Ἔργον
Θεόδωρος ὁ Στουδίτης – Ἐπιστολαί
Επιστολές προς τους φυλακισμένους αδελφούς και μάρτυρες
Αλληλογραφία με τους φυλακισμένους και διωκόμενους αδελφούς, εγκωμιασμός των μαρτύρων και οδηγίες για την αποφυγή των αιρετικών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιστολές προς τους φυλακισμένους αδελφούς και μάρτυρες
Αλληλογραφία με τους φυλακισμένους και διωκόμενους αδελφούς, εγκωμιασμός των μαρτύρων και οδηγίες για την αποφυγή των αιρετικών.
Ναυκρατίῳ τέκνῳ Οἱ προμεμελετηκότες ἀκούειν τὰ θλιπτικὰ οὐ ξενοπαθοῦσιν ἐν ταῖς ἀπευκταῖς ἀγγελίαις. διὸ οὔτ᾽ ἐθροήμεθα, τέκνον, ἐν ταῖς τῶν γραμμάτων σου ἀπαγγελίαις· ἐλεειναὶ δὲ ὅτι μάλιστα (πῶς γὰρ οὔ;), ἔτι ἀφανιζομένων τῶν ἱερῶν ναῶν τοῦ θεοῦ τοῦ τε κατὰ τῶν εὐσεβούντων διωγμοῦ μᾶλλον κορυβαντιῶντος ἔσω τε καὶ ἔξω. δεῖ δὲ ὅμως κωδωνισθῆναι πᾶσαν ψυχὴν καὶ κοσκινισθῆναι πάντα τόπον, ἵνα τῶν ἀχύρων ὁ σῖτος διαχωρισθῇ, εἰ καὶ ὀλιγοστός· ἐπείπερ ὀλίγοι, ὡς ὁ Κύριος ἔφη, οἱ ἐκλεκτοί. ἐλύπησεν ἡμᾶς οὐ μικρὸν ἡ τοῦ Δημητριάδος κατάπτωσις· καί γε μὴ ἐπαινέσῃς ἄνδρα, φησίν, ἕως ἐξόδου αὐτοῦ. τί γὰρ καὶ πεπόνθαμεν; οὔπω μέχρις αἵματος ἀντεκατέστημεν πρὸς τὴν ἀσέβειαν ἀνταγωνιζόμενοι καὶ ἐκλελήσμεθα, ἀποστολικῶς εἰπεῖν, τῆς παρακλήσεως. ἀγωνία μοι περὶ τῶν συλληφθέντων ὁμοῦ ἀδελφῶν, πῶς τὰ κατ᾽ αὐτοὺς ἀποβῇ σκοποῦντι· πλὴν ὅτι εἰθίσμεθα, ὥσπερ οἱ ἐν τοῖς χαλκείοις τῇ σφυροκοπίᾳ, μὴ παραξενίζεσθαι ἐν ταῖς βαρείαις τῶν συμφορῶν ἀκοαῖς.
Εὔχομαι τοίνυν ὡς ἁμαρτωλὸς εὖ πρᾶξαι αὐτούς· διὰ Χριστὸν γὰρ ὁ ἀγὼν καὶ οὐ μικρολογύμενος ὡς ἐπὶ τῆς μοιχείας παρά τισι τῶν ἀσυνέτων· Χριστὸς ἐμφανῶς ὁ τανῦν ἀθετούμενος σὺν μητρὶ καὶ θεράποσιν. ὦ ἄνδρες, ὦ στρατιῶται Χριστοῦ, στῆτε γενναίως, ἄρατε δυνατὰ ὅπλα, οἷς πεφράχθαι ἡμᾶς πρὸς καθαίρεσιν τῶν τοῦ διαβόλου ὀχυρωμάτων Παῦλος διακελεύεται. ἴδε ὁ πόλεμος, ἴδε ἡ νίκη (Χριστὸς γὰρ ἐπίκουρος), ἴδε οἱ στέφανοι τῆς δικαιοσύνης οἱ ἀμαράντινοι, ἴδε ὁ παράδεισος, ἴδε ἡ βασιλεία τῶν οὐρανῶν· ὁρῶσιν οἱ ἄγγελοι, συνεφήπτονται τῇ πάλῃ ἡμῶν κατὰ τῶν ἐναντίων, συναγωνιοῦσιν οἱ ἅγιοι ἐξ οὐρανοῦ, ἐποπτεύοντες τὰ σκάμματα ἡμῶν. μὴ ἐκκλίνωμεν, ὦ σύναθλοι καλοί, μὴ ὑποπτήξωμεν τὰς φυλακὰς καὶ ταλαιπωρίας, ἔσθ᾽ ὅτε καὶ ποινάς, μὴ καταισχύνωμεν Χριστὸν ἐν τῇ ἥττῃ ἡμῶν, ὅπερ ἀπείη, μὴ ἐντρέψωμεν τοὺς συναγωνιστὰς ἡμῶν ἀγγέλους, μὴ λυπήσωμεν τοὺς ὁμοταγεῖς ἡμῶν προδρόμους καὶ νικητάς. ἔστιν οὖν τοῦ πρώτου διαύλου ὁ ἀγών, ἐν ᾧ τὰ πολλὰ ἔπαθλα, ὡς ἴστε, κατὰ τὸν κάτω δρόμον. ἀλλά γε κἂν τοῦ δευτέρου ἡμεῖς τύχοιμεν· εἰ δέ γε διαμαρτοίημεν καὶ τοῦδε, κἂν τεταρτοβαΐσωμεν· μὴ δὴ μόνον λειφθῶμεν κατῃσχυμμένοι, εὑρισκόμενοι ἐν τῷ φοβερῷ βήματι Χριστοῦ, μὴ εὑρίσκοντες δευτέραν ἀναπάλαισιν. ναί, δέομαι, νικήσωμεν.
ἐπειδὴ δὲ στάδιον ὁ παρὼν καιρός, πῶς οὐκ ἔστι χαίρειν με τὸν ταπεινόν, ἀκούσαντα καὶ νῦν ὅτι γε νενικήκασιν οἱ ἐκδημήσαντες ἀδελφοὶ ἡμῶν καλῶς πολιτευσάμενοι; ἥσθην ἐν τῷ Μηδικιώτῃ ὅτι κάλλιστα ἀνεπαλαίσατο, καί γε ἐπὶ τῇ ἐξορίᾳ τοῦ τῆς Νικαίας· ὧν εὐχαῖς στηριχθείην κἀγὼ ὁ ἀχρεῖος. εἰ ἐφιστῶσιν ὑμῖν εἰκονομάχοι, θύραν ἀφ᾽ ἑαυτῶν μὴ ἀνοίξητε· ἂν δὲ λῃστρικῶς κατὰ τὸ σύνηθες αὐτοῖς ποιήσωσιν, ἀθῷοι ὑμεῖς. μὴ ὑποχωρήσητε, ἀλλ᾽ ἔτι μένετε ἕως διωγμοῦ ἢ ἐπάρσεως· ὁ ἀφανισμὸς ἐπὶ κεφαλὰς αὐτῶν. ὑμεῖς δὲ τοῦ ναοῦ μὴ ἀποστῆτε καὶ ψάλλειν καὶ λειτουργεῖν· οὐκ οἶδα εἰ μὴ κοινώσωσι τὸν ναὸν διὰ τῆς οἰκείας μυσαρίας, ἤγουν λειτουργίας.
Περὶ ὧν ᾔτησας συγχώρησιν, εἴη σοι ἀπὸ θεοῦ ἐπὶ πᾶσι. τὴν δυάδα τῶν γραμματηφόρων, ἐπειδὴ ἀσύνοδος, ἔλαβον αὐτὴν εἰς ὑπηρεσίαν ὁλοτελῶς τοῦ λόγου τῆς ἀληθείας· τί τοῦτο; εὐαγγελίζεσθαι διὰ τῆς ὁδοιπορίας ὧδε κἀκεῖσε τοῖς ἀδελφοῖς τὰ σωτήρια. εἴθε καὶ ἄλλους ἐξελεξάμεθα ἄνδρας δυνάμεως, γῆν καὶ θάλατταν περιερχομένους. ὧδε τανῦν ἐγώ· πρὸς τὸ ἑξῆς οὐκ ἴσμεν ποῦ καὶ πῶς οἰκονομήσει ὁ Κύριος, οὐ μόνον τὰ καθ᾽ ἡμᾶς, ἀλλὰ καὶ τὰ κατὰ σέ, τοῦ τε ἀρχιεπισκόπου καὶ οὗτινος ἄλλου τῶν ἐναθλούντων ἀδελφῶν. ἐπεὶ καὶ ἐν Θεσσαλονίκῃ τινές, ὡς γέγραφας, δεῖ ἡμᾶς πανταχοῦ περιιέναι γράμμασι καὶ ἀδελφοῖς· οὕτω φιλεῖ Χριστός, οὕτω χρέος ἡμῖν φροντίζειν. καὶ εἰ οὕτως εὐοδώσειεν Κύριος ἀνοῖξαι ἡμῖν θύραν ἐν τῇ ὑπ᾽ οὐρανόν· οὐδὲν γὰρ αὐτῷ ἀδυνατεῖ. εἰ δὲ ἄπεισί τις βοηθήσων τοῖς ἐν Θεσσαλονίκῃ, ἡμεῖς προθυμούμεθα τὰ θεῷ φίλα καὶ αὐτὸς τὰ εὔοδα παρέχοι· κἂν πάντες φρουρισθῶμεν, δύναται ἐκ τῶν λίθων ἐγεῖραι διακονητάς. διὸ μὴ καταπίπτωμεν, ἀλλὰ πιστεύωμεν. ἐτόλμησα ποιῆσαι ἐγκώμιον εἰς τὸν Θεολόγον καὶ κεφάλαιά τινα κατὰ τῶν εἰκονομάχων, τὸ μὲν ὡς χρέος, κινούμενος καὶ παρὰ τῶν ἀδελφῶν, τὰ δὲ ὡς ἐπισείοντά μου τὸν νοῦν· εἴ τι ἐν αὐτοῖς καλόν, ὑμῶν εὐχαῖς καὶ τοῦ ποιμένος, εἰ δέ τι σαπρόν, ἐξ ἐμῶν ἁμαρτιῶν. διὸ μεταγράψαντες ἔχετε ἀσφαλῶς, καιρῷ δυνάμεως ἐπισκεπτομένων παρὰ τοῦ ἀββᾶ Ἰωάννου.
Προσαγορεύουσιν οἱ ἀδελφοί, ἀσπάζομαι τοὺς σὺν σοὶ καί γε τὸ 〈δ〉, τὸ 〈θ〉 καί γε σέ, τέκνον μου ποθητὸν Λιτόιε. ἡ χάρις μετὰ πάντων ὑμῶν.
Τιθοΐῳ τέκνῳ Μικρὰ ἡ ἐπιστολή σου, τέκνον, ἀλλὰ μεγάλης θλίψεως ἔχουσα δύναμιν· καὶ οἶδ᾽ ὅτι ἐλύπησά σε, τὸν υἱόν μου, ἀλλ᾽ οὐ βουλόμενος, ἀλλ᾽ οὐκ ἀσυμπαθῶς φερόμενος, ἵνα δὲ γνοίης ὅτι πατέρα ἔχεις, κἂν ἁμαρτωλόν, ὅμως φιλότεκνον. ἐκ γὰρ πολλῆς μου ἀγάπης, ἧς ἔχω περὶ σέ, πρὸς τὸ τέλειόν σε εἶναι καὶ ἐν μηδενὶ λειπόμενον, ἔπληξα, ἐλύπησα, ὠνείδισα, ἐβάρυνα τὴν ἀγανάκτησιν, ὅπως οἷον ζητεῖ ἡ ἀλήθεια ἀπεργάσοιμί σε. καί γε χάριτι Χριστοῦ εὗρον ὡς ἐν πυρὶ τῇ θλίψει δοκιμασθέντα καὶ χρυσίου τιμιώτερόν μοι ὀφθέντα δι᾽ ὧν ἀπελογήσω, δι᾽ ὧν κατηνύγης, δι᾽ ὧν ἐβραχυλόγησας· τὸ γὰρ μικρὰς φωνὰς ἀφεῖναι ἀπολογίας τὸν ἐπιτιμούμενον μεγάλης ταπεινώσεως καὶ ἀρετῆς μέτρον. εἶδες πῶς σου ἀνεσκάλευσα τῷ ὀρυκτῆρι τῆς ἐπιτιμίας τοὺς τῆς ἀρετῆς θησαυρούς, τέκνον, καὶ ἀγνοουμένους εἰς προῦπτον ἤγαγον τοῖς ἀδελφοῖς σου, ἄλλον ἐξ ἄλλου σε φανερώσας; ὥστε καὶ χάριν ὀφείλεις μοι ὁμολογεῖν ἐπὶ τῇ ὑψώσει τῆς δόξης σου. ἔστρεψάς μου τὴν θλῖψιν, ἣν ἄκων ἐποίησας, εἰς χαρὰν μεγάλην, ἐκαρδίωσάς με μεῖζον πολὺ ἐν τῇ θερμῇ σου φιλίᾳ ὡς μάρτυς θεός· ὥστε οὐ μεταμεμέλημαι πλήξας (ἤνοιξα γὰρ πηγὴν ἀγάπης), ὥστε οὐκ εὐκαταφρόνητος ὁ ἀποστολικὸς νόμος· ἔλεγξον, φησίν, παρακάλεσον, ἐπιτίμησον εὐκαίρως ἀκαίρως.
Οὕτω, τέκνον μου ποθητόν, εἰς καλὸν ἐν πᾶσι γέγονε τὸ γράμμα ἐκεῖνο· οἶδα ὅτι ἀγαπᾷς με, ἐπεὶ κἀγώ σε· οἶδα ὅτι δι᾽ ἐμὲ ζῇς, ἐπεὶ κἀγὼ διὰ σέ· οἶδα ὅτι καὶ τοὺς ὀφθαλμούς σου, εἰ δυνατὸν ἐξορυχθῆναι, ἔδωκές μοι ἄν, ἐπεὶ κἀγώ σοι. χάρις τῷ θεῷ τῷ οὕτως οἰκονομήσαντι. ἔχου, τέκνον μου ποθητόν, τῆς διακονίας σου τελεώτερον· συγχωρηθείη σοι πᾶν ἁμάρτημα, ὡς καὶ τοῖς πᾶσιν. ἵνα δέ σοι δείξω καὶ ἐν ὑποδείγματι τὸ πλεονάζον τῆς πρὸς σέ μου ἀγάπης ἐν Κυρίῳ, δέξαι τὸ ἐγκώμιον τοῦ δεσπότου ἡμῶν τοῦ Θεολόγου, ὃ ἐπὶ σοῦ καὶ διὰ σοῦ πλέον κινηθεὶς ἐτόλμησα ὁ ἀνάξιος ποιῆσαι. μετάγραψον οὖν αὐτὸ καθαρίως καὶ εὔξασθε καταπεμφθῆναί μοι ἄφεσιν ἁμαρτιῶν ἐν οἷς καὶ ἐν τῷ ἐγκωμίῳ ἔσφαλα καὶ ἐνέλιπον ὁ τάλας καὶ ἐν παντὶ πάντοτε τῷ ἁμαρτωλῷ μου βίῳ. περισσοτέρως δὲ παρακαλῶ παρασκευάσθαι ὑμᾶς καθ᾽ ἑκάστην ἐν τῷ προκειμένῳ διωγμῷ ὑπὲρ Χριστοῦ, ἵνα μηδεὶς ὑμῶν θεοῦ εὐδοκίᾳ καταισχυνθῇ. βλέπε, ἀδελφέ, πῶς παρακαλεῖτε καὶ ὑπομνηματίζετε ἀλλήλους ἐν τοῖς ὑπὲρ εὐσεβείας ἄθλοις. ἄσπασαι τὸν καλόν μου Δομετιανόν· ἄσπασαι Εὐπρεπιανὸν τὸν σύγκλειστον καὶ σύμψυχον καὶ συνταλαιπωρήτην μου· ἄσπασαι Θεόδουλον τὸ πιστόν μου τέκνον· ἄσπασαι Μητροφάνην τὸν ποθητόν μου υἱόν· ἄσπασαι μυστηρίως Κασιανὸν καὶ Νεῖλον, τοὺς πρὶν μὲν λυπήσαντας, ἄρτι δὲ διὰ σῆς ἀπολογίας φιλητούς μου παῖδας.
Ὁ Χριστὸς μεθ᾽ ὑμῶν· ἡ ἀγάπη μου ἐν Κυρίῳ μετὰ πάντων ὑμῶν· ἀμήν.
Τῷ αὐτῷ Οὐ πολλοῦ μοι λόγου χρεία ἐν τῇδε τῇ ἐπιστολῇ, τέκνον ἠγαπημένον, διὰ τὸ ἐν τῇ προπεμφθείσῃ τὰ νῦν δηλωθέντα μοι διὰ τῶν γραμμάτων σου καὶ ἀποδέξασθαι καὶ ἀποκριθῆναι· ὅμως καὶ ἡ ἐπιδευτέρωσίς σου ἀποδεκτέα μοι πάνυ. εὔχομαι οὖν ὡς ἁμαρτωλὸς τελειῶσαί σου τὸν δρόμον οὐ μόνον τὸν διὰ παντὸς τοῦ βίου, ἀλλ᾽ ἤδη μάλιστα τὸν ἐνιστάμενον· ἴδε γὰρ τί ἔπαθον οἱ ἀδελφοί σου, οἱ μὲν διὰ τῆς ὑπομονῆς τῶν ὀδυνῶν στεφανωθέντες, οἱ δὲ διὰ τῆς ὀλιγωρίας καταισχυνθέντες. κράτυνον ἔτι, κράτυνον σαυτόν, τέκνον μου, σὺν τοῖς ὑπὸ χεῖρα τῆς διακονίας σου· καὶ ἐμπαράσκευοι ἐστέ, παρακαλῶ, καθ᾽ ἑκάστην ἡμέραν πρὸς τὸ τὰ ἴσα παθεῖν. εἰ δέ τις ἐξ ἀπιστίας ὀκλάζει κατὰ τὰς ἁμαρτίας μου, ὑποχωρείτω, ἵνα μὴ πρὸς τῇ οἰκείᾳ ἀπωλείᾳ καὶ ἄλλοις γίνοιτο αἴτιος ἥττης· πόσῳ γὰρ συνέφερεν τοὺς περὶ Λουκιανὸν τοῦτο πρᾶξαι καὶ μὴ τῷ δοκεῖν φερεπόνους ὑπάρχειν καὶ εἰς πτῶσιν ἐνεχθῆναι.
Ὢ τῶν ἁμαρτιῶν μου· δι᾽ ἐμὲ γὰρ πάντα τὰ κακά. ἐδεξάμην καὶ νῦν τὰς εὐλογίας ὑμῶν, καὶ πολλαί εἰσιν καὶ καταβαρῶ ὑμᾶς, συγχωρήσατε· πλὴν πληρωθείητε παντὸς ἀγαθοῦ. ἄσπασαι τὸν οἰκονόμον καὶ παροικονόμον καὶ τοὺς λοιπούς, λέγων τῷ οἰκονόμῳ ὅτι πάνυ ἀπεδεξάμην τὰ γράμματά σου. οἱ σὺν ἐμοὶ προσαγορεύουσίν σε.
Δομετιανῷ τέκνῳ Εἴωθας πάντοτε, τέκνον μου, ἀνακαλεῖσθαί με ἐν ταῖς ἐξορίαις ὡς παῖς γνήσιος τὴν οἰκείαν μητέρα, καίπερ οὐ γάλακτος δεόμενος, ἀλλὰ στερεοτροφῶν ἐν Κυρίῳ. τί οὖν; τῆς πολλῆς σου ἀγάπης τὸ αἴτιον, οὐκ ἀνεκτῶς φερούσης τὸν χωρισμόν. ἀλλὰ δῴη σοι Κύριος τὸ ἑαυτοῦ φίλημα καὶ στερεώσειέν σε τὸν ὑπὲρ αὐτοῦ ἀγῶνα ἤδη προκείμενον ἄριστα διανύσαι· οἶδά σε γὰρ τίς εἶ, ὅτι θερμῶς ζητεῖς τὸν Χριστόν. ἴδε καιρὸς σύντομος εὑρέσεως, διάθου σαυτὸν κράτιστα. πίωμεν, τέκνον μου, τὸ ποτήριον, ὃ ἔπιεν ὁ Κύριος ἡμῶν, ἵνα γλυκανθῶμεν σὺν αὐτῷ εἰς αἰῶνας. ζέσωμεν μάλα τῷ πυρὶ τῆς θείας ἀγάπης, καὶ τὸν χειμῶνα τῆς ἀπιστίας οὐ δείσωμεν· οἱ γὰρ χλιαροὶ ἀδελφοὶ τί πεπόνθασιν, οἶσθα. ἡμεῖς τῶν ζεόντων ἐσόμεθα, ὧν τὰ στέφη ἰσομάρτυρα· εἶεν ταῦτα καὶ ἐφ᾽ ἡμῖν.
Ἐδεξάμην σου καὶ νῦν τὰς προσφορὰς καὶ μάλιστα τὸν καμψάκην τοῦ ἐλαίου· καὶ ἱνατὶ αὐτὸ ὃ εἶχες ἔπεμψες; πλὴν ὁ θεός μου ἀντιδοίη σοι τὰ αἰώνια. προσεύχου περὶ ἐμοῦ τοῦ ταπεινοῦ θερμότερον. οἱ σὺν ἐμοὶ ἀδελφοὶ ἀσπάζονται.
Εὐθυμίῳ καὶ τοῖς λοιποῖς ἀδελφοῖς Τίς ἡ ἀκοὴ ἡ τὰ ὦτα τῆς ἐμῆς ταπεινώσεως περιηχήσασα; τίς ἡ ἀγγελία ἡ τὴν ἀθλίαν μου ψυχὴν ἐξάπινα ἐκθαμβήσασα; καὶ Εὐθύμιος ὁ ἐμὸς γνήσιος υἱὸς ἐν μάρτυσι μεθ᾽ ἑτέρων ἐννέα, ὧν τὰ ὀνόματα Ἐφραίμ, Ἀφροδίσιος, Ἀμμωνᾶς, Ὑπερέχιος, Στέφανος, Παρθένιος, Ἡγήσιμος, Συμεὼν καὶ Δωρόθεος. μικροῦ καὶ ἀπιστῶ, μικροῦ καὶ τοῦ γράφειν ἐγκόπτομαι, δάκρυσιν ὁμοῦ καὶ χαρᾷ περιεχόμενος. δόξα σοι ὁ θεός, ὁ μαρτυρικοῖς ἀγῶσι περιαστράψας ὑμᾶς. ἐβαστάξατε, τέκνα ἀγαθά, αὐτοὶ τὰ στίγματα τοῦ Χριστοῦ ἐν τοῖς τιμίοις ὑμῶν μέλεσιν, ἐδώκατε ὡσαύτως τὸν νῶτον ὑμῶν εἰς τοσαύτας μάστιγας· ἡγιάσθη ἡ γῆ ἐν τοῖς αἵμασιν ὑμῶν. πόθεν καὶ πῶς ἐκ πάντων αὐτοὶ τόδε τὸ κλέος ἐκληρώσασθε; πολλὴ ἡ παρρησία, ἀθλοφορικὴ ἡ πρὸς τὸν χριστομάχον Ἀντώνιον ὑπόκρισις ὑμῶν. εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, ἀπαρχὴ ἁγία, στήλη ἀνδρείας τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ, εὐζηλία καὶ ἀναπύρωσις τοῦ μοναδικοῦ τάγματος. μία ὥρα ἡ ποινὴ καὶ διαιωνίζουσα ἡ μισθαποδοσία, ἐπ᾽ ὀλίγον τὰ ἀλγεινὰ καὶ ἀπλήρωτα τὰ ἀγαθά. ἄπιτε καὶ αὐτοὶ χρυσότεκνοι, τάττοισθε μετὰ τῶν ἰσαρίθμων ὑμῶν κρητιαίων μαρτύρων. προσεύξασθε ἑπομένως ὑμῖν κἀμὲ τὸν ἀνάξιον ὑμῶν πατέρα θεοῦ εὐδοκίᾳ ἐπιέναι. ἤκουσεν καὶ ηὐφράνθη Σιὼν καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Βυζαντίδος, εἰ δ᾽ οὖν ἀνατολὴ καὶ δύσις, μακαρίζουσα ὑμῶν τὴν θεοστεφάνωτον δεκάδα.
Οὕτως ὑμῖν ἐν βραχέσι διελέχθην, πολλοῖς ἐγκωμίοις οὖσιν ἀξίοις· ὧν τὴν μνήμην ὁ ἑξῆς δηλώσει χρόνος εἰς καύχημα ὀρθοδόξων, εἰς αἰσχύνην τοῦ ἐχθροῦ. τὰ δὲ νῦν, συγκακοχούμενος καὶ συνανιώμενος ὑμῖν τῇ διαθέσει, ἐπεὶ ἐμὰ μέλη τὰ ἀλγυνόμενα ταῖς πληγαῖς, παρακαλῶ καὶ ἀντιβολῶ, ἀσπάζομαι καὶ περιπτύσσομαι, προτείνω ὑμῖν τὰς χεῖρας, στῆτε, κύριοί μου, στῆτε· ἔτι ὁ Χριστὸς ἀγωνοθετεῖ, ἔτι βούλεται πολυπλασιάσαι ὑμῶν τοὺς στεφάνους. ὧν ἡ ἀρχὴ θαυμαστή, τούτων εἴη καὶ τὸ τέλος ἐπάξιον. μὴ δείσωμεν τὰ μέλλοντα· ὁ τότε δυναμώσας καὶ αὐτίκα πάρεστιν, καὶ μᾶλλον ἀσπάσεται καὶ κουφίσει τὰ ἄλγη καὶ ὑψώσει τὸ κέρας ὑμῶν. εἴπατε καὶ αὐτοί, βέλη νηπίων ἐγενήθησαν ἡμῖν αἱ πληγαὶ αὐτῶν· ἐκείνων ἐστὲ σπέρμα, τῶν ἐν πυρὶ δροσισθέντων καὶ λέοντας φιμωσάντων.
Μὴ δὴ καλῶς ἐναρξάμενοι καὶ μαρτυρικοῖς αἵμασιν ἀλειψάμενοι ἔπειτα κατολιγωρήσωμεν· φοβερὸν γάρ, ὦ τέκνα, τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος. κώνωψιν παραβλητέα τὰ ἀνθρώπινα ἄλγη. οὕτω τοιγαροῦν καὶ πιστεύω καὶ ἐγκαλλωπίσομαι κἀγὼ ὁ τάλας δι᾽ ὑμῶν, ἀλλὰ μὴν καὶ σωθήσομαι. τέλος τοῦ λόγου, σκοπήσατε ὅτι ὅσον ἐξεφημίσθητε εἰς τὴν οἰκουμένην, τοσοῦτος καὶ ὁ ἀγὼν ὑμῖν τῆς καλῆς τελειώσεως, θεοῦ δηλαδὴ ἐνισχύοντος.
Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ· οἱ σὺν ἐμοὶ ἤδη φιλοῦντες φιλοῦσιν ὑμᾶς.
Γενναδίῳ τέκνῳ Βραδὺ μέν, ὅμως ἐδεξάμην σου γράμμα, ἐπιπόθητόν μου τέκνον, καὶ τοῦτο ἐμμελές. ἀλλ᾽ ἱνατί ὠψίσθης; οὐκ οἶδας ὅτι ἐν τῇ ἀπουσίᾳ, εἰ μὴ ὁ ἐγγράμματος συνοψισμὸς γίνοιτο, κινδυνεύει τὸ τῆς ἀγάπης καλὸν καὶ τὸ τῆς πίστεως ὁμονοητικόν; καὶ εἰ μὲν οὐχ οἷός τε ἦς ἐπιστέλλειν ἀπειρίᾳ γραμμάτων, ἦν ἂν τὸ σύγγνωστον, ὅπου γε καὶ οὕτω οὐκ ἔξω μομφῆς διὰ τὸ χειρὶ ἑτέρου ἐκτελέσαι τὸ καθῆκον· ἐπεὶ δὲ χάριτι Χριστοῦ ἰσχύεις καὶ ἄλλοις κιχρᾶν ἑαυτόν, οὐκ ἐπαινετὴ ἡ βραδυτής.
Ἀλλὰ τοῦτο μὲν ἔστω σοι συγχωρητόν. ἱνατί δὲ προσάπτεις μοι ἐπαίνους ὧν ἀμοιρῶ; εὔχου τοίνυν ἐπιτυχεῖν με θεοῦ διὰ τῆς ἐν παντὶ τρόπῳ δεξιοπραγίας· καί γε τοῦτο κἀγὼ ἐπὶ σοὶ αἰτῶ, ὡς ἂν διασωθείης, μήτε ὑπὸ ἀοράτων ἐχθρῶν μήτε ὑπὸ τῶν νῦν ὁρωμένων ἁλούς, σῶάν σου δὲ τὴν παρακαταθήκην προσαγάγοις τῷ δεδωκότι θεῷ. εἶεν.
Θαδδαίῳ τέκνῳ καὶ ὁμολογητῇ Τί καλὰ τὰ γράμματά σου, τέκνον μου ἠγαπημένον Θαδδαῖε· τί τοῦτο; ὅτι καὶ ταπείνωσιν ἔχουσιν καὶ πίστιν εἰλικρινῆ καὶ ἀγάπην θερμήν, τὸ θαυμαστόν, ὅτι καὶ γνῶσιν ἀψευδῆ· ἥψατο γὰρ ἀληθῶς, τέκνον, τῆς περὶ τῆς εἰκόνος Χριστοῦ ἀληθείας ὁ νοῦς σου. καὶ κράτει ὡς ἐδράξω καὶ ἐφώτισεν ὁ θεός· καὶ γὰρ ἀχώριστός ἐστιν ἀπὸ Χριστοῦ ἡ εἰκὼν αὐτοῦ, ὅπουπερ ἂν εἴη ἐν ὕλῃ ἐκτετυπωμένη, ὡς ἔξω τῆς ὕλης μένουσα τῇ ἐπινοίᾳ, καθ᾽ ὃ καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις μία ἐν ἀμφοτέροις. ὥστε τῇ τῆς εἰκόνος ἀρνήσει ἀρνεῖσθαί ἐστι Χριστόν, ὡς καὶ ἔμπαλιν τῇ ὁμολογίᾳ ὁμολογεῖσθαι. καὶ μακάριος εἶ ὅτι ἐπέγνως τὴν ἀλήθειαν, ἣν ἀπέκρυψεν τοῖς σοφοῖς, μᾶλλον δὲ μωροῖς τοῦ αἰῶνος τοῦδε ὁ θεὸς καὶ ἀπεκάλυψεν αὐτὴν νηπίοις εἴτουν ἀκάκοις καθάπερ σύ. αὕτη ἡ ἀληθὴς ἡμῶν λατρεία τῶν ὀρθοδόξων καὶ ὑπὲρ ταύτης μέχρις αἵματος ἀγωνισώμεθα, τέκνον, μηδαμῶς πτυρόμενοι ὑπὸ τῶν ἀντικειμένων μηδὲ ὑποχαυνούμενοι. χαίρω ἐπὶ τῇ προθυμίᾳ σου καὶ ὅτι, ἐν φυλακῇ ὤν, ἐναβρύνῃ ἐχόμενος τοῦ ἔργου σου.
Ἡμεῖς δὲ οὐκ ἠξιώθημεν διὰ Χριστὸν παθεῖν τι, εὔχου δέ, τέκνον, διανύσαι θεοπρεπῶς σὺν ὑμῖν τὸν προκείμενον ἀγῶνα. προσαγορεύουσίν σε οἱ ἀδελφοί σου· ὁ Κύριος μετὰ τοῦ πνεύματός σου.
Ἰγνατίῳ τέκνῳ Ἐπέγνων σε καὶ νῦν διὰ τῶν γραμμάτων ὅτι ἐμὸν τέκνον εἶ καὶ σπλάγχνον. ἀλλὰ φυλαχθείης, ὅπουπερ ἂν καὶ εἴης· οὐδὲ γὰρ τὸ ὑποχωρῆσαί σε μεμπτέον, ἡνίκα μάλιστα οὐδὲ παρεπέμφθης πρὸς τοῦ βασιλέως ἐν Σακκουδίωνι. πλὴν ἄφελε, τέκνον μου, τὴν δειλίαν καὶ πτόησιν ἐκ ψυχῆς σου, ἀκούων καὶ πιστεύων τῷ λέγοντι, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἐμβαλεῖν εἰς τὴν γέενναν τοῦ πυρός. ὥστε, ὅπου ὁ τοῦ θεοῦ φόβος, ὁ ἀνθρώπινος ἐξώρισται· οἱ δύο γὰρ ἐπὶ τὸ αὐτὸ οὐκ ἐγχωροῦσιν εἶναι ὡς οὐδὲ φῶς ὁμοῦ καὶ σκότος. τίς γάρ, φησίν, δύναται δυσὶ κυρίοις δουλεύειν; ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει ἢ τοῦ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. τί οὖν τὸ λεγόμενον; ὅτι ὁ τὸν τῶν ἀνθρώπων φόβον ἔχων τὸν τοῦ θεοῦ οὐκ ἔχει· εἰ οὖν ὑποβάλλεται ὑπὸ τοῦ ἐχθροῦ, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων παθῶν καὶ πάντως γίνεται, ἀλλ᾽ οὖν νικάτω ὁ νενικηκὼς τὸν κόσμον.
Σπουδαστέον τοίνυν τὰ ἐφόδια προπαρασκευάζειν τῆς ἀνθρωπίνης ἀφοβίας, ἅτινά ἐστι πίστις, ἐλπίς, ἀγάπη· ἡ ἀγάπη, φησί, χρηστεύεται, μακροθυμεῖ· ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ φυσιοῦται, οὐ περπερεύεται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ὑπομένει, πάντα ἐλπίζει. ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. ἐν τούτοις διατηρηθείης σὺν ἐμοὶ καὶ πᾶσιν ἀδελφοῖς.
Σεργίῳ νοταρίῳ Ἀκούων ὅτι φυλάττει ἑαυτὴν ἡ θεοφιλία σου ἀμέτοχον τῆς τῶν αἱρετικῶν κοινωνίας καὶ ὅτι ζηλοῦσά ἐστι τῷ Κυρίῳ, ἀποδεχομένη τοὺς ὀρθόφρονας καὶ ἀνδρικοὺς μέχρις αἵματος, ἀπαναινομένη δὲ ἐν τοῖς ἀνερματίστοις καὶ προδόταις τῆς ἀληθείας, χαίρω ὁ ταπεινός, εὐχαριστῶν τῷ θεῷ ὅτι ὁ ἀρχαῖος φίλος καὶ ἴδιος τὰ τῷ θεῷ φίλα τε καὶ ἴδια ὀρέγεται καὶ περιέπει. βλέπεις γὰρ ὡς κορυφοῦται ἔτι μᾶλλον καὶ μᾶλλον ὁ διωγμός, ἀποτελῶν ἤδη καὶ μάρτυρας· ὧν εἷς ὁ ἡμέτερος Θαδδαῖος καὶ τῶν ἁγίων σύσκηνος.
Ὅτι δὲ φιλεῖς ἡμᾶς τοὺς ἀποθήτους διὰ τὰς ἁμαρτίας, ἴσμεν· στέργομεν γάρ σε καὶ ἡμεῖς, οὐκ ἔστι δὲ φιλοῦντα μὴ ὑπὸ τοῦ φιλουμένου ἀντιστέργεσθαι. ἀλλ᾽ ἵνα καὶ προσεύχῃ παρακαλῶμεν τελειῶσαι ἡμᾶς τὸν προκείμενον ἀγῶνα ἐλέει θεοῦ.
Ναυκρατίῳ τέκνῳ Ἀγγελία ἐπὶ ἀγγελίᾳ, λόγος ἐπὶ λόγῳ· τί εἴπω καὶ τί λαλήσω; πῶς διατεθῶ ὁ τάλας ἐπὶ τοῖς γεγενημένοις; χαρά μοι καὶ λύπη, αἴνεσις καὶ ἀπόκλαυσις. ἐν μεταιχμίῳ δύο παθῶν ἀπειλημμένος γέγονα καὶ οὐκ ἔχω πότερον αἱρήσομαι λέγειν. ὅμως νικᾷ ὁ νικήσας τὸν σατανᾶν καὶ τοὺς ἄρχοντας καὶ κολαστὰς τοῦ αἰῶνος τοῦδε. ἐθανατώθη ὑπὲρ Χριστοῦ τὸ ἀρνίον τοῦ Χριστοῦ μαστιγούμενον, Θαδδαῖος ὁ ἐμὸς ὅρπηξ, τὸ ἐμὸν σπλάγχνον, ὁ υἱὸς τῆς ὑπακοῆς, τὸ στέλεχος τῆς εὐσεβείας, ὁ τοῦ ἀποστόλου συνώνυμος. ἀβάστακτος ἡ χαρά, ἀνυπέρβλητος ἡ εὐφροσύνη, οὐκ ἐμοὶ τῷ ταπεινῷ μόνῳ, ἀλλὰ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, ὅτι καὶ νῦν ἐν τῇ ταπεινῇ γενεᾷ ταύτῃ μάρτυρα τῆς ἀληθείας σου ἀπαράγραπτον ἀνέδειξας, καὶ τοῦτον οὐκ ἐκ τῶν σοφῶν καὶ εὐγενῶν τοῦ τῇδε κόσμου, ἀλλ᾽ ἐκ τῶν ἐναντίως ἐχόντων, ἵνα πληρωθῇ ὁ λόγος τοῦ ἀποστόλου, ὅτι τὰ ἀγενῆ καὶ ἐξουθενημένα ἐξελέξατο καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ. ποῦ μοι ἀπέστης, ὦ μακάριον τέκνον; ποῦ θᾶττον ὑπερυψώθης, μάρτυσι συναρίθμιος γεγονώς; ὢ τῆς ἐπιτυχίας σου· ὢ τῆς εὐγενείας σου· ὢ τῆς εὐβουλίας σου.
ἐν ἡμέρᾳ μίᾳ ἐκέρδησας ἀπείρους αἰῶνας· ἐν ἀνίαις βασανιστικαῖς ἐκτήσω τὰς ἀνεκλαλήτους εὐφροσύνας· ἐν πληγαῖς ἑκατὸν πρὸς τριάκοντα εἴληφας τὸν τέλειον τῆς ἐργασίας μισθὸν σὺν μάρτυσι παρὰ τῆς Ἁγίας Τριάδος, εἴπερ ὁ μὲν τῆς τελειότητος, ὁ δὲ τῆς Τριάδος ἀναλογῶν ἐστιν ἀριθμός, ἵνα κἀξ αὐτοῦ τοῦ κολασμοῦ σου παραδείξειεν θεὸς τὸ μεγαλοφυές σου. τὸ αἷμά σου μύρον, τὸ λείψανόν σου ἁγιασμοῦ μεταδοτικὸν τοῖς ψαύουσι.
Δέομαί σου, ἅγιε τοῦ θεοῦ Θαδδαῖε, πρέσβευε ὑπὲρ ἐμοῦ τοῦ ἀναξίου δούλου σου· οὐ γὰρ τολμῶ σε καλέσαι τέκνον. ὁρᾶτε, ἀδελφοί μου, τί γέγονε, ποῖον θησαυρὸν καὶ μέλος ἐκεκτήμεθα; ἀρκεῖ εἴς τε θεοῦ δόξαν καὶ ἡμέτερον καύχημα ὁμοῦ τε καὶ τῆς ὅλης ἐκκλησίας χαρμόσυνον ὁ μάρτυς Χριστοῦ Θαδδαῖος. τί τἆλλα; ἔσονται, φησίν, οἱ πρῶτοι ἔσχατοι καὶ οἱ ἔσχατοι πρῶτοι· τοῦτο ἐπὶ τοῦ Ἰακώβου φημὶ καὶ Λουκιανοῦ, τοῦ μὲν ἐναθλήσαντος (εἴη καὶ ἐναθλήσοντος μέχρι τέλους) σὺν Δωροθέῳ καὶ Βησσαρίωνι, τοῦ δὲ κατὰ τὰς ἁμαρτίας μου ναυαγήσαντος σὺν τοῖς ὁμοτρόποις. ὤ, πῶς ἔπεσον ἐν μέσῳ φωστήρων οἱ οἴκτιστοι· ἐπελάθοντο τοῦ εἰρηκότος ἄρα, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα. μὴ γὰρ οὐ κατεμέτρησε τὸ δυνατὸν ὁ μόνος δυνάστης καὶ δυναμῶν τοὺς ἀσθενοῦντας; καὶ οἱ μάρτυρες ἐγγύθεν· μὴ γὰρ οὐκ ἐξαιρούμενος ἐξ ἀνάγκης τοὺς ἔτι μὴ ἰσχύοντας τῇ φύσει, οὐ τῇ προθέσει; καὶ ὁ μάρτυς Θαδδαῖος ἐν οὐρανῷ πιστός.
Μὴ δὴ οὖν, ἀδελφοί μου, πτοηθῶμεν μηδὲ ἔμφοβοι γενοίμεθα τῇ τῶν ἡττημένων πτώσει ὡς ὅτι καὶ ἡμεῖς οὐχ ὑποίσομεν τὰς πληγάς. οἴσομεν θεοῦ δυνάμει καὶ διαβησόμεθα κἂν πῦρ, κἂν ξίφος· θεὸς ὁ προηγούμενος καὶ προσκαλούμενος εἰσελθεῖν ἡμᾶς εἰς τὴν ἐπηγγελμένην ἡμῖν βασιλείαν, ὡς τὸν Ἰσραὴλ εἰς τὴν γῆν τῆς ἐπαγγελίας. οὐκ ἴστε τί πεπόνθασιν οἱ τότε ἀναστατοῦντες τὸν λαόν, λέγοντες ‛οὐ δυνησόμεθα διαβῆναι, ὅτι ἐκεῖ πόλεις τειχήρεις ἕως τοῦ οὐρανοῦ καὶ γίγαντες, ἐν οἷς ὁ Ἐνάκ;‚ καὶ τί τὸ γεγονός; οὐχὶ διὰ τοῦτο αὐτοὶ μὲν πυρίκαυστοι, ὁ δὲ γογγυστὴς λαὸς ἅπας ὤλετο, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ; μή τις τοιοῦτος ἀναστάτης, μή τις ὀλίγωρος, μή τις δύσελπις. διαβησόμεθα οὖν, ἀδελφοί, διαβησόμεθα ὡς Χαλέβ, λέγω, καὶ Ἰησοῦς τοῦ Ναυῆ, οἱ τῆς ἐπαγγελίας κληρονόμοι. τείχη ἡμῖν κατασεισθήσονται νοητά, ὡς τηνικαῦτα τὰ Ἱεριχούντεια, σάλπιγγι εὐχαριστίας, ἣν ᾖσεν ὁ μακάριος Θαδδαῖος, ψάλας ἐκ βαλβῖδος τῶν ποινῶν, αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος.
Οὕτω παρακαλῶ, οὕτω ἀντιβολῶ· ὑπὲρ Χριστοῦ γάρ, φησί, πρεσβεύομεν, ὡς τοῦ θεοῦ παρακαλοῦντος δι᾽ ἡμῶν. δεόμεθα μὴ δειλανδρῆσαι πρὸς τὸν ὑπὲρ αὐτοῦ καὶ σὺν αὐτῷ θάνατον, ἐὰν δέῃ. πρὸς πάντας ἡ ἐπιστολὴ κἂν εἰς πρόσωπόν σου, τέκνον ἀγαθόν· διὸ καὶ πάντας ἀσπάζομαι καὶ πᾶσι συγχαίρω ἐν τοῖς παθήμασι. καὶ τίς ἄξιος ἀνταναπληρῶσαι τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκὶ αὐτοῦ; καὶ οὐαὶ τῷ ἐξάρνῳ καὶ ἐκκεκλικότι, κἂν θάνατος, ὅτι ὁ αἰώνιος θάνατος ποιμανεῖ αὐτὸν καὶ κατακυριεύσουσιν αὐτὸν οἱ εὐθεῖς τὸ πρωί.
Εἰρήνη ὑμῖν Χριστοῦ, κράτος, ἰσχύς, παράκλησις, προσευχόμενοι περὶ πάντων ἀδελφῶν καὶ ὑπὲρ ἐμοῦ, ἵνα πληρωτὴς ὧν νουθετῶ ἐλέει θεοῦ φανῶ. οἱ σὺν ἐμοὶ ἀδελφοὶ ἀσπάζονται.
Κληδονίῳ τέκνῳ Ἐναγώνιος τῇ τῶν ἀδελφῶν σου ἀθλήσει γέγονας, τέκνον, καὶ οὐ θαυμαστόν· ἐπεὶ καὶ ἡμεῖς τὸ αὐτὸ πεπόνθαμεν. ἀλλὰ μὴ δείσῃς· γέγραπται γάρ, Κύριος ἐμοὶ βοηθός, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. ὥστε θαρρεῖν ἡμᾶς χρὴ καὶ οὐ δεδοικέναι· τούτῳ τῷ θάρσει νενικήκασιν οἱ ἀθλήσαντες. καί γε τῷ οἰκείῳ αἵματι τελειωθεὶς Θαδδαῖος ὁ ἅγιος ἐνεδήμησε πρὸς Κύριον. οὐκ ἔστιν οὖν πραγματειῶν ἡ μεγίστη ἑκατὸν μάστιξιν ἢ καὶ πρός, ὅσον ἂν καὶ ὑποβάλλῃ ὁ λογισμὸς ἢ οἴκοθεν ἢ ἐκ διαβολικῆς ὑποσπορᾶς, δειλανδρῆσαι ἐμποιούσης, ἀντισχεῖν βασιλείαν οὐρανῶν καὶ τὴν ἐν ἀπείροις αἰῶσιν ἀγαλλίασιν; καὶ οὐκ ἔστι χαλεπὸν σφόδρα φειδοῖ τῶν ἐκ μαστίγων ὀδυνῶν προέσθαι τὴν πίστιν, καὶ μήτε ὧδε ἔχειν ἄνεσιν αἰσχύνῃ τῆς πτώσεως καὶ συνειδότι τρομαλιοῦντι καὶ εἰς αἰῶνας ἀτελευτήτους κολάζεσθαι;
Οὕτω, τέκνον μου ἠγαπημένον, στόμωσον τὴν καρδίαν σου, καὶ οὕτω φρονῶν σχοίης τὸν Χριστὸν ἐπίκουρον, ὡς ἀληθῶς ἔχει. εἰ δὲ καὶ ὑποτίθεται ὁ λογισμὸς καὶ μετὰ ἄρνησιν εἶναι πάλιν διὰ μετανοίας σωτηρίαν, ὥσπερ καὶ ἔστιν, ἀλλὰ τίς ὁ ὑπισχνούμενος ὅτι πάντως εὕρωμεν μετάνοιαν, ἢ ἁρπαζομένων ἡμῶν θᾶττον ἢ δυσχερῶς ἀνακλινομένων τοῦ πτώματος; πόσον δὲ καὶ εἰσοίσομεν δάκρυον καὶ τὰ ἄλλα τῆς μετανοίας φάρμακα, ἵνα διαλλάξωμεν τὸν κριτήν, καὶ οὕτω τρεμόντων τὸν θάνατον καὶ ἀεὶ κατῃσχυμμένων ὄντων καὶ ἀπαρρησιάστων; ἐρώτησον τοὺς περὶ τὸν ἐλεεινὸν Λουκιανόν, εἶτα τοὺς περὶ Δωρόθεον τὸν μακάριον, ποταπὴ καρδία ἐν ἀμφοτέροις· καὶ εὑρήσεις καὶ ἀκούσεις ἐν μὲν τοῖς πρώτοις ὀδύνην, σκότος, αἰσχύνην, ῥαγῆναι τὴν γῆν εὐχομένοις εἰς τὸ καταπιεῖν αὐτούς, ἐν δὲ τοῖς δευτέροις χαρὰν ἀβάστακτον, φῶς, εὐπροσωπίαν, αὐτὸν τὸν Χριστόν, ὡς μήποτε ἐσχηκόσιν ἀπὸ γεννήσεως τοιαύτην ἡδονήν. τίς οὖν ἄφρων, τίς λιθοκάρδιος, τίς μεμηνὼς μὴ γνῶναι ὅτι καλὸν τὸ παθεῖν ὑπὲρ Χριστοῦ;
Οὕτως σε θεὸς τελειώσειεν, τέκνον μου, εὐχόμενον ὑπὲρ ἐμοῦ, καθὰ λέγω καὶ πρᾶξαι ἐν Κυρίῳ.
Δωροθέῳ τέκνῳ Χαίρω καὶ συγχαίρω σοι, Δωρόθεε, τὸ ὡς ἀληθῶς δῶρον θεοῦ. ἐγένετό σοι τοὔνομα πρᾶγμα, ἡ κλῆσις πρᾶξις· ἐδάρης, τέκνον μου σεβαστόν, ὑπὲρ Χριστοῦ. εὖγε, ἀθλητὰ στερροκάρδιε, χρυσόσαρκε, σαπφείρου τιμιώτερε, πορφύρας ὡραιότερε· εἴθε μοι ἀσπάσασθαι τὸν τῶν σαρκῶν σου ξεσμόν, τὰ ἱερὰ μέλη σου, ἃ ἀπειργάσω μέλη Χριστοῦ, οὗ τῷ αἵματι τὸ αἷμά σου κρᾶμα. εὖγε, σύμμορφε τοῦ Χριστοῦ, ὅτι οὐκ ἐδίστασας εἰσελθεῖν εἰς τὸ στάδιον οὐδὲ προείλου τὴν παροῦσαν ζωὴν τῆς αἰωνίου καὶ ἀθανάτου. ἤδη γὰρ τῇ προθέσει ἐξεδήμησας πρὸς Κύριον, ὃν κατείληφεν ὁ σὸς σύναθλος καὶ μάρτυς Θαδδαῖος· τάχα γὰρ διὰ τοῦτο εἰάθης ἔτι ἐν σαρκί, ὡς ἂν πλειοτέρως δοξάσοις τὸν θεὸν ἐν τοῖς μέλεσί σου. οὐά, χαρὰ μεγάλη ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ὅτι μάρτυρες Χριστοῦ ἐγενήθητε· οἴ, ποῖον καλόν, ὅτι στῦλοι καὶ ἑδραιώματα τῆς ἀληθείας ὤφθητε, ἡλίου λαμπρότερον ἐξελάμψατε, μαργάρων τιμαλφέστερον ἀπηυγάσατε. ὢ τῆς μεγαλοδωρεᾶς· ὢ τῆς αἰνέσεως· οὐ φέρω τὴν ἡδονήν, ἔκδημος γέγονα τῷ πνεύματι. κατέλαβόν σε, τέκνον ἱερόν, κατασπάζομαι, στεφανῶ, αἰνῶ· ἐρωτῶ, πῶς τὰ ἆθλα, πῶς ἤνεγκας τὰς ἀλγηδόνας, πῶς ἦν ἡ τιμία σου ψυχὴ ἐν τούτοις καὶ ἐπ᾽ αὐτῆς τῆς εἰσόδου;
καί μοι δοκεῖ ἀνταποκρίνεσθαί σε τοιαῦτα· ‛ὅπου θεοῦ φόβος, ἐκεῖ καταφρόνησις θανάτου, παρόρασις σαρκός, ἔκστασις τῆς πρὸς τὰ μέλη σχέσεως, νικώσης τὴν δριμύτητα τῶν ἀλγεινῶν τῆς πίστεως καὶ ἀγάπης καὶ ἐλπίδος Χριστοῦ‚.
Οὕτως ἔχει, ἐμὸν σπλάγχνον, Χριστοῦ ἀρνίον. ἀλλὰ δέομαί σου, μή με καταισχύνῃς, μᾶλλον δέ, εἰ καὶ τολμηρὸν εἰπεῖν, Χριστόν, ἀλλὰ τέλεσόν σου τὸν ἀγῶνα, τοῖς προλαβοῦσιν ἐπισφραγίζων τὰ μέλλοντα. ἤδη ὡς σίδηρος πυρὶ ἐστομώθης, ἀδελφέ, τῷ καυστῆρι τῶν μαστίγων· βούλεταί σε Χριστὸς ὡς σκεῦος ἐκλογῆς ἔτι τυχὸν χαλκευθῆναι, σὺν Παύλῳ χορεῦσαι. μὴ δειλιάσῃς, γενναῖέ μου ἀθλητά· ὁ σώσας καὶ διαβιβάσας σε ἐν τοῖς φθάσασιν ἤδη πλειόνως συνέσται σοι καὶ ῥύσεταί σε ἐκ στόματος λέοντος καὶ νοητοῦ καὶ αἰσθητοῦ, στεφανῶν σε μετὰ μαρτύρων. ἄρτι ἀκουστόν σου τὸ ὄνομα, ἄρτι μάλα ἤρξατό σε ὑψοῦν θεὸς ὑπὲρ ἀρχιερεῖς καὶ ἱερεῖς, ὑπὲρ στυλίτας καὶ καθηγητάς, ὑπὲρ πατριάρχας καὶ βοτανικούς, ὀρθοδόξους δῆλον ὅτι. μὴ πέσῃς ὁ στῦλος, μὴ λιποτακτήσῃς ὁ ὁμολογητής, ἄνω ἡ καρδία, Χριστός σοι ἀναπνοή, ταπείνωσις κραταιά, ἐν ᾗ ἐνίκησεν ὁ ταπεινώσας ἑαυτὸν μέχρι θανάτου τὸν ἄρχοντα τοῦ κόσμου τούτου καὶ νικᾶν αὐτὸν καὶ ἡμῖν ἐν ἑαυτῷ ἐδωρήσατο δύναμιν.
Προσεύχου περὶ ἐμοῦ, παρακαλῶ σε ὡς φιλοπάτορα, ἵνα συνεπομένως ὑμῖν ἐκβιώσω.
Ἰακώβῳ τέκνῳ Εὖγε, Ἰάκωβε, τέκνον ἐμὸν σεβαστόν· ποῦ ποτε ἐγὼ ἤλπιζον ὅτι ἐν μάρτυσι Χριστοῦ σύ, ὁ ἐσχατίζων ἐν τοῖς ἀδελφοῖς σου τῷ βαθμῷ; καί γε τὸ θαυμασιώτερον, ὅτι καὶ τῶν συνάθλων σου πρῶτος εἰσῆλθες εἰς τὸ ὑπὲρ Χριστοῦ στάδιον. ἐνόμισεν ὁ ἄνομος διώκτης διὰ σοῦ ὡς ἀφερεπόνου καὶ οὐθενὸς ἀξίου τὰ νικητήρια ἔχειν· ἀλλ᾽ ἥττηται ὁ δείλαιος, ἐντυχὼν ἀνδρὶ ἐκδεδωκότι ὑπὲρ τοῦ ὀνόματος τοῦ θεοῦ τὴν ἑαυτοῦ ψυχὴν καὶ ἰσχυροτέρῳ τῶν ἑαυτοῦ πληγῶν εὑρεθέντι. ὤ, τέκνον, τῆς εὐάνδρου σου ψυχῆς· ἤνεγκας ὡς ἀδάμας τοσαύτας καὶ τηλικαύτας μάστιγας ἐν τῷ νώτῳ καὶ τῷ στέρνει καὶ ἐν τοῖς βραχίοσιν ὡσαύτως. ὢ τῆς ἀπηνείας τῶν θηριογνώμων· καὶ ὢ τῆς εὐλογημένης σου σαρκός. πάντοθεν ἐστίχθης, ἤρθης ὡς νεκρός, φόρτος γεγονὼς ἐμπεριειλημμένος ῥάκει τοῖς ἀθέοις· εἶτα καὶ ἀπειληθεὶς πάλιν κόλασιν οὐ κατηγωνίσθης, ἀλλ᾽ ἐπαρεσκευάσθης, διαθέμενος τὰ ἐπιτάφια. δόξα θεῷ καὶ αἴνεσις· ὑπόθεσις καὶ ὑπαλοιφὴ σὺ καὶ τοῖς συνάθλοις σου ἀδελφοῖς, ὧν ὁ εἷς ἐξεδήμησε πρὸς Κύριον, οἱ δὲ ἐπὶ τοῦ αὐτοῦ σοι ἀγῶνος. πόσος σοι ὁ μισθός· σύ μου οὐ τέκνον, ἀλλὰ πατήρ, θεὸν θεραπεύσας.
Ἀλλὰ βλέπε ὅτι τὰ τέλη ἐπιζητεῖται καὶ οὐκ ἀρκεῖ τὸ καλῶς ἐνάρξασθαι, εἰ καὶ ἐφόδιόν ἐστι τοῦ καὶ καλῶς τελειῶσαι. ἀπόθανον, τέκνον, ὑπὲρ Χριστοῦ, μὴ ἀπολέσῃς τὸν θεοπάροχον καὶ μέγαν ἀγῶνά σου. ὤμοι ἐπὶ τοῖς ὠλισθηκόσιν, ὅτι οὐκ ἦσαν ἐκ τοῦ πνεύματος ὑμῶν· ἦ γὰρ ἂν μεμενήκασι σὺν ὑμῖν ἐν Κυρίῳ. ἐγένοντο ἐπίχαρμα τῷ διαβόλῳ, ὃν προσήκαντο ἀντὶ Χριστοῦ, ἐμοί τε τῷ ἁμαρτωλῷ πένθος καὶ πάσῃ τῇ ἀδελφότητι ὄκλασις.
Ἀλλὰ δοίη Κύριος αὐτοῖς μετάνοιαν εἰς ἀνάκλησιν, σοὶ δὲ πέρας ἰσάξιον τῆς ἀρχῆς. προσεύχου, τέκνον μου, ὑπὲρ ἐμοῦ τοῦ ταπεινοῦ σὺν ὑμῖν εὑρεῖν τὸν Χριστόν.
Θεοδούλῳ τέκνῳ Ἴδε ποῦ περιῆλθες, τόπον ἐκ τόπου μετερχόμενος, τέκνον μου Θεόδουλε. καὶ ὁ μὲν διοδευμὸς οὐ θαυμαστός, θαυμαστὸν δὲ ἄγαν ὅτι ἐνήθλησας ἐν Θεσσαλονίκῃ, ὑπὸ τοῦ ἀνιέρου τυφθεὶς ἐν μάστιξι διακοσίαις· ταῦτα ἀκούσας ἐδόξασα τὸν θεόν, ἠράσθην σου πλέον τῆς ψυχῆς, ἀλλ᾽ οὖν γε καὶ ἠγωνίασα, ἀναλογιζόμενος τί τὸ κρίμα τοῦ θεοῦ τὸ οὕτως σε περιαχθῆναι ἐν τοῖς αὐτόθι· ἆρα ἀβουλία ἢ θεία οἰκονομία; τὰ μὲν οὖν φθάσαντα εὐδοκία θεοῦ, ὑπὲρ οὗ καὶ δι᾽ ὃν ἐτραυματίσθης, δοὺς τὸν νῶτόν σου εἰς μάστιγας καὶ φρουρούμενος ὡς θησαυρὸς ἀληθείας. καί γε μακάριος σύ, τέκνον μου, μὴ ἐλεήσας καὶ φεισάμενος σάρκας, ἀλλὰ δοξάσας Χριστὸν ἐν τοῖς μέλεσί σου ὁμολογίας τε ἆθλον ἐνώπιον θεοῦ καὶ ἀνθρώπων ἀπενεγκάμενος καὶ μὴ προδοὺς τὴν πίστιν. καί γε Θεσσαλονίκη ἐπὶ σοὶ φερώνυμος, θεῖσά σοι ἄλλῳ παρὰ τοὺς ὄντας αὐτόχθονας τὴν νίκην.
Βλέπε δέ, ὦ σπλάγχνον μου, ὅτι μέχρι τέλους δεῖ ἡμᾶς μαρτυρῆσαι. μὴ οὖν ὀλιγοψυχήσῃς μηδὲ ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Χριστοῦ, ἀλλὰ συγκακοπάθησον ὡς καλὸς στρατιώτης θεοῦ, ὑπόμεινον αὐτόν· μετὰ σοῦ ἐστιν ἐν φυλακῇ, μετὰ σοῦ ἐν δαρμῷ, εἰ τύχοι πάλιν, ἐξαιρούμενός σε παντὸς κακοῦ. μιμοῦ τοὺς ἀδελφούς σου, οἵτινες ἐμαστίχθησαν ὡσαύτως, Βησσαρίων, φημί, Δωρόθεος, Θαδδαῖος, ὁ καὶ μετὰ δευτέραν ἡμέραν πρὸς Κύριον ἐκδημήσας ὡς μάρτυς, εἶτα καὶ Ἰάκωβος, ὁ ἀπὸ τοῦ ἁγίου μάρτυρος Χριστοφόρου μαθητὴς τοῦ Λουκιανοῦ. ἀλλὰ τὸ ἐλεεινόν, ὅτι ὁ διδάσκαλος ἐξέπεσεν, μὴ ἐνεγκὼν τὰς πληγάς, ὁ δὲ μαθητὴς ἠθλοφόρησεν. πεπτώκασι δὲ κατὰ τὰς ἁμαρτίας μου καὶ ἄλλοι τέσσαρες τῶν ἐσχάτων, ἐν οἷς ὁ Τίτος μετὰ τοῦ Φίλωνος· ὁ γὰρ Εὐόδιος καὶ Ὑπάτιος οὔτε πεπτώκασιν οὔτε ἔστησαν, ἡμιθνεῖς πως γεγονότες διὰ τὸ λόγῳ μὲν πεσεῖν, οὐ μὴν καὶ ἔργῳ, φυγόντες τὴν αἱρετικὴν κοινωνίαν.
Βλέπε οὖν, ἀδελφέ, καὶ πάλιν λέγω, μὴ ἐνδῷς, μὴ ἀπολέσῃς ἃ ἐθησαύρισας, μὴ ἀρνητὴς γίνῃ· ἀκουσθήτω σου ὁ ἀγὼν πανταχοῦ, χαρήτωσαν ἐπὶ σοὶ ἄγγελοι, αἰσχυνθήτωσαν δαίμονες σὺν τοῖς ἐργάταις αὐτῶν εἰκονομάχοις, καί γε ἐνδοξασθήσομαι κἀγὼ μετὰ τῆς ἀδελφότητός σου ὁ ταπεινός. ἡ χάρις μετὰ σοῦ, ἐνισχύουσά σε πάντα ὑπενεγκεῖν μέχρι θανάτου. οἱ σὺν ἐμοὶ ἀσπάζονταί σε· προσεύχου περὶ ἐμοῦ ὥσπερ καὶ ὑπὲρ πάντων τῶν ἀδελφῶν σου.
Γρηγορᾷ λαϊκῷ Ἄνθρωπε τοῦ θεοῦ, σήμερον ὁ Κύριός σε ἀνέστησεν εἰς βοήθειαν καὶ σωτηρίαν πολλῶν, μάλιστα ἡμῶν τῶν ταπεινῶν· καὶ γοῦν ἀκούω τὴν φροντίδα, ἣν ἀνεδέξω ὡς ἀπὸ θεοῦ ἐν τοῖς διὰ Κύριον ἀθλοῦσι, καὶ ἐξίσταμαι. ἀλλ᾽ ὅμως, ἐπὰν θεοπρόβλητός σου ἡ διακονία, οὐ ξένον. καὶ ὅτι ἐκ θεοῦ, δηλοῖ τὰ πράγματα· πῶς γὰρ ἂν διεσώθης μέχρι τοῦ δεῦρο μὴ κρατούμενος, εἰ μὴ ὑπὸ θείας προνοίας σκεπαζόμενος ἦς; εὐλογητὸς ὁ θεός, ὁ ἐξεγείρας σε ἀλείπτην τῶν ἀγωνιζομένων ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ, ὁ φρουρῶν σε ὑπὸ τὴν κραταιὰν αὐτοῦ χεῖραν, ὁ διδοὺς τὸ ἀνολίγωρον, τὸ ἀπερικάκητον, τὸ ῥιψοκίνδυνον. ἐκλάμπει σου τὸ ἔργον, διαβοεῖταί σου τὸ δρᾶμα· καὶ πῶς γὰρ οὔ, θεοῦ διακονίαν ἀναδεδεγμένου; ἀθλεῖς, συναθλεῖς, καί γε τὸ παραδοξότερον, ὅτι οὐ μόνον μάρτυς, ἀλλὰ πολυμάρτυς σύ· ἑνὶ γὰρ ἑκάστῳ τῶν ἀθλούντων διὰ τῆς ἐπισκέψεως, διὰ τῆς τῶν τραυμάτων ἀλοιφῆς, διὰ τῆς θρεπτικῆς ἐπιδόσεως, διὰ τῆς προτροπῆς καὶ προθυμοποιήσεως συμμαρτυρῶν λογίζῃ παρὰ θεῷ καὶ ἔχεις οὐχ ἕνα στέφανον, ἀλλὰ τοσούτους, ὅσους καὶ ὑπηρετεῖς. ἐξέπεμψας τὸν ἅγιον Θαδδαῖον, ἔχεις τρεῖς μαρτυροῦντας καὶ ἕνα μὴ ζητηθέντα ἐκ τῆς φυλακῆς· μικρὸν ἀνάμεινον καὶ δέξῃ καὶ ἑτέρους.
Ἀλλὰ φεῦ τῆς ἁμαρτίας μου, φεῦ τῆς ἥττης τῶν πεπτωκότων, τοὺς περὶ Λουκιανὸν λέγω καὶ τοὺς ἡμιθνεῖς, τοὺς μὴ ἔργῳ ἀλλὰ λόγῳ ἐξάρνους. μηδ᾽ αὐτοὺς ἀποστραφῇς, ἄνθρωπε τοῦ θεοῦ, κλαίοντας καὶ μετανοοῦντας, κἂν ἀναξίους ἑαυτοὺς ἐποίησαν θεοῦ καὶ τῶν θείων· πόσα δακρύσουσι, πόσα κακοπαθήσουσιν ἵνα φθάσωσιν εἰς σωτηρίαν. ὁ θεός σε στερεώσοι, ἀδαμάντινε· αὐτός σε σκεπάσοι καὶ σώσοι εἰς τὴν βασιλείαν αὐτοῦ. εὔχου περὶ ἐμοῦ τοῦ ταπεινοῦ.
Ἄννῃ πατρικίᾳ καὶ μοναζούσῃ Λύπης τὰ γράμματα τῆς ἁγιωσύνης σου καὶ οἱονεὶ ἠκανθωμένα ταῖς κατ᾽ ἐμοῦ τοῦ ταπεινοῦ μέμψεσι. καὶ οὐ θαυμαστόν· φέρει γὰρ πάντως ἡ ὑπόμνησις τοιαῦτα. ἀλλ᾽ ἐὰν κατανυγῇ σου ἡ τιμία ψυχὴ ἀνέχεσθαι τοῦ φήσαντος ἀξιοπιστότερα τραύματα φίλου ἤπερ ἑκούσια φιλήματα ἐχθροῦ, ἐπαινέσειεν μᾶλλον τὸν οὐ μόνον φίλον ἐν Κυρίῳ ἐμέ, ἀλλὰ καὶ ἱκετευτὴν καὶ φειδόμενον αὐτῆς ὡς τῆς ἑαυτοῦ ψυχῆς. οὐ τοίνυν ἀποστραφήσομαι τῆς κατὰ θεὸν ἀγάπης σου οὐδ᾽ ἂν πλείους ἀγανακτήσεις ὑποδέξωμαι· οὐ γὰρ εἰμὶ οὕτως ἀδίδακτος, ὡς ἐν ταῖς εὐεργεσίαις προστίθεσθαι, ἐν δὲ ταῖς ἀποστροφαῖς ἀφίστασθαι (ἀνθρώπινα γὰρ ταῦτα), ἀλλὰ τότε μᾶλλον περισσεύω τὴν διάθεσιν, ὁπόταν ἀποτρόπαιος γίνωμαι.
Ἐγὼ δὲ οὐδέ τι φορτικόν, ὡς οἶμαι, ἐφθεγξάμην ἢ μικρὸν ὑπόμνημα, δόξης σου φροντίζων καὶ ἀμεμψίας· οἱ γὰρ εἰς πρόσωπον εὐλογοῦντες οὐκ ἀποδεκτέοι, ὡς κρύβδην τἀναντία λέγοντες. δέχου μοι, κυρία μου, παρακαλῶ σε, εἰ κελεύεις, ποτὲ καὶ τραχύτερον λόγον· ἔνθεν γὰρ γνώσομαι κἀγὼ ὅτι με ἔχεις ἐν μέτρῳ. οὔτε γὰρ υἱὸς πρὸς μητέρα, οὔτε ἀνὴρ πρὸς σύνευνον, οὔτε φίλος πρὸς φίλον ἀεὶ χρηστολόγος, ἀλλ᾽ ἔστιν ὅτε καὶ καθάπτης.
Μήπως διὰ τὰς φλόγας τῆς ἐκκλησίας καὶ σύντομον δέξῃ μου τὴν ἐκ τῶν ἐνθένδε ἀποβίωσιν. ἡ χάρις μετὰ σοῦ, ἡ εὐλογία καὶ σωτηρία.
Σπαθαρέᾳ Ὁ οἶκός σου οἶκος εὐσεβείας, οἶκος φιλοξενίας, οἶκος καταφυγῆς τῶν ὑποχωρούντων τῶν πειρασμῶν· διὰ τοῦτο εὐλογημένη καὶ δεδοξασμένη σὺ ὑπὸ Κυρίου. ἀποστολικῶς σου τὰ κατορθώματα πεφανέρωται, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν, τὴν ὄντως χήραν ὑποτυπῶν καὶ ὑποδεικνύς. τοιαύτην σε ὁ Κύριος κυρίαν ἀνέδειξε, διαβοουμένην ἐν πολλοῖς· ἀλλὰ καὶ ἀναδείξειεν ἔτι, φυλάττων καὶ περιέπων σε εἰς κλέος τῆς χηριακῆς ἐκκλησίας τε καὶ χορείας ἐνταῦθα, ἐν δὲ τῷ μέλλοντι αἰῶνι εἰσαγάγοι σε εἰς νυμφῶνα ἀθανασίας σὺν παρθένοις ἁγίαις.
Ἀθανασίῳ τέκνῳ Ἡδέως ἐδεξάμην σου καὶ νῦν τὴν ἐπιστολήν, τέκνον μου ἠγαπημένον. ἐπεὶ δὲ καὶ ἀνέγνων, περισσοτέρως ἡδύνθην, εὑρών σε τοιοῦτον ὄντα, οἷον καὶ ἐγνώριζον ἐξ ἀρχῆς, οἰκειότερον δὲ εἰπεῖν, οἷον ἔτεκον ἐν Πνεύματι Ἁγίῳ. καί γε τοῦτο θαυμαστόν, τὸ ἐν ἀπουσίᾳ χρονίᾳ ἀναλλοίωτον τοῦ πόθου εἶναι τὸν στέργοντα τοῦ φιλουμένου καὶ διψαλέως ἔχειν τὸν μαθητὴν τὸ τοῦ διδασκάλου βλέπειν πρόσωπον, οὕτω συνημμένον ὄντα τῷ διδασκάλῳ τὴν στοργὴν φυλάττειν ἄσβεστον· ἀλλὰ τῆς ἀνοθεύτου ὑποταγῆς τὸ αἴτιον καὶ τὸ ἄκοντα καὶ μὴ βουλόμενον διαζευχθῆναί μου τοῦ ἀναξίου δι᾽ οἰκονομίαν κρείττονα, ἣν δέδειχεν ὁ καιρὸς ὅ τε νῦν καὶ ὁ προλαβὼν εὖ γε καὶ πάνυ καλῶς ἔχουσαν.
Στέργε οὖν, τέκνον, συγκοπιῶν καὶ συναθλῶν τῷ ἀδελφῷ ἡμῶν καὶ ἀρχιερεῖ (οὐ μικρὸς γάρ σοι ὁ ἔπαινος καὶ ὁ μισθός), οὐ μὴν ἀλλὰ καὶ γύμναζε πρὸς τὴν ἐνισταμένην ὑπὲρ Χριστοῦ ἀγωνίαν· ὁρᾷς γὰρ οἷα τὰ πραττόμενα. μαρτυρίου καιρός, καθὼς ἤκουσταί σοι πρὸς τοῖς προλαβοῦσι καὶ τὰ τῶν ἀδελφῶν σου. μὴ δὴ οὖν, ἀδελφέ μου ἀγαπητὲ καὶ ἐπιπόθητε, ἀμερίμνως ἔχε ὡς πορρωτέρω ὢν τῶν κολαζόντων, ἀλλὰ παρασκευὴν ποιοῦ θείαν, ἑτοίμη ἡ καρδία μου ὁ θεός, ἐπιλέγων, ‛πρὸς ὅ τι καὶ καταξιώσειας ἐλθεῖν με‚. μάρτυς Χριστοῦ ὁ ἀδελφὸς Θαδδαῖος, τελειωθεὶς ἐν αἵματι ἀθλητικῷ· ἐπεὶ καὶ εἴ τις ἄλλος ἐκ τοῦ πληρώματος ἡμῶν ἢ καὶ ἔξωθεν ἔτι ἐναθλῶν ἐξορίαις, φυλακαῖς, τυφθείς, οὐ μὴν ὡς Θαδδαῖος ὁ στεφανίτης. καὶ γοῦν δοξάσωμεν τὸν θεὸν οἷον προεπέμψαμεν ἐκ τοῦ χοροῦ ἡμῶν ἐν οὐρανοῖς. στενακτέον ἐπὶ τοῖς ὠλισθηκόσι καὶ εὐκτέον καὶ φυλακτέον τὸ περὶ ἡμᾶς, μή πως ἄλλοις κηρύξας, φησὶν ὁ Παῦλος, αὐτὸς ἀδόκιμος γένωμαι.
Διό, ἀδελφέ, θερμότερον ποιοῦ μοι τὴν προσευχήν, ἵνα στερεότητι ψυχῆς τούς τε ἔνδοθεν καὶ ἔξωθεν ἐχθροὺς πολεμήσαιμι· περὶ γὰρ σοῦ ὅτι ἐγὼ αἰτῶ, μάρτυς Κύριος ὡς ἑπτάκις σε τῆς ἡμέρας λαμβάνω ἐν τῇ ταπεινῇ μου εὐχῇ εἰς τὸ σῴζεσθαί σε καὶ εὐδοξῆσαι μεγάλως ἐν Κυρίῳ. εἰρήνη σοι, σοφία, ἰσχύς, φιλητέ μου· οἱ σὺν ἐμοί σε ἀσπάζονται.
Ἰωσὴφ ἀδελφῷ καὶ ἀρχιεπισκόπῳ Παραμύθιον τῇ ταπεινῇ μου ψυχῇ τὸ τῆς ἁγιωσύνης σου γραμματεῖον, ὁσάκις ἂν καὶ ἐπιφοιτήσῃ, καί γε μάλιστα ἄρτι, ὁπηνίκα ἐκπέπληγμαι ὁ ταπεινὸς ἐκ τῶν ἐν τοῖς ἀδελφοῖς ἡμῶν συμβεβηκότων. ἐθανατώθη ὁ Θαδδαῖος ταῖς μάστιξιν ὑπὲρ Χριστοῦ καὶ ἤρθη μετὰ μαρτύρων, ἐπεὶ καὶ Δωρόθεος σὺν Βησσαρίωνι καὶ Ἰακώβῳ, κἂν ἔτι ἐπιμένωσιν ἐν σαρκί· ἥττηται Λουκιανὸς ὁ ταπεινός, περὶ τὰ μέσα που τῶν πληγῶν ὀκλάσας καὶ προδοὺς τὴν ἀλήθειαν, ἐπεὶ καὶ ἕτεροι τέσσαρες, οἱ μὲν ὀλίγα δαρέντες, οἱ δὲ αὐτὴν τὴν ἀπειλὴν καταπλαγέντες. ὢ τῶν συμβάσεων· ἐκ μὲν τῶν πρώτων χαρὰ ἀνεκλάλητος, ἐκ δὲ τῶν δευτέρων λύπη δυσφόρητος. τί τἆλλα; ἠφάνισται θυσιαστήρια καὶ ἀφανίζεται πᾶς ἱερὸς οἶκος, πᾶς θίασος αἱρετίζει, πᾶς τόπος ἐμπέπρησται, πᾶσα ἀποκέκλεισται θύρα εὐσεβείας. νὺξ βαθεῖα, ὑπὲρ κεφαλῆς τὰ κακά.
Ὁρᾷς, ἀδελφέ, εἰς οἵας ἡμέρας τετηρήμεθα, ἑλληνισμοῦ ἢ οὐδὲν ἢ μικρόν τι διενηνοχυίας; ἀλλ᾽ ὅμως καὶ οὕτω χάρις τῷ προελομένῳ ἡμᾶς ἀγαθῷ θεῷ ἡμῶν εἰς μαρτύριον τοῦ εὐαγγελίου αὐτοῦ. καὶ τίνες ἐσμὲν οἱ ἀχρεῖοι, ὅσον τὸ κατ᾽ ἐμέ, καὶ πόθεν ἡμῖν τοῦτο ἵνα μάρτυρες τῆς ἁγίας αὐτοῦ εἰκόνος εἴημεν; ἀλλὰ γένοιτο μέχρι τέλους τὸν τῆς ὁμολογίας δρόμον διανύσαι εὐχαῖς τῶν προεκδημησάντων. χαίρω ἀκούων ὅτι ἔρρωταί σου τὸ τίμιον σῶμα ὥσπερ καὶ ἡ ψυχή· ἔχω δὲ κἀγὼ ὡσαύτως, κἂν ἐπὶ τοῦ συναμφοτέρου διὰ τὰς ἔκτοτε ἁμαρτίας οὐδὲν ἐπαίνου ἐν ἐμοί, κἂν σεμνολογῶμαι ὑπὸ τῆς δοκιμότητός σου, ὡς οἶσθα. εὔχομαι δὲ ὁ ἐλάχιστος ἕως τέλους ἐκλάμπειν σε ἐν ἀρχιερεῦσι Χριστοῦ, λαμπρότητας κατορθωμάτων ἐπὶ ταῖς προλαβοῦσι λαμπρότησι φρυκτωροῦντα.
Οἱ σὺν ἐμοὶ μετ᾽ αἰδοῦς ἀσπάζονται τοὺς ὑπὸ τὴν ἱεράν σου χεῖρα ἀδελφούς μου, κατ᾽ ἐξοχὴν Ἀθανάσιον τὸν σύμπονον καὶ σύναθλον πλεῖστα προσαγορεύω.
Εὐχαρίστῳ τέκνῳ Ἐπειδὴ ἐπεζήτησας, τέκνον μου ἠγαπημένον, γράμμα μου ἔχειν, ἰδού σοι τὸ ἐπιθύμιον· ἀλλὰ τί ὀνήσῃ ἐξ αὐτοῦ, οἰκτροῦ ὄντος καὶ οὐδενὸς ἀξίου; πλὴν πίστεώς σου καὶ ἀγάπης εἰλικρινοῦς ἔργον, δι᾽ ὧν ὁ ἀληθινὸς ὑπήκοος γνωρίζεται καὶ ἡ πρὸς τὰ κρείττονα πορεία ἐμφανίζεται. φυλαχθείης μοι τοίνυν ἐν ἀμφοτέροις βελτιούμενος καὶ εἰς κλέος ἀρετῶν προαγόμενος, ὁ ὡς ἀληθῶς εὐχάριστος καὶ χαρᾶς ἐπώνυμος, καὶ ἴδοιμί σε ὁσίοις συναρίθμιον καὶ δικαίοις συνεκλάμποντα.
Προσεύχου περὶ ἐμοῦ, γλυκύτατον τέκνον.
Ἰωάννῃ ἡγουμένῳ Καὶ πάλιν ἐπιστέλλω τῇ ἁγιωσύνῃ σου (καὶ ἐπιστέλλων οὐ παύσοιμι, μόνον εἰ γραμματηφόρου ἐπιτεύξοιμι), ὁμοῦ μὲν τὸ τῆς ἀγάπης καθῆκον ἀποπληρῶν, ὃ παρὰ τοὺς πολλοὺς ἔστι μοι ἀναπτόμενον, μὴ ταῖς πρότερον συμβάσεσι μειούμενον ἀλλὰ ταῖς μετέπειτα ἐκλάμψεσι φρυκτωρούμενον, ὁμοῦ δὲ καὶ ἀποδεχόμενος ἐν μακαρισμῷ τὴν παροῦσάν σου εὐανδρίαν, μᾶλλον δὲ ὁμολογίαν Χριστοῦ, καὶ ὡς οὐκ ἡγήσω τι τῶν παρόντων προτιμότερον τῆς θείας ἀγάπης, δι᾽ ἣν ἐν ἐξορίᾳ τληπαθῶν διανύεις μαρτυρικὸν ἀγῶνα, οὐδ᾽ οὐ μὴν παρετράπης τῆς ἐνστατικῆς προθέσεως τῇ τῶν φρεναπατηθέντων ψευδαδέλφων ὑποσκελίσει, προηγουμένως κρατούμενος τῇ τούτων ἀγαπητικῇ σχέσει, ἀλλ᾽ οἷον πάντων ἀπορραγεὶς καθάπερ κάλων μόνης ἐγένου τῆς ἐφέσεως τῶν ἄνω.
Διά τοι ταῦτα καὶ μακαρίζω σε, ὦ πάτερ, καὶ ἀγαπῶ λίαν καὶ αἰτῶ πάνυ προσεύχεσθαι ὡς ἐπὶ τῶν ἐγκαρδίων σου φίλων καὶ περὶ ἐμοῦ τοῦ ἐλαχίστου, ὅπως ἐν παντὶ τρόπῳ πάντοτε εὐαρεστήσαιμι Κυρίῳ, ὅτι ἕως τοῦ δεῦρο οὐκ οἶδα ἀγαθόν τι πεποιηκὼς ἐνώπιον αὐτοῦ. τὰ δὲ τῆς ἐκκλησίας ὅπως ἔχει χαλεπῶς, ἀκουτίζεταί σοι πάντως, καὶ οἷα τιμωρητήρια γέγονεν ἐπὶ τῶν ἀδελφῶν τῆς καθ᾽ ἡμᾶς ἀδελφότητος, ὧν εἷς ἴσα μαρτύρων ἐξεδήμησε πρὸς Κύριον. ἵνα δὲ γινώσκῃς, ὅτι καὶ ὁ Φλουβουτῆς ὥσπερ ὁ Μηδικιώτης ἀνέσφηλεν· καὶ ὁ μὲν κρατεῖται, ὁ δὲ ἀπανεχώρησε τῆς μονῆς κλαίων τὴν ἧτταν. δοίη Κύριος τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων· πλὴν ὅτι ὁ Ἰωσὴφ παρρησίαν εἴληφεν εἰς τὸν κρατοῦντα καὶ διωγμῶν αἴτιος γίνεται ὡς πάλαι.
Προσειπεῖν ἀξίωσον τοὺς ὑπὸ τὴν ἱεράν σου πλευρὰν τελοῦντας· σὲ οἱ σὺν ἐμοὶ πλεῖστα προσφθέγγονται.
Τιμοθέῳ τέκνῳ Ὡς καλὴ ἡ ἐπιστολή σου, τέκνον ἠγαπημένον, πίστει τε καὶ ἀγάπῃ τῇ πρὸς τὴν ταπείνωσιν ἡμῶν κατηγλαϊσμένη. καί γε δοξάζω τὸν Κύριον ἐπὶ τῇ ἀμεταθέτῳ σου διαθέσει, οὐ μὴν ἀλλὰ καὶ ἐπὶ τῇ εὐλαβείᾳ καὶ εὐδοκιμότητί σου, ὅτι καὶ δίχα τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου ὢν διαβιοῖς μετὰ τῶν ἀδελφῶν σου ἀσφαλῶς, κιχρῶν ἑαυτὸν ἐν τοῖς ἀναγκαίοις ἅπασιν. εἰς τί δὲ οἱ ἔπαινοι, οὕς μοι ἀναφέρεις, οὐκ οἶσθα ὅτι ἔρημός εἰμι παντὸς ἀγαθοῦ; ὅλως καὶ τοῦτο τοῦ φιλικοῦ σου τρόπου αἴτιον.
Μᾶλλον οὖν, ἀδελφέ, προσεύχου ἀφέμενος τοὺς λόγους, καὶ μάλιστα ἄρτι, ὁπότε πῦρ ἀσεβείας κατεμπιπρῶν τὴν ἐκκλησίαν, ἡνίκα μαρτυρικοὶ ἀγῶνες, τοὺς μὲν αἱρουμένους καὶ εὐσεβοῦντας ἀθλητὰς Χριστοῦ ἀπεργαζόμενοι, ὥσπερ Θαδδαῖον τὸν ἅγιον ἀδελφὸν ἡμῶν, εἴ τινας ἄλλους, τοὺς δὲ φυξήλιδας, λιποταξίου αἰσχύνην προξενοῦντας, ὥσπερ Λουκιανὸν τὸν ἐλεεινὸν ἀδελφὸν ἡμῶν, εἴ τινας ὁμοτρόπους. παρακαλῶ σε οὖν, τέκνον μου ἠγαπημένον, ἐμπαράσκευον εἶναι καὶ μὴ δοκεῖν σε ἀπείραστον διαμένειν ὡς μακράν που διιστάμενον. ἥξει ὡς οὐ δοκοῦμεν ἡ ἁρπαγή, ἐπειδὴ καὶ θεὸς ἕκαστον δοκιμάζει ὡς ἐν πυρὶ καὶ ὁ κρατῶν πλέον τῶν ἄλλων βρέμει ἐφ᾽ ἡμῖν διά τε τὰ προλαβόντα καὶ τὴν περισσοτέραν ἔνστασιν· τίς γὰρ ἄλλος ἐν ὑποτακτίταις ἄρτι ἐναθλῶν πλὴν τῶν ἡμετέρων ἢ τί ὁ ἐν αἵματι τελειωθεὶς πλὴν Θαδδαίου τοῦ μάρτυρος;
Στερεοῦ οὖν, παρακαλῶ, οὐ μόνον σεαυτόν, ἀλλὰ γὰρ καὶ τοὺς σὺν σοὶ ἀδελφοὺς καὶ τέκνα μου, ἵνα, κἂν μὴ ἔλθῃ τὰ τοιαῦτα, μάρτυρες τῇ προαιρέσει εἴημεν. ὁ Κύριος Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου· ἡ χάρις μεθ᾽ ὑμῶν. ἀμήν.
Βασσιανῷ τέκνῳ Ἔμαθον οἷα συνέβη ἐπὶ τῶν ἀδελφῶν, ὦ τέκνον, καὶ ὡς αὐτὸς ἐναπέμεινας, μὴ ἐπιζητηθείς, ὅπερ οὐκ εἰς ἧττάν σου, ἀλλ᾽ εἰς οἰκονομίαν παρὰ θεοῦ γεγενημένον. πλὴν ἐμπαράσκευος ἔσο· οὐκ οἶδας γὰρ ποίᾳ ὥρᾳ κελεύει σε ὁ θεὸς παραστῆναι τοῖς κολασταῖς. μὴ οὖν δειλιάσῃς τῇ περὶ τὸν Λουκιανὸν πτώσει καὶ τῇ τῶν ἄλλων δειλοκοπίᾳ· ἀμφότεροι γὰρ κατὰ τὰς ἁμαρτίας μου ἐλεεινοί, ἀπαρασκεύαστοι, εὐάλωτοι τῷ διαβόλῳ, φειδοῖ τῆς σαρκὸς ἀπολέσαντες τὰ αἰώνια· οὓς ἐγειρεῖ Χριστὸς ἐκ νεκρῶν διὰ τῆς ἀξιολόγου μετανοίας. σὺ οὖν ὡς καλὸς στρατιώτης Χριστοῦ συγκακοπάθησον τοῖς συνάθλοις σου, μεθ᾽ ὧν καὶ ἠσφαλίσθης, μεθ᾽ ὧν καὶ κατελογίσθης· τίνων τούτων; Θαδδαίου τοῦ ἁγίου μάρτυρος, Δωροθέου καὶ Βησσαρίωνος καὶ Ἰακώβου, τοῦ νεολέκτου στρατοῦ τοῦ Χριστοῦ. ἐξῆλθεν (ὃ καὶ ἐλεεινὸν εἰπεῖν καὶ ἀληθὲς λέξαι) Ἰούδας καὶ ἀντεισῆλθεν Ματθίας.
Μὴ οὖν φοβηθῇς τὰς βασάνους τῶν ἀνόμων, ὅτι θεὸς ὁ συγκουφίζων τοὺς πόνους, ὁ συντυπτόμενος. βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν, ὡς γέγραπται, τοῖς ἀδελφοῖς σου· μὴ οὐκ ἰσόσαρκοί σου καὶ ὁμοιοπαθεῖς; ἀλλ᾽ ὅτι, φησίν, ἐγὼ οὐ καθαρὸς ὡς ἐκεῖνοι· ἀλλὰ διὰ τοῦτο μᾶλλον οἰστέον, ἵνα διὰ τοῦ οἰκείου αἵματος καθαρισθῶμεν, ὡς χιὼν λευκανθησόμενοι καὶ σύμμορφοι Χριστῷ γενησόμενοι.
Ἔστω ὁ θεὸς βοηθός σοι, ὦ καλὸν τέκνον μου· μνημόνευέ μου τοῦ ταπεινοῦ ἐν τοῖς πόνοις σου.
Δυσὶν ἀδελφαῖς Εἰρήνῃ καὶ Καλῇ Πονῶν εἰμι περὶ τῆς τιμιότητος ὑμῶν ἅτε ὡς ἰδιαζουσῶν, ἀλλὰ μὴν καὶ ὡς εὐσεβουσῶν ἐν τῇ τῆς παρθενίας φυλακῇ καὶ τῇ τῆς ὀρθοδοξίας κατοχῇ, καὶ τρίτον ὡς εὐεργετουσῶν ἡμᾶς πάντοτε. διὰ τοῦτο, μηδὲν ἔχων ἀνταπόδομα, τὸν λόγον προσφέρω. ἡλίκον ὑμῶν τὸ ἔργον, ὅτι οὔτε πλοῦτος, οὔτε νεότης, οὔτε εὐγένεια, οὔτε δόξα, οὔτε φιλία κόσμου, οὔτε συγγενικὸν αἷμα, οὔτε αἱρετισμὸς ἀνθρώπων, οὔτε τι ἄλλο τῶν ὑπὸ τὸν οὐρανὸν τερπνῶν τε καὶ ὡραίων καταπείθει ὑμᾶς ἐμπαρῆναι τοῖς τοῦ βίου τέλμασιν, ἀλλ᾽ ἐκείνην προαιρεῖσθε τὴν ζωήν, τὴν ἐν ἀγαμίᾳ καὶ ἀκτησίᾳ καὶ ἀπαρνήσει πάντων· τοῦτο γὰρ τὸ θέλειν ὑμᾶς μονάσαι. εὐλογητὸς ὁ θεὸς ὁ νυμφευσάμενος ὑμᾶς διὰ τῆς παρθενίας καὶ τὸν οὐράνιον ὑμῖν εὐτρεπίζων νυμφῶνα. πλὴν ὅτι καὶ ἔξω τοῦ μοναδικοῦ βίου οὖσαι τὰ τῶν ἀληθινῶν μοναζουσῶν ἐργάζεσθε, ψάλλουσαι, ὀρθρίζουσαι ταῖς τεταγμέναις ὥραις, νηστεύουσαι, προσευχόμεναι, ὀρφανοτροφοῦσαι, ἐλεημονοῦσαι, εὐτελοφοροῦσαι, εἴ τι ἄλλο ἐργαζόμεναι τῷ τὰ κρυπτὰ βλέποντι, ἅτινά ἐστιν μονήρους βίου ἔργα.
Πλὴν δοίη ὑμῖν Κύριος κατὰ τὴν καρδίαν ὑμῶν καὶ πᾶσαν τὴν βουλὴν ὑμῶν πληρώσειεν, τῆς ἀγαθῆς ῥίζης τὰ βλαστήματα, τοῦ καλοῦ ἀδελφοῦ αἱ ὁμαίμονες, τῆς οὐρανίου παστάδος αἱ νύμφαι. προσεύχεσθε καὶ περὶ ἐμοῦ, παρακαλῶ.
Ἀντωνίῳ ἡγουμένῳ 〈τῶν〉 Αὐλητοῦ Καὶ πάλιν ἐπιστέλλω τῇ θεοσεβείᾳ σου, συμπροθυμούμενος καὶ συγχαιρόμενος αὐτῇ ἐπὶ τοῖς ὑπὲρ Χριστοῦ πόνοις τε καὶ κόποις, διωγμοῖς τε καὶ ἀφορισμοῖς· ἤνεγκεν ὁ καιρὸς στεφανίτας γενέσθαι, ἀθλητάς, ὁμολογητάς, καὶ μέντοι διώκτας, χριστομάχους· οἱ γὰρ τῇ εἰκόνι Χριστοῦ μαχόμενοι τί ἄλλο εἶεν ἢ διῶκται ἀληθείας καὶ Χριστοῦ ἀντάρται; ἡ γὰρ τῆς εἰκόνος τιμὴ καὶ ἀτιμία ἐπὶ τὸ πρωτότυπον διαβαίνει. ἐνέγκωμεν δὴ οὖν, πάτερ τίμιε, τὴν παρὰ τῶν ἐχθρῶν κάκωσιν, ἧς τὸ ἀνταπόδομα ζωὴ αἰώνιος καὶ ἡ μετὰ μαρτύρων ἀγαλλίασις. ἐπαινετὸς εἶ, ἄνθρωπε τοῦ θεοῦ, ὅτι ἐκ πάντων μικροῦ δεῖν τῶν ἐν ἄστει καὶ πρὸ τοῦ ἄστεως ἡγουμένων σὺ μόνος ἐξῆλθες προκινδυνεύων τῆς εὐσεβείας, φῶς τῶν ἐν σκότει γινόμενος, ἔλεγχος τῶν ἀσεβούντων ὁμοταγῶν. τί τὸ κέρδος μικραῖς ἡμέραις ἀντέχεσθαι μοναστηρίου, δόξης, εὐπαθείας τῆς προσκαίρου καὶ μετὰ αἱρετικῶν ἀπενεχθῆναι εἰς αἰσχύνην αἰωνίαν; ὅσον δὲ ἀγαθὸν καὶ μακάριον βραχύ τι κοπιάσαι καὶ πάντων ἀποστῆναι τῶν οἰκείων ἢ τάχα καὶ τὸ σῶμα προΐεσθαι καὶ εὑρεῖν θεὸν εὐμενῆ καὶ τὴν βασιλείαν τῶν οὐρανῶν.
Οὕτως ὡς ἐλάχιστος προήχθην διαλεχθῆναι, αἰτούμενός σε, ὁσιώτατε πάτερ, μνήμην μου ποιεῖσθαι τοῦ ἁμαρτωλοῦ ῥυσθῆναι ἐκ τῶν παθῶν τῆς ἀτιμίας καὶ ἕτοιμον εἶναι εἰς ὅ τι ἂν καὶ κελεύοι θεὸς ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἔτι ὑποστῆναι.
Ἀρκαδίῳ μοναχῷ Ἤκουσταί μοι πῶς ἄριστα διέθου τὰ κατὰ σέ, ἀδελφὲ ἠγαπημένε, καὶ ἐδόξασα τὸν θεόν· τί τοῦτο; ὅτι οὐ συναπήχθης τοῖς προδεδωκόσι τὴν ἀλήθειαν διὰ τῆς τῶν αἱρετικῶν κοινωνίας, κἂν εἰς καθηγητῶν εἶεν τάξιν, ἀλλ᾽ ἑαυτὸν ἀπορρήξας τῆς θεοχωρίστου συναφείας ἐναπεκρύβης ἐν ὄρεσι καὶ σπηλαίοις διαιτώμενος σὺν ὑπηρέταις, μᾶλλον ἑλόμενος κακουχεῖσθαι καὶ ταλαιπωρεῖσθαι ἢ διὰ πρόσκαιρον ἡδονὴν πρόεσθαι τὴν αἰώνιον ζωήν, ἔχων καθηγητὴν καὶ διδάσκαλον Χριστὸν τὸν θεὸν ἡμῶν, ὑπὲρ οὗ καὶ τὸ πάσχειν.
Χάρις οὖν τῷ δόντι σοι τελειόφρονα γενέσθαι· σοῦ ὄντως οὐκ ἄξιος ὁ κόσμος, ὑπερκοσμίως βιοῦντος κατὰ τὸν θεῖον ἀπόστολον, σοῦ ὄντως ὁ μακαρισμὸς Χριστοῦ, δεδιωγμένου ἕνεκεν δικαιοσύνης. καί γε ἔπρεπεν τὸν δι᾽ ἀγάπην θεοῦ καταλιπόντα τὰ μέγιστα τῶν ἐπιγείων ἀξιωμάτων καὶ τὰς βασιλείους διατριβάς, προσθείην δ᾽ ἂν καὶ τὰ σωματικὰ κάλλη τε καὶ περιουσιάσματα, μὴ ἁλῶναι ἀγεννῶς καὶ ἀπανθρώπως, ἀλλὰ τὰ θεῖα προκρίναι καὶ τὰ ἐρημικὰ καὶ ὀρικὰ ἐδάφη καταλαβεῖν· ἐν οἷς ἔστι σοι ἀγγελικῶς ἀναστρέφεσθαι, θεὸν ἀναπνέοντι, οὐρανὸν ὁρῶντι, ἀγγέλοις συμπεριπολοῦντι.
Ὑπόμεινον, ἀδελφέ, τὸν καλέσαντά σε Κύριον, καὶ ὑψώσει σε ἐν δόξῃ μεγίστῃ, εἴς τε ὑπόδειγμα ἀρετῆς τοῖς ἐν τῷ βίῳ καὶ εἰς κληρονομίαν τῶν ἐν ἐλπίσιν ἀποκειμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτόν. μέμνησο δὲ καὶ ἡμῶν τῶν ἀναξίων καὶ φιλούντων σε ἑκάστοτε, ὅπως εὐαρέστως Χριστῷ ἀποβιώσοιμεν ἐν τῷ παρόντι ἀγῶνι. τοὺς σὺν σοὶ πλεῖστα προσαγορεύω.
Κόμητι Ἀκούων ἀκούω, ἄνθρωπε τοῦ θεοῦ, τὰς ἀριστείας σου καὶ θεοσεβείας, ἃς περὶ τοὺς ἐν τοῖς αὐτόθι ὄντας ἢ καὶ διερχομένους ἀδελφοὺς ἡμῶν ἐργάζῃ, καὶ δοξάζω τὸν θεόν, ὅτι ὡς ἂν πατὴρ ἢ καθηγεμὼν ἤ τις ἄγγελος ἐκ θεοῦ ἀποσταλεὶς πρακτικεύεσαι τὰ πρὸς αὐτούς, ὃν μὲν παραινῶν, ὃν δὲ συμβιβάζων, καὶ ἄλλον μὲν τρέφων, ἄλλον δὲ παραπέμπων, ἕτερον δὲ συμμίγων μονοβιοῦντα, καὶ ἄλλον μὲν ἐνδύων, ἕτερον δὲ ἐφοδιάζων. καὶ τί δεῖ πολλὰ λέγειν; αὐτὸν ἐμὲ δοκῶ εἶναι ἐν σοὶ ἤ τινα τῶν εἰς δεξιόν μου ὀφθαλμὸν τελούντων. πόθεν σοι, ὦ δέσποτα πανσεβέστατε, ἡ φροντὶς αὕτη, πόθεν ἡ φιλία, πόθεν ἡ παράκλησις ἀλλ᾽ ἐκ θεοῦ, τοῦ κατὰ τόπον καὶ χώραν ἔχοντος τοὺς ἑαυτοῦ ἐργάτας καὶ θεραπευτάς; αὐτὸς καὶ ἐν τῇ πάλαι ἐξορίᾳ ὡσαύτως ποιεῖν οὐ διέλιπες, ἡμᾶς αὐτοὺς σκεπάσας καὶ θεραπεύσας.
Διὰ πάντα τοίνυν ἔχεις ἡμᾶς ὑποχρέους προσευχῶν εὐχαριστηριῶν, μᾶλλον δὲ θεόν, τὸν εἰς ἑαυτὸν ἀναδεχόμενον τὰς εἰς τοὺς ἀδελφοὺς εὐποιΐας σου· παρ᾽ οὗ σοι ἡ ἄφεσις τῶν ἁμαρτιῶν καὶ ἡ βασιλεία τῶν οὐρανῶν.
Ναυκρατίῳ τέκνῳ Ἀδολεσχίᾳ ἠδολέσχουν, τί τὸ ἀποβησόμενον εἰς τοὺς ἀδελφούς· καὶ ὡς διὰ τῆς ἀπαγγελίας τοῦ γράμματός σου, τέκνον, ἔγνων αὐτοὺς διασεσωσμένους ἔτι μετὰ καὶ τοῦ Ὑπατίου (τοῦτο γὰρ ἡ ἐπὶ τῶν προτέρων φρουρῶν ἀνάπεμψις), τί δεῖ καὶ λέγειν ὅσον εὐθύμησα, εὐθάρσησα, εὐχαρίστησα, ἠγαλλιασάμην; καὶ γὰρ ὥσπερ τὸ μακάριον τέλος τοῦ ἁγίου μου Θαδδαίου κράτος γέγονεν, οὐ μόνον ἐμοὶ τῷ ταπεινῷ ὑμῖν τε τοῖς αὐτοῦ ἀδελφοῖς, ἀλλὰ καὶ πάσῃ τῇ ἐκκλησίᾳ, οὕτω καὶ τῶν ἔτι ἀθλούντων ἡ εὐανδρία καὶ διακαρτερία, ὥσπερ καὶ τὸ ἐναντίον ἐναντίως. ἔστιν οὖν ὁ δυναμῶν θεὸς καὶ πρὸς τὸ ἑξῆς κάλλιστα αὐτοὺς διαγωνίσασθαι, οὐ μὴν ἀλλὰ καὶ ἡμᾶς σὺν αὐτοῖς· οἱ μὲν γὰρ ἔδραμον καὶ ἐνίκησαν, κἂν οὐκ εἰς τὸ ἀεί, διὰ τὸ μὴ εἰδέναι τί τέξεται τὰ μετέπειτα, ἡμεῖς δὲ ἐπὶ παρασκευῆς μόνον, οὔπω δεδραμηκότες.
Διὸ ὑπομνήσκω, παρακαλῶ, κυλινδοῦμαι καὶ διὰ σοῦ πάντας παρασκευασμένους εἶναι, μεμελετημένους διὰ τὴν αἰφνίδιον ἁρπαγήν. οὐδεὶς ἐπὶ συμβολῇ πολέμου ἱστάμενος ἀμεριμνεῖ, οὐ φιλονεικεῖ, οὐ διακέχυται, οὐ γελωτοποιεῖ, οὐ μισοπονηρεῖ, οὐ κενεμβατεῖ· ἀλλὰ τί; γρηγορεῖ, προσεύχεται, συμφράττεται, συμπλέκεται καὶ πρὸ συμπλοκῆς, διωθεῖται τὰς ἐπιθυμίας, αὐταρκοτροφεῖ, ἀσχετεῖ κόσμου, ζωῆς, οἰκείου σώματος, πάντα κατὰ τὸν ἀπόστολον σκύβαλα εἶναι νομίζει διὰ Χριστόν. οἴδατε τί πέπονθεν ὁ ταπεινὸς Λουκιανός, ἵνα τοὺς ἄλλους ὡς οὐ τῶν δοκούντων εἶναί τι ἐάσω λέγειν; πῶς πέπτωκεν, πῶς γέγονεν ὑπὸ χεῖρα (φεῦ μοι λέγειν) τοῦ βασιλέως, μᾶλλον δὲ τοῦ διαβόλου; δέομαι ὑμῶν, προσεύχεσθε περὶ ἐμοῦ ἵνα ἐπισκηνώσῃ ἐπ᾽ ἐμὲ τὸν ἄσωτον, τὸν ἀδρανῆ, τὸν ἄχρηστον ἡ δύναμις τοῦ Χριστοῦ, ἐν ᾗ ἐστι τὸ νικᾶν· ἐπεί, φησίν, χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.
Ταῦτα κἀγὼ περὶ ὑμῶν αἰτῶ μετὰ δακρύων καθ᾽ ἑκάστην. ναί, δέομαι ὑμῶν, ἑτοιμάζεσθε, θωρακίζεσθε, διανίστασθε, ἔχοντες πρόμαχον καὶ προασπιστὴν τὸν Κύριον, ὃς πάντως τὸν πιστεύοντα σῴζοι· πιστεύετε, φησίν, ὅτι δύναμαι τοῦτο ποιῆσαι; οἱ δὲ εἶπον· ναί, Κύριε. καὶ αὐτός· ὑπάγετε, ὡς ἐπιστεύσατε, γενηθήτω ὑμῖν· καὶ ἐπέτυχον τῆς ἐπιζητήσεως. τοῦτο καὶ νῦν ἐφ᾽ ἡμῖν τοῖς ταπεινοῖς. ὑπόδειξον τὸ γράμμα, ἀδελφέ μου, τοῖς προέχουσι, καί γε πρὸ πάντων ἀσφαλέστεροι ἦτε οἱ ἐκ τῶν ἔσω παραπεμφθέντες πρὸς τοῦ βασιλέως· καὶ ὁ Κύριος ἔστω μεθ᾽ ὑμῶν. ἀμήν.
Πέτρῳ τέκνῳ Τὸ μὲν ἐπιστεῖλαι καλῶς (φιλῶ γὰρ ἀεί, τέκνον μου ἠγαπημένον, ὁμιλεῖν σοι διὰ τοῦ γράμματος), τὸ δὲ ἀποστεῖλαι διὰ τί, καί γε τοσαῦτα καὶ τηλικαῦτα; ἐξέστησάς με πᾶσαν τὴν ἔκστασιν ταύτην. οὐκ ἤρκει σοι ἡ φροντὶς τῶν ἀδελφῶν; ἀλλ᾽ ὁ πόθος πρᾶγμα βίαιον. στῆσον ἔτι, παρακαλῶ, τὸ ἐκδαπανᾶσθαί σε. πλὴν ἀπεδεξάμην, πλὴν ἀπευχαρίστησα, ὅτι ἀναξίου μου ὄντος ἡ τοιαύτη σου θεόθεν ἐκκέχυται προαίρεσις. τί ἀνταποδώσω ὁ τάλας; τί γὰρ ἀγαθὸν ἔχω ἢ ἔσχες παρ᾽ ἐμοῦ ἢ αὐτὸς ἢ ἄλλος τῶν συμφοιτητῶν σου; θεοῦ τὸ δῶρον, οὐκ ἀπ᾽ ἐμοῦ τι ὠνήσασθαι. ὅμως ἀνθ᾽ ὧν προαιρούμενος εἶ ἐκ πρώτης ἡμέρας ἕως δεῦρο πρὸς τὴν ταπείνωσίν μου, ὦ καλὸν τέκνον, εὕροις τὸν Χριστὸν εὐμενισμένον, τῆς πεποιθήσεώς σου χαριζόμενόν σοι τοὺς μισθούς· δι᾽ αὐτὸν γὰρ πράττεις, ἃ πράττοις. γρηγορεῖν δὲ παρακαλῶ ὑμᾶς, στήκειν ἐν τῇ πίστει, ἀνδρίζεσθαι, κραταιοῦσθαι, πάντα ὑμῶν ἐν ἀγάπῃ γίνεσθαι· ὁ γὰρ καιρὸς ἀγώνων. σκοπεῖτε πῶς τινες δοκοῦντες ἵστασθαι καταπεπτώκασι, καὶ ἄλλοι ἄλλως. παραζηλοῦμεν ἐν τοῖς ἐναθλοῦσιν, ὧν Χριστὸς στερέωμα, ὧν κἀγὼ ὁ τάλας εἴην κοινωνός· οἷς καὶ ὑμεῖς συναρίθμιοι ἐν Χριστῷ Ἰησοῦ, τῷ λαμπρύναντι τὴν πολιτείαν ὑμῶν ἔκπαλαι, ἀφ᾽ ὧν καὶ ὁ ζῆλος ἀνήφθη ἐν τῷ νῦν καιρῷ τολμῶ λέγειν.
Πρὸς οὓς εἴρηκας ἐπιστεῖλαι γέγραφα. προσαγόρευσον τὴν καλήν σου συνοδίαν· οἱ σὺν ἐμοὶ θερμῶς σε ἀσπάζονται.
Πατρικίᾳ Οὔπω οὔτε ἐν ὄψει, ὡς οἶμαι, ἦλθον τῆς εὐγενείας σου οὔτε εἰς λόγον γραμματικῆς προσφωνήσεως, ἤχθην δὲ κινηθεὶς παρὰ τοῦ πνευματικοῦ ἡμῶν τέκνου, Πέτρου δὴ λέγω, τοῦ ἰδίου σου· πολλά σοι γὰρ τὰ ἐγκώμια συνείρει καὶ πολλούς σου φαίη ἀπολελαυκέναι τιμῆς καὶ χάριτος. καὶ τοῦτο ψυχῆς ἀγαθῆς, ἀγαθοποιεῖν πρὸς πάντας, καὶ μάλιστα πρὸς τοὺς οἰκείους καὶ ἀγχιστεύοντας. λέγει δὲ ὁ ἀδελφὸς καὶ μὴ χραίνεσθαί σε τῇ μυσαρᾷ αἱρέσει τῶν χριστομάχων. καί γε πάλιν μέγας σοι ὁ ἔπαινος ἐντεῦθεν, πιστὰ φυλαττούσῃ τῷ δεσπότῃ σου Χριστῷ, καθάπερ καὶ τῷ μακαρίῳ σου ὁμόζυγι. ἀλλ᾽ ὤ, πῶς ἦλθον εἰς μνήμην τοῦ ἀνδρός; κἂν γὰρ τῇ τιμιότητί σου ἀγνώριστος, ἀλλ᾽ οὐκ ἐκείνῳ τῷ ἀειμνήστῳ· ἐφίλουν γὰρ αὐτὸν πάνυ διὰ τὴν ἐν ἅπασιν εὐσέβειαν αὐτοῦ καὶ θεοφοβίαν, πείθομαι δὲ ὅτι καὶ ἀντεφιλούμην. γέγονε δὲ ὡς γέγονε, καὶ θεὸς αὐτὸν ἀναπαύσειεν· οὐ γὰρ τὸ θανεῖν ἐν πολέμῳ ἁπλῶς κακόν, ἀλλὰ τὸ ἐν ἁμαρτίᾳ, οὗ δ᾽ ἂν φθασθείη τις κἂν ἐπὶ κλίνης.
Λοιπὸν εὔθυμος ἔσο, κυρία, περὶ τῆς σῆς κεφαλῆς, ὃν ὄψῃ μικρὸν ὕστερον, ἐλπίζω, ἐν χαρᾷ, ὅτε τῇ ἐσχάτῃ σάλπιγγι ἀναστήσονται πάντες εἰς ἄμειψιν τῶν βεβιωμένων. ἴδε πῶς ἀρξάμενος ἑτέρως ἐτελείωσα· εὑρέθη γάρ μοι τὸ γράμμα κατὰ χρέος τῇ τοῦ ἐμοῦ κυρίου καὶ γνησίου φίλου ὁμόζυγι πεποιημένον. χαρισθείης μοι εὐσεβῶς διαβιοῦσα.
Πατρικίᾳ ἄλλῃ Τανῦν ἐπιστεῖλαι τῇ ἐμῇ κυρίᾳ ἐκ προφάσεως γέγονε τοῦ πνευματικοῦ ἡμῶν τέκνου ἀββᾶ Πέτρου, τοῦ καὶ τῆς σῆς θεοσεβείας ἀγχιστέως. τί δὲ ὅ τι οὐκ ἀπέλιπες καὶ αὐτῷ ἀγαθοποιοῦσα, ὥσπερ καὶ τοῖς περὶ τὸν ἀββᾶν Εὐόδιον ἄλλοις τε τοῖς φθάσασι τῆς ἐλαχίστης ἡμῶν μονῆς ὑπάρχειν; ὑπὲρ ὧν καὶ δι᾽ ὧν ἄξιόν ἐστιν εὐχαριστεῖν σοι, ἀπολογεῖσθαι, προσεύχεσθαι τὰ ἀγαθά σοι εὐθηνῆσαι. ὁ οὖν ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι καὶ πληθύναι τὸν πνευματικὸν σπόρον καὶ αὐξήσαι τὰ γεννήματα τῆς δικαιοσύνης σου ἐν παντί, θείᾳ ἐργασίᾳ πλουτιζομένης· τοῦτο γάρ σοι ἐγκώμιον ἐν τῷδε τῷ βίῳ καὶ ἐφόδιον αἰωνίου ζωῆς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
Ἀπολαύομεν πάντοθεν τῶν ἀγαθῶν σου, ἔχομεν δὲ ἐν ὀφθαλμοῖς ἡμῶν μνήμης ἐμπύρευμα καὶ τὸ προσκεφάλαιον, ἐν ᾧ ἀναπαυόμενοι χρεωστικῶς ὑπερευχόμεθά σοι. τί τὸ ἑξῆς; ὅτι καὶ τὴν πίστιν, ὡς μανθάνω, φυλάττεις ὡς κεφαλίδα σου, τὸ φρόνιμον τοῦ ὄφεως ἔχουσα κατὰ τὴν Γραφὴν καὶ τὸ τῆς περιστερᾶς ἀκέραιον. ὢ τῆς ἐπαινετῆς σου θεοσεβείας· οἶδας ὅτι οὐδὲν θεοῦ προτιμότερον, ὄντως πεπαίδευσαι τὰ θεῖα, ἀληθῶς γινώσκεις τὰ ἀνθρώπινα παρερχόμενα. καί γε διαφυλάξειέν σε Κύριος ἕως τέλους ἀκατάγνωστον, ἀμέτοχον τῆς τῶν αἱρετιζόντων θεοχωρίστου κοινωνίας, τὴν ἐν ἅπασιν πανεύφημον καὶ πανσύνετον.
Ἱλαρίωνι τέκνῳ Χαῖρε τέκνον, ἀββᾶ Ἱλαρίων· πυνθάνομαί σε πῶς ἔχεις, πῶς διεξάγοις τὸν τοῦ διωγμοῦ καιρόν. κἂν ἄρτι ἀπεριόριστος, ἀλλὰ τὰ πάλαι οὐ μόνον περιωρισμένος, ἀλλὰ καὶ ἐν πληγαῖς ὑπὲρ Χριστοῦ· ὅμως καὶ τανῦν δεδιωγμένος καὶ ὁ μακαρισμὸς ἐγγύθεν. δεδέημαι καὶ πρὶν καὶ νῦν τὸ αὐτό, εὐαρέστως διεξάγειν τὴν ἐν Κυρίῳ ζωὴν ὑμῶν. ἡ συνοδία σου ἔστω συνοδία Χριστοῦ, ἡ ἁλεία σου ἁλεία ἀποστολική· καὶ γὰρ μαθητῶν Χριστοῦ τὸ ἐπιτήδευμα. δοξάσατε δὴ τὸν θεόν, τέκνα μου, ἐν τῷ ἔργῳ ὑμῶν, ὅτι ἐπὶ θύραις θανάτου ἐσμέν. ἁλιεύων ἡλιεύθης ὑπὸ Κυρίου εἰς τὸ ἅγιον σχῆμα· οὕτως εἰσαεὶ ἔστω σου ἡ ἄγρα ἐν τῷ ἀγρεύεσθαί σε ὑπὸ θεοῦ εἰς τὰ καλά. ὁρῶν τὸν βυθὸν θαύμαζε τὸν ποιητήν σου θεόν, ἀγρεύων τὸν ἰχθὺν δόξαζέ σου τὸν τροφοδότην Κύριον, πιπράσκων διὰ χρείαν μοναχικῶς, ἀλλ᾽ οὐ κοσμικῶς· πλέκων τὴν ὁρμαίαν συμπλέκοις μου ἀγαθοὺς λογισμούς. ψαλμὸν ἔχεις, ᾠδὴν ἔχεις, μελῳδίαν ἔχεις. ἐν τῷ ἐσθίειν τὸ ἀπρόσκοπον, ἐν τῷ πίνειν τὸ σύμμετρον, ἐν τῷ κοιμᾶσθαι τὸ αὔταρκες· πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω, ἵνα δοξάζηται ὁ Κύριος ὑπὸ τῶν ὁρώντων ὑμᾶς. σκοπεῖτε καὶ τὸν πειρασμόν, μήπως καὶ συλληφθῆτε· διὸ οὐκ ἀμεριμνεῖν χρὴ οὐδὲ ἀδιαφόρως ζῆν, ἀλλὰ σὺν φόβῳ καὶ ἐγρηγορήσει ἐλπίδι τε θεοῦ εἰς τὸ ἐνεγκεῖν πάντα ὑπὲρ Χριστοῦ.
Ναί, τέκνον μου, παρακαλῶ σε οὕτω πορεύεσθαι. στήριζε τοὺς μετὰ σοῦ, ὑπομίμνησκε φοβεῖσθαι καὶ τρέμειν θεὸν καὶ μηδὲν ποιεῖν κακόν, ὡς κατ᾽ ὀφθαλμοὺς αὐτοῦ παρόντων ἡμῶν ἀεί, ὅπερ ἀληθές. ἀπεδεξάμην σου τοὺς ἰχθῦς ἐξ ἔργων τῶν εὐλογημένων χειρῶν σου. εὐλογήσειεν Κύριος τὴν ἄγραν σου. προσειπὲ τὸν ἀδελφὸν Θεοφύλακτον καὶ εἴ τινα ἄλλον πιστόν· οἱ σὺν ἐμοὶ ἀσπάζονταί σε πεποθημένως.
Νείλῳ τέκνῳ Προσαγορεύω σε, ὦ τέκνον μου ἀγαπητὸν Νεῖλε· ἀπεδεξάμην σου τὴν εὐλογίαν, τοὺς ἰχθύας. τί σοι ἀνταποδοίην, ὅτι καὶ πάλιν μου ἐμνήσθης ἐκ τοῦ κόπου τῶν χειρῶν σου; οὐδὲν ἄλλο ἢ εὐχήν μου ἁμαρτωλήν· καί γε παράσχοι ὁ Κύριος τὸν φόβον αὐτοῦ πλειοτέρως ἐν καρδίᾳ σου, ἵνα κἄν τε ἐν γῇ κἄν τε ἐν θαλάσσῃ αὐτὸν ἀναπνῇς, αὐτῷ δουλεύῃς. οἶδας γάρ, τέκνον, ὅτι θνητοί ἐσμεν πάντες, μικρὸν ὕστερον ἐκβαίνοντες τοῦδε τοῦ σαρκίου, λόγον ὑφέξοντες περὶ ὅλου τοῦ βίου ἡμῶν μέχρι καὶ λόγου καὶ παροράματος, μέχρι ἐνθυμήσεως· καὶ τί λέγω; καὶ ἀκουσίων καὶ τῶν ἐν ἀγνοίᾳ δώσειν ἡμᾶς λόγον ἐπήγγελται τῷ Κυρίῳ. ποταποὺς δεῖ ἡμᾶς λοιπὸν εἶναι; ἐμφόβους καὶ ἐντρόμους, εὐαπολογήτους· φοβερὸν γὰρ τὸ κριτήριον τῆς διαγνώσεως. πῦρ ἄσβεστον ἔνθεν, κἀκεῖθεν βασιλεία οὐρανῶν, τὸ μὲν τοῖς ἁμαρτωλοῖς καὶ παρακρούσασι τὰς ἐντολὰς τοῦ Κυρίου, ἡ δὲ τοῖς νομοφύλαξι.
Διὰ τοῦτο παρακαλῶ ὁσίως σε βιοῦν, καθαρῶς, ἐνώπιον εἶ θεοῦ· κἂν δίκτυον ἀνακαθαίρῃς, κἂν ἄγκιστρον βάλλῃς, κἂν ἰχθὺν ἀνέλκῃς, πάντα εἰς δόξαν θεοῦ, τέκνον. μὴ ὡς οἱ λαϊκοὶ ἡμεῖς οἱ σταυρόκοσμοι μήτε ἀγρεύοντες μήτε πιπράσκοντες, ἀλλὰ ἀποστολικῶς, ὧν καὶ τὸ χειροτέχνημα. ὑπέμνησα ἐκ πόνου, ἐκ φόβου· ἐὰν γὰρ μὴ διαστείλωμαι, οὐαί μοι. ναί, υἱέ μου ἠγαπημένε, μνήσθητι τοῦ εὐεργέτου σου θεοῦ, ποῦ ἦς ποτε καὶ πῶς, καὶ νῦν τίς εἶ καὶ ἐν ποίᾳ δόξῃ· δόξασον τὸν θεὸν ἐν τῷ βίῳ σου, ἵνα καὶ ὁ θεός σε δοξάσῃ εἰς αἰῶνας.
Σοὶ μὲν παρ᾽ ἐμοὶ ταῦτα, πρὸς δὲ τὴν συνοδίαν σου αὐτὸς ἀντὶ ἐμοῦ γενοῦ, στηρίζων καὶ νουθετῶν τὰ αὐτά, καὶ ἡ εἰρήνη τοῦ Κυρίου βραβεύσειεν ὑμᾶς ἐν ὁμονοίᾳ. προσεύχου καὶ αὐτὸς περὶ τῆς ταπεινώσεώς μου· προσαγορεύουσίν σε οἱ ἀδελφοί σου.
Ἀνεπίγραφος Μανθάνω σε, ὦ μακαριώτατέ μου πάτερ, εἱργμένον εἶναι καὶ οἷον ὡς καμίνῳ πυρὸς δοκιμαζόμενον ὑπὸ τῶν ἀσεβούντων. καὶ εἴθε μοι ἦν δυνατὸν καταλαβεῖν τὸ κατέχον σε φρουρεῖον, ὡς ἂν ἠσπασάμην τὴν ἐμοὶ ἱερὰν καὶ σεβασμίαν κεφαλήν, ᾄσας σοι αἰνέσεως ῥήματα, ὅτι διὰ Χριστὸν βασανίζῃ, λιμώττεις, διψεῖς, στενοχωρούμενος, ὑπωπιαζόμενος, ταλαιπωρούμενος, τάχα καὶ τὸν ἀέρα ἀναπνεῖν οὐκ ἐλευθερίως ἔχων· ἐῶ λέγειν ὀνειδισμούς, μυκτηρισμούς, ἀπειλάς, ὅσα ἄλλα καὶ φυλακὴ φέρει καὶ οἱ κακοῦντες εἰώθασι πράττειν. διὰ ταῦτα πάντα ἀλγύνομαι ὁ ταπεινὸς ἐπὶ τῇ σῇ ἁγιωσύνῃ, ἀγωνιῶ, σφαδάζω, στοναχίζω, τὴν καρτερίαν σοι προσευχόμενος ὡς ἁμαρτωλός, τὴν ἀναψυχήν, τὴν τοῦ ἀγῶνος τελείωσιν· καί γε πιστεύω ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν τὸ μαρτύριον τῆς ὁμολογίας αὐτοῦ καὶ ἐπιτελέσειεν εἰς δόξαν τοῦ κράτους αὐτοῦ, εἰς ἔπαινον τῆς ἐκκλησίας αὐτοῦ, εἰς καύχημα ἡμῶν τῶν ἐλαχίστων καὶ ἀδρανῶν. πάντες ἡμῶν εἰς ὑμᾶς ἀποβλέπομεν, πάντες ἐφ᾽ ὑμῖν ἐπερειδόμεθα, ὥσπερ οἱ κατὰ δευτέραν ἐπιβολὴν σταδιοδρομεῖν παρασκευασμένοι καὶ τῇ τῶν προτέρων νίκῃ ἢ τοὐναντίον εὐθαρσοῦντες ἢ καὶ ἀνάπαλιν καταπεπτηχότες καὶ τῆς ἀνδρείας τόνον οὐκ ἔχοντες.
δεόμεθα ὑμῶν, ἀνδρειώσατε ἡμᾶς· ναί, ναί, παρακαλοῦμεν τὰ πατρικὰ ὑμῶν σπλάγχνα, δότε ἡμῖν νίκης σημεῖον ἐν ταῖς ἀηττήτοις εὐδρομίαις καὶ μὴ τοὐναντίον, ὅπερ ἀπείη καὶ ἐννοεῖν. ὥστε ὑμεῖς ἡμῶν καὶ στέφανος καὶ χαρὰ καὶ ἐλπὶς καὶ μαρτύριον ἐν προσώπῳ Χριστοῦ· ὃς ἡμᾶς σὺν ὑμῖν τοῖς ἀξιοθέοις χαρίσεται ἀκαταγνώστως διανύσαι τὸν προκείμενον ἀγῶνα τῆς ὁμολογίας αὐτοῦ.
Εἰρήνῃ καὶ Καλῇ, δυσὶν ἀδελφαῖς Ὢ τῆς συμφορᾶς· ἀπὸ γὰρ στεναγμοῦ ἐνάρχομαι τῆς ἐπιστολῆς, συσκυθρωπάζων ὑμῖν ἐπὶ τῷ πάθει καὶ συνδακρύων, εἰ καὶ τολμηρὸν εἰπεῖν, ὡς ὁ Χριστὸς ὁ ἀγαθὸς ταῖς περὶ Μάρθαν δυσὶν ἀδελφαῖς ἐν τῷ θανάτῳ Λαζάρου. φίλος γὰρ ὁ ἀνήρ, φίλος ἐγγίζων ἐν αἵματι, ἀγαθὸς ἄνθρωπος θεοῦ, ἐργάτης ἐντολῶν Κυρίου, μόσχος ὢν καὶ ὀνόματι καὶ πράγματι δι᾽ εὐωδίαν τῶν δεξιῶν αὐτοῦ πράξεων. τότε τοίνυν ἐπὶ Λαζάρῳ πολλοὶ τῶν Ἰουδαίων ἧκον ἐν Βηθανίᾳ, συνθρηνήσοντες ταῖς ὁμαίμοσι διὰ τὴν ἀρετὴν τοῦ ἀνδρός· εἰ γὰρ τοῦ Χριστοῦ φίλος, πῶς οὐ πᾶσιν ἐραστός; νῦν δέ, φεῦ τῆς συμβάσεως, οὐδὲ κἂν ὁ θάνατος κατ᾽ ὀφθαλμούς, ὅπερ φέρειν οἶδεν πολλὴν παραμυθίαν, ἐξόδια ῥήματα καὶ συντακτήρια παραψιθυρίσματα· φιλεῖται γὰρ ὁ ἀπιὼν καὶ περιτρύζεται παρὰ τῶν παρεστηκότων καὶ νεύει ὀφθαλμὸν καὶ κινεῖ χεῖρα καὶ φθέγγεται ἀδρανές τι, ἃ οὐκ ὀλίγην καὶ μετὰ θάνατον ἐπαφίησι παρηγορίαν τοῖς πενθοῦσιν. οὐδὲν δὲ δεῦρο τοιοῦτον. διὸ καὶ τὸ πένθος ὑμῶν ὑπολαμβάνω ἀπαράκλητον εἶναι, ἀφεμένων μόνων, ἀπροστατεύτων, ἀνεπικούρων.
βαρὺ τὸ πάθος, βαθεῖα ἡ πληγή, ἀπαρηγόρητος ὁ χωρισμός· καὶ γὰρ ἦτε ἀμφότεροι ξένον τι ζῶσαι ἐν βίῳ, ἀδελφὸς δυοῖν ἀδελφαῖς, ἄζυξ ἄζυξι, παρθένος παρθένοις, φέροντες τὰ τῆς εὐγενείας ἐν λαμπρότητι, τὰ τῆς ἡλικίας ἐν ἀκμῇ, τὰ τῆς θεωρίας ἐν εὐειδίᾳ, τὰ τῆς οὐσίας ἐν εὐπορίᾳ, τὰ τῶν προσόδων ἐν εὐθηνίᾳ. καὶ ὅμως τῆς φιλαλληλίας οὐδὲν προτιμότερον γέγονεν, εἰς διάζευξιν ἀναγκάζον διὰ τοῦ γάμου ἐν ὑμῖν· ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν ἀλλ᾽ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; καὶ οὔπω ἔφην τὴν μητρόθεν παραδεδομένην ἀγαθοεργίαν ἐν ἐλεημοσύναις, ἐν προσευχαῖς, ἐν ψαλμῳδίαις, ἐν ἐγκρατείᾳ, ἐν σεμνότητι, ἐν εὐλαβείᾳ, ἐν φιλοξενίᾳ, τὸ τελευταῖον καὶ πρῶτον, ἐν ὀρθοδοξίᾳ. ποῦ παρήσομεν τὴν ὀρφανοτροφίαν καὶ ὅσα ἐν αὐτῇ ὁρᾶται ἐν πάσῃ ἡλικίᾳ κληρῶσαι καὶ προικίσαι καὶ εἴ τι ἄλλο; ὢ τοῦ θαύματος· τεσσεράκοντα εἴασεν ὀρφανὰ ἐν τῇ ἀποβιώσει ἐν ὑμῖν ταῖς τὰ ἴσα πραττούσαις· ξένον ἄκουσμα, ἔργον ἁγίων, οὗτοι σὺν πολλοῖς ἄλλοις οἱ θρηνηταὶ τοῦ πατρὸς ὡς ἀληθῶς τῶν ὀρφανῶν. θεομίμητον τὸ κατόρθωμα.
Τοιαῦτα τὰ ἐκείνου καὶ ὑμῶν, τοιοῦτον αὐτοῦ καὶ τὸ ἐντάφιον, δι᾽ ὧν καὶ μετὰ θάνατον ὀρφανοτροφεῖ, ἐλεεῖ, ψυχὰς πενήτων ἐμπίπλησιν ἀγαθῶν. ταῦτα κενούτω τὸ πάθος τῆς λύπης ὑμῶν, εἰς χαρὰν μεταβάλλοντα, ἐν ἐλπίδι τῶν ἀποκειμένων αὐτῷ αἰωνίων ἀμοιβῶν· ὧν καὶ ὑμεῖς μετασχοίητε καλῶς καὶ ὁμοτρόπως τὸν ὑπολειπόμενον ὑμῖν διαμείβουσαι βίον ἐν Χριστῷ Ἰησοῦ, τῷ φυλάττοντι ὑμᾶς ὡς κόρας δύο ὀφθαλμῶν θεοσεβείας.
Εὐσεβίῳ τέκνῳ Ἐδεξάμην σου τὸ γράμμα, τέκνον, καὶ γνοὺς συνῆκα ὅτι φοβῇ σὺ τὸν θεὸν διὰ τῆς ἀγάπης καὶ πεποιθήσεώς σου, ἧς ἔχεις δι᾽ αὐτὸν πρὸς τὴν ἐμὴν ταπείνωσιν· δεῖγμα γὰρ ὑποταγῆς θεοθεραπεύτου ἡ πρὸς τὸν καθηγούμενον ἀγάπη καὶ ἐπιποθουμένη θεωρία. χάρις οὖν τῷ θεῷ, ὅτι ἄσβεστοί σου οἱ σπινθῆρες τῆς πίστεως διαμεμενήκασιν, ἀλλὰ καὶ διαμενοῦσιν εἰς τὸ ἀεί· εὐαπόδεκτός σου καὶ ἡ πρὸς τὰ ἐνταῦθα προαιρετικὴ ἄφιξις. ἀλλ᾽ οὖν καλῶς ἐποίησας ἐπισχὼν ἑαυτόν· πειρασμὸς γάρ ἐστιν ἡ ἔλευσις τοῦ τυχόντος. παρακαλῶ δέ σε, τέκνον μου, φυλάττεσθαι ἀπὸ παντὸς κακοῦ. ἔστω σου τὸ κάθισμα ἐν τόπῳ ἀσκανδαλίστῳ (φεύγειν γὰρ δεῖ τοὺς τῶν πτωμάτων τόπους) μετὰ ἑνὸς πάντως ἢ δύο ἀδελφῶν σου· γέγραπται γὰρ οὐαὶ τῷ ἑνί, ὅτι ἐὰν πέσῃ οὐκ ἔστιν ὁ ἐγείρων αὐτόν· ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός, ταῦτα δέ, φησίν, ἀντίκειται ἀλλήλοις. μὴ τὴν νικῶσαν τῇ σαρκὶ δῶμεν ῥοπὴν (ἄξει γὰρ ἡμᾶς εἰς πυθμένα ᾅδου), ἀλλὰ τῷ πνεύματι· ζησόμεθα γὰρ ἐν τούτῳ εἰς αἰῶνας εὐφραινόμενοι. διὸ μέτρῳ καὶ σταθμῷ ἐσθίωμεν καὶ πίνωμεν καὶ ὑπνώττωμεν· τῷ νικῶντι ὁ στέφανος. μὴ οὖν καταισχυνθῇς, τέκνον μου, ἀλλ᾽ ἐν παντὶ σύστησον ἑαυτὸν ἄμεμπτον, ὡς θεοῦ διάκονον.
ζηλῶν ζήλου τῷ Κυρίῳ ἐν τῇ ὀρθοδοξίᾳ, ὅτι ἡ ἄρνησις αὐτοῦ ἐν τῇ εἰκόνι αὐτοῦ γίνεται τοῖς νυνὶ διώκταις· φεῦγε πάσης κοινωνίας αὐτῶν ὡς ἰὸν ὄφεως. εἴη σοι Χριστὸς βοηθὸς ἐν πᾶσιν.
Ἀπεδεξάμην καὶ τὰς νῦν εὐλογίας σου ὥσπερ καὶ τὰς πάλαι, καὶ ἀντευλογήσειέν σε ὁ θεὸς τοῦ πατρός μου. προσαγόρευσον τὸν ἀδελφὸν Ἐλευθέριον καὶ εἰπὲ αὐτῷ ὅτι ἀνέπαυσάς με λίαν ἐν οἷς εἰργάσω ὑποδήμασι τῶν ἀδελφῶν σου, ὑπακούσας τῷ οἰκονόμῳ. ἀλλὰ ἀνταναπαύσειέν σε ὁ Κύριος. ἃ σοί, τέκνον, ἐνουθέτησα, γνώτω κἀκεῖνος· χαίρω γάρ, εἰ μάλιστά ἐστε σὺν ἀλλήλοις. προσεύχεσθε περὶ τῆς ταπεινώσεώς μου· ἡ χάρις τοῦ Κυρίου μεθ᾽ ὑμῶν. ἀσπάζονται ὑμᾶς οἱ συνόντες μοι ἀδελφοὶ ὑμῶν.
Εὐθυμίῳ τέκνῳ Ἐκ τῶν γραμμάτων σου ἐπέγνων, τέκνον μου ἠγαπημένον, τὴν θλῖψιν σου, ὅτι περιάγεις ἐκ τόπου εἰς τόπον, φεύγων τοὺς δυσσεβοῦντας καὶ ἐναποκρυβόμενος. πῶς οὐχὶ τεθλιμμένως καὶ στενοχωρητικῶς ἔστι σε διαζῆν; ἀλλ᾽ εἰ καὶ οὕτως, τῇ ἐλπίδι νευρούμενος χαῖρε, ὅτι διὰ Χριστὸν πάσχεις, διὰ τὸν ὑπὲρ σοῦ θάνατον ἑλόμενον. ἐν ἴχνεσιν ἔφθασας τῶν ἁγίων, οἳ περιῆλθον ἐν πολλαῖς θλίψεσιν, ὑστερούμενοι, στενούμενοι, ἀλῆται γινόμενοι, πέτραις σκεπόμενοι, ὄρεσιν ἐμβατεύοντες, φυγάδες, ἀπόλιδες, ἄποικοι ὄντες μετὰ καὶ πληγῶν καὶ θανάτων, ἵνα Χριστὸν κερδήσωσιν. οὕτω, τέκνον, καὶ αὐτὸς ὅ τι ἂν οὖν πάσχῃς, ἐκεῖ ἀπόβλεπε, ἐκεῖθεν λάμβανε παράκλησιν καὶ στῆθι γενναίως ὡς ἀθλητὴς Χριστοῦ· μαρτυρίου γὰρ καιρός, καὶ μακάριος ὁ ὑπομείνας μικρὰς καὶ πονηρὰς ἡμέρας, ἐν αἷς στέφανος αἰώνιος, δόξα ἀνεκλάλητος. οὐαὶ δὲ τῷ ἀρνητῇ καὶ προδότῃ τῆς εἰκόνος Χριστοῦ, ὅτι μετὰ τοῦ Ἰούδα ἡ μερὶς αὐτοῦ.
Σὺ οὖν, τέκνον, ἀγώνισαι ἔτι τὸν καλὸν ἀγῶνα ἐν τῇ ὑπομονῇ τῶν συμβαινόντων· ὅρα ὅτι ἄλλοι ἐν φυλακαῖς, ὥσπερ καί τινες τῶν ἀδελφῶν σου μαστιγωθέντες σὺν Χριστῷ. μὴ δειλιάσῃς, μὴ πτοηθῇς τὸν κρατοῦντα σαρκός· Χριστὸς μετὰ σοῦ, ὁ τὰ σύμπαντα φέρων τῷ νεύματι αὐτοῦ. προσεύχου καὶ περὶ τῆς ἐμῆς ταπεινώσεως ἵνα σῴζωμαι ἐν Κυρίῳ. προσαγορεύουσίν σε οἱ σὺν ἐμοὶ ἀδελφοί σου. ἡ χάρις μετὰ σοῦ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.