι᾽ αὐτῶν, ἵνα ᾠκοδόμησαν τοὺς ὀρθοδόξους, ἵνα ἐστήριξαν τὰ μοναστήρια, ἵνα ἐνεδυνάμωσαν τοὺς πάσχοντας ἐν ἐξορίαις. ἀλλὰ τί; ὅτι προτιμώμεθα μᾶλλον θεοῦ τὰ μοναστήρια καὶ τῆς ὑπὲρ τοῦ ἀγαθοῦ κακοπαθείας τὴν ἐντεῦθεν εὐπάθειαν. ποῦ ἐστι τό, ἐλάλουν ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην; ποῦ ἐστι τό, ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω, Κύριε σὺ ἔγνως; ποῦ ἐστι τὸ κλέος καὶ ἡ ἰσχὺς τοῦ καθ᾽ ἡμᾶς τάγματος; πῶς Σάβας καὶ Θεοδόσιος οἱ μακάριοι, τὸ τηνικαῦτα Ἀναστασίου τοῦ βασιλέως δυσσεβεῖν ἑλομένου, διέστησαν, θερμῶς προμαχοῦντες τῆς πίστεως, τοῦτο μὲν μεθ᾽ ὧν ἀνεθεμάτισαν τοὺς κακοδόξους ἐν τῇ ἐκκλησίᾳ, τοῦτο δὲ ἐν οἷς ἐπέστειλαν τῷ βασιλεῖ, διαμαρτυρόμενοι θάνατον ἑλέσθαι ἤ τι μετακινῆσαι τῶν καθεστώτων;
Καὶ λέγουσιν, ὥς φασιν, οἱ κύριοι ἡγούμενοι· ‛ἡμεῖς τίνες ἐσμέν;‚ πρῶτον χριστιανοί, οἳ ὀφείλουσιν ἄρτι λαλεῖν πάντως, ἔπειτα μονάζοντες, οἱ μηδὲ τὸ τυχὸν ὑφαρπαζόμενοι ὡς ἄδετοι τῷ κόσμῳ καὶ ἀκράτητοι, ἔπειτα ἡγούμενοι, οἱ καὶ τὰ τῶν ἄλλων προσκόμματα ἐκβάλλοντες καὶ ἐν μηδενὶ προσκοπὴν διδόναι χρεωστοῦντες, ἵνα μή, φησί, μωμηθῇ ἡ διακονία. οἵαν δὲ προσκοπὴν καὶ μώμησιν, μᾶλλον δὲ συγκατάβασιν, διὰ τοῦ ἰδιοχείρου αὐτῶν δέδωκαν, τί χρὴ καὶ λέγειν; εἰ γὰρ ἡ σιωπὴ μέρος συγκαταθέσεως, τὸ καὶ ἐγγράφως αὐτὴν κυρῶσαι ἐπὶ τῆς ὅλης ἐκκλησίας πόσον τὸ χαλεπόν;
Καὶ λέγετε ὅτι ‛κρυπτῶς ἱερουργῶν Νικηφόρον ἀναφέρει‚; τὸ λάθρα καὶ πάντες οἱ πατρίκιοι, ἵνα τοὺς ἄλλους ἐάσω, ὀρθοδοξοῦσιν. ἀλλὰ τί λέγει ὁ Χριστός; εἴ τις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. ὥσπερ καὶ τὸ ἐναντίον ἐπὶ τῆς ἀρνήσεως· κἂν μόνον τὸ μὴ συνέρχεσθαι εἰς ἀλλήλους ἐποίησαν τὸ χειρόγραφον, τὸ αὐτό ἐστιν. πῶς γὰρ φυλάξουσιν ὅ φησιν ὁ Χριστός, τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω; ἔρχεταί τις διερωτῶν, ζητῶν μαθεῖν τὴν ἀλήθειαν, εἴτε ἡγούμενος εἴτε τις ἄλλος· τί ἀποκριθήσεται ὁ ἡγούμενος; δῆλον ὅτι ‛παραγγελίαν ἔλαβον μὴ λαλεῖν‚. εἴθε οὕτω μόνον· ἀλλὰ ‛μηδὲ εἰσδέξασθαί σε εἰς τὸ μοναστήριον καὶ συναλισθῆναι‚. ὁ Χριστὸς λέγει, ‛δέξαι καὶ δίδαξον‚· ἐὰν γὰρ ὑποστείλῃ, φησίν, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. ἐγγράφως οὖν ἐποίησαν ἵνα τῷ βασιλεῖ πειθαρχοῦσιν ἀπεναντίας τοῦ Χριστοῦ.
Τοσαῦτά εἰσιν, ὦ ἀδελφοὶ καὶ πατέρες, ἃ συνεπίσταμαι ἐξ ἀληθείας πεποιηκέναι αὐτούς. καὶ ἐπειδὴ κατεκρίνατέ με εἰπεῖν τὸ παριστάμενόν μοι, ἀνήγγειλα ὑπὸ μάρτυρι θεῷ λαβὼν καὶ λόγον ὡς φυλάσσεται μυστήριον φειδοῖ τοῦ πειρασμοῦ. λοιπὸν ὑμεῖς σῴζοντες σῴζετε τὰς ἑαυτῶν ψυχάς, εὐχόμενοι καὶ ὑπὲρ ἐμοῦ τοῦ ταπεινοῦ.
Ναυκρατίῳ τέκνῳ Γίνωσκε, τέκνον μου, ὅτι πάλιν κατέλαβεν ὁ ἐξορίσας ἡμᾶς ἀγαθὸς ἀνὴρ μετὰ ἀπειλῆς τοῦ βασιλέως διὰ τὰ δηλωθέντα αὐτῷ παρ᾽ ἡμῶν, καίπερ οὐ πάντα εἰπόντος τοῦ βασιλικοῦ, πρὸς τὸ δεῖραί με ἑκατὸν μάστιγας καὶ ἐπᾶραι τοὺς δύο ἀδελφούς, Λουκιανὸν καὶ Ὑπάτιον, τά τε βιβλία πάντα μέχρι καὶ τροπολογίου, οὐ μὴν ἀλλὰ καὶ εἰκόνα εὑρισκομένην ἐντὸς ἐγκολπίου, χρυσίου τε ἅμα καὶ ἐάσαι μοι δέκα νομίσματα. πρὸς ταῦτα ηὐχαρίστησα τῷ ἀγαθῷ μου θεῷ, εἰδότι τὸ συμφέρον καὶ οὕτω τὰ καθ᾽ ἡμᾶς πάντως οἰκονομοῦντι· ἀπεκρίθην αὐτῷ ὅτι ἐγὼ οὐχὶ δαρῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ θεοῦ.
Τοῦτο μὲν οὖν ὡς ἠβουλήθη πεποίηκεν· εἰς δὲ τοὺς ἀδελφοὺς προαιρούμην καὶ τὸν Νικόλαον αὐτὸν συναπᾶραι, ἀλλ᾽ οὐ κατεδέξατο· βιβλία ἦρεν, τὴν Κλίμακα καὶ τροπολόγιον. περὶ χρυσίου εἶπον αὐτῷ ὅτι, εἰ ἐπ᾽ αὐτῷ ἤμην πεποιθώς, τί καὶ ὑπομένω ταῦτα; διαχωρισθεὶς οὖν αὐτῶν εἰμὶ μετὰ Νικολάου, φύλακα ἔχων ἀεὶ συγκαθεζόμενον ἡμῖν. εὔχου οὖν καὶ ὑπερεύχου ὑπομονητικῶς ἡμᾶς καὶ εὐχαρίστως διαζῆσαι, εὖ τε παρατεταγμένους πρὸς πάντα τὰ θλιβερὰ μέχρι θανάτου καὶ μέντοι γε καὶ ἀβλαβῶς εἶναι μετ᾽ ἀλλήλων, ἔχοντας τὸν θεὸν ἐν μέσῳ· οὗ γάρ ἐστιν ἐκεῖνος, ἐκεῖ πάντα οἰστά.
Διὸ ἀνδρίζου καὶ αὐτός· ἥξει γὰρ πάντως καὶ πρὸς ὑμᾶς ἡ πεῖρα, δι᾽ ἣν οἴομαι καὶ μετεξωρίσθαι ἐνταῦθα. ἀλλ᾽ ἔχεις τὸν Κύριον βοηθοῦντά σοι, ὑπὲρ οὗ καὶ τὸ πάσχειν. μὴ πτοηθῆτε, τέκνα μου, ἀπειλάς, ὡς εἴθισται, μηδ᾽ αὖ πληγάς, ἀφορῶντες εἰς Χριστόν, ὃς δι᾽ ἡμᾶς ἐτραυματίσθη, ἀλλὰ μὴν μηδὲ θάνατον· ζωῆς γάρ ἐστιν αἰωνίου ἐφόδιον. ἐγώ, ἀσθενής, περιπαθής, ἀλλ᾽ ἔχων τὰς εὐχὰς ὑμῶν σὺν τοῦ μακαρίου πατρὸς ἡμῶν καὶ τῶν πάντων ἀδελφῶν χαίρω ὅ τι ἂν καὶ πάθω ἕτερον. μόνον γρηγορεῖτε προσευχόμενοι, δυναμούμενοι τῷ πνεύματι εἰς τὸ θεαρέστως ὑπαντῆσαι πρὸς πάντα. αὐτὸ τοῦτο μυστικῶς προσαγορεύων προσειπὲ τὸ 〈δ〉 καὶ τὸ 〈λ〉, τὸν Ἰγνάτιον, εἴ τινα ἄλλον πιστόν.
Ὁ θεὸς εἴη σοι εὐχαῖς τοῦ πατρός μου ὑπερασπιστὴς καὶ περιφύλαξ περὶ πάντα.
Τῷ αὐτῷ Ὅσα ἐπέστειλας, τέκνον ἠγαπημένον, ἥσθην, ἀγαθὰ καὶ οὐκ ἀγαθά, περιχαρῆ καὶ λυπηρά, εὐέλπιστα καὶ δυσέλπιστα, γινωσκόμενα καὶ ἀγνοούμενα· ἐῶ γὰρ λέγειν τοὺς περὶ τῆς ἀθλιότητός μου ἐπαίνους, οὐ ποιοῦντος οὐδ᾽ οὐ μὴν ποιήσαντος ἀγαθὸν ἐπὶ τῆς γῆς, κἂν σοὶ σύνηθες ἐπαίρειν τὰ κατ᾽ ἐμὲ ἔκ τε ἀγάπης καὶ πίστεως. αἷς κεχαρακτηρισμένον ὁρῶν σου τὸ τῆς ψυχῆς πρόσωπον δοξάζω μου τὸν θεόν, τὸν βεβαιοῦντά σε ἐν τῇ πεποιθήσει τοῦ φόβου αὐτοῦ.
Τὰ ἡμέτερα μὲν οὕτως ἐν ταπεινώσει καὶ ἀθλιότητι. τί γὰρ καὶ πεπόνθαμεν; οὐδ᾽ ὡς οἱ πατέρες μου καὶ ὁμοταγεῖς, κατόπιν δὲ πολύ, ἐπειδὴ καὶ τῆς κατ᾽ ἀρετὴν αὐτῶν ἀξίας· ὅμως ὅτι ἐλέει θεοῦ καὶ ἱκεσίᾳ πατρικῇ, ἐπεὶ καὶ ἀδελφικῇ, εὔφορος ἡμῖν ἡ ἐξορία καὶ ἡ μόνωσις, ἄλλως τῆς ἀγαθότητος τοῦ θεοῦ ὑπαγαγόντος τὴν τῆς ταπεινώσεως ἡμῶν διάθεσιν. ἧς οὐκ ἂν ἐπέτυχον, εἰ μὴ ἐμονώθην, ἣν ἠσπασάμην βελτιώτερον μέλιτος. καὶ ὢ τῆς φιλανθρωπίας τοῦ πρὸς τὸ συμφέρον μικρὸν λυποῦντος, εἶθ᾽ ὕστερον δεικνύοντος τὸ ἐκ τῆς θλίψεως κέρδος καὶ τὸ ἐκ τῆς πικρότητος γλυκύ. οὐ μὴ οὖν ἔτι ὁ τάλας δυσχερανῶ ἐφ᾽ οἷς με ἄξοι Χριστός, ἡ πάντων χαρά, ἐπιφωνῶν δέ εἰμι, κτηνώδης ἐγενήθην παρὰ σοί, κἀγὼ διὰ παντὸς μετὰ σοῦ. διὸ οὐ φροντίσω περί τινος, ὥσπερ οὐδὲ περὶ τῆς σκαιωρίας τοῦ βασιλέως, εἰ καὶ σχοινίοις διέτεινε παγίδα τοῖς ποσί μου, ἐχόμενα τρίβου σκάνδαλα θέμενός μοι· γέγραπται γάρ, ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.
Εἴη μοι, ὦ καλὸν τέκνον, δι᾽ εὐχῶν ὑμῶν ἐξ ἄκρας φιλανθρωπίας θεοῦ καλυπτούσης μου ἄβυσσον ἁμαρτιῶν ἐνεργὴς ἡ προσταγὴ αὕτη πρὸς πᾶσαν μου τὴν ζωὴν κατὰ πάσης ὁρατῆς τε καὶ ἀοράτου δυνάμεως. ὅπως δὲ καθέζομαι, καθ᾽ ἔπος καὶ ἀνήγγειλα, καὶ δι᾽ οἰκείας φωνῆς διηγήσοιτο εὖ μάλα ὁ γραμματηφόρος, τίς τέ ἐστιν προστάτης τῆς ξενίας μου κατὰ πολλοὺς τοὺς τρόπους, οὓς καὶ λαμβάνειν ἐν ταῖς προσευχαῖς παρακαλῶ. ἱνατί δὲ κεκοπίακας, φιλοπάτωρ, ἐν οἷς ἀπέστειλας, πολλοῖς καὶ ποικίλοις οὖσιν; ἀνταμείψεταί σε ὁ θεός μου τοῖς ἐντεῦθεν πνευματικοῖς καὶ τοῖς ἐκεῖθεν ἀιδίοις. κάμνεις, οἶδ᾽ ὅτι, ἑλκόμενος καὶ ἀνθελκόμενος, πιεζόμενος καὶ περιτεινόμενος πρὸς τοὺς κατ᾽ ὄψιν, πρὸς τοὺς ἀπόντας, πρὸς λόγον, πρὸς ἔργον, πρὸς νουθέτησιν καὶ συμβίβασιν, πρὸς ὑπερέχοντας καὶ ὑπέχοντας, πρὸς πᾶν ὁτιοῦν τῶν παρισταμένων καὶ συμπιπτόντων, καὶ ταῦτα μετὰ καὶ παρασκευῆς ἄρσεως ἢ καὶ κινδύνου. ἀλλὰ θάρσει, πολύς σου ὁ μισθός, μαρτυρίου σοι στέφανος. καὶ ὢ τῆς προνοίας, τῇ τοῦ κρατοῦντος σκαιωρίᾳ ἀποχρησαμένης εἰς πολλῶν σωτηρίαν. πλὴν γρηγόρει λίαν σὺν τοῖς λοιποῖς· οὐ γὰρ ὡς ἔτυχεν ἐκτείνεται δίκτυα πτερωτοῖς.
Ἀλλ᾽ ὑμῖν ὁ Κύριος ὑπερπτῆναι ποιήσειεν μέχρι τέλους. ὡς ἀληθῶς ἥψατό μου τῆς ἐλεεινῆς ψυχῆς ἡ πτῶσις τοῦ Χρυσοπολίτου. ἀλλ᾽ ὁ Κύριος εἴη βοηθὸς τῶν τε Γραμματικῶν καὶ τοῦ κυρίου Ἰωσὴφ καὶ οὗτινος ἄλλου πειραζομένου ὑπὸ τοῦ νέου Ἰαννοῦ· οἷσπερ καὶ ἐπέστειλα, εἴπερ εὐοδωθείη ἡ ἀπόδοσις αὐτῶν, πρότερον ἀναγινώσκοντός σου τὰς ἐπιστολάς. κιχρῶ σεαυτὸν καὶ τῇ τοῦ Ἁγίου Φωκᾶ κατὰ Κύριον καὶ διὰ Κύριον τὰ δυνατά, ἐπεὶ καὶ ἄλλαις φρουρουμέναις· θεοῦ γὰρ διάκονοί εἰσιν, ὁμολογίας ἔργον πληροῦσαι.
Ἡ χάρις τοῦ Κυρίου εἴη σοι φυλακτήριον ἐν πᾶσιν, ἠγαπημένε. προσαγορεύει ὁ κῦρις Ἰωάννης σὺν τῷ ἀδελφῷ Νικολάῳ.
Τῷ αὐτῷ Τετράκις ἄρτι γράφων εἰμὶ ἐξ ὅτε ἀπεχωρίσθην σου, τέκνον μου ἠγαπημένον, δηλῶν τὰ καθ᾽ ἡμᾶς ὁμοῦ τε καὶ τὴν τῶν ἀδελφῶν ἔπαρσιν καὶ ὡς μόνος κατελείφθην μετὰ τοῦ ἀδελφοῦ Νικολάου. διὸ οὐδὲ πολλοῦ μοι λόγου χρεία ἢ μόνον ἐπισημᾶναι, εὑρόντι τὸν γραμματηφόρον, ἀδελφόν τε ὄντα καὶ πιστόν, ὅτι ὑγιαίνομεν σώματι, ἡμέραν ἐξ ἡμέρας προσαναμένοντες τὸ σωτήριον τοῦ θεοῦ· ποῦ γὰρ ἀλλῇ περιβλεψώμεθα ἢ ἀποσκοπήσωμεν ἢ τίνα καὶ ἀναπνεύσωμεν εἰς ἑτοίμην βοήθειαν καὶ παράκλησιν θλίψεως; ὅθεν οὐδὲ γέγονεν ἡμῖν δυσχερὲς τὸ τοὺς ἀδελφοὺς ἀρθῆναι, τοὐναντίον παρ᾽ ἐλπίδα ἀναπαυστικόν, σφιγχθεῖσιν εἰς θεὸν καὶ μόνον, καθάπερ σωλῆνος θλιβομένου ἀναπέμποντος τὸ ὕδωρ ὑψοῦ. διὸ αἱρούμεθα καὶ τοῦ ἀδελφοῦ Νικολάου διαιρεθῆναι, ὅμως στέργομεν ἐν τοῖς φθάσασιν οὐκέτι ἡμέτερον θέλημα, ἀλλὰ θεοῦ οἰκονομίαν, τοῦ συμφερόντως πάντως οἰκονομήσαντος τὸ ταπεινὸν ἡμῶν καθισμάτιον.
Ἔχω τοίνυν ἀεὶ συνόντα μοι ἐκ διαδοχῆς ἑβδοματιαίου καὶ ἕνα τῶν πορταρίων· σὺν αὐτῷ ἐσθίομεν, ψάλλομεν, κοιμώμεθα. οὕτω διαμείβομεν τὴν ἡμέραν, ὡς ἂν οἶδεν ὁ ἐφορῶν θεός, ἐργαζόμενοι, ἀναγινώσκοντες, ἡσυχάζοντες, ἐν καιρῷ καὶ τὰ συμπίπτοντα ὁμιλοῦντες πρός τε ἡμᾶς αὐτοὺς καὶ πρὸς τοὺς ἐπισκεπτομένους ἄνδρας ἀγαθούς, οὐ μὴν ἀλλὰ καὶ μονάζοντας· ἐκίνησεν γὰρ ὁ θεὸς οὐ μόνον ἐκ τῶν ἐγχωρίων, ἀλλὰ καὶ ἐκ τῆς ὑπερορίου καὶ ἔτι πορρωτέρω, παρακαλοῦντας ἡμᾶς καὶ σωματικῶς καὶ ψυχικῶς αὐτάρκως καὶ εἰς τοσοῦτόν τινας ὁμοψυχοῦντας, ὡς καὶ δεξιὰς δοῦναι μέχρι θανάτου ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγωνίσμασι. κἂν γὰρ ἡμεῖς ἀνάξιοι καὶ τοῦ ἀναπνεῖν, ἀλλ᾽ ὁ ἀγαθὸς Κύριος ἐν παντὶ τοὺς δι᾽ αὐτὸν ὑπεροριζομένους προφθάζει, φυλάττει, προνοεῖται, φροντίζει ὑπὲρ ὃ ἐλπίζει τις· οὕτως τὸν Ἠλίαν ὑπὸ κόρακος πεινῶντα ἔθρεψεν, οὕτως τὸν Δανιὴλ διὰ τοῦ Ἀμβακοὺμ ἀεροπορήσας καὶ ὅντινα ἄλλον τῶν θεραπόντων αὐτοῦ.
Μὴ δὴ οὖν, ὦ τέκνα, λυπεῖσθε ἐφ᾽ ἡμῖν τοῖς ταπεινοῖς ὡς ἐγκαταλειφθεῖσιν. ὅταν καὶ τοῦ δυστήνου τοῦδε σώματος διαιρεθῶ ὑπὸ τῶν χριστοδιωκτῶν (καὶ τοῦτο γάρ, κἂν ἀνάξιός εἰμι, παρασκευάζομαι παθεῖν), τότε σωθήσομαι, τότε προσληφθήσομαι εἰς ζωήν, τότε τὸν ἐμὸν διώκτην, καὶ τὸν ἔσωθεν καὶ τὸν ἔξωθεν, νικήσω εἰς αἰῶνα. διό, τέκνον μου, θερμῶς μοι προσεύχου μετὰ τῶν ἀδελφῶν σου πάντα πάντοτε ὑπὸ ἐφόρῳ θεῷ καὶ διανοεῖσθαι καὶ διαλέγεσθαι καὶ ἐργάζεσθαι· ὅπερ κἀγὼ ὑπέρ τε σοῦ, τοῦ ποθητοῦ μου καὶ ὁμοκαρδίου παρὰ τοὺς ἄλλους σου ἀδελφούς, καὶ αὐτῶν παρακαλεῖν μετὰ δακρύων νύκτωρ καὶ μεθ᾽ ἡμέραν οὐ διαλιμπάνω, ὡς ἂν οἱ πάντες εὐαρέστως Κυρίῳ, ἀνδρικῶς τε καὶ μαρτυρικῶς διενέγκοιμεν καὶ τόνδε τὸν καλὸν ἀγῶνα, μὴ καταισχύνοντες τοῖς ἤδη παρισταμένοις τὰ προϋπηργμένα.
Διὰ τοῦτο μόχθει καὶ αὐτὸς ὑπὲρ ἐμοῦ ἐν τοῖς ἀδελφοῖς, τοὺς μὲν ἕλκων διὰ ζώσης φωνῆς καὶ στηρίζων, τοὺς δὲ καὶ ἀπὸ μέλανος ἀνακαλούμενος, καὶ ἁπαξαπλῶς ὅλον ἐπιδίδου σεαυτὸν εἰς ὅ τι ἂν ἡ χρεία καλοίη. περὶ τῆς οἱασοῦν σωματικῆς χρείας μὴ καταπονοῦ (ἔχομεν τὴν αὐτάρκειαν θεοῦ προνοίᾳ), ἀλλὰ μηδὲ τὰς βίβλους πέμψῃς, οὐκ οἶδα ἐὰν τὸ λεξικὸν καὶ τὸ τετράδιον, ἐν ᾧ διὰ σημείων λόγον ἐποίησα, ὅπερ καὶ ὑπέδειξεν ὁ Ὑπάτιος τῷ Καλλίστῳ πρὸς τὸ μεταγράψαι αὐτόν. καὶ πάλιν ὡς οἰκονομεῖ ὁ Κύριος δηλοῦμεν· διὰ γὰρ φίλων ἠδυνήθημεν καὶ ὧδε ἔχειν τινὰ πρὸς ἀνάγνωσιν. εὖ σε ποιήσαι ὁ θεός, ὅτι ἔπεμψας εἰς τὸ 〈α〉· ἀλλὰ καὶ πάλιν ἐπέστειλα, καὶ ὅτε εὑρεθῇ τις ἀποστελεῖς. μεριμνῶ δὲ περὶ τῶν δύο ἀδελφῶν, πῶς τὰ κατ᾽ αὐτούς, διὸ εὑρίσκων σήμανόν μοι, ὡσαύτως περὶ τῶν ἐννέα καὶ δέκα.
Ὁ θεός σε, τέκνον, ὑπὸ τὴν κραταιὰν αὐτοῦ χεῖρα σκεπάσειεν. προσαγόρευσον τοὺς φυλάσσοντας λόγον, ἐξαιρέτως τὸ 〈δ〉, τὸ 〈λ〉, τὸ 〈ι〉.
Τῷ αὐτῷ Ἐτάχυνας, τέκνον, τοῦ ἐπισκέψασθαι ἡμῶν τὴν ταπείνωσιν, ἀλλ᾽ ὁ πόθος πρᾶγμα ἄστεκτον, τὰς ἡμέρας ὡς ὥρας καὶ τοὺς ἐνιαυτοὺς ὡς καιροὺς λογιζόμενος. εὐχαριστῶ οὖν τῷ θεῷ μου, ὅτι ἀνάξιος ὢν οὕτως ὑφ᾽ ὑμῶν στέργομαι καὶ περιέπομαι. πέπομφας τὸν καλὸν Ἀδριανὸν εἰς ἀνδρείαν καὶ παρηγορίαν μου (οὐκ ἀκόπως δῆλον ὅτι διὰ τὴν σύζευξιν καὶ ἀποσύζευξιν τῶν μετ᾽ αὐτοῦ· εὐχαριστῶ κἀν τούτῳ), ὅνπερ καὶ ἐκράτησα, ἔξωθέν που περιάγοντα. τοὺς δὲ περὶ τὸν ἀδελφὸν Σιλουανὸν ἀνέπεμψα πάλιν, παρακληθεὶς ἐν αὐτοῖς. ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά· τοιοῦτοι οἱ ἄνδρες, ἵν᾽ ἐν συντόμῳ τὸ κατ᾽ αὐτοὺς παραστήσω.
Ἡμῖν δὲ τοῖς ταπεινοῖς ὑγιεία πάρεστι σώματος, εἴη δὲ καὶ ψυχῆς διὰ τῶν ὑμετέρων προσευχῶν. ὅσα καὶ διὰ γράμματος καὶ στόματος ἀπηγγέλη μοι, ἔγνων· καὶ δέομαι ὡς ἁμαρτωλὸς ἔτι βεβαιωθῆναι ἐν τῇ ἀμετακινήτῳ πίστει ἡμῶν τῆς ἀληθείας πάντας τοὺς πατέρας ἡμῶν καὶ ἀδελφούς, τοὺς τοῦ ἡμετέρου σώματος καὶ τοὺς τοῦ κοινοῦ πληρώματος. μακαριστὸς ὁ πλεονάζων ἐν τοῖς ὑπὲρ Χριστοῦ παθήμασι καὶ τέλος ἀγῶνος ἀποδιδούς. ἰδοὺ νῦν καιρὸς μαρτυρίου, τῷ νικῶντι παρὰ θεοῦ ὁ στέφανος. ἥσθη τοίνυν καὶ ἀγωνίζου, ὦ καλὲ Ναυκράτιε, νοὸς κράτος φερωνύμως γενόμενος, πάντοτε νήφων, πάντα κατὰ θείαν βουλὴν διαπραττόμενος· μηδεμίαν γάρ φησιν ἐν μηδενὶ προσκοπὴν διδόντες, ἵνα μὴ μωμηθῇ ἡ διακονία ἡμῶν, ἀλλ᾽ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς θεοῦ διάκονοι.
Τέως ἄρτι μηδεὶς διέλθῃ εἰς ἡμᾶς διὰ τὴν ἐξέλευσιν τοῦ ἔθνους ἢ ὅταν ὑποστραφῇ. ὁπόσα ἀπεκλαυσάμην διὰ τὸ πάθος τῶν δύο ἀδελφῶν, δηλοῖ καὶ ἡ πρὸς τὸν ἀββᾶν Ἀθανάσιον ἐπιστολή. μετ᾽ εὐχαριστίας ἀπίτω ὁ χρηστὸς Σιλουανὸς τὴν ἐν Κυρίῳ πορείαν αὐτοῦ, ἐφοδιασθεὶς καὶ παρ᾽ ὑμῶν γράμμασι. τὸν λόγον, ὃν ἔπεμψα, μεταγραφείτω καὶ ἐν ἑτέροις, ἵνα διασῴζηται· ἐτόλμησα αὐτὸν ποιῆσαι ἐκ πόθου, εἰ ἄρα μὴ πολύ ἐστιν ἀπόπτυστος τοῖς ἀναγινώσκουσιν καὶ τῇ μητρὶ τοῦ Κυρίου εἰς ὕβριν.
Ἀλλ᾽ ἱλεώσασθαι αὐτὴν παρακληθείητε ὑπὲρ ἐμοῦ. ἄσπασαι τὸ 〈δ〉, τὸ 〈θ〉, ἄσπασαι τοὺς συγκελλίτας, ἄσπασαι τοὺς μυστηριοφύλακας· ἀσπάζονταί σε οἱ σὺν ἐμοί. ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματός σου, ἀμήν.
Λιτοΐῳ τέκνῳ Διὰ τῶν ἀμφοτέρων σου ἐπιστολῶν, τέκνον ἠγαπημένον, ἔγνων καὶ νῦν τὴν ὁλικήν σου μετάνοιαν καὶ ἐπιστροφήν, μάλιστα ὅτι ἐξέφυγες τῶν ἐν ἄστει τὰς διατριβάς, προσφυεὶς τῷ οἰκονόμῳ. τοῦτό με πέπεικεν ἐξ ὁλοκλήρου σε φιλεῖν, μᾶλλον δὲ θεόν, δι᾽ ὃν στέργω καὶ στέργομαι, ἐν ᾧ καὶ γεγέννηκά σε, υἱέ μου ἀγαπητὲ Λιτόιε. μὴ δὴ οὖν ἐν τοῖς προλαβοῦσι καταπέσῃς ἐφ᾽ ὅσοις καὶ ὑπεσκελίσθης συμβάμασιν ἐξ ἁμαρτιῶν μου. μὴ γὰρ οὐκ ἔστιν ῥητίνη, φησίν, ἐν Γαλαάδ; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; ἐπιστράφητε πρός με, βοᾷ ὁ θεός. ἀναπαλαίσας στρατιώτης καὶ πάλιν στρατιώτης, ὡσαύτως καὶ κυβερνήτης· οὐ γὰρ εἰ καὶ τὴν πρὸς θάνατον ἁμαρτίαν ἡμάρτομεν, οὐκέτι ἔστι ζῆν. ζῶμεν πάλιν διὰ μετανοίας· ἀψευδὴς γὰρ ὁ εἰπών, ζῶ ἐγώ, λέγει Κύριος, οὐ θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. ὥστε ἔστι μετὰ θάνατον ἁμαρτίας ζῆσαι, οὐκέτι δὲ μετὰ τὴν ἐνθένδε ἀποβίωσιν συνέκλεισεν γὰρ κατ᾽ αὐτοῦ, φησίν.
Δεῦρο λοιπόν, ἀδελφέ, προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ἐγγὺς Κύριος τοῖς ἐπικαλουμένοις αὐτόν. στέρξον, τέκνον μου, ἐν τῷ οἰκονόμῳ, ἐὰν ἐμοὶ πείθῃ· οἱ γὰρ ἀνατρέποντές σε πάλαι τὴν ἔξοδον ἐχθροὶ καὶ οὐ φίλοι, οὔτε σοῦ οὔτε θεοῦ. κοπίασον μικρόν, δέομαι, ἐπιλαβοῦ ἀρχῆς, ἕξεως φροντιστικῆς τῆς σωτηρίας, ὅτι ᾗ ὥρᾳ οὐ προσδοκῶμεν ὁ Κύριος ἔρχεται· μνήσθητι, τέκνον, τῆς ἀποταγῆς σου, τῆς ὑποταγῆς, τῆς κοπῆς τοῦ θελήματός σου, τῶν λοιπῶν κόπων καὶ ἀγώνων σου. ἐγὼ ἐγγυητής σου τῆς σωτηρίας, ὁ ἁμαρτωλός· ἐγὼ ἔτεκον, ἐγὼ ἰατρεύσω. μόνον αὐτὸς στῆθι, μόνον ἀνάνηξον τοῦ βάρους τῆς ἀθυμίας, μόνον ἔπεχε σεαυτῷ, μόνον μὴ μονωθῇς ἔτι, κἂν συμβῇ μὴ συμποιεῖν μηδ᾽ αὖ πως συνεῖναί σε τῷ οἰκονόμῳ.
Ταῦτα τὸ νῦν, ἐπεὶ καί, ἡνίκα τύχῃ γραμματηφόρος, οὐ κατοκνήσω γράφοντί σοι ἀντιγράφειν. αὐτὸς ὁ Κύριος τῆς σωτηρίας ἡμῶν ἐφαψάμενός σου τῆς καρδίας ἐμποιήσειεν φῶς ἐν τῇ ψυχῇ σου, παράκλησιν, διέγερσιν, ἐργασίαν καθ᾽ ὅσον οἷόν τε καὶ σώσειεν εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον. τέκνον μου, προσεύχου μοι, ἵνα σωθῶ κἀγώ. οἱ ἀδελφοί σου προσαγορεύουσίν σε.
Τῷ αὐτῷ Οἷα χαίρω ὁ ταπεινὸς δεχόμενός σου λόγον, τέκνον, καὶ ἔχων ἐν καρδίᾳ ὃν πάλαι ἀπώλεσα. ἀλλὰ χάρις τῷ συνάψαντι θεῷ· εἴθε καὶ τὸ πρόσωπον εἶδον, ὤφελον καὶ ζώσης σου φωνῆς ἐπαϊέναι. οὕτω σε ποθῶ καὶ χαίρω ἀνακληθέντα. μὴ δὴ οὖν ῥαθυμήσειας, υἱέ μου, εὐθυμῶν δὲ πορεύου τὴν ἐν Κυρίῳ πορείαν τῆς ψυχῆς, τὰ ὑποβληθέντα παρὰ τοῦ ἐμποδιστοῦ τῆς σωτηρίας σκῶλα καὶ ἐμπτώματα πόρρω βάλλων καὶ ὁδοποιῶν ἑαυτῷ τὴν πρὸς θεὸν εἴσοδον· ἤνοικται γάρ σοι ἤδη, τῶν κλείθρων τῆς ἁμαρτίας ἀρθέντων. ἄλειψαί σου τοὺς νοητοὺς πόδας καὶ κατὰ μικρὸν κινούμενος πέποιθα ὅτι καὶ ὀξυποδίσεις καὶ φθάσεις εἰσελθεῖν εἰς τὰ ποθούμενα. ἤδη πρόκειται καὶ ὁ ἀγών· τί οὖν παράδοξον καὶ εἰς κατάλογόν σε μαρτύρων φθάσαι; ναί, τέκνον μου Λιτόιε, στῆθι, σώθητι, εὐδόξησον. εὖ δὲ πάνυ ὅτι ἀπορίᾳ μετὰ τοῦ οἰκονόμου σε εἶναι ᾠκονομήθη· συνεζεύχθης τῷ Προτερίῳ ἀδελφῷ, τῆς ταπεινώσεως ἔργον, ταπείνωσις δὲ τὸ καθαιρετικὸν φάρμακον τοῦ ἀντικειμένου.
Εἰρήνη σοι καὶ ἰσχὺς ἐκ θεοῦ. προσεύχου περὶ ἐμοῦ. οἱ σὺν ἐμοὶ ἀσπάζονταί σε.
Εἰρήνῃ πατρικίᾳ Καὶ γράφοντες καὶ μὴ γράφοντες ἔργον ἔχομεν ἀνεπιλήστως μνημονεύειν σου τῆς τιμιότητος οὐ μόνον κατὰ τὸν τῆς εὐεργεσίας λόγον, ὃν ἐνεδείξω ἔκπαλαι πρὸς τὴν ταπείνωσιν ἡμῶν, ἀλλὰ γὰρ καὶ κατὰ τὸν τῆς ὁμολογίας Χριστοῦ τρόπον, συντάσσοντές σε τοῖς ὧδε κἀκεῖσε διὰ Χριστὸν περιωρισμένοις καὶ ἐναθλοῦσι· μὴ γὰρ καὶ αὐτὴ οὐ δεδιωγμένη, οὐκ ἄποικος, οὐκ ἄπολις, οὐ περιωρισμένη, οὐκ ἐμπαράσκευος ἀεὶ πρὸς κινδύνους; ναὶ ἀληθῶς καὶ διὰ τοῦτο μακαρία, ὅτι σοί ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. τίς οὐκ οἶδεν τῶν ὁμολογητῶν ὅτι συνωμολόγησας; ποῦ οὐκ ἠκούτισται ὅτι καὶ συγκλητικὴ ἐν μάρτυσιν; ἐθαύμασάν σε μοναστῶν τάγματα, ᾔνεσάν σε λαϊκῶν συνεδρεύματα· τί δὲ ταῦτα; αὐτὰ τὰ τῶν ἀγγέλων καὶ ἁγίων τάγματα εὐφράνθησαν ἐπὶ σοί. καὶ μὴ δοκήσῃς κολακείαν εἶναι τὸν λόγον. βλέπε οὖν, ὦ μάρτυς Χριστοῦ, οἷον τετίμησαι, οἷον ὕψωσαι· σύγκρινόν μοι πηλὸν καὶ χρυσόν, τοσοῦτον καὶ πολλῷ πλέον οὗ κατέλιπες ἐπιγείου ἀξιώματος τὸ νῦν δωρηθέν σοι ὑπὸ θεοῦ ἀξίωμα ἐπουράνιον, μάρτυρα καλεῖσθαι Χριστοῦ, ὁμολογητὴν ἀληθείας.
Διὸ ὑπομνήσκω μὴ τραπῆναι τὸ καθόλου τῆς ἐνστάσεως, ἐπὶ τὴν ἀσάλευτον πέτραν τῆς ὀρθοδοξίας ἐρηρεισμένην σε, μηδὲ εὐπτόητον καὶ ἀμφοτερίζουσαν γενέσθαι ταῖς τινων καταπτώσεσιν εἴτε λαϊκῶν εἴτε μοναστῶν καὶ δοκούντων εἶναί τι εἴτε ἁπλῶς οὑτινοσοῦν· οἱ γὰρ τοιοῦτοι ψευδάδελφοι, ψευδαπόστολοι, ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι. πολλοὶ δοκησίσοφοι καὶ ἀρχιεροφανεῖς καὶ ἁγιόδοκοι ἐν τοῖς πάλαι ἑαλώκεσαν· ἔλαμψαν δὲ ὡς φωστῆρες ἐν κόσμῳ ὀλίγοι καὶ ἀληθινοὶ σοφοί, οἵτινές εἰσι φόβῳ θεοῦ διαζῶντες, ἐπείπερ ἀρχὴ σοφίας φοβεῖσθαι τὸν Κύριον, καὶ μὴ οἰηθέντες εἶναι πολλοῦ ἄξιοι· ἐπειδὴ ἄνθρωπος εἰς πρόσωπον, θεὸς δὲ εἰς καρδίαν ὁρᾷ.
Παρακαλῶ ἔτι, στόμωσον ἑαυτὴν τῷ ἄνθρακι τῆς θείας ἀγάπης, κόπτουσα πᾶσαν προσπάθειαν· οὕτω γὰρ συγκόψεις τὰς προσβολὰς τὰς μελλούσας. μὴ γὰρ πάντως οἴου ἀβασάνιστος διαμένειν εἴτε λόγῳ ἢ καὶ ἔργῳ· φθονεῖ σε γὰρ ὁ διάβολος, λαβὼν καιρίαν πληγὴν ἐπὶ σοί. “ὅτι καὶ γυνή μου κατεξανίσταται”, φησί, “καὶ ταύτη ὑπὸ ζυγόν, καί γε ἐν περιφανείᾳ”, τοιαῦτά πως λέγων· “οὐ φέρω, κινῶ κατ᾽ αὐτῆς ἔτι μου πολλὰς μηχανάς, τὸν ἄνδρα, τὸ τέκνον, τὸ αἷμα ὅλον, τὰς ὁμοσυγκλήτους, τὰς γνωρίμους, τοὺς παῖδας, τὰς παιδίσκας, τὴν περιουσίαν, πρὸς τούτοις ἐλεεινὰ δάκρυα, παρακλήσεις, ὑποσχέσεις· εἰ δέ γε ἐντεῦθεν ἀποτύχω, μετέρχομαι ἐπὶ τὸ ἕτερον εἶδος, προσάγω βασιλικὰς ἀπειλάς, φθόνους τῶν ὁμοαξίων, ‛οὐά‚, λεγόντων, ‛ἐκείνη μόνη ὑπερέξει πάντων; ὅστις καὶ ποία;‚, ὕβρεις ἔτι, χλευασμούς, μυκτηρισμούς, καταγέλωτας, ἐνίοτε καὶ ἐμπτυσμούς, μὴ καὶ ῥαπίσματα, μὴ καὶ κολαφίσματα, μὴ καὶ θάνατον”.
Ὅρα, ἀδελφὴ ἐν Κυρίῳ, μὴ ἐνδώσῃς. ταῦτα Χριστοῦ στίγματα, ταῦτα στέφανοι οὐράνιοι, νέαν σε μάρτυρα ποιοῦντα· μὴ γὰρ κἀκεῖναι οὐχ ὁμοιόσαρκοι, εὐγενίδες, πολύολβοι, ἐξ ἀνδρὸς τμηθεῖσαι μαχαίρᾳ τοῦ πνεύματος; οὕτως σε ὁ λόγος παρασκευάσθαι ὑποτίθεται, ἀδελφομήτηρ, μή σε δελεάσῃ ἔν τινι ὁ πειραστὴς διάβολος, ἵνα πολλοὺς τῷ οἰκείῳ ὑποδείγματι στερεώσῃς, καὶ σώσῃς, ὅπως χορεύσῃς ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ αἰώνια.
Προσεύχου περὶ ἐμοῦ· ἀσπάζομαι ἐν Κυρίῳ τὴν ὅρπηκά σου καὶ σύναθλον.
Ἰωάννῃ ἐπισκόπῳ Σάρδης Οὔπω μοι μέχρι τοῦ δεῦρο ἤκουσται, ποῦ ποτ᾽ ἂν εἴη περιωρισμένη ἡ πατρική σου ἁγιωσύνη· διὸ ὑπέμεινα συνέχων τὴν χεῖρα καὶ οὐχ εὑρίσκων πληρῶσαί μου τὴν ἐπιθυμίαν. ἐλπίδι οὖν πτερωθεὶς ἐπιτεύξασθαι τοῦ ποθουμένου ἐπέστειλα τὸ παρὸν καὶ οἶδ᾽ ὅτι οὐ διαψευσθήσομαι τῆς ἐλπίδος ἐν Κυρίῳ. ἀλλά γε δεῦρο φράσον, ὦ μεγαλοπάτορ, πῶς ἡ ἐξορία καὶ ποῦ καὶ οἷος ὁ ὑποδεξάμενός σε χῶρος, οἵ τε αὐτόχθονες καὶ οἱ πλησιάζοντες; ἆρα δεξιοὶ καὶ τῆς ἐκλεκτῆς μερίδος ἑκάτερα ἢ ἄμφω τὰ ἐναντία καὶ σκολιάζοντα; πλὴν ὅτι διὰ Χριστὸν καὶ τὰ δυσχερῆ εὐχερῆ καὶ τὰ λυπηρὰ περιρχαρῆ. μακάριος εἶ, ὑπὲρ ἀληθείας δεδιωγμένος τῆς οἰκείας ἐκκλησίας καὶ ἐξωρισμένος πορρωτέρω τῆς ἐνεγκαμένης· μακάριος εἶ, διὰ Κύριον ἐμπαιχθεὶς καὶ κονδυλισθεὶς ὑπὸ τῶν ἀσεβῶν ἔμπροσθεν τοῦ καϊαφαϊκοῦ συνεδρίου. μετὰ Χριστοῦ ἐθεατρίσθης σὺν τοῖς ὁμάθλοις, σὺν Χριστῷ κατεδικάσθης· καὶ ἐπὶ τὸν σταυρὸν μὲν οὐκ ἀνῆλθες, ὅτι μὴ καιρός, σταυροφορῶν δὲ ἐξῆλθες, προπηλακισθεὶς καὶ διασυρθεὶς παρὰ τῶν παρανόμων· ἐξ οὗ καὶ ὁ τῆς δικαιοσύνης σοι στέφανος οὐρανόθεν ἀγγελόπλοκος.
Ἄγε δή, πατέρων κορωνίς, εἰς μέσον τοὺς θείους σου ἀγῶνας, σύναψον αὐτοῖς καὶ τοὺς ἑξῆς· ἔτι γὰρ καιρὸς μαρτυρίου εἰς κόσμον τῇ Χριστοῦ ἐκκλησίᾳ. ἀπαράτρεπτος ἔσο (μετ᾽ αἰδοῦς ὑπομνήσκω, λαβὼν ἔκπαλαι ἐπιτροπὴν τοῦ λέγειν ἐξ ἄκρας σου ταπεινοφροσύνης) τῆς καλῆς ὁμολογίας, ἧς ἔλαβες ὡς ἔπαθλα τὰς ἐντίμους ἀτιμίας καὶ ἣν ὡμολόγησας ἐνώπιον θεοῦ καὶ ἀνθρώπων. διὰ Χριστόν ἐστι παθεῖν τὸ ὑπὲρ τῆς ἁγίας αὐτοῦ εἰκόνος ἀθλῆσαι· οὔτε γάρ, φησὶν ὁ Μέγας Βασίλειος, τὸ κράτος ἐπ᾽ ἀμφοῖν σχίζεται οὔτε ἡ δόξα μερίζεται. οἱ δὲ χριστομάχοι οὐ μόνον μερίζουσιν, ἀλλὰ γὰρ καὶ ἀτίμως καθυβρίζοντες διὰ θατέρου θάτερον ἀπαρνοῦνται, ἰουδαΐζοντες πλαγίως καὶ τὸ τῆς οἰκονομίας μυστήριον ἀνασκευάζοντες.
Εἰ γὰρ μὴ εἰκονίζεται Χριστὸς καθ᾽ ἡμᾶς, ἔστιν ἀπερίγραπτος ὡς ἔξω σώματος· πᾶν γὰρ τὸ ἐνσώματον περιγραφόμενον. καὶ ποῦ ὅτι ὁ λόγος σὰρξ ἐγένετο; ἢ πῶς διαγνωσθείη ὁ τῆς σαρκώσεως λόγος, εἰ ὡς πρὶν σωματώσεως οὕτω καὶ μετὰ σωμάτωσιν ἀπερίγραπτος, ἤτοι ἀνεικόνιστος χαρακτῆρι τῷ καθ᾽ ἡμᾶς μεμένηκεν Χριστός; δεῖ γὰρ διαφορὰν εἶναι δυοῖν πραγμάτων ἑτεροφυῶν, οἷον ὕδατος καὶ πυρός, ὕλης καὶ ἀυλίας, συνθέσεως καὶ ἁπλότητος καὶ τῶν ἐξ ἐναντίας ἁπάντων ἀφεστηκότων ἀλλήλοις· οὕτω τοιγαροῦν καὶ ἀσωματότητος καὶ σωματώσεως, ἥτις ἐστὶ διαφορουμένη πρὸς τὸ περιγραπτὸν καὶ ἀπερίγραπτον, καθ᾽ ἣν Χριστὸς μεσίτης θεοῦ καὶ ἀνθρώπων, τοῖν δυοῖν τὰ ἰδιώματα ἐν μιᾷ ὑποστάσει ἀπαράφθαρτα φέρων. καὶ γέγονεν ὁ ἄυλος ἔνυλος, ὁ ἁπλοῦς σύνθετος, ὁ ἄσαρκος ἔνσαρκος, ὁ ἀνεμφερὴς καὶ ἀνεικόνιστος ὅμοιος ἡμῖν κατὰ πάντα. εἰ δὲ οὐκ εἰκονίζεται, οὔπω διαφορά, οὔπω σύνοδος τῶν ἐναντίων ἐκ θείας εὐδοκίας τε καὶ δυνάμεως· διὰ τοῦτο οὐδὲ σάρκωσις, ψεύδεται δὲ καὶ ὁ λέγων, θεὸς ἐφανερώθη ἐν σαρκὶ καὶ ὅτι παραπλησίως ἡμῖν καὶ αὐτὸς μετέσχε σαρκὸς καὶ αἵματος.
Οὕτω συνῆκται τοῖς δόγμασιν ἰουδαΐζειν τοὺς εἰκονομάχους καὶ προδρόμους πεφηνέναι τοῦ Ἀντιχρίστου. ὧν φύγοιμεν, ὦ πάτερ, τὴν ἀσέβειαν ἴσα ἰουδαϊσμοῦ, μὴ ἀτονοῦντες πρὸς τὰ πάθη μηδ᾽ αὖ πρὸς τὸ μακροημερὲς τῆς αἱρέσεως, μιμούμενοι τοὺς ἁγίους, τοὺς διὰ μακροθυμίας καὶ πολλῶν παθημάτων κληρονομήσαντας τὰς θείας ἐπαγγελίας. συγγνωμονήσεις δέ μοι πάντως, ὦ ἱερὰ κεφαλή, ἐφ᾽ οἷς διελέχθην, τὰ προστεταγμένα ποιοῦντι· ἀλλ᾽ οὖν καὶ ὑπερεύξῃ ἐν ἀφέσει ἁμαρτιῶν καὶ ἀπτωσίᾳ λόγου καὶ ἔργου παρελθεῖν με τὸν τῇδε βίον.
Πέτρῳ Νικαίας Κελεύει με ἐπιστέλλειν ἡ ἁγιωσύνη σου καὶ ἔχειν τοῦτο ἐρασμίως· ὅτου χάριν πυνθάνομαι, ὁσιώτατε, καὶ δι᾽ ἥν τινα αἰτίαν, ἢ πάντως ἐφέλκειν θέλων πρὸς ἀγάπην, ὅπερ σοι δῶρον θεὸς ὑπὲρ τοὺς πολλοὺς ἐχαρίσατο, δημιουργεῖν φιλίας καὶ διὰ τοῦτο στέργεσθαι ἀντιπεπονθότως; εἴκω τῷ πατρικῷ προστάγματι ὡς υἱὸς ἐλάχιστος. ἀλλὰ τίς ὁ παρ᾽ ἐμοῦ λόγος τοῦ ἀσυφήλου, ὠνήσασθαι δυνάμενος τὸν πολλοὺς ὠφελοῦντα, μάλιστα τανῦν αὐτοῖς ἔργοις ὑπὲρ ἀληθείας πάσχοντα καὶ μηδὲν ὑπὲρ αὐτῆς προκρίνοντα; ἥλιος ἔλαμψας ἐν τῇ αἱρετικῇ νυκτομαχίᾳ, στῦλος ἤγερσαι ἐν τῇ ἐκκλησίᾳ, ὑπερείδων τοὺς σαθρουμένους. ἀντιβολῶ, ὦ Πέτρου τοῦ μεγάλου συνώνυμε Πέτρε, πέτραν σε σχοίη ἀσάλευτον εὐσεβείας ὁ παρὼν σεισμὸς τῆς ἀσεβείας, ὡς ἂν καὶ ἡμεῖς οἱ εὐκαταγώνιστοι ἐρηρείσμεθα ἐν σοί. διάνυε τοὺς διαύλους τῆς ὁμολογίας, οὐκ ἀνιδρωτὶ πάντως· ἐν τούτῳ γὰρ καὶ οἱ στέφανοι. εἰ ἐν ἑπτὰ περιόδοις τὸν δρόμον τελοῦντες οἱ ἐπὶ γῆς ἁρματηλατοῦντες καταστέφονται, τί θαυμαστόν, εἰ τοῖς τὴν ἄνω νύσσαν θέουσι μηκυνεῖ Χριστὸς ὁ ἀληθινὸς ἀθλοθέτης, ὥσπερ εἴωθεν ἔκπαλαι, τοὺς χρόνους; ἐμοὶ δοκεῖν τῷ ἀμαθεῖ, ἵνα καὶ τῶν τρεχόντων τὸ ἀνολίγωρον δοκιμάσῃ καὶ τῶν ἐλαυνόντων τὴν μανίαν ἐπίσχῃ, εἰ δ᾽ οὖν κολάσῃ.
Σοὶ μὲν τὰ παρ᾽ ἐμοῦ τοσαῦτα, παρεγγυοῦντι, ὦ μακάριε· ἐμοὶ δὲ ἀρκέσειεν ἱερῶν εὐχῶν σου ἀποστολή, κἂν ἐπιστολῆς ἀποτύχοιμι.
Μακαρίῳ ἡγουμένῳ Ἐμοὶ χαρὰ παντὶ μὲν ἄλλῳ ὁμιλεῖν διὰ γράμματος εὐσεβοῦντι, πόσῳ γε μᾶλλον πατρὶ τοιούτῳ καὶ τηλικούτῳ, οὗ ἡ ἀγάπη ἐν ἐμοὶ κραταιὰ καὶ ἡ εὐχὴ ἀσπαστὴ ὡς ὄμβρος ἐπ᾽ ἄγρωστιν; καὶ γάρ, ὁσιώτατέ μου, χρῄζω σου τῶν ἱκεσιῶν μετέχειν ἀεὶ διὰ τὸ ἀκατάρτιστόν με εἶναι καὶ εὐκαταγώνιστον, ὡς ἂν διαδράσοιμι καὶ τὸν ἀόρατον διωγμὸν καὶ τὸν ὁρώμενον. οὗ ὁρᾷς οἷα τὰ τυρβάσματα, τὰ κολαστήρια, αἵματα μὲν τυχὸν οὐ κενοῦντα αἰσθητῶς φθόνῳ τοῦ μὴ δοκεῖν τοὺς πάσχοντας εἶναι μάρτυρας (εἰ καὶ ὅτι οὐκ ἀπὸ τῆς αὐτῶν γνώμης, ἀλλὰ τῇ τῆς ἀληθείας ψήφῳ κρίνει θεὸς τὰ πράγματα), ἐκ τοῦ κατὰ μικρὸν δὲ ὑπωπιασμοῦ καὶ ἐκθλιμμοῦ αἱματεκχυσίαν ἐργαζόμενα ἀψευδῶς· ὁπόταν γὰρ ἐν λιμῷ καὶ δίψει, ἐν ἐξορίαις καὶ εἱρκταῖς, ἐν σιδήροις ἐπὶ ποδὸς καὶ μονώσεσιν, ἐν ἁρπαγαῖς ὑπάρξεων καὶ ἐκδιώξεσιν, ἐν διατριβαῖς ἐρήμων οἰκήσεων, ἐν ὄρεσί τε καὶ σπηλαίοις κατὰ τὸ γεγραμμένον (καὶ οὔπω λέγω καὶ αἱμάτων διὰ μαστίγων κενώσεσι), πῶς οὐ ταῦτα μαρτύρια; πόσοι οἱ στεφανῖται; ἆρον κύκλῳ τοὺς τοῦ νοῦ ὀφθαλμούς, ὦ μακαριώτατε, καὶ ἴδε ἅπαντα καὶ πέρα τούτων, καὶ ἐξ ἑαυτοῦ ἀθλήσεως τὸν λόγον πιστούμενος.
Ἀλλ᾽ ὅμως νικῶν νίκα, τριπόθητε, οἷα καὶ εἶεν τὰ ἐπαγόμενα καὶ ἐπαχθησόμενα, ἵνα σε κορωνίδα ἡ μοναχικὴ πολιτεία ἔχοι, ἥ τε ὅλη τοῦ Χριστοῦ ἐκκλησία ὁμολογίας στεφανίτην γνωρίσοι, ἡμεῖς τε οἱ ἐλάχιστοι ἐγκαλλώπισμα λάβοιμεν εὐπρεπείας.
Τῷ φίλῳ ὁ φίλος Καιρός μοι τοῦ γράφειν, τοῦ δὲ μνημονεύειν σου τῆς καλῆς ἀγάπης ἅπας· καὶ τοῦτο οὐ δῶρον, ἀλλὰ κατὰ χρέος, οὐ μόνον διὰ τὴν φειδώ, ἣν ἐνεδείξω ἐν ἡμῖν (ἣν τίς μαθὼν οὐκ ἂν ἀγάσαιτο, πληρωτὴν οὖσαν τῆς ἐντολῆς ἐκείνης, ἵνα τις θήσῃ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τοῦ φίλου αὐτοῦ;), ἀλλὰ καὶ διὰ τὴν καλοτροπίαν σου· ὡς γὰρ ἕπεται τῷ μύρῳ τὸ εὐωδεῖν, οὕτω καὶ τῇ σῇ τιμιότητι τὸ χαρίεν καὶ ἀγαπητόν. καὶ τοῦτο οὐ λόγος διάκενος· τίς γάρ σε ἰδὼν οὐκ ἥσθη, τίς δέ σου πειραθεὶς οὐκ ἐτρώθη εἰς φιλίαν; πυνθάνομαι ὅτι καὶ ἐξ ἀκοῆς εἷλές τινα, ὥστε σε ἀγχιστεῦσαι θέλειν. καί γε τὸ παραδοξότερον· φασὶ γὰρ γυμνὸν ἐν βαλανείῳ εἰσελθόντα ἐπιγαμβρεύσασθαι, οὐδενὸς ἄλλου ἐπιζητουμένου διὰ τὸ πολύολβον τοῦ ἐκκαλουμένου. καὶ εἰκότως· ὁ γάρ τοι τὴν ἀρετὴν ἠμφιεσμένος πλουσιώτερος πάντων, ὥς που τὸν Ὀδυσσέα ἱστοροῦντες ἐκ ναυαγίου γυμνὸν περισωθέντα φάναι τάδε. ἴδε οὐ διέψευσμαι ἐν τοῖς ἀνόπιν· ἀλλ᾽ ὡς ἔμαθον καὶ εἰς ἀρχὴν κομητάτου προῆχθαί σε, ἐχάρην μὲν οὐ πολὺ (μικρὸν γὰρ τῇ εὐσεβείᾳ σου καὶ ἀμφοτεροδεξιώσει τουρμαρχάτον), ἐλυπήθην δὲ ὅτι ἀπομακρύνεις· ὅμως τῷ πτερῷ τοῦ γράμματος δυνατὸν πέτασθαι καὶ συνάπτεσθαι ἀλλήλοις.
Φύλασσέ μοι οὖν, ὦ παῖ καλέ, εἰ οὐ δυσχεραίνοις ἀκούων, τὴν παρακαταθήκην τῆς ὀρθοδόξου πίστεως καὶ κοινωνίας· μνημονεύων μου ἐξ ἴσου σῴζοιο ἐν Κυρίῳ πάντοτε.
Εἰρήνῃ καὶ Καλῇ ἀδελφαῖς Ὅτι παρεκλήθη ἡ τιμία ὑμῶν δυὰς ἀπὸ τοῦ ἀδελφικοῦ πάθους, χάρις τῷ παρακαλέσαντι θεῷ. τοῦτο γὰρ ἐδήλωσεν ὁ γραμματηφόρος, ὃς καὶ ἤγαγεν ἡμᾶς τὰ ἀποσταλέντα παρ᾽ ὑμῶν· ἃ ἰδόντες ἐδόξαμεν ἐκεῖνον τὸν μακάριον θεωρεῖν καὶ προσφθέγγεσθαι. καὶ γοῦν ἔχομεν αὐτὰ εἰς ὑπόμνημα αὐτοῦ ἀνεπίληστον· ἀναπαύσειεν ὁ θεὸς κἀκεῖνον μετὰ ἁγίων, ὧν εἵλετο ζῶν τὴν μερίδα, δοίη καὶ ὑμῖν τὸν μισθόν, ὑπὲρ ἀδελφοῦ ἀληθινοῦ ἀγωνιζομέναις διὰ τῆς τοιαύτης εὐποιΐας, ἀναπεμπούσαις τὰ ἀπόμοιρα αὐτῷ ἐν τῷ μέλλοντι αἰῶνι, ὃς καὶ ἔτι ζῶν προαπέθετο τὴν ἄσυλον κληρονομίαν.
Ἀλλὰ τί ὅτι καὶ αὐταί, τὸν αὐτὸν τῆς παρθενίας εἱλάμεναι βίον, οὐδὲν ἀπολείπεσθε κόσμῳ, πάντα θεῷ θησαυρίζουσαι, ἐχόμεναι καί γε τῆς ὀρθοδοξίας; εὐλογηθείη ἡ τριὰς ὑμῶν, εὐλογημένη καὶ ἡ δυάς, ἡ ἐνεγκοῦσα ὑμᾶς εἰς φῶς· καλὴ ἡ φρόνησις ὑμῶν, μακαρία ἡ πρᾶξις ὑμῶν.
Εὔχεσθε ὑπὲρ ἐμοῦ, ἅγιαι γυναῖκες.
Σεργίῳ ὑπάτῳ καὶ ἐξαδέλφῳ Οὐχ ὅτε γράφω, τότε μνημονεύω σου τῆς ἀγάπης, γνησιώτατόν μου αἷμα, ἀλλὰ καὶ πάντοτε λαμβάνων σε ἐν τῇ ἁμαρτωλῇ μου εὐχῇ οὐ διαψεύδομαι· ἐρῶ γάρ σε οὐ μόνον ὡς ἀγχιστέα, ἀλλὰ καὶ ὡς ὁμογνώμονα καὶ ὑπὲρ πάντα συγγενῆ οἰκειωμένον τῇ ταπεινώσει μου, οὐ μὴν ἀλλὰ καὶ ὡς φιλοσυνόμιλον, ὡς αὐτὸς ἀφ᾽ ἑαυτοῦ εἰκάζειν ἔχεις, ἐπειδή πως ἔσοπτρον τῆς ἀγάπης τῆς πρὸς τὸν πλησίον ἐν ἑαυτῷ ἕκαστος κέκτηται. διέστησε δὲ ἡμᾶς ὁ καιρός, ὡς οἶδας· ἀλλ᾽ ὥσπερ ἐγὼ εὔχομαί σε φυλάττεσθαι ἀσινῆ καὶ ἀμέτοχον τῆς χριστομάχου αἱρέσεως, οὕτω καὶ αὐτὸς ὑπερεύχου, φίλτατε, διασῴζεσθαί με κατὰ πάντα τὸν ἁμαρτωλὸν ἀπήμονα.
Τί δὲ ὁρᾶταί σοι τὰ κατὰ τὴν Βυζαντίδα; ἐγκαταλέλειπται σπέρμα ὀρθόδοξον ἢ πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν; στοναχίζει τις τὴν ἅλωσιν ἢ ὡς ἐπὶ Νῶε ἡ ἀναίσθητος ἀδιαφορία, οὓς ὕδωρ οὐράνιον κατέκλυσεν; ἆρα δὲ κἂν ἐκ τῶν Ναζιραίων οἱ ἑαλωκότες κλάουσιν ἢ ὡς μηδὲν πεπονθότες νήχονται τοῖς τῆς αἱρέσεως κύμασι; καί γε ὁ ἡμέτερος Μαξιμινίτης; δίδαξον, φρουρῶν τὴν παρακαταθήκην τῆς πίστεως ἄσυλον, εἰ μή τι ἄλλο, ταύτην εἰλικρινῆ τῷ θεῷ παριστῶντες.
Γρηγορίῳ κληρικῷ Χαῖρε, στρατιῶτα Χριστοῦ, γέγονας ἐξόριστος δι᾽ αὐτόν· ἐπειδὴ γὰρ ὥσπερ τις χρυσὸς ἐχωνεύθης οἱονεὶ καὶ ἐπυρώθης ταῖς μάστιξι, ταῖς φυλακαῖς, τοῖς προπηλακισμοῖς, τοῖς ἐμπτυσμοῖς, οἷστισιν ἄλλοις ἑπομένοις τοῖς προηγουμένοις (οὐδὲ γὰρ ἀπαριθμεῖν πάντα δυνατόν), εἴληφας καὶ τὸ τῆς ὑπερορίας κλέος ὥσπερ τι διάδημα. ἔχει σε ἡ νῆσος προῖκα ὀρθοδοξίας, αὐχεῖ σε ἡ ἐνεγκαμένη, περιθρυλλοῦσά σου τὸ κράτος τῆς ἀνδρείας. ὢ τοῦ θαύματος· μόνος ἐκ τοῦ κλήρου τῆς βασιλίδος, θεῖον σὺ ἀνάθημα. ποῦ δὴ τὸ πρεσβυτέριον; ποῦ δὲ τὰ ὑφειμένα τάγματα; ὢ τῆς ἀπωλείας· πάντες τοῦ καιροῦ, πάντες τῶν τῇδε, πάντες τῆς σαρκός, πάντες τῶν φόβων, ἀλλ᾽ οὐχ ὁ ἱερὸς καὶ ἱερουργὸς τοῦ Χριστοῦ Γρηγόριος· καλῶ γάρ σου καὶ τὸ ὄνομα, ὥσπερ τι θεῖον ἄκουσμα ὑπομνηματίσαι. τοῖς μεγάλοις Γρηγορίοις σὺ συναρίθμιος, φερωνύμως γρηγορήσας τὰ θεῖα καὶ ὑπὲρ θεοῦ ἀνατλὰς πόνους καὶ ἱδρῶτας, προσθείην δ᾽ ἂν καὶ αἱματεκχυσίας. χαίρετε, ἀπόστολοι Κυρίου, ὁ θεῖος ναὸς καὶ περιβόητος· ἀφ᾽ ὑμῶν γὰρ ὁ κῆρυξ τῆς ἀληθείας, ὑμεῖς τὸν γενναῖον ἄνδρα καὶ ἱερουργὸν ὑμῶν οἱ καρποφορήσαντες. χαίρετε, μάρτυρες Χριστοῦ, οἷς ἡ εὔλαλος γλῶσσα πολλαχῶς παννυχίως ἐμελῴδησεν, οὗ ἡ ἀρετὴ διαπρύσιος καὶ ἡ γνῶσις περίδοξος καὶ ἡ εὐμέλεια ἀξιέραστος.
Δεῦρό μοι, μύστα, μύησον καὐτόθι τὰ μυήσεως ἄξια, δίδαξον τοὺς ἀμαθεῖς, φώτισον τοὺς ἐνσκοτισμένους, δι᾽ οὓς ηὐδόκησεν τὴν ἐξόρισιν θεός. ἔχεις τοὺς τὸ ἀσθενές σου σαρκίον ὑπερείδοντας ἢ πάντων ἀφῃρέθης διὰ Χριστόν; πλὴν Χριστός σοι ἑστία, Χριστὸς ἐπαρωγός, Χριστὸς στεφανοδότης· ᾧ μὴ ἐλλείπῃς προσεύχεσθαι κἀμὲ σῶον καὶ ἀπήμονα διαφυλαχθῆναι τοῦ ὠρυομένου ἀεὶ δράκοντος.
Ἀνατολίῳ τέκνῳ Χαίρω, ὁσάκις δέξωμαι ὑμῶν γράμμα, τέκνα μου ἀγαπητὰ καὶ ἐπιπόθητα· ἀκούω γὰρ ὑμῶν τῆς φωνῆς καὶ ἥδομαι, βλέπω κατὰ νοῦν ὑμῶν τὸν χαρακτῆρα καὶ γάννυμαι. πότε γὰρ καὶ ἐπιλαθέσθαι ὑμῶν δυνηθείην, τῶν ἐμῶν σπλάγχνων, τῶν ἐμῶν μελῶν; περισσοτέρως δὲ χαίρω ἀκούων καὶ μανθάνων ὅτι μένετε ὁμοῦ ἀδιάσπαστοι καθὼς καὶ συνήφθητε ἐν Κυρίῳ κατὰ προσώπου μου. τοῦτο δὲ τῆς σῆς ἐπιχάριτος πρῶτον, ἠγαπημένον μου τέκνον Ἀνατόλιε, ὁ τῶν ὀφθαλμῶν μου φωτισμὸς ἐν πνεύματι, ἔπειτα καὶ σοῦ, τέκνον μου καλὸν Σαββάτιε, τοῦ ὑπὸ τοῦ ἀδελφοῦ σου διὰ Κύριον φιλοῦντος πρωτεύεσθαι, ὅπερ ἐστὶν ἀποστολικόν· καὶ γὰρ ἀνὰ δύο ἀποστέλλων ὁ Κύριος τοὺς μαθητὰς εἰς τὸ κήρυγμα τοῖν δυοῖν τὸν ἕνα ὑπέταξεν. ἐπεὶ καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται, ὥς φησιν ὁ ἀπόστολος. καὶ οὗτος ἄριστος νόμος, καὶ αὕτη ἀρίστη ζωή.
Στέργετε οὖν οὕτως, ἀγαπητοί, ἕλκοντες ἡμέραν ἐξ ἡμέρας μεθ᾽ ὑπομονῆς καὶ μακροθυμίας (ἐν ταύτῃ γὰρ ἐκομίσαντο τὰς ἐπαγγελίας οἱ ἅγιοι· ὁ γὰρ ὑπομείνας εἰς τέλος, φησίν, οὗτος σωθήσεται), ἐπιτηροῦντες μή τι παρ᾽ ἐντολὴν τὸ γινόμενον, μή τι κατὰ παρρησίαν ὀλέθριον, μή τι κατὰ ψυχικὸν νυσταγμόν· ἴστε γάρ, ἀδελφοί μου, ὅτι ἀκήρυκτος ὁ ἐν ἡμῖν πόλεμος τοῦ ἐχθροῦ, παντοίαις μηχαναῖς πάντοτε γλιχομένου ἡμᾶς πτῶσαι, ὀλέσαι, καταπιεῖν. ἀλλ᾽ οὐ δοίη αὐτῷ Κύριος δύναμιν καθ᾽ ἡμῶν, ἐάνπερ γρηγορῶμεν, ἐάνπερ νήφωμεν, ἐάνπερ ὁ ἁγνὸς αὐτοῦ φόβος καθηλοῖ τὰς σάρκας ἡμῶν καὶ κατασπᾷ ἔσθ᾽ ὅτε ἐρεθιζομένας καὶ κινουμένας· πολέμου γὰρ ταῦτα. ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, φησὶν ὁ ἀπόστολος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός, ἵνα μὴ ἃ ἂν θέλωμεν, ταῦτα ποιῶμεν, ἀλλ᾽ ἅπερ τὸ πνεῦμα. εἴη Χριστὸς βοηθὸς ἡμῶν, ἐν ᾧ νικᾶν τὸν σατανᾶν προστετάγμεθα κατά τε τὸν τῆς πράξεως λόγον καὶ τὸν τῆς πίστεως, ἐν ᾗ μάλιστα καὶ ὁ ἀγὼν τανῦν ἀκμάζων. βλέπετε, τεκνία, μὴ δειλανθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα· μαρτυρίου καιρός, πάντα ὑποίσωμεν, παρακαλῶ, ὑπὲρ Χριστοῦ, ἵνα στεφανωθῶμεν.
Προσεύχεσθε περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σῴζωμαι ἐν πᾶσιν. ἀσπάσασθε τοὺς σὺν ὑμῖν, μάλιστα τὸν ἀδελφὸν Σίμωνα, ἐὰν ἔστι σὺν ὑμῖν· οἱ μετ᾽ ἐμοῦ ἀδελφοὶ ὑμῶν πλεῖστα ἀσπάζονται. ὁ Κύριος μεθ᾽ ὑμῶν. ἀμήν.
Συμεὼν τέκνῳ Οὐχ ὅτε γράφω μνημονεύω σου μόνον, τέκνον ἠγαπημένον, ἐπεὶ οὐδὲν μέγα, ἀλλὰ σοῦ πάντοτε τὴν ἀγαθὴν μνήμην ἔχω μετὰ τοῦ συνόντος σοι τέκνου μου ἀββᾶ Ἀντωνίου, εὐχόμενος φυλάττεσθαι ἀμφοτέρους ὡς δύο κόρας ὀφθαλμῶν ἀθολώτους κατὰ πίστιν τε καὶ ἀγάπην τὴν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. περισσοτέρως δὲ ἐπαινῶν εἰμι τὴν φρόνησίν σου, τέκνον μου, ὅτι ἐμάκρυνας φυγαδεύων ἀπὸ τῆς ἐνεγκαμένης σε, παροικῶν ἐπὶ τῆς ξενίας· τί γὰρ ὠφέλησεν τῷ ἀναπαυμένῳ Δανιὴλ ἡ ἐγκάθισις; διὸ λυποῦμαι ὅτι τῷ ὄντι ἀθέσμως καὶ σκανδαλιστικῶς ἐναπέμεινεν ὁ πρῶτος ἀδελφὸς μεθ᾽ ὧν ἔχει.
Σὺ μὲν οὖν θεῖα φρονῶν καλῶς ἐξενίτευσας καὶ πορεύῃ· καί γε Κύριος καταρτίσαι ὑμᾶς εἰς πᾶν ἔργον ἀγαθόν, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον αὐτοῦ. βοηθεῖτε δὲ ὅπως οὖν δύνασθε καὶ ἀδελφοῖς ὑμῶν οὐ καλῶς καθεζομένοις εἴτε διὰ γράμματος εἴτε διὰ παρουσίας εἴς τε τὸν προειρημένον καὶ εἰς τοὺς ἐν τοῖς αὐτόθι. τοῦτο δὲ λέγω διὰ τὸν Θεωνᾶν καὶ τὸν Θεόφιλον τὸν τέκτονα· ἀκούω γὰρ τὸν μὲν πάντῃ ἀπαυθαδιάσαντα, τὸν δὲ μετὰ τῆς ἀδελφῆς καταμένοντα. εἰς μὲν τοῦτον ἐπέστειλα· καὶ διὰ τὴν ἀγάπην τοῦ θεοῦ κοπώθητε ἀπελθεῖν μέχρις αὐτοῦ καὶ ἐπιδοῦναι αὐτῷ τὴν ἐπιστολὴν καὶ ἀναγνῶναι, ἥτις καὶ ἐμφέρεται ἔνδον τῆς ἐπιστολῆς σου. καὶ ἴσως ὁ θεὸς ὁρῶν τὸν κόπον ὑμῶν εὐθετήσει τὴν ζωὴν αὐτοῦ. εἰς δὲ τὸν Θεωνᾶν ὑπεστάλην τέως γράψαι, μὴ καὶ προδότης γένηται. ἀλλὰ δέομαί σου καὶ ἐπ᾽ ἐκείνου ἢ αὐτοπροσώπως ἢ διὰ γραμμάτων μαθεῖν τὴν δύναμιν αὐτοῦ, λέγων αὐτῷ ὅτι ‛λυπεῖται σφόδρα ὁ πατὴρ ἡμῶν ἀκούσας οὐκ ἀγαθὰ περὶ σοῦ· καὶ γράψον αὐτῷ κἀγὼ δύναμαι ἵνα ἀποσωθῇ ἡ ἐπιστολή σου πρὸς αὐτὸν καὶ ἀντιγράψει σοι‚. καὶ ἴσως οὕτως ἕλκεται καὶ γράφει ἢ παντελῶς μανθάνομεν τὴν ἀποστασίαν αὐτοῦ.
Ναί, τέκνα μου, παρακαλῶ, κοπιάσατε ἐν τούτῳ· ὁ δὲ θεὸς τοῦ πατρός μου ἀναδείξει ὑμᾶς στύλους καὶ ἑδραιώματα τῆς αὐτοῦ ἐκκλησίας ἐν τῷ ὑπενεγκεῖν ὑμᾶς οὐ μόνον τὰ τῆς ἐξορίας θλιπτικά, ἀλλὰ καὶ τὰ μέχρις αἵματος ἀγωνιστικὰ ὑπὲρ τῆς ἀγάπης αὐτοῦ, προσευχομένους καὶ ὑπὲρ τῆς ἡμετέρας ταπεινώσεως ἵνα σῳζώμεθα ἐν πᾶσιν. οἱ σὺν ἐμοὶ ἀδελφοὶ ὑμῶν ἀσπάζονται ὑμᾶς πόθῳ. ἡ χάρις μεθ᾽ ὑμῶν· ἀμήν.
Θεοφίλῳ τέκνῳ Ἀδελφὲ Θεόφιλε, ὑγιαίνων ἔσῃ· τί τοῦτο, ὃ ἀκήκοα περὶ σοῦ, τοῦ ἀγαπητοῦ μου υἱοῦ, τοῦ πιστοῦ μου τέκνου, τοῦ ὑπὲρ τοὺς πολλοὺς τῶν ἀδελφῶν εὐλαβεστέρου, τοῦ προκειμένου τοῖς τέκτοσι πᾶσιν ἐξ ἀρχῆς εἰς ὑπόδειγμα καλόν, τοῦ θερμοτέρου τῶν ἄλλων εἰς ἀπολογίαν εὐσεβῆ καὶ ζῆλον θεοῦ διάπυρον (καὶ τί δὴ πολλὰ λέγω;), τοῦ ὀφείλοντος εἶναι καὶ κατὰ τὸ ὄνομα φῶς τῶν ἐν βίῳ καὶ ἅλας τῶν μεμωραμμένων; σὺ συνοικεῖν εἵλω μετὰ τῆς κοσμικῆς ἀδελφῆς; σὺ εἰς χωρίον κοσμικὸν ἀναστρέφῃ; σὺ κατὰ ὀνειδισμὸν τοῦ εὐαγγελικοῦ σχήματος ποδοβολεῖς; σὺ κατὰ τῶν θείων νομοθεσιῶν παρανομεῖς; σὺ κατὰ τῆς ἐπαινουμένης ἡμῶν ἀδελφότητος ἐνασχημονεῖς; ἄλλων ἀδελφῶν σου τῶν μὲν φρουρουμένων κατὰ μόνας, τῶν δὲ δαρέντων καὶ ἐξορισθέντων, τῶν δὲ ὧδέ τε κἀκεῖσε ἐν ἐρημίαις καὶ ὄρεσι καὶ ἀποκρύφοις τόποις ἐναυλιζομένων καὶ ὅπως ἁπλῶς ἑκάστῳ ἤνοιξεν θύραν ὁ ἀγαθὸς θεός, σὺ μόνος κατὰ θεοῦ τοῦ σώσαντός σε καὶ καλέσαντος καθέζῃ; ὢ φρίκης τῆς ταπεινῆς μου ψυχῆς, ὢ καταφρονήσεως κριτηρίου θεοῦ. οὐ φέρω, Κύριέ μου, Κύριε, οὐ καρτερῶ τὰ ἐντός· καίομαι, φλεγόμενος τὰ σπλάγχνα.
ἀντὶ φωτὸς ὁ υἱός μου γέγονε σκότος, ἀντὶ δόξης ἀτιμία, ἀντὶ εὐφημίας βλασφημία, ἀντὶ ὠφελείας σκάνδαλον· ἄκουε, ἀδελφέ, τοῦ Κυρίου λέγοντος περὶ σοῦ, συνήφερεν αὐτῷ ἵνα μύλος ὀνικὸς ἐκρεμάσθη περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἐρρίφη εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν ἀδελφῶν αὐτοῦ· σὺ δέ, σκανδαλίζων πάντας, πομπεύεις. οἴμοι, τῷ ἀθλίῳ, πῶς οὐκ αἰσθάνῃ, ἀδελφέ; ἐλέησόν με, τέκνον μου, ἡνίκα δέξῃ τὴν ἐπιστολὴν παρὰ τῶν ἀδελφῶν σου, ἀποπήδησον, ἀναχώρησον ἐκ τῆς κατάρας τοῦ Κυρίου, ἐκ τοῦ αἰωνίου οὐαί· σύμμιξον σεαυτὸν ἀδελφῷ σου, ἵνα διαλλαγῇ Χριστὸς ἐπὶ σοί, ὅπως παύσῃς τὸ ἄλγος μου τοῦ ἁμαρτωλοῦ, ἵνα καταλύσῃς τὸ σκάνδαλον τοῦ σατανᾶ, ᾧτινι ἐφιλιώθης. μὴ παρακούσῃς θεοῦ· πῦρ γὰρ ὁ θεὸς ἡμῶν καταναλίσκον. ἐπεὶ αὕτη ἡ φωνή σοι, ἣν ὁ Μέγας Βασίλειος πρός τινα ὁμοίως σοι συνοικοῦντα γυναικὶ εἴρηκεν· ἀνάθεμα ἔσῃ παντὶ τῷ λαῷ, καὶ οἱ δεχόμενοί σε ἐκκήρυκτοι ἔσονται. ὅπερ ἀπείη ἐν σοί, τέκνον μου Θεόφιλε, καὶ λέγειν καὶ ἐννοεῖν.
Πασαρίωνι τέκνῳ Μαθὼν ὅτι ἀπέστης ἐξ οὗ ἦς ἕως τοῦ παρόντος τόπου καὶ κατῆλθες πρὸς τὸν οἰκονόμον, τέκνον, ζητῶν τὸ καλῶς πορεύεσθαι, ἐδόξασα τὸν ἀγαθόν μου θεόν, ἀποβαλὼν τὸ λυπηρόν· καὶ γὰρ οὐ μικρὸν ἐλυπούμην ὅτι ἐνέμεινες παρὰ τὴν ἐντολὴν ἐκεῖσε, μὴ συνελθὼν ἐν καιρῷ τοῦ διωγμοῦ καὶ τῆς περιστάσεως ἡμῶν ἕνεκεν τῆς ἀληθινῆς ἡμῶν λατρείας, καίπερ ὢν ἐκ τῶν κεφαλῶν καὶ δυναμένων βοηθεῖν ἔργῳ καὶ λόγῳ. ἀλλ᾽ ὅμως ἐγένετο καὶ ὁ θεὸς συγχωρήσοι σοι.
Νῦν οὖν, τέκνον μου ἀγαπητόν, περιπάτησον εὐαγῶς, ἀνοικοδομῶν τὴν βραδυτῆτά σου εἰς τὴν τῶν ἀδελφῶν σου καὶ ἑτέρων ὠφέλειαν, μέχρι θανάτου ἐγκαρτερῶν καὶ μὴ προδιδοὺς τὸν Χριστόν. μόνος μὴ εἶ, ἀλλὰ μεθ᾽ ἑνὸς ἢ καὶ πρός, μετ᾽ ἐκείνου δὲ πάντως τοῦ αἱρουμένου, εἴ τις ἂν εἴη· ὁριστικῶς γὰρ οὐχ οἷόν τε ἐπιτρέψαι με.
Μνημονεύων μοι μὴ διαλείποις· ἀσπάζονταί σε οἱ ἀδελφοί σου.
Λαυρεντίῳ τέκνῳ Τίς ἐστιν ἡ τοσαύτη χάρις σοι, τέκνον, ἵνα ἐκκαλεῖταί με ὁ οἰκονόμος ὑπὲρ αὐτοῦ εὐχαριστίας σοι προσφέρειν; ὅλως οὐχ ὑπὲρ ἐκείνου μόνον, ἀλλὰ καὶ ὑπὲρ ἐμαυτοῦ καὶ γράφω καὶ ἐπαινῶ καὶ εὔχομαί σοι, ὅτι ὡς ἀληθῶς πιστὸς υἱὸς εἶ, φιλοπάτωρ, φιλάδελφος, δεικνύων αὐτοῖς ἔργοις. τίς γὰρ πρῶτόν σου ἐπεσκέψατό με τὸν ἁμαρτωλὸν ἐνταῦθα; τίς δὲ τὸν οἰκονόμον ἢ ἐθεώρησεν ἢ ἐπέδωκεν διάθεσιν ἀγάπης ἔμπρακτον; καὶ γάρ ἐστι πρῶτος ἀδελφός, καὶ ὁ ἐκείνῳ ποιῶν τι ἐμοὶ ποιεῖ· οὐχ ὅτι καὶ αὐτοὶ πάντες οὐκ ἐστὲ σπλάγχνα μου (ἐστὲ γάρ), ἀλλ᾽ ὅτι ἐκεῖνος τιμιώτερος, τὸ πρόσωπον τῆς ταπεινώσεώς μου φέρων κατὰ τὸ δίκαιον.
Εὐλογημένος εἶ, υἱέ μου ποθητέ, καὶ εὐλογημένη ἡ ὑποταγὴ καὶ ὑπακοή σου. προσεύχου περὶ ἐμοῦ τοῦ ταπεινοῦ ἵνα σῴζωμαι ἐν πᾶσιν. ἐξ ἐμοῦ προσαγόρευσον τὸν ἀδελφόν μου καὶ ἀγαπητὸν υἱὸν Διονύσιον καί, εἴ τις ἔστιν ἄλλος φυλάττων μυστήριον τῶν τέκνων μου, κἀκεῖνον ἄσπασαι. παρακαλῶ δέ, τὸν Ἀρκάδιον, ἐὰν οὐ συμπίῃ ὅπου ἐστί, παράλαβε αὐτὸν ὡς ἀπ᾽ ἐμοῦ καὶ περίσωσον αὐτόν. μισθὸν ἔχεις.
Ἀθανασίῳ ἡγουμένῳ Καὶ αὕτη σου ἡ ἐπιστολὴ θεοχάρακτος, εὐφράνασα μὲν ἡμᾶς τοὺς ταπεινοὺς ἐπὶ τῇ ὑγιείᾳ καὶ εὐανδρίᾳ σου, λυπήσασα δὲ ἐπὶ τοῖς ἐπαίνοις καὶ ἐγκωμίοις, οἷς κατασεμνύνεις ἡμᾶς τοὺς ἀσέμνους καὶ ἀτημελεῖς καὶ μηδ᾽ ὁτιοῦν πεποιηκότας ἀγαθὸν ἐπὶ γῆς· λέγουσι μὲν γὰρ τοῦτο ἐκ ταπεινώσεως οἱ ἅγιοι, ἐγὼ δὲ ὁ ἁμαρτωλὸς ἐξ ἀληθείας. ἀλλ᾽ ἡ φιλία τῆς πατρικῆς σου ἁγιωσύνης τὰ οὐκ ὄντα προσάπτει ἡμῖν, ἵνα πάντως βελτίους ποιήσῃ, ἐπειδὴ πολλάκις καὶ ἔπαινος ὀνίνησι.
Χάρις οὖν τῷ ἁγίῳ θεῷ ὅτι εὐψύχως φέρεις τὰ δεσμὰ καὶ τὴν φρουράν, γενναῖε Χριστοῦ στρατιῶτα. τὰς γὰρ θείας προθυμίας καὶ ἀγάπας σου οἱονεὶ πυροβολεῖς διὰ τῶν τιμίων λόγων σου καὶ τὸ κάλλιστον, ὅτι μετὰ γνώσεως καὶ ἀνηγμένης θεωρίας, ἥν σοι παρέσχεν ἡ ἐκ μέσου ἀποπήδησις καὶ ἐφ᾽ ὕψους ἀναδρομὴ τῆς Χριστοῦ ὁμολογίας· ἐν ᾗ καὶ περιφυλαχθείης τέλεον, φρυκτωρῶν ὡς ἑῷος ἀστὴρ τοῖς ἐν νυκτομαχίᾳ τῆς αἱρέσεως, τάχα δὲ καὶ ὡς στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας, ὑποστηρίζων τοὺς χαύνους καὶ ὀκλάζοντας. ἀλλὰ μὴν καὶ ὡς βραχίων ὑψηλὸς χεῖρα ὀρέγοι τοὺς ὑποπεπτωκότας καὶ ὀλισθήσαντας. καὶ τοῦτο ἐδήλωσεν ἡμῖν τὸ πρὸς τὸν Φωτεινουδίου γραμματεῖον· εὖ ἔπραξας, εἴπερ καὶ ἀνύσειέν τι· τέως δ᾽ οὖν αὐτὸς τὸ δέον ἐπλήρωσας. σκεπτέον δὲ τὸ ἐγχείρημα μήπως πρὸς τὸ μηδὲν ὀνῆσαι ἔτι καὶ βλάβης αἴτιον εἴη, ἐκφερομυθοῦντος τὸ γράμμα τοῦ δεχομένου κἀντεῦθεν ἀνατρεχούσης ταραχῆς ἐπὶ πάντας τοὺς ὁμολογητὰς Χριστοῦ· πάντα οὖν δοκιμάζοντες, φησὶν ὁ ἀπόστολος, τὸ καλὸν κατέχετε.
Μὴ ἐπιλάθῃ τοιγαροῦν τῆς ταπεινώσεώς μου, ἠγαπημένε καὶ τοῦ πολυάθλου συνώνυμε, ἀδιαλείπτως προσεύχεσθαι ὅπως ῥυσθείην ἐκ τῶν παγίδων τοῦ διαβόλου καὶ κατὰ τὸν ἔνδον καὶ ἔξωθεν ἄνθρωπον.
Ἡγουμένῳ Πανάγρου Ἡ ἀγάπη οὐκ ἀνεκτὸν πρᾶγμα· οὔτε γὰρ τόπῳ περιώρισται οὔτε χρόνῳ πειρασμοῦ ἀποσβέννυται, οἷα τῶν ἐπιπολαίως καὶ σαρκικῶς φιλεῖν εἰωθότων, οἵ, ὁπηνίκα περιφορά τις εἴη δυσχερείας, πόρρωθεν καὶ ἐξ ἐναντίας γίνονται τῶν φιλουμένων. οὔκουν τοιοῦτοι ἡμεῖς οἱ ταπεινοί, εἰ καὶ τὰ ἄλλα στεναγμοῦ ἄξιοι διὰ τὰς ἁμαρτίας, ἀλλὰ καὶ μᾶλλον ἐν τοῖς πειρασμοῖς ἐπιτείνειν εἰθίσμεθα τὸ τῆς ἀγάπης φίλτρον· οὗ χάριν τοσούτῳ μήκει διῳκισμένοι οὐκ ἠνέγκαμεν, καὶ ταῦτα ἐν φρουρᾷ ὄντες, μὴ τὸ καθῆκον τῆς ἀγάπης πληρῶσαι καὶ γράμμασιν ἐπισκέψασθαι τὴν ὁσιότητα ὑμῶν, ὦ πατέρες τίμιοι. μεμαθήκαμεν γὰρ ἐγκαταλιπεῖν ὑμᾶς τὸ μοναστήριον καὶ ἐν ὄρει προσυποκρυβῆναι πειθαρχίᾳ τῆς κελευούσης ἐντολῆς διὰ τοὺς χριστομάχους διώκτας. καί γε μακάριοι ὑμεῖς, πάντα δεύτερα ἡγησάμενοι διὰ Χριστὸν καί, ἀποστολικῶς εἰπεῖν, ἐν ὄρεσι πλανώμενοι καὶ σπηλαίοις καὶ τῖς ὀπαῖς τῆς γῆς.
Ἀλλ᾽ εἰ καὶ θλιβερὰ ἡ τοιαύτη ζωὴ τῇ σαρκί, ὅμως, ἀδελφοί, ὅτι πρόξενός ἐστι τῆς αἰωνίου ζωῆς ἐφάμιλλός τε τῆς τῶν ἁγίων πολιτείας· τίς γὰρ τῶν ἀπ᾽ αἰῶνος ἄτερ πειρασμοῦ εὐηρεστηκέναι θεῷ πεφανέρωται; μαρτυρεῖ δὲ καὶ ὁ ἀπόστολος λέγων, καὶ πάντες οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται, πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. οἷοί εἰσιν οἱ νῦν αἱρετίζοντες καὶ τὸν Χριστὸν διὰ τῆς ἁγίας αὐτοῦ εἰκόνος σὺν τῆς αὐτοῦ ἁγίας μητρὸς καὶ πάντων ὁμοῦ τῶν ἁγίων διώκοντες καὶ ἐξουδενώσει ἐξουδενοῦντες ἐν πάσαις πόλεσι καὶ χώραις, αὕτη γὰρ εἰκόνος φύσις, μίμημα εἶναι τοῦ ἀρχετύπου καὶ οὗ λέγεται, φησὶν ὁ Θεολόγος Γρηγόριος· καὶ αὖθις ὁ Μέγας Βασίλειος, ἡ γὰρ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει. καὶ οὔπω καιρὸς μακρηγορεῖν διὰ τὸ καὶ τὴν ὑμετέραν ἐμμέλειαν ἱκανῶς πεπειρᾶσθαι τὰ τῆς ἀληθείας καὶ τὸ τῆς ἐπιστολῆς μέτρον ὑπερβεβηκέναι.
Παρακαλῶ οὖν ὑμᾶς, πατέρες ἅγιοι, κατέχειν τὴν ὁμολογίαν τῆς πίστεως ἀκλινῆ μέχρι τέλους μηδ᾽ ὅλως τι ὑποχαυνῶσαι ἐκ τῆς ὑποσκελίσεως τῶν φρεναπατηθέντων ψευδαδέλφων· ἠπάτηνται γὰρ λίαν, κοινωνήσαντες κατὰ τοῦ Χριστοῦ. ἀλλ᾽ εὔχεσθε καὶ ἡμᾶς τοὺς ἁμαρτωλοὺς τελειῶσαι τὸν προκείμενον ἡμῖν ἀγῶνα ἐν Χριστῷ, τῷ περιζωννύντι καὶ τοὺς ἀσθενεῖς δύναμιν.
Παρθενίῳ τέκνῳ Ὦ καλὲ Παρθένιε, θεοῦ στρατιῶτα, ἐμὸν γνήσιον τέκνον, καὶ σὺ ἐν ἀθληταῖς Χριστοῦ; καὶ σὺ ὑπέρμαχος ὀρθοδοξίας, μικρὸς ἐν ἡλικίᾳ καὶ μέγας ἐν εὐψυχίᾳ; δεῦρο φράσον μοι, υἱέ μου ποθητέ, πῶς προείλου παθεῖν ὑπὲρ Χριστοῦ; πῶς ἤνεγκας μαστιχθῆναι σὺν τοῖς πολυχρονίοις, ὁ νεανίσκος Χριστοῦ, ὁ ἴουλος τὴν ὄψιν, ὁ ἀρνιὸς ὁ λογικός; δόξα τῷ δυναμώσαντί σε θεῷ, αἶνος τῷ ἐκλεξαμένῳ σε Χριστῷ ἕνα τῆς δεκαδικῆς σου ἀδελφότητος ἀστέρα εὐσεβείας διαδειχθῆναι. διηγωνίζου πρὸ πράγματος, ὡς ἤκουσταί μοι, καὶ ἔφθασας μακαρισθῆναι ὑπὸ τῶν ἀκουσάντων σε καὶ μὴ ἀκηκοότων. ὑπὸ πρῶτόν σε ἐνέταξα καὶ τῶν πρώτων πρώτιστος ἐν ἀρετῇ ἐγένου.
Υἱέ μου, χαῖρε, αἴνει τὸν θεὸν τὸν μεγαλύναντά σε, μεγαλυνεῖ σε δὲ ἔτι μάλα, ἐὰν τελειώσῃς σου τὸν ἀγῶνα. διὸ ἐρωτῶ καὶ παρακαλῶ σε, στῆθι, κραταιοῦ ἐν ὑπομονῇ, μεμνημένος σου τῶν καλῶς διηνυσμένων ἀγώνων, ἔτι μικρὸν ὅσον ὅσον ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ. οἵαν χαρὰν μέλλεις κτᾶσθαι ἐν καιρῷ ἀναλύσεως τοῦ σώματος ἢ καὶ πρὸ τῆς διαζεύξεως. τέκνον, πρόσεχε σεαυτῷ, ὅτι καὶ ἔνδον ἀεὶ ὁ τύραννος διάβολος ἐρεθίζων ἐστὶ διὰ τῶν παθῶν. ἄθλησον καὶ κατὰ συνείδησιν, μὴ ὑποσκελιζόμενος τῇ ἁμαρτίᾳ· νῆφε γρηγόρως καθ᾽ ἡμέραν καὶ ὡς τελευταίαν τοῦ βίου σου τὴν φθάσασαν πάντοτε ὑποτίθεσο, ἵνα οὕτως ἐν φόβῳ καὶ τρόμῳ εὐαρεστήσῃς θεῷ, τὸ μὲν ἐργαζόμενος ταῖς χερσί, τὸ δὲ ψαλμολογῶν, τὸ δὲ προσευχόμενος, εἴ τι ἄλλο εἰς παραβίβασιν τῆς ἡμέρας.
Ναί, τέκνον μου, πλήρωσόν μου τὴν χαράν, ἵνα ἀκούων τὰ περὶ σοῦ χαίρω καὶ ἐγκαυχῶμαι. προσεύχου δὲ καὶ περὶ ἐμοῦ, τοῦ ταπεινοῦ πατρός σου. οἱ σὺν ἐμοὶ ἀδελφοί σου ἀσπάζονταί σε.
Ἡγησίμῳ τέκνῳ Εὖγε, τέκνον Ἡγήσιμε, ἡγοῦμαί σε ὁμολογητὴν Χριστοῦ· ἡγήθης γὰρ καλῶς εἰσελθεῖν εἰς τὸ στάδιον σὺν τοῖς ἀδελφοῖς σου τῆς σωτηρίας. ἐξεδύθης σὺν Χριστῷ, ἐμαστιγώθης σὺν αὐτῷ, σύμμορφος ἐγένου τῷ σώματι τῆς δόξης αὐτοῦ. οὐ χαίρεις; οὐ σκιρτᾷς; πόσοι τῷ πλήθει οἱ ἀδελφοί σου, καὶ ὅμως σὺ κατηξιώθης σὺν τοῖς ἐννέα ἀθλοφορῆσαι. πόθεν σοι τοῦτο, ὦ τέκνον; δόξασον, ὕμνησον, αἴνεσον τὸν δωρεάν σε μεγαλύναντα Κύριον. μὴ μέντοι ἀναπέσῃς, ἀλλὰ καρδιώθητι ἔτι εἰς τὴν ἀγάπην Χριστοῦ, προθύμως καὶ θερμῶς δουλεύων αὐτῷ διὰ πάσης ἐντολῆς· ἔτι γὰρ ἐνέστηκε τὸ μαρτύριον, ἕως ἂν ὁ θάνατος παρῇ. μὴ ἀπονυστάξῃς κατὰ ψυχήν· ἐργάζου ταῖς χερσί, ψάλλε τῷ πνεύματι, ψάλλε καὶ τῷ νοΐ. κάθαιρε τὸν νοῦν ἀπὸ τῶν κοινούντων τὴν καρδίαν λογισμῶν πονηρῶν. χαῖρε τῇ ἐλπίδι, ὑπόμενε τῇ θλίψει, μνημόνευε τὴν ἔξοδον, μιμνήσκου τῆς ἡμέρας τῆς φοβερᾶς τῆς ἀνταποδόσεως. προθυμοῦ, ἂν δέῃ, καὶ πάλιν μαστιγωθῆναι, τυχὸν καὶ θανεῖν, διὰ Χριστόν, ὅπως εἴη σοι λέγειν ἐν χαρᾷ ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.
Προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σῴζωμαι ἐν πᾶσιν· προσαγορεύουσίν σε οἱ σὺν ἐμοὶ ἀδελφοί σου. ἡ χάρις μετὰ σοῦ· ἀμήν.
Στεφάνῳ τέκνῳ Χάρις σοι, ἀδελφὲ Στέφανε, τέκνον μου ἠγαπημένον, ἀθλητὰ Χριστοῦ· ἐπισκέπτομαί σε διὰ τοῦ γράμματος, ἀσπάζομαί σε ἀπὸ καρδίας. καλή σου ἡ διὰ Χριστὸν ἄθλησις καὶ ἐξορία· εἵλου ἐνεγκεῖν πληγάς, ἵνα σύμμορφος γένῃ τοῖς παθήμασι Χριστοῦ, φερωνύμως στεφανωθεὶς τῷ μαρτυρίῳ Χριστοῦ. χαῖρε καὶ εὐφραίνου, ὅτι πολύς σου ὁ μισθὸς ἐν τοῖς οὐρανοῖς. ἀλλ᾽ ἐπειδὴ ἀκμὴν ὁ ἀγὼν ἐνέστηκεν, χρεία ὑπομονῆς, ἵνα οὕτως μέχρι τέλους κομίσῃ τὴν ἐπαγγελίαν τοῦ θεοῦ, ἑτοιμάζου τυχὸν καὶ αὖθις μαστιγωθῆναι, οὐ μὴν ἀλλὰ καὶ ἀποθανεῖν μαρτυρικῶς. καὶ τίς ἄξιος τοῦτο ὑπομεῖναι; ἐγὼ οἶδά σου τοὺς ἐν τῷ μοναστηρίῳ ἀγῶνας, τοὺς ἀσκητικούς τε καὶ φιλομαρτυρικούς, τὸ πρόθυμον καὶ ζέον τῆς καρδίας, ἐξ ὧν καὶ ὑπήχθης εἰσελθεῖν εἰς τὸ στάδιον τῆς μαρτυρίας Χριστοῦ. ἔτι ἀρίστευσον, ἔτι ἀνδραγάθησον δι᾽ ὑπομονῆς, ἵνα χορεύσῃς σὺν ὁμολογηταῖς, σὺν μάρτυσιν. περὶ τῆς φυλακῆς τῆς ψυχῆς σου περισσόν μοί ἐστι τὸ γράφειν σοι, εἰδὼς τὴν ἀκρίβειάν σου, τὸ ἀπαρρησίαστον, τὸ νηφάλεον, τὸ διεγερτικόν. ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ διαλαλῆται, μνημόνευε τῆς ἡμέρας τοῦ θανάτου καὶ ἀνολίγωρος ἔσῃ πάντοτε.
Εὔχου καὶ ὑπερεύχου τῆς ταπεινώσεώς μου ἵνα σῴζωμαι ἐν πᾶσιν· οἱ σὺν ἐμοὶ ἀδελφοί σου ἀσπάζονταί σε πλεῖστα. ἡ χάρις μετὰ σοῦ· ἀμήν.
Ἐφραὶμ τέκνῳ Χαῖρε, τέκνον Ἐφραίμ, ὁ καλὸς στρατιώτης Χριστοῦ· πῶς ἔχεις; πῶς ἡ ἐξορία; πῶς ἡ ὑπομονή; εὐχαριστεῖς τῷ θεῷ ὅτι ἠξίωσαι διὰ τὸ ὄνομα αὐτοῦ παθεῖν ἅπερ πέπονθας; δοξάζεις αὐτὸν καὶ αἰνεῖς ὅτι ἐκ πάσης τῆς ἀδελφότητος εἷς τῶν δέκα ἐγένου, δευτερεύων ἐν τῷ δέρεσθαι καὶ πρωτεύων ἐν τῷ σχήματι; ὑμνεῖς αὐτὸν καὶ στέργεις ὅτι εἶδες τὸ αἷμά σου χυθὲν ἐπὶ τὴν γῆν καὶ τὰς σάρκας σου ἐξεσμένας διὰ τὴν ἁγίαν εἰκόνα Χριστοῦ; χάρις Κυρίῳ, ἀδελφέ μου, τῷ καλέσαντί σε εἰς τὴν ὁμολογίαν αὐτοῦ σὺν τοῖς λοιποῖς· ἔλαμψες ἐν τοῖς ἀδελφοῖς σου, μᾶλλον δὲ ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ. βλέπε οὖν τὴν κλῆσίν σου, βλέπε τὴν δόξαν σου, ποῦ ἦς κάτω καὶ ποῦ σε ὕψωσε Χριστός· ἀναλόγισαι γὰρ σαυτὸν καὶ τὰ σαυτοῦ καὶ δὸς δόξαν τῷ ἀγαθῷ θεῷ, ὅτι οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ.
Στῆθι οὖν ἔτι, τέκνον μου, ὑποφέρων τὸν κόπον τῶν ἔνδον λογισμῶν· μέγας γὰρ οὗτος ὁ πόλεμος καὶ ἀκατάληκτος μέχρι τέλους ζωῆς. ὡς ἠρίστευσας ἔξωθεν ἐνεγκὼν τὰς πληγὰς καὶ φυλακάς, ἀρίστευσον καὶ πρὸς τοὺς ἀοράτως πολεμοῦντας, τοὺς πικροτέρους τῶν σωματικῶν τυράννων, ἵνα κομίσῃ τὸν μισθὸν τῆς στεφανώσεώς σου. ἔτι ἀγὼν κεῖται, μὴ ἀτονήσῃς ὅσα ἂν καὶ παραχωρῇ θεὸς ἢ εὐδοκῇ ἐπαχθῆναι, μὴ παραπεισθῇς ὑπό τινος μέχρις ἀγγέλου ἕτερόν τι φρονῆσαι ἢ ὃ παρελάβετε ἐκ θεοῦ, προσκυνεῖν τὰς τῶν ἁγίων εἰκόνας σὺν Χριστοῦ καὶ τῆς παναγίας Θεοτόκου· καὶ ἡ εἰρήνη τοῦ θεοῦ βραβευέτω τὴν καρδίαν σου ἐν πάσῃ ὑπομονῇ καὶ παρακλήσει.
Προσεύχου περὶ ἐμοῦ τοῦ ταπεινοῦ ἵνα περισῴζωμαι· οἱ μετ᾽ ἐμοῦ ἀδελφοὶ προσαγορεύουσίν σε. ἡ χάρις μετὰ σοῦ· ἀμήν.
Θεοφυλάκτῳ Νικομηδείας Διετίαν ἄγω μεριμνῶν καὶ κάμνων τοῖς λογισμοῖς εἰς τὸ ἐπιστεῖλαί με τῇ ἱερᾷ σου κορυφῇ καὶ μόλις μέχρι τοῦ νῦν ἐξεπλήρωσά μου ὁ ταπεινὸς τὸν πόθον. ἀλλ᾽ εὖγε ὅτι ἀξιοῦμαι διὰ τοῦ γράμματος ἀσπάσασθαί σε, τὸν ἐμὸν πατέρα, τὸν στῦλον τῆς ἀληθείας, τὸ ἑδραίωμα τῆς ὀρθοδοξίας, τὸν φύλακα τῆς εὐσεβείας, τὸ στήριγμα τῆς ἐκκλησίας, τὸν νικηφόρον ἄνδρα, τὸν χριστοφόρον ἀρχιερέα, τὸν ὁμολογίᾳ θεοῦ μάρτυρα· μὴ γὰρ οὐ μαρτυρίου στέφανός σοι ὅτι διὰ Χριστὸν ἐξόριστος, ἄποικος, πολύτλας, καὶ ταῦτα ἐν ἁπαλῷ τῷ σώματι ὅσον ἐκ φύσεως, προτετρυχωμένῳ δὲ ἐξ ἀσκητικῆς οἶδ᾽ ὅτι θεοδρομίας; αὐχεῖ ἐν σοὶ τῶν ὀρθοφρόνων ὁ χορός, ὁ τῆς Νικομηδείας χῶρος χαίρει καὶ εὐδοξεῖ, προῖκα προβαλλόμενός σε τῇ ὑπ᾽ οὐρανόν, ἀποσεισάμενος τὰ πάλαι θρυλλούμενα ἐκ τῶν ἐκεῖσε προεδρευσάντων ὀνείδη. εἰ δέ τι οἰκειότερον δεῖ φάναι, θυμηδιᾷ Ταράσιος ὁ ἐν ἁγίοις, ἐκ τῆς αὐτοῦ αὐλῆς καὶ χειρὸς πρόβατον πρίν, ἔπειτα ποιμένα περιβόητον ὁρῶν τανῦν ἀγωνιζόμενον καὶ προκινδυνεύοντα ὑπὲρ ὀρθοδοξίας, ᾗ συνεισήνεγκεν τὰ παρ᾽ ἑαυτοῦ συνοδικῶς χάριτι θεοῦ ἐν ἡμέραις βασιλείας εἰρηνωνύμου καὶ εἰρηνοδώρου, ὡς συνδραμεῖν φερωνύμως τοῖς ὀνόμασι τὰ πράγματα.
Ἀλλ᾽ ἐκεῖνα μὲν τοιαῦτα· τὰ δὲ νῦν πικρά τε καὶ ἐπώδυνα (πῶς γὰρ οὔ;), θυσιαστηρίων ἀφανιζομένων, ἐκκλησιῶν πορθουμένων, ἄνω καὶ κάτω κυκώσης τῆς αἱρέσεως καὶ Χριστὸν διωκούσης σὺν μητρὶ καὶ θεράπουσιν. ἢ γὰρ οὐχ οὗτοι δεδιωγμένοι, τῶν ἁγίων εἰκόνων αὐτῶν πορθουμένων; εἰ μὴ ἄρα καὶ τοῦ τύπου τοῦ ζωοποιοῦ ξύλου ἀφανιζομένου λέγοι τις τὸν σταυρὸν μὴ ἐκποδὼν γενέσθαι· εἰ δὲ ἐπὶ τοῦδε οὐχ οὕτως δοτέον, πῶς οὐχὶ καὶ ἐπὶ τῆς εἰκόνος συγκαταθετέον; εἰκὼν γὰρ καὶ ὁ τύπος, ὡς ἀνάπαλιν ἀντιστρέφει ὁ λόγος.
Ἀλλὰ τίς εἰμι ἐγὼ ὁ τάλας καὶ ἀμύητος θείῳ πατρί τε καὶ διδασκάλῳ αἰτιολογῶν ταῦτα; σὺ ἡμᾶς διδάσκοις, ὦ ἱερώτατε, τὰ τελεώτερα ὡς θεομύητος καὶ ἔργῳ παιδεύοις φέρειν καρτερῶς τὴν νῦν εἴτε παιδείαν εἴτε δοκιμασίαν, τὸ πρῶτον ἐφ᾽ ἡμῖν διὰ τὰς ἁμαρτίας, τὸ δεύτερον ἐπὶ σοὶ διὰ τὴν θείαν ἀγάπην Χριστοῦ· ᾧ λιτανεύειν μὴ ἐλλείποις ἐκτρέψαι τὴν τῆς ἀσεβείας σκιὰν εἰς πρωΐαν εἰρηνικῆς ὀρθοδοξίας τάχιστα.
Ἐπιφανίῳ ἡγουμένῳ Εὐκαιρίας Παρὰ τὸ διδαχθῆναί με μεθορισθῆναί σου τὴν ἁγιωσύνην τῆς διὰ Κύριον φυλακῆς, ἐν ᾗ τανῦν κατέχῃ, οὐκ ἐξεγένετό μοι μέχρι τοῦ δεῦρο ἐπιστεῖλαι, καίπερ ἔχων πόθον· ἐπεὶ δὲ ἔμαθον ἀσφαλῶς ὅτι νικαΐζεις καὶ τόπῳ καὶ τρόπῳ, σὺν τάχει καὶ πόθῳ μοι τὸ γράμμα. δι᾽ οὗ καὶ φιλῶ σε τὴν ἱερὰν κεφαλὴν καὶ ἀσπάζομαι καὶ χαίρω καὶ συγχαίρω· πῶς γὰρ οὐ χαρᾶς τὰ καθ᾽ ἡμᾶς, ὅτι διὰ τὴν χαράν, ἣν ἐγέννησεν ἡ Θεοτόκος, ἐν ἐξορίαις καὶ φυλακαῖς εἷς ἕκαστος ἡμῶν; συναριθμεῖν γὰρ τολμῶ ἑαυτὸν ὁ ἀνάξιος τοῖς ὁμολογηταῖς Χριστοῦ, ὑπὲρ οὗ καὶ δι᾽ ὃν κακοπαθεῖν ἠξιώμεθα. εὐφροσύνης τὰ ἡμέτερα, ὦ ἄνερ, ἐπιθυμιῶν, θυμηδίας, αὐχήσεως· οὐκ ἀκούεις Παύλου φάσκοντος, νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία; ὑπὲρ ταύτης καὶ νῦν τὰ παθήματα, ὁ θλιμμός, ἡ στενοχωρία, ὁ διωγμός, ὁ δαρμός, ὁτιοῦν ἄλλο, εἰς ἔνδειξιν μὲν ἀπωλείας τοῖς ἰουδαΐζουσιν, εἰς ἀμοιβὴν δὲ σωτηρίας τοῖς σὺν σοὶ ὑπομένουσι τὰ τοῦ Χριστοῦ στίγματα.
Ἀλλὰ ταῦτα μὲν οὕτως. πῶς δὲ καὶ οἵα ἡ φρουρὰ καὶ ὁ φρούραρχος; εἰ ἆρά εἰσί τινες εὐσεβοῦντες κἂν νικοδήμως ἐν τοῖς στρατιομονάχοις καὶ λαΐζουσιν ἢ πάντες ἐκκεκλικότες ἠχρείωνται; πῶς δέ σοι τὰ τῆς θεωρίας ἔχει; ἐπειδὴ καθαρὸς ὢν εἰλικρινεῖς τὰς ἐμφάσεις πρὸς θεὸν δέχῃ, κάμπτεται Χριστὸς λιτανιζόμενος πρὸς τὸ ἐπιτιμῆσαι τῇ αἱρετικῇ πολυκυμίᾳ ἢ ἔτι εἰς τὸ δοκιμάσαι, ὧν μὲν τὸν πρὸς αὐτὸν πόθον, ὧν δὲ κενῶσαι τὴν ὅλην κακίαν εἰς τὸ καὶ κολάσαι ἐνδίκως, ἀναβάλλεται τὴν ἐπιτίμησιν;
Δίδαξον ἕκαστα καὶ στηρίζοις με εὐχαῖς ὅτι μάλιστα, ἀσαλεύτως ταῖς ἔνδοθεν τῶν παθῶν καὶ ἔξωθεν πειρασμῶν προσβολαῖς διαμένειν, τὸν σόν, εἰ καὶ ἁμαρτωλόν, ἀλλ᾽ ὅμως ἐραστὴν καὶ ἐπαινέτην.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.