Ἔργον
Θεόδωρος ὁ Στουδίτης – Ἐπιστολαί
Πρώιμες επιστολές και ποιμαντικές νουθεσίες
Επιστολές προς πνευματικούς πατέρες, ηγουμένους, αξιωματούχους και τη βασίλισσα Ειρήνη, με έμφαση στην πνευματική ζωή και την κοινοβιακή τάξη.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Πρώιμες επιστολές και ποιμαντικές νουθεσίες
Επιστολές προς πνευματικούς πατέρες, ηγουμένους, αξιωματούχους και τη βασίλισσα Ειρήνη, με έμφαση στην πνευματική ζωή και την κοινοβιακή τάξη.
ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΑΙ ΟΜΟΛΟΓΗΤΟΥ ΘΕΟΔΩΡΟΥ ΗΓΟΥΜΕΝΟΥ ΤΩΝ ΣΤΟΥΔΙΟΥ ΕΚ ΤΩΝ ΔΙΑΦΟΡΩΝ ΑΥΤΟΥ ΕΠΙΣΤΟΛΩΝ ΕΚΛΟΓΗΣ ΠΡΩΤΗΣ ΚΑΙ ΔΕΥΤΕΡΑΣ ΕΞΟΡΙΑΣ Πλάτωνι πνευματικῷ πατρί Τί σοι, ὦ πάτερ γλυκύτατε ἡμῶν, προσφθεγξόμεθα, οἱ ἀπορφανισθέντες διὰ θεὸν ἀπὸ τῶν σῶν ἁγίων σπλάγχνων; ποῖον δὲ προσηνὲς ἢ περιχαρὲς λέξομεν; οὐδὲ γὰρ ὀδυρτικὰ καὶ θλιβερά, δυσχεραίνοντες τὴν δοκουμένην ἐξορίαν, ἣν ἡμεῖς οὐ γινώσκειν δεδιδάγμεθα ὑπὸ σοῦ κατὰ τὸ παροίκους ἡμᾶς εἶναι πάσης τῆς γῆς ἢ μόνην τὴν ἀπὸ θεοῦ διὰ τῆς παραβάσεως τῆς ὁποιασοῦν ἐντολῆς αὐτοῦ ἔκπτωσιν καὶ μακρὰν ἀπορριφήν. διὸ δὴ χαίρομεν καὶ εὐφραινόμεθα, ὅτι κἂν ἀνάξιοί ἐσμεν τοῦ οὐρανοῦ καὶ τῆς γῆς, πλὴν σὺν σοὶ τῷ ἁγίῳ ἡμῶν πατρὶ κατηξιώθημεν ὑπὲρ τῆς ἐντολῆς αὐτοῦ ταῦτα παθεῖν καὶ στερηθῆναί σου τῆς κατὰ σάρκα συναφείας· ἄλλως γὰρ μεθ᾽ ἡμῶν εἶ ἀεί, πάτερ, ὁρώμενος καὶ συλλαλούμενος. καὶ πῶς γὰρ ἑτέρως ζήσομεν, εἰ μὴ σοῦ τῇ τῶν ἁγίων εὐχῶν σκέπῃ περιφυλαχθείημεν ἀβλαβεῖς ἀπὸ τοῦ πονηροῦ, κατὰ μόνας εἷς ἕκαστος ἡμῶν διορισθείς; πλὴν διεφυλάχθημεν καὶ διεσώσμεθα καὶ ἡδράσμεθα πάντες.
καὶ εἰ καὶ μικρόν τι ἐταλαιπωρήσαμεν ἐν τῇ ὁδῷ, τινῶν καὶ ἀσθενησάντων, ὅμως ὁ εἰπὼν ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ εἰς τὰ κρίνα τοῦ ἀγροῦ καὶ ἀψευδὴς ἐν ταῖς ἐπαγγελίαις αὐτοῦ ἀπεσώσατο ἡμᾶς ὡς οὐκ ἠλπίζομεν, παραθέμενος ἡμᾶς ἐνταῦθα κλίνας τε εἰς συμπάθειαν τὰς καρδίας τῶν ὄντων ἀνδρῶν τῆς ταλαιπωρίας ἡμῶν καὶ μάλιστά γε τοῦ ἀρχιεπισκόπου. μία δὲ λοιπὸν μέριμνά ἐστιν ἡμῖν καὶ ἀδιάπαυστος ἀδολεσχία μετὰ δεήσεως ἐκτενοῦς καὶ ἀναξίας, τὸ σὲ κραταιοῦσθαι, πάτερ ἡμῶν πολυπόθητε, καὶ μένειν ἐν τοῖς δεδογμένοις τῆς ὑπὲρ ἀληθείας θεοῦ ὁμολογίας ἀκλινῆ καὶ ἀκίνητον, ἐν μηδενὶ πτυρόμενον ἢ διψυχοῦντα ταῖς τῶν προσβαλλόντων κατ᾽ ἐκστροφὴν τῶν οἰκοδομηθέντων σοι χάριτι θεοῦ ὑπὲρ εὐσεβείας ἀγωνισμάτων ἐγχειρήσεσιν· ἐξήχηται γὰρ ὁ λόγος πανταχοῦ καὶ δεδυσώπηκεν σχεδὸν πᾶσαν ψυχὴν καὶ ἤγειρεν κέρας σωτηρίας ἐν τοῖς χριστιανοῖς καὶ ἀφεῖλεν ὄνειδος ἐκ τῶν μοναστῶν. καὶ οἶδ᾽ ὅτι φήσειεν ἕκαστος εὖ φρονῶν ὅτι ζῇ Χριστὸς ἐν ἡμῖν καὶ βασιλεύει καὶ πειθαρχεῖται μᾶλλον ὑπὲρ ἀνθρώπους οὓς ἔπλασεν, οὐχ ἵν᾽ ἀπειθῆται, δοξάζηται δὲ ὑπ᾽ αὐτῶν.
Πάντα οὖν γινώσκεις, οἶδας τὰ δέοντα, οὐ τῆς ἡμετέρας ὑπομνήσεως δέῃ· πλὴν προεκέλευσας οὕτως ἡμᾶς γράφειν. διὸ δὴ μὴ φοβηθῇς, πάτερ, ἄνθρωπον ἢ ἀνθρώπων ἐκθλίψεις. γνωρίζεις ὅτι οἱ ἅγιοι, ὄναρ καὶ σκιὰν ταῦτα λογισάμενοι, ἐθαυμαστώθησαν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. μικρόν, δέομαι, πονήσωμεν, ἔτι μικρὸν ὑπομείνωμεν, καὶ ἤνυσται ἡμῖν ὁ δρόμος ὁ καλός. καὶ ὁ στέφανος ἔπλεκται καὶ ὁ μισθὸς ἑτοιμάζεται αἰώνιος καὶ φίλος κληθήσῃ τοῦ ἐπουρανίου βασιλέως καὶ τῶν ἁγίων κοινωνὸς καὶ ὁμολογητὴς παρὰ ἀνθρώποις. ναί, ναί, δέομαι καὶ ἀντιβολῶ τὰ πατρικά μου σπλάγχνα, γενοῦ ἡμῖν ὀχύρωμα, ὑπομονή, καρτερία· ἐὰν γὰρ σύ, πάτερ, στήκῃς, ἡμεῖς τὰ ἀχρεῖά σου τέκνα εὐτονούμεθα, ἀνδρειούμεθα, πάντα οἴσομεν γενναίως τὰ συμβαίνοντα δυνάμει θεοῦ καὶ εὐχαῖς σου· ἐκ γὰρ θεοῦ ἡ παραχώρησις, οὕτως εὐδοκοῦντος πάντως τὰ ἡμέτερα καὶ αὐτοῦ διδοῦντος δύναμιν. τὰς τεχνολογίας τῶν ὑποκλίνειν σε τῆς ἀληθείας πειρωμένων μὴ δὴ πτοοῦ, ὦ πάτερ. ἁπλοῦς ὁ λόγος· φησὶ γάρ που ὁ Ἅγιος Ἐπιφάνιος ἐν τῷ περὶ τοῦ Πάσχα αὐτοῦ λόγῳ, οἷος ἂν ᾗ ἄνθρωπος παρὰ τὰ ἐν τῇ θείᾳ γραφῇ κείμενα συμβουλεύων ἀπὸ καρδίας λαλεῖ καὶ ἐντάλματα ἀνθρώπων διηγεῖται· καὶ περὶ τῶν τοιούτων φέρων τὰ τοῦ ἀποστόλου λέγει ὅτι κἂν ἄγγελος ἐξ οὐρανοῦ ἐστιν, ἀνάθεμα αὐτῷ. ποῦ δὲ θήσομεν τὸ οἱ ἱερεῖς μου ἠθέτουν νόμον μου καὶ ἐβεβήλουν τὰ ἅγιά μου;
ὃ προφητικὸν ὂν προσλαβὼν ὁ Θεολόγος ἐν τῷ μεγάλῳ ἀπολογητικῷ προστίθησιν οὕτω λέγων· βεβήλοις καὶ ὁσίοις οὐ διέστελλον, ἀλλ᾽ ἦν αὐτοῖς ἅπαντα κοινά. πόσα δὲ ἄλλα, ἐάν τις θέλῃ ἀκούειν;
Παυέσθωσαν λοιπὸν οἱ διαστρέφοντες τὴν ἀλήθειαν τοῦ θεοῦ ψευδέσι λόγοις καὶ ἑαυτοῖς προσεχέτωσαν. ἡμεῖς γάρ, τῆς ἐντολῆς τηλαυγοῦς οὔσης καὶ τῇ παραβάσει τὸ αἰώνιον πῦρ ἀπειλούσης, οὐχ ὑποκύψομεν τοῖς ἀνθρωπίνοις φόβοις ἢ πόνοις, οὔ, μὰ τοὺς ὑπὲρ ἀρετῆς ἀγῶνας, ἀλλ᾽ εἰ καὶ τὸ αἷμα χεῦσαι δεῖ, μετὰ χαρᾶς προησόμεθα, θεοῦ ἐνισχύοντος διὰ τῶν σῶν ἁγίων προσευχῶν.
Ἀνδρίζου οὖν καὶ αὐτός, ἀδελφὲ κῦρι Εὐθύμιε· καλὸν ἀγῶνα ἠγωνίσω· μὴ ἀπολειφθῶμεν ἀλλήλων, φῶς ἐμὸν καὶ σπλάγχνον, μὴ δι᾽ ὀλίγην καὶ πρόσκαιρον εὐζωΐαν ἀπολέσωμεν τὴν μακαρίαν ζωήν. μὴ τερφθῇς τοῖς παροῦσιν ἡδέσιν καὶ ὀκλάσῃς πρὸς τὰ θλιβερά, ὦ ἀδελφέ, μὴ δώσῃς νῶτα. ἐτέρφθη οὖν ὁ Χριστός, ἰδών σε τυπτόμενον ὑπὲρ αὐτοῦ· μὴ λυπήσῃς αὐτόν, ἀγαπητέ μου, μηδὲ τοὺς περιχαρέντας ἀγγέλους μηδὲ τὸν κύριον τὸν πατέρα μηδὲ τὴν καὶ πνεύματι ἁγίῳ ὠδίνουσαν ἡμᾶς σεβασμίαν μητέρα μηδὲ τοὺς ἀδελφούς σου πάντας, ἐξαιρέτως ἐμέ, ὃν λέγεις δῶρον φιλεῖν. τρεῖς ἐσμεν ἀδελφοὶ τὸ κατὰ σάρκα, ἔστω καὶ τὸ κατὰ πνεῦμα. μὴ ἀτιμάσωμεν τὸν τίμιον καὶ θεαρχικὸν ἀριθμόν, δῶμεν ἑαυτοὺς ὑπὲρ ἐντολῆς θεοῦ πάσχειν, ἵνα ζήσωμεν τὸν αἰῶνα.
Λύπη δ᾽ οὖν ἡμῖν ἐστι, πάτερ, μεγάλη καὶ διὰ τοὺς λοιποὺς γλυκείους ἀδελφοὺς ἡμῶν, πῶς ὁ κύριος διευθέτησεν αὐτούς. τοῦτο γὰρ ὡς ἁμαρτωλοὶ εὐχόμεθα, ἵνα αὐτὸς μεριμνητὴς αὐτῶν γένηται, διοικητής, ὁδηγός, ὡς οἶδεν καὶ κελεύει καὶ θέλει τὰ κατ᾽ αὐτοὺς πρυτανεύων· τῷ ὄντι γὰρ πικρὰ δάκρυα ἀποστάζομεν δι᾽ αὐτοὺς καὶ ἐπ᾽ ὀφθαλμοὺς ἡμῶν ἀεὶ αἱ ὄψεις αὐτῶν κεῖνται, τὴν εὐχὴν αὐτῶν δεομένων εἰς βοήθειαν τῆς ῥαθυμίας ἡμῶν. ὅμως εὔχου, ὦ πάτερ, ὑπὲρ πάντων, ὑπομονὴν κτήσασθαι ἡμᾶς, εὐτυχίαν, σκέπην ἐκ θεοῦ καὶ βοήθειαν ἐκ τῶν πειρασμῶν τοῦ διαβόλου καί, ὃ ἀρέσκει τῷ θεῷ, περὶ τοῦ ἐν σαρκὶ ἰδεῖν σε ἢ τοὺς ἀδελφοὺς ἡμῶν· γένοιτο, γένοιτο. δεόμεθα καὶ τολμοῦμεν ἐξ ἡμῶν προσαγορεῦσαι τὸν γλυκὺν ἡμῶν ἀδελφόν, εἴπερ ἐστὶ μετὰ σοῦ, ἢ καὶ ἄλλος ἀδελφὸς ἡμῶν οἷος ἂν ᾖ καὶ φθάσῃς μηνύσαι. ἀσπάζεται δὲ σὺν ἐμοὶ τὴν ἁγίαν σου ψυχὴν ὁ κύριος διάκονος καὶ πατὴρ ἡμῶν, ὁ καλός μου ἀδελφὸς καὶ τέκνον σου, ὁ οἰκονόμος, οἱ λοιποὶ τίμιοι ἀδελφοὶ καὶ πολυπόθητοι. εὔχου ἡμῖν, πάτερ, θερμῶς καὶ ἀδιαλείπτως, ὡς κελεύεις· τὶ γὰρ ἄλλο λέγειν οὐκ ἔχομεν.
Τῷ αὐτῷ Δευτερεύω ἄρτι γράφων πρὸς τὸν κῦριν καὶ πατέρα μου· οὐκ οἶδα εἰ ἐδέξω τὰ γράμματα. καὶ ἐν ἐκείνοις οὖν, εἴ τι ὁ καιρὸς ἀπῄτει καὶ ἦν ἡμῖν εἰς δύναμιν, ἀναξίως δ᾽ οὖν ὅμως ἐφθεγξάμεθα, καὶ ἄρτι δὲ ὅσα ἐπιβάλλει καὶ διδοῖ θεὸς ἐπ᾽ ὠφελείᾳ τῆς ταπεινῆς μου ψυχῆς ἢ καὶ πρὸς παρηγορίαν, τολμῶν λέγω, τῆς σῆς μεγαλοψυχίας, ὦ πάτερ, προσερήσομεν. τοῦτο δὲ ὡς πολλάκις καὶ νῦν λέγω καὶ ἀπολογοῦμαι, ὅτι, εἴ τις λόγος ἐν ἐμοὶ καὶ ἐπιτηδειότης πώς ποτε μικρὰ περὶ τοῦ γράφειν, οὐ δι᾽ ἐμὲ τὸν ἄθλιον δοῦλόν σου δεδώρηται, ἀλλ᾽ ἕνεκα σοῦ τοῦ ἔχοντος τὴν ἄφθονον χάριν ἐν καρδίᾳ πηγάζουσαν καὶ διὰ τοῦτο ἡδομένως καὶ χαιρόντως ἔργον ἔχειν παιδεύειν καὶ σοφίζειν οὐ μόνον ἡμᾶς, οὓς ὡς ἀδελφιδοῦς οἰηθέντες τινὲς ἀπεσφάλησαν, ἀλλὰ καὶ πάντας, ὅσους ἐκ πνεύματος ἤνεγκας υἱούς τε καὶ παῖδάς σου (καὶ ὅτι ἀληθεύω ἔδειξε τὰ πράγματα ὑπὲρ σοῦ τοῦ ἀληθινοῦ ποιμένος, τοῦ τὴν ψυχὴν τεθεικότος ὑπὲρ ἰδίων προβάτων), ὡς ἂν μὴ παρατραποῖμεν ἔξω που τῆς ἀληθείας, αἱρησάμενοι τάχα προθύμως καὶ τὸ οἰκεῖον αἷμα κενῶσαι. αὕτη οὖν ποιμένος ἀληθινοῦ ἐπιστασία, διελέγχουσα τοὺς ψευδωνύμους καὶ ὄντως δεικνυμένη τῷ θεῷ καὶ πατρὶ καὶ ἀρχιποίμενι ἐπάξιος.
Τὰ διὰ σὲ τοιγαροῦν κεχαρισμένα μοι ὀλιγοστῶς πώς σοι προσάγω· καὶ εἶ δρεπόμενος τοὺς τῶν καταβληθέντων σοι πολυφροντίστως καὶ ἀφθόνως σπερμάτων, ὡς ἀγαθὸς γεωργός, τοὺς οὐκ οἶδ᾽ ὅπως εἴποιμι ἰσχνοφόρους καρπούς. τί οὖν λοιπὸν εἴπω πρόσφορον καὶ εὐαπόδεκτον τῇ σῇ ἁγίᾳ ψυχῇ, πάτερ μου γλυκεῖε; τίς με διέστησεν ἀπὸ τοῦ σοῦ ἀειποθοῦς προσώπου, τῆς ἡδυλαλοῦς συντυχίας, τῆς σωτηριοποιοῦ ὁδηγίας; σύ μου τὸ φῶς, ὁ ἀειφανὴς λύχνος τῶν ἐν ψυχῇ σκοτεινῶν λογισμῶν, ῥάβδος ὑποστηρίζων μου τὸ ἄτονον τῆς καρδίας, ἀθυμίας μεταβολή, προθυμίας ἀλοιφή, εὐαγγέλιον, χαρά, ἑορτή, εὐδοξία. ἄνευ σοῦ καὶ ὁ ἥλιός μοι κατηφής. ἐγὼ τὸν ἀέρα βλέπειν οὐκ ἤθελον ἢ τὸν σὸν προσβλέπειν χαρακτῆρα. οὐδέν μοι ἦν ἡδὺ τῶν ἐπὶ γῆς μὴ παρούσης τῆς σῆς συνουσίας. τί γὰρ πατρὸς ἀληθινοῦ ποθεινότερον καὶ τοῦτο ἐπὶ θεοῦ λαμβανόμενον; οἶδεν τοῦτο παῖς φιλοπάτωρ καὶ ὄντως γνήσιος. τί πολλῶν ῥημάτων χρεία; ἐξείπω ὅπερ ἐπάνθανον· ὅτι μου πολλάκις καὶ μὴ ὡρμημένου ἔρχεσθαι ἐν τῷ ἁγίῳ κελλίῳ σου ἀνεπαισθήτως πως, ὥς τινος ἕλκοντος, ἐπῄειν κατὰ πρόσωπόν σου, ὡς πολλάκις ἐρωτῶντος σου ‛τί ἧκες;‚ ἀπορεῖν με ἀποκρίνεσθαι, οὕτω τῆς σωτηρίας μου ἐν σοὶ ἀποκρεμαμένης. καὶ τίς πρὸς τὸ φῶς οὐκ ἐπιτρέχει; ἀλλ᾽ εὐχαριστῶ τῶ θεῷ, δι᾽ οὗ σου ἐξεσπάσθην ὑπὸ χειρῶν τῶν πατησάντων τὸν νόμον αὐτοῦ καὶ ἠργμένων ἐξ ὁμοίων.
μὴ αὐτοῖς λογισθείη κύριος ὁ θεός μου τὴν ἁμαρτίαν, ἕλξοι δὲ εἰς ἐπίγνωσιν τοῦ τολμήματος, ἵν᾽ ἡμῖν μὲν ἀποδῶσιν τὸν πατέρα, κἀκεῖνοι περὶ τοῦδε ἀνεύθυνοι εὑρεθῶσιν. ἐνέκλεισάν σε, ὡς ἐμάθομεν, ἐν οἰκίσκῳ μικρῷ, ἀλλὰ τοῦ οὐρανοῦ σε οἰκήτορα ἀνέδειξαν. ἐφρούρησαν, οὐκ ᾔσθοντο δέ· θησαυρὸν γὰρ ὁμολογίας θεοῦ. κἀκ τούτου γνοῖεν δ᾽ ἄν, εἴπερ βλέψοιεν, ὅτι σε τίμιον ἐν ἀνθρώποις ἐγνώρισαν καὶ κόσμῳ σωτήριον καὶ πολλοῖς φιλοθέατον.
Ἐδέξω τὰς ἀτιμίας καὶ ὕβρεις μετὰ Χριστοῦ· ἐδιώχθης ὡς μακάριος· διεσκόρπισάν σου τὰ πρόβατα, ὅτι σὲ τὸν ποιμένα ὡς Χριστὸν ἐπάταξαν. εἰ καὶ τολμηρὸν εἰπεῖν, ὅμως αὐτοῦ δὲ ἡ φωνή, εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν, καὶ τἆλλα, ὅσα τοῖς ἀκολουθοῦσιν αὐτῷ φέρει τὴν ταὐτοπάθειαν· εἴπερ γὰρ συμπάσχομεν αὐτῷ, ὥς φησιν ὁ μέγας Παῦλος, ἵνα καὶ συνδοξασθῶμεν.
Καὶ οὕτω μὲν ταῦτα. ἐμοὶ δὲ τῷ ἀσώτῳ καὶ ἀναξίῳ διὰ τῶν σῶν ἁγίων εὐχῶν, πάτερ δίκαιε, ἐχαρίσατο ὁ ἐλεήμων κύριος παράκλησιν καὶ τὸ ἐν πνεύματι συνεῖναί σοι· εἰμὶ γὰρ ἀεὶ ὡς ὁρῶν σε καὶ ὡς ὁμιλῶν σοι καὶ ὡς κομιζόμενος τὴν εὐχὴν καὶ ὡς σκεπόμενος καὶ ὡς διδοὺς καὶ λαμβάνων λόγους εἰς ἕδρασμα τῆς ὁμολογίας ἧς ὡμολόγησας. καὶ δοκῶ σου ἐπαϊούσης τῆς φωνῆς ταῦτα ἀκούειν· ‛ταπεινὲ Θεόδωρε, μικρὸν ὄντως ταλαιπωροῦμεν, ἐπεὶ καλὴν φέρει ὁ θεὸς τὴν ἐλπίδα‚. ταῦτά μοι παρηγορία, ταῦτα ἀναψυχή. μὴ δείσῃς, πάτερ, δι᾽ ἐμὲ τὸν δοῦλον σου καὶ παντάπασιν ἀπερριμμένον· καὶ γὰρ εἰμὶ τοῦ οὐρανοῦ καὶ τῆς γῆς μίασμα καὶ παντὸς ἀνθρώπου κατεψυγμένος μᾶλλον. πλὴν τολμῶ λέγειν ὡς ἀνάξιος, εὔελπις, ἄνω βλέπων, ῥωννύμενος ὑπὸ τῆς σῆς πρεσβείας, οὐκ ἀπευδοκῶν εἰς ἃ ἔπαθον, ἐπιμεμφόμενος δὲ ἐμαυτὸν ὅτι μὴ ἀνδρείως καὶ κατὰ λόγον καὶ ὅτι ὀλίγα καὶ οὐδενὸς ἄξια ἀφορῶν πρὸς τὰ ζωοποιὰ πάθη τῶν ἁγίων. ἐγένετό μοι γὰρ πολλῶν ἔντευξις μαρτυρίων ἐν δώδεκα δέλτοις ἀπογεγραμμένων, ὥστε παταχθῆναι τὴν καρδίαν καὶ μηδὲ τολμᾶν λέγειν ὅτι ἔπαθόν τι διὰ Χριστόν. καὶ τί γλυκύτερον, πάτερ, ὑπομνήσκω ὡς δοῦλος, τοῦ δι᾽ αὐτὸν πάσχειν;
ἄθρει, πάτερ, ἄνω, ὅρα τὸν Κύριον, ἐπόπτευε τὰς ἀγγελοθεΐας, ἐνατένιζε τὰς ἁγιοχορείας· ἴδε ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου τὸν κριτὴν τοῦ κόσμου, ὅς σε ἀνακυρήξει πιστὸν δοῦλον καὶ τῶν ἐντολῶν αὐτοῦ τηρητὴν καί, τὸ μεῖζον, ὁμολογητήν. εἶτα, ποῦ σε πέμψοι; οὐκ εἰς πῦρ αἰώνιον, ὅπερ λαμβάνει τοὺς ἀπειθεῖς τοῦ νόμου αὐτοῦ, ἀλλ᾽ εἰς ζωοδόχον χωρίον καὶ ἀθάνατον κατάπαυσιν καὶ ἀπειροαγαλλίατον θεοφροσύνην· εἴσελθε γάρ, φησίν, εἰς τὴν χαρὰν τοῦ κυρίου σου. πάντων ἡμῶν οἱ ὀφθαλμοὶ εἰς σὲ βλέπουσιν, πάντες μεγαλοψυχοῦμεν, σοῦ ἑδρασμένου. εἴη σοι ἐπὶ πλέον ἡ βοήθεια τοῦ θεοῦ ὀχυροῦσά σε, δυναμοῦσά σε, εὐτονοῦσά σε, ἀνδρειοῦσά σε. ὁ τὸν θεὸν φοβούμενος μὴ φοβηθῇς ὃ ἐποίησέν σοι ἄνθρωπος ἢ καὶ ποιήσει τυχόν. πέποιθας ἐπὶ Κύριον, ὄρος εἶ Σιών, οὐ σαλευθήσῃ εἰς τὸν αἰῶνα· κάτοικον γὰρ ἔχεις τὸν τῆς ἄνω Ἱερουσαλὴμ τεχνίτην καὶ δημιουργόν. τὰς ἰοβόλους φωνὰς καὶ ἀπατηλοθελεῖς τῶν ὡς ὄφεων ὑποσυρομένων σοι καὶ θελόντων σε τοῦ ξύλου τοῦ ζωτικοῦ τῆς ἀληθείας ἀπάξαι φεῦγε καὶ ἐνωτίζου ἅπαξ κραταιωθεὶς ἐν τῇ ἀληθείᾳ καὶ διὰ πολλῶν μαρτυριῶν τῆς ἁγίας Γραφῆς συσφιγχθείς, ἔσθ᾽ ὅτε καὶ ἀνθρώπων εὐσεβῶν, εἰς παντελῆ ἀκινησίαν, ὅπως τεύξῃ κἀκείνης τῆς φωνῆς τὸ ἐγκώμιον· ὁ ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα.
Ὑγιαίνουσιν οἱ πάντες ἀδελφοί, ὁ κύριος διάκονος ὁ πατήρ μου, ὁ γλυκύς μου ἀδελφὸς καὶ νῦν μᾶλλον ἀξίως περιπόθητος, οἱ λοιποὶ προσφίλιοι καὶ τίμιοί μου καὶ τέκνα σου, οὓς σὺν ἐμοὶ πάντας, πάτερ, εὔχου. πάντες αὐτῶν εὐδρομοῦσιν, ποθητὸν αὐτοῖς μόνον ἡ σὴ ὑγεία ἐν Κυρίῳ καὶ εὐφόρητον πᾶν ὁτιοῦν παθοῦσιν. πάντως καὶ λυπούμεθα καὶ ἀδημονοῦμεν καὶ ἀσχάλλομεν καὶ ῥαθυμοῦμεν καὶ λογισμῶν πονηρῶν ὀχλήσεις ἔχομεν (καὶ οὐδὲ γὰρ ἔστιν ἐκτὸς θλίψεων παρελθεῖν τῶν τῇδε), ἀλλὰ διὰ τὴν ἐλπίδα καὶ εὐχήν σου ἰσχύομεν. ἐμοὶ δέ, πάτερ, εὔχου, ὅτι τὸν Ἠσαΐαν τὸν ἅγιον ἐκστηθίζω, καὶ δήλωσόν μοι, εἰ παρὰ τὸ γράφειν ἀναγινώσκειν με θέλεις.
Τῷ αὐτῷ Προχεῖταί μοι τὸ δάκρυον πρὸ τοῦ λόγου καὶ τὰ σπλάγχνα δονεῖται καὶ ἡ χεὶρ ὑποτρέμει τοῦ γράφειν καὶ ἕλκομαι πανταχόθεν καὶ φέρειν τὸ ὀδυνηρὸν οὐχ οἷός τέ εἰμι. ὤ, πῶς ἐνέγκω σου, πάτερ, πάτερ, τὰ χριστομίμητα πάθη; ὤ, πῶς οἴσω σου τὴν ὑψηλὴν καὶ ἁγίαν ταπείνωσιν; πῶς ὑπαντήσω σοι κατὰ λόγον ἀντιγράφειν; καὶ ποῖ τράπωμαι καὶ ὅθεν ἴωμαι κατάρχειν τῶν γραμμάτων; πρὸς ἐμὲ σὺ οὖν, ὦ πάτερ, τοιαῦτα γράφεις; πρὸς ἐμὲ τὸν σκώληκα καὶ βόρβορον καὶ ἄσωτον ὁ πατὴρ φωνὰς ἀφίησι πρεπούσας τέκνῳ; ἱκετικὸν ἀναλαμβάνεις σχῆμα ὁ ὀφείλων ἱκετεύεσθαι; κἀγὼ λοιπὸν ὁ τάλας τί προσφθέγξωμαι; καὶ πῶς ταπεινωθῶ τῷ δικαίῳ μου πατρί; ὅμως ἐδεξάμην σου, ὦ πάτερ, τὴν ἁγίαν ἐπιστολὴν ἐν χερσὶν ἀναξίαις ὡς θεογράφους πλάκας. ἤκουσά σου τῆς ἐγγραμμάτου φωνῆς, ὡς εἴ τις ἀκούσειεν ἀγγέλου φωνῆς ἢ ἀποστόλου, καὶ συνέτριψεν τὴν καρδίαν καὶ ἐξέβλυσεν δάκρυον καὶ ἀπεκλαυσάμην καὶ ἐθρήνησα οὐχ Ἱερεμιτικὸν θρῆνον ἐπὶ παθῶν θεοστυγέσι γεγενημένον, ἡδεῖον δέ τινα καὶ φιλοπάτριον καὶ θεῷ ὄντως χαριστήριον· αἰνέσεως γὰρ ἀληθῶς ἃ ἐπέσταλκας, πάτερ δίκαιε, ἀπογραφῆς ἄξια, τῆς εἰς θεὸν ὁλοτελοῦς σου προθέσεως γνώριμα.
Τοιγαροῦν, ὦ πάτερ, ἐστήριξας ἡμῶν τὰ φρονήματα, ἐνεύρωσας ἡμῶν τὰς καρδίας· ὑπὲρ ἐλπίδα ἡ ἀνδρεία σου, ὑπὲρ προσδοκίαν ἡ παρρησία σου. ἄλλος τις ἡμῖν ὤφθης ἢ ὅσπερ ἐγνωρίζου, ὅλος ἐν θεῷ ἠλλοιωμένος· δόξα τῷ σὲ δυναμώσαντι. οὐ κατέβαλέν σε φόβος βασιλείας, οὐκ ἐχαύνωσέν σε γοητικὴ θωπεία· οὐχ εἵλω πρόσκαιρον ἀπολαύειν ἡδονήν, προκινδυνεύειν θέλων τῆς ἀληθείας τοῦ θεοῦ. ὁ ποιμὴν ὁ καλός, ὁ θεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, ὁ καὶ νῦν δέσμιος διὰ τῆς φρουρᾶς ὡς Χριστοῦ ἀπόστολος. ὢ τοῦ δωματίου ἐκείνου, ἐν ᾧ φέρῃ καὶ περιάγῃ ὡς τίμιον καὶ εὔχρηστον σκεῦος τῷ δεσπότῃ θεῷ. εἴθε οὖν τὸ ἔδαφος ἐκεῖνο περιεπτυξάμην, οὗ οἱ πόδες τοῦ κυρίου μου καὶ πατρὸς βαδίζουσιν· εἴθε τὰς κατὰ σοῦ κλεῖς καὶ κλεῖθρα προσεκύνησα, ὡς θησαυρὸν εὐσεβείας φυλάττοντα. μᾶλλον δὲ ἐβουλόμην τὸ τίμιον ἐκεῖνο ἀσπάσασθαι στόμα, τὸ ὁμολογῆσαν τὸν λόγον τῆς ἀληθείας, τὰς ὁσίας χεῖρας τὰς ἐπαιρομένας εἰς ἁγίας προσευχὰς καὶ εὐπροσδέκτους. ποῦ ποτέ μου τὸ γλυκὺ ἀπέπτη πρόσωπον, ποῦ δὲ ἡ σωτήριος φωνὴ κατεσιγάσθη; ἰδοὺ δὴ ἐγὼ ὀρφανὸς ὁ ἐλεεινὸς καὶ παντέρημος, οὐκ ἔχων τὸν πατέρα μου, οὐκ ἔχων τὸν φωστῆρά μου, τὸν ἰατρὸν καὶ τροφέα τῆς ταπεινῆς μου ψυχῆς, ἀπροστάτευτος, ἀνεπαμύνευτος πρὸς τοὺς πολεμοῦντάς με ἀοράτως.
ἐγενόμην ὡσεὶ κόραξ ἐν ἐρήμῳ, ὡς στρουθίον ἐπὶ δώματος, καθ᾽ ἡμέραν ἀποφθαλμιῶν, ὧδε κἀκεῖσε βλέπων καὶ περιαθρῶν καὶ οὐδαμοῦ τὸ ποθούμενον πρόσωπον· καὶ οὔπω κατ᾽ ἀξίαν δυναίμην ἐκτραγῳδεῖν μου τὸ πάθος. πλὴν εὐχαριστῶ καὶ ὑπερευχαριστῶ, ὅτι διὰ νόμον θεοῦ ταῦτα κατηξίωμαι, ὅτι τοιούτου πατρὸς ἐχρημάτισα τέκνον. τάχα βασιλεύειν οἴομαι διὰ σοῦ σήμερον, πάτερ ἅγιε, εἴπερ ἡ εὐχή σου σῶόν με διαφυλάξοι· δέδοικα γάρ μου τὴν ἁμαρτίαν καὶ τὴν ἀσωτίαν. εἴσῃ δὲ γινώσκων ὅτι σοῦ ταῖς ἁγίαις εὐχαῖς ἐνίσχυμαι καὶ ἐνίδρυμαι, κἂν λίαν εὐκαταγώνιστός εἰμι· καὶ οὐ μόνον ἐγώ, ἀλλὰ καὶ οἱ πάντες τὸ ἓν ἐσμέν, συμφρονοῦντές σοι σύμψυχοι, συμπάσχειν αἱρούμενοι μέχρι θανάτου, καὶ μηδαμῶς ἡμῶν ἕνεκα δεδιὼς ᾖς. εὖγε, ὦ πάτερ, εὖγε, εὖγε ὦ ἄριστε κυβερνῆτα, ζηλωτὰ τῆς εὐσεβείας, μιμητὰ τῶν ἁγίων· μεγαλοπρεπῶς ὄντως ἠγώνισαι, νεανικῶς ὑπερήθλησας, μετὰ μαρτύρων οἶδ᾽ ὅτι εἴη τὸ πνεῦμά σου.
Ἔχει μὲν οὕτω ταῦτα, εἰ καὶ μήπω τῆς ἐπιθυμίας μου καὶ τῆς ἀξίας σου εἰς δέον. ἐπεὶ δὲ κελεύεις ἱστορῆσαί σοι καθ᾽ ἔπος ἀφ᾽ ἧς ἡμέρας ὑπέστημεν ἐκείνην τὴν ὀδυνηρὰν διάζευξιν τήν τε ὁδοιπορίαν καὶ τὰ κατ᾽ αὐτὴν ἡμῖν συμβεβηκότα, οὐχ ἱκανῶ, πλὴν τὸ κελευσθέν μοι ποιήσω ἀοκνότατα. κατ᾽ αὐτὴν τοιγάρτοι τὴν ἡμέραν καθ᾽ ἣν ἀπῄεις σὺ μέν, ὦ πάτερ, τὴν ἐπὶ θάνατον ὁδὸν τῇ προαιρέσει καὶ ἡμεῖς ἐστειλάμεθα τὴν ἐξόριστον ὁδοιπορίαν, ἐποχηθέντες ἐφ᾽ οἷς ἔτυχε ζῴοις. καὶ ὡς ἀπείραστοι κατ᾽ ἀρχὰς τοῦ τοιούτου δράματος ἦμέν πως ἐν ἀθυμίᾳ· προσεβάλομεν γὰρ καί τισι κώμαις, θεατριζόμενοι ἐπὶ πάσης ὄψεως καὶ ἡλικίας ἀνθρώπων· θορύβοις τε καὶ κραυγαῖς περιηχήθημεν ἀμφότερα τὰ ὦτα ἔν τε τῷ ἀπαίρειν καὶ καταπαύειν παρὰ τὸ τὰ ἐπιτήδεια συμπορίζεσθαι τοὺς ἄγοντας. ὡς δὲ ᾔομεν ἐπὶ πρόσω, εἰθισθέντες ῥᾷον μᾶλλον ἐφέρομεν τὰ δυσχερῆ. τὸ δὲ ἀνιῶν ἡμᾶς πλέον ἡ ἀσθένεια ἦν τοῦ πατρὸς τοῦ κυρίου διακόνου. καὶ οὕτω τὴν ὁδὸν ἀχθούμενοι, περιαντλούμενοι διεπεράναμεν.
Αὗται δὲ αἱ καταμοναί· ἀπὸ τῶν Καθαρᾶ εἰς Λιβιανά, ἔπειτα εἰς Λεύκας, εἶθ᾽ οὕτως εἰς τὸ Φύραιον. ἔνθα καὶ ὀδυνηρὸν ἡμῖν συνέβη καὶ ἱστορίας ἄξιον· ὑπερφανέντες γάρ πως ἐξ ἀπόπτου ἐννέα τῶν πρωτευόντων ἀδελφῶν ὡς πρόβατα διεσπαρμένα περιέστησαν ἡμῖν κλαίοντες καὶ συνθρύπτοντες ἡμῶν τὴν καρδίαν. καὶ ὁ μὲν ἄγων ἡμᾶς οὐδὲ προσλαλῆσαι εἴα, ἐλεεινὰ δὲ βλέποντες καὶ βλεπόμενοι καὶ ἐπιφθέγματα ἀλλήλοις ἐπειπόντες τελευταῖον μετὰ δακρύων διεχωρίσθημεν. εἶτα καταχθέντες ἐν τῇ Παύλᾳ εὕρομεν τὴν πολυπόθητόν σου ἀδελφὴν σὺν τῷ κυρῷ Σάβᾳ, κρυπτῶς συνοψισθέντες καὶ δι᾽ ὅλης νυκτὸς ἐν ταὐτῷ μείναντες· λαλήσαντες τὰ εἰκότα καὶ ἀσπασάμενοι ἀλλήλους ὡς ἐπιθανατίους διέστημεν στένοντες καὶ ποτνιώμενοι. ἦν ἰδεῖν ἐκεῖ σπαρασσόμενα σπλάγχνα καὶ σφαδάζοντα, θεοπρεπῶς νικωμένης τῆς φύσεως.
Ἐκ τῶνδε κατεπαύσαμεν ἐν τῷ Λουπαδίῳ, φιλοφρόνως συμπαθηθέντες παρὰ τοῦ ξενοδοχοῦντος, χρησάμενοί τε καὶ λουετρῷ διὰ τοὺς μώλωπας (γεγόνασι γὰρ καί τινων δυσίατοι ἀπὸ τῆς ὁδοιπορίας), καὶ κατήχθημεν εἰς Τίλιν· ἐκεῖ τοίνυν καταλαβὼν ἡμᾶς ὅ τε ἀββᾶς Ζαχαρίας μετὰ τοῦ Πιονίου, ἐκ θερμῆς προθέσεως κλαίοντες καὶ μεθ᾽ ἡμῶν αἱρούμενοι πορεύεσθαι, κἂν οὐκ εἰάθησαν. ἀπὸ 〈τῶν〉 τῇδε εἰς Ἀλκέριζαν, ἐκ τῶνδε εἰς Ἀναγραμμένους, ἔπειτα εἰς Περπερίναν κἀκεῖθεν εἰς τὸ Πάριον, κοινωνοῦντες παρὰ τῶν ἐπισκόπων πλὴν καὶ μετὰ ταπεινώσεως ὑπομνήσκοντες ὀμνύοντας. εἶτα εἰς Ὁρκόν, ἐκεῖθεν εἰς Λάμψακον· ἐν ᾗ εὑρόντες Ἡρακλειώτας προσανεπαυσάμεθα τριήμερον, πλεῖν οὐ δυνάμενοι. εἶτα ἐξορμίσαντες κατεπλεύσαμεν ἐν τῇ Ἀβύδῳ, ὑπὸ τοῦ ἐκεῖσε ἄρχοντος εὐσεβῶς κατελεηθέντες· καὶ ἐπιμείναντες ἕως τοῦ Σαββάτου ὀκταήμερον ἀπεπλεύσαμεν εἰς Ἐλεοῦντας, ἑβδοματιαῖόν τε χρόνον ἐπιμείναντες διὰ τὸ ἄπλοον δεξιοῦ ἀνέμου πνεύσαντος ἐπετάσθημεν ἐν τῇ Λήμνῳ ἐν ἐνναωρίῳ. ἵστησί μου τὸν λόγον ἐνταῦθα ἡ τοῦ ἐπισκόπου τῶν τῇδε εὐσέβεια· ὡς οὐκ εἴ τις γὰρ ἄλλος καὶ ἐδεξιώσατο καὶ παρηγόρησεν καὶ ἐφωδίασεν.
Ἐκ τῶν τῇδε τοίνυν ἀποπλεύσαντες ἐν φόβῳ διὰ τὸ παρακείμενον ἔθνος ἀντεπεράσαμεν βορροφόρου καὶ ῥοιζήδοντος ἐν δωδεκαωρίῳ ἑκατὸν πεντήκοντα μιλίων ὂν τὸ πέλαγος, ὁρμίσαντες ἐν τῷ Κανάστρῳ ἐν τοῖς Θεσσαλονίκης ὁρίοις, ἔπειτα εἰς Παλλήνην, τὰ πρόσγεια τοῦ κόλφου, εἶτα εἰς τὸν Ἔμβολον. ἐκ τῶν ἔνθεν ζῴοις πάλιν ἐπιβεβηκότες Σαββάτῳ ἡμέρᾳ ἑορτῆς τοῦ Εὐαγγελισμοῦ ὥρᾳ τρίτῃ εἰσήχθημεν ἐν τῇ πόλει. καὶ οἵα ἡ εἴσοδος· οὐδὲ γὰρ τοῦτο παρελθεῖν ἀναγκαῖον. προπεμφθεὶς τοίνυν παρὰ τοῦ ὑπάρχου τῶν ἐξόχων εἷς μετὰ στρατιωτῶν προσέμενεν ἐν τῇ ἀνατολικῇ πόρτῃ, καὶ ἐπιστᾶσιν ὑπήντησαν ὄρθιοι διὰ σιγῆς· καὶ μετὰ τὸ εἰσελθεῖν κλείσαντες τὰς πύλας ἦγον διὰ τῆς ἀγορᾶς, προπομπεύοντες ἐπὶ τῆς ὄψεως τῶν εἰς τοῦτο συνδεδραμηκότων, καὶ ἀπαγαγόντες εἰσήγαγον πρὸς τὸν ἄρχοντα. καὶ εὖγε τῷ ἀνδρί· εὐμενὲς γὰρ πρόσωπον δείξας μετὰ τὸ πεσεῖν χρηστὰ ἐφθέγξατο ἡμῖν παρέπεμψέν τε πρὸς τὸν ἀρχιεπίσκοπον, πρῶτον προσευξαμένους ἐν τῇ Ἁγίᾳ Σοφίᾳ. καὶ ἐν τῷ εὐκτηρίῳ τῷ παρ᾽ αὐτοῦ ποιήσας εὐχὴν ὁ ἁγιώτατος ἐδέξατο καὶ κατησπάσατο ἡμᾶς, ὁμιλήσας ἡμῖν τὰ δέοντα καὶ παραυτὰ κρατήσας καὶ ἀναπαύσας διά τε λουετροῦ καὶ βρωμάτων.
Τῇ Δευτέρᾳ πρωίθεν ἦραν ἡμᾶς, καὶ δι᾽ αἰτήσεως ποιήσαντες εὔξασθαι εἰς τὸν Ἅγιον Δημήτριον διεχώρισαν πάντας ἀπ᾽ ἀλλήλων, προπεποιηκότας εὐχὴν καὶ ἀσπασαμένους ἀλλήλους. τοὺς δύο δὲ ἡμᾶς ἀδελφοὺς ἀναγαγόντες ἐπὶ τὸν ἐν ᾧ εἰμὶ νυνὶ τόπον διέζευξαν, δακρυρρόως καταφιλήσαντας ἀλλήλους, ὡς καί τινας τῶν θεωμένων ταραχθῆναι τῇ συμπαθείᾳ.
Οὕτως τὰ καθ᾽ ἡμᾶς ἔχει, ὦ πάτερ· καὶ νῦν εἰμὶ ἐγὼ ὁ ταπεινὸς ἐνταῦθα, βίον ἕλκων ὀδυνηρὸν καὶ πολυστένακτον. τὰς δὲ ἐκ τῆς ἁγίας σου χειρὸς εὐλογίας ἐδεξάμεθα, ὡς δύναμιν ἐχούσας τῆς Ἁγίας Τριάδος· καὶ ἔχομεν αὐτὰς ὡς φυλακτήριον καὶ περιτιθέμενοι αὐτὰς ἐν ὀφθαλμοῖς ἡμῶν, ὡς τὴν δεξιάν σου καταφιλοῦντες. πάλιν δάκρυα, πάλιν στρέφονταί μου τὰ ἐντός· καταπαῦσαι γὰρ θέλω τὸν λόγον. ὦ πάτερ, τί με ἐγκατέλειπας; ἀλλ᾽ οὐκ ἐγκατέλειπας. πῶς δέ μου ἀπεμάκρυνας; ἀλλ᾽ ἐν ἐμοὶ εἶ. ποῦ δέ σε ἔτι μέλλω ὁρᾶν; πῶς σε ὄψομαι; ποῦ σου ἀκούσω τῆς ἡδίστης καὶ σωτηρίου φωνῆς; ὁπότε σου γένωμαι ὁμοτράπεζος; ποῦ σου συνουσίας ἁγίας ἀπολαύσω ἢ πώποτε ἐν ὠσίν σου ἀναγνώσομαι; ἢ πρὸ προσώπου σου ᾄσω; ἢ σωφρονισθῶ; ἢ ἐπιτιμηθῶ; ἢ ἐπιμνησθῶ; ἕξιν ποιῶν ἄφιλόν σοι, ἑστίασιν, βρῶσιν, ποτόν, ὁμιλίαν, στάσιν, καθέδραν, ἀνάκλισιν. τί μοι συμβέβηκεν; καλῶ τοὺς ἀνθρώπους μάρτυρας, καλῶ καὶ τὰς οὐρανίους δυνάμεις συνηγόρους μοι, ὅτι νόμος σε θεοῦ ἐχώρισεν ἀπ᾽ ἐμοῦ, ἐντολὴ μία αἰώνιος. ἀκουσάτω ἡ ὑπ᾽ οὐρανόν. διὰ τοῦτο χαίρω καὶ φωνὴν ἀφίημι αἰνέσεως θεῷ, ἀπέχω πάντα ὑπερεκπερισσοῦ, ἀγάλλομαι, οὐκ ὀρφανισθήσομαι ἔτι, οὐκ ὀδυρηθήσομαι οὐδ᾽ ἀγενές τι φθέγξομαι. δέξαιο δὲ καὶ τὰ ἀνώτερα, πάτερ, ὡς εὐαγῆ· τοῦ πόθου σου γὰρ σύμβολα, πλὴν ὅτι καὶ ἔτι κλαύσομαι, ἀλλ᾽ εὐαπόδεκτα.
Σὺ δέ, ὦ πάτερ τρισμακάριε, χαῖρε καὶ εὐφραίνου. τὰ βραβεῖά σοι ἐπλάκησαν, ὁ τῆς ἀναπαύσεως τόπος ἡτοίμασται. ὁ ζῆλός σου κατὰ τοὺς πατέρας σου, ἡ φρουρὰ βοᾷ τὴν ἀλήθειαν. ἐδέθη ὁ δίκαιος ὡς δύσχρηστος, οἱ ἐν εὐσεβείᾳ εὐχάριστοι, οἱ ὁμόζηλοι θερμότεροι, προοίμιον κάλλιστον θεασάμενοι. οἱ διώκοντες λόγοις ἔξωθεν πλέκουσι καὶ κακίζουσι, καὶ μάλιστα οἵτινες τῶν μοναχῶν, ἔσωθεν δὲ ταῖς ἐννοίαις ὑπωπιάζονται καὶ πικρὸν κατήγορον τὴν ἰδίαν συνείδησιν ἔχουσιν. ἐπεὶ καὶ θαυμάζουσιν· ἴσασι γὰρ ἀγᾶσθαι, ὡς ὁ μέγας Γρηγόριος, ἀνδρὸς ἀρετὴν καὶ πολέμιοι, ὅταν τοῦ θυμοῦ λήξαντος ἐφ᾽ ἑαυτὴν ἡ πρᾶξις δοκιμάζηται. ἄγγελοι ὑμνοῦσίν σε, ἄνθρωποι μακαρίζουσιν, Χριστὸς ἀπεδέξατο, τὰς πύλας σοι ἀνέῳγεν τῆς βασιλείας τῶν οὐρανῶν εἰς αἰῶνας· ἀμήν.
Νικηφόρῳ ἡγουμένῳ Τῆς ἀποκρίσεως δοθείσης ἡμῖν παρὰ τοῦ κυρίου διακόνου, γνήσιε καὶ πολυπόθητέ μου ἀνεψιέ, εὐθὺς ἠβουλήθημεν ἐπιστεῖλαί σοι. ἐπειδὴ δὲ ἦν καιρὸς χειμέριος καὶ ἡ παλιμβουλία συστέλλουσα, ἀγαθὸν ἡγησάμεθα μὴ ταχὺ δοῦναι λόγον. ἡνίκα δὲ μετὰ τῆς ἐπερωτήσεως καὶ τὰ γράμματα ἠπαίτουν, αὐτὸ τοῦτο τί δεῖ ἔτι διακρίνεσθαι καὶ μὴ τὸ παριστάμενον ἐξειπεῖν; πρῶτον δὲ ἐκεῖνο ἐρῶ καί με δέξαιο, τιμιώτατε, ὅτι, ὡς καὶ αὐτὸς οἶδας, πολλῆς κακίας ὑπόδειγμα τὸν ἑαυτοῦ βίον παρεστησάμην τοῖς πολλοῖς· καὶ οὐκ ἔστι σχεδὸν εἰπεῖν σφάλμα, οὗ μὴ καὶ αὐτὸς ἐγὼ μετίσχον καὶ ἄλλοις προσπαρέδωκα. ἀλλ᾽ ἐπειδὴ μανθάνω τὴν φιλανθρωπίαν τοῦ θεοῦ καὶ τὸν εἰς πυθμένα κακίας κατενεχθέντα ἀναρρύεσθαι καὶ ὀρέγειν χεῖρα πρὸς μετάνοιαν, ἔφυγον τὴν ἀπόγνωσιν καὶ ἔδοξα μικρόν τι ὑποστηρίζειν ἐμαυτὸν πρὸς τὸ εὐθές.
Διὰ τοῦτο, ὡς ὁ τῶν ἀφανῶν γνώστης θεὸς ἐπίσταται, ἀπεσχοίνισα ἐμαυτὸν καὶ τῆς συνδιατριβῆς τῶν συγγενῶν μου καὶ τοῦ ἐθισμοῦ τῶν κατὰ σάρκα φίλων μου καὶ εἴ τινος δὴ οὖν ἄλλου, μόνης τῆς δυνάμεως τοῦ θεοῦ ἐπιβοηθούσης τῇ ἀσθενείᾳ μου περὶ πάντα. καὶ νῦν, ὃ ἐπεζήτησας παρ᾽ ἐμοῦ τοῦ ἀμαθοῦς μαθεῖν, οὕτως ἔχει, ὡς εἴρηκέν σοι ὁ κύριος διάκονος. τοῦτο δὲ οὐκ ἀκρίτως ἢ ἀπεφθεγξάμεθα ἢ καὶ ὑπίσχομεν, ἀλλ᾽ ἐν ἐρευνήσει καὶ συζητήσει τῆς θεοπνεύστου Γραφῆς βεβαιωθέντες καὶ κρατυθέντες, οὐ μὴν ἀλλὰ καὶ δι᾽ ἐρωτήσεως τῶν ὀφειλόντων. καί γε ἡ ἀλήθεια οὕτως ἔχει, τοῦ θείου νόμου ἐμφανῶς ἀπαγορεύοντος οὐ διὰ τοῦ θείου Παύλου μόνον, ἀλλὰ καὶ δι᾽ ἄλλων θεολόγων πατέρων, αὐτὸ τοῦτο διευκρινούντων καὶ ἀπολευκαινόντων καὶ συναποφαινομένων τῇ ἀποστολικῇ ἐγκελεύσει. καὶ πῶς λοιπὸν ἀλόγως ἀδιαφορήσω καὶ μὴ μᾶλλον διασταλθῶ καὶ ὑπεξαγάγω ἑαυτὸν ἀπὸ τῶν βλαπτόντων τὴν ἐλεεινήν μου ψυχήν, κἂν οἷος ἂν κίνδυνος παρῇ, τοῦ τῶν πατέρων κορυφαιοτάτου βοῶντος καὶ λέγοντος ὅτι, ἐάν τι παρ᾽ ἐντολήν ἐστιν ἢ τὴν ἐντολὴν παραβλάπτῃ, οὐδαμῶς ἀνέχεσθαι χρή, κἂν ζωῆς ἐπαγγελίαν ἔχῃ, κἂν θανάτου ἀπειλήν;
ἐῶ λέγειν ὅσαι παρυφίστανται καὶ ἄλλαι χρήσεις, μὴ ἐῶσαι ἡμᾶς ἐξυπάγεσθαι κἂν τὸ μικρότατον γοῦν ἔξω τῆς ἐντολῆς, ἄλλως τε καὶ πάλιν παραγγελίαν ἔχοντες τοῦ Μεγάλου Βασιλείου, ὅτι δεῖ πάντα ἀπαραλείπτως φυλάττειν τὰ διὰ τοῦ εὐαγγελίου καὶ τῶν ἀποστόλων ὑπὸ τοῦ Κυρίου παραδεδομένα.
Ταῦτα ὡς πατρὶ καὶ φιλουμένῳ τεθάρρηκα φανερῶσαί σοι· ἐπεὶ καὶ ἡμεῖς, ὡς μάρτυς ὁ καρδιογνώστης θεός, οὔτε κηρύσσομεν (οὔτε γάρ ἐσμεν προύχοντες) οὔτε ἀπεχθανόμεθα. ἀλλὰ καὶ τὸν αὐτοκράτορα καὶ εὐσεβέστατον βασιλέα ἐγκαρδιωμένον ἔχομεν τῇ ἀγάπῃ καὶ ἅπαντας τοὺς συγγενεῖς μου, φιλοΐδιος ὑπάρχων, ὡς ὑμεῖς γινώσκετε, καὶ μνημονεύομεν αὐτοῦ καὶ ἐν τῇ θείᾳ λειτουργίᾳ καὶ ἐπευχόμεθα ἰδίᾳ τε καὶ δημοσίᾳ. καὶ τῆς ἐκκλησίας κοινωνικοί ἐσμεν, καὶ μὴ εἴη ἡμῖν ποτε διασχισθῆναι ἀπ᾽ αὐτῆς. συγχωρήσατέ μοι τῷ μόνῳ ἁμαρτωλῷ· εἱλάμην θρηνῆσαι τὰς ἁμαρτίας μου ἐν τῇ γωνίᾳ ταύτῃ καὶ μὴ συμφύρεσθαι τοῖς ἐν κόσμῳ. τί τοῦτο ἔγκλημα; χάρισαί μοι τοῦτο, ποθεινότατέ μου ἀνεψιέ, (οἶδα γὰρ ὅτι καὶ δύνῃ) καὶ ἠρεμεῖν ἐνταῦθα καὶ ἀποδιίστασθαι παντὸς τυχὸν ἀνθρώπου· καὶ τῇ ἐμμελεῖ ἀγχινοίᾳ σου τὰ σκολιὰ ποίησον λεῖα καὶ τὰ τραχύνοντα καθομάλισον. καὶ γενοῦ τοῦ εἰρηνικοῦ ἡμῶν 〈βίου〉 βραβευτὴς καὶ τῆς ἡσυχίας συνασπιστής, ἵνα, εἰ καί τι ἡμῖν ἐστιν ἐν τούτῳ χρήσιμον, διαιτήσῃ δικαίως καὶ κατὰ λόγον.
Στεφάνῳ ἀδσηκρῆτις. Ἐν τῇ χθὲς ἡμέρᾳ, ἐπειδὴ τῆς εὐκλεοῦς σου παρουσίας ἐν μεθέξει γεγόναμεν, μετά τινας ἄλλας ὁμιλίας, δι᾽ ἃς καὶ ὁ τρόπος τῆς ἐνταῦθά σου ἀφίξεως, εἰς λόγους πως ἐληλύθαμεν γραφικῶν ζητημάτων καὶ ἐν ἀμφιβολίᾳ πολλῇ συσχεθέντες ἀπιθάνως πρὸς ταῦτα διέστημεν ἀπ᾽ ἀλλήλων. καὶ ἡμεῖς μέν, ὦ δέσποτα, ἰδιωτίζοντες οὐ πάντως κατὰ τὴν παροῦσάν σου σοφίαν ὑπαντήσομεν· ἵνα δὲ μὴ τῇ ἐφησυχάσει τῶν ὀφειλομένων λαληθῆναι κρίμα ἑαυτοῖς ἀπενέγκοιμεν (ἐλεγμῷ γάρ, φησίν, ἐλέγξεις τὸν πλησίον σου καὶ οὐ λήψῃ δι᾽ αὐτὸν ἁμαρτίαν), ἄλλως τε ὅτι καὶ σοφὸν ἐλέγχοντες μᾶλλον ἀγαπηθησόμεθα, ἀναγκαῖον ᾠήθημεν προσφωνῆσαί σοι τὰ ἐπιβάλλοντα. ὁ κύριός μου, ἵνα συντόμως ἐρῶ, τὰς πολλὰς πεύσεις καὶ ἀντιρρήσεις ἐπισυστέλλων, ἔφης τά, ὡς οὐ χρὴ τὸν προεστῶτα εἴτουν ποιμενάρχην ἄτερ πίστεως ἐπὶ ταῖς ἄλλαις ἐντολαῖς τοῦ Κυρίου κατὰ ἄγνοιαν ἢ ἐθελοντὶ πράττοντά τι τῶν ἀπηγορευμένων πρός τινος ὑπομνήσκεσθαι, ἡμῶν λεγόντων ὅτι καὶ μάλα, ἀλλ᾽ ὑπὸ τῶν προεχόντων ἐν γνώσει καὶ συνέσει παρὰ τοὺς ἄλλους. καὶ πρὸς τοῦτο ὁπόθεν καὶ οὐ παραστησόμεθά σοι τὸ τοῦ λόγου ἄτοπον; πρῶτον μὲν ἀπὸ τῆς παλαιᾶς διαθήκης. τί γάρ σοι δοκεῖ τὸ τοῦ Δανιήλ;
ἆρα τοὺς πρεσβυτέρους, καίπερ ὢν οὐ τοῦ ἐννόμου καιροῦ τῆς εἰς τὸ λέγειν καὶ παρρησιάζεσθαι ἡλικίας, παρανομοῦντας πρὸς τὴν τῆς θείας Σωσάννης καταδίκην, ἐπῃνέθη οὐ μόνον ὑπομνήσκων, ἀλλὰ καὶ κατακρίνων, ναὶ ἢ οὔ; εἶτα οὐ δέχῃ τὸν Ἰωὰβ ἐν τῇ ἀπαριθμήσει τοῦ λαοῦ, ὄντος τοῦ δράματος εἰς παροργισμὸν θεοῦ, ἀντιβολοῦντα, ἐκλιπαροῦντα, ἀναπείθειν πειρώμενον τὸν θεῖον Δαυὶδ μὴ τοῦτο δρᾶν; οἶσθα γὰρ τὴν ἱστορίαν. ἐμὲ δὲ δυσωπεῖ καὶ Ἰοθὸρ ὑπομνήσκων τὸν μέγαν Μωσῆν καὶ παρεγγυώμενος μὴ οὕτω διεξάγειν τὸν λαὸν καὶ οἱονεὶ στοιχειῶν καὶ πρὸς τὴν οἰκείαν βουλὴν μεταρρυθμίζων. καὶ τίς ὤν; ἀλλογενής, εἰ καὶ κηδεστής. καὶ τίνι φῶν; τῷ πάντα κατὰ ἀποκάλυψιν θεοῦ διαπραττομένῳ.
Καὶ ταῦτα μὲν ἐπ᾽ ὀλίγον, ἵνα μὴ μακρηγορήσωμεν. μετιτέον δὲ ἐπὶ τὴν νέαν. αἰδεσθῶμεν, εἰ βούλει, πανεύφημε, καὶ τὸ τοῦ τῆς οἰκουμένης διαπρυσίου κήρυκος ὑπαγόρευμα, τὸ ἐὰν τῷ ἐσχάτῳ ἀποκαλυφθῇ, ὁ πρῶτος σιγάτω· οὐχ, ὡς ἀντιτείνει ἡ φιλότης σου, τοῦτο περὶ μόνης πίστεως. καὶ οἷον δή μοι παρέλαθεν μικροῦ δεῖν, ὁ μέγας κῆρυξ τῆς ἀληθείας Ἰωάννης ἐλέγχει τὸν Ἡρώδην. ἐρωτῶ, ἀπόκριναί μοι. ἀλλ᾽ ἀγχίθυρος ὁ πρὸς ἐμὲ οἶδ᾽ ὅτι γέλως τοῦ ὅτι ἐν μέτρῳ τοῦ προφήτου ἰσοστατεῖ ἑαυτόν. ἀλλ᾽ οὐχ οὕτως, ὦ βέλτιστε· ταῦτα δέ, φησίν, ἐγράφη πρὸς νουθεσίαν ἡμετέραν. καὶ αὖθις ὁ Παῦλος· μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. πῶς δὲ καὶ οἷόν τε ὀρθοδοξεῖν τὸν λοξοεργοῦντα, τοῦ θείου Ἰακώβου ἐνισταμένου, ἐκ τῶν ἔργων δείκνυσθαι τὴν πίστιν καὶ τοὺς περὶ τὸ ἓν σφαλλομένους μηδὲ τὸ θάτερον ἔχειν;
Τοσούτων οὖν καὶ τηλικούτων ὄντων μαρτυριῶν οὐκ οἴομαι ἀντιφάσκειν τὴν εὐγένειάν σου· εἰ δὲ τοῦτο, ἀντεπεστελλέτω τῇ ἀσυφηλίᾳ ἡμῶν ἀναλύσεις μὲν ἐν λόγῳ τῶν προταθέντων, ἀντεξαγωγὰς δὲ διευκρινεστέρας τῶν συσκευασθησομένων σοι. εἴθε καὶ πάρεισιν· ἡμεῖς γε σιωπήσομεν καὶ συγγνώμην τῆς ἐνστάσεως, καίπερ ἐν ζήλῳ οὔσης, αἰτησόμεθα. τὸ γὰρ ἐπιτιμᾶν μόνον ῥᾷστον καὶ τοῦ βουλομένου παντός, ὡς ἀναγινώσκεις, τὸ δὲ ἀντεισάγειν τὴν ἑαυτοῦ γνώμην διὰ μαρτυρίας τῆς θεοπνεύστου Γραφῆς ἀνδρὸς ὄντως ὑγιοῦς καὶ νοῦν ἔχοντος.
Πρὸς δὲ τὸ μὴ εἰς ἀμετρίαν ἐνεγκεῖν τὴν ἐπιστολὴν ἐνταῦθα καταπαυσόμεθα τὸν λόγον, παραθέντες καὶ χρήσεις τοῦ Μεγάλου Βασιλείου εἰς ἐντελεστέραν ἀπόδειξιν. φυλαχθείης οὖν ἡμῖν πανέστιος ὁ ἠγαπημένος ἡμῶν δεσπότης, εὐεκτῶν ἀμφοτέρωθεν· ἡμεῖς γὰρ τὸ τῆς ἀγάπης σου καλὸν καὶ γράφοντες καὶ μὴ γράφοντες γλιχόμεθα ἔχειν.
Τῶν ἀσκητικῶν τοῦ Ἁγίου Βασιλείου ἐκ τοῦ κʹ λόγου [τῶν κατὰ πλάτος ἐκ τῶν ἠθικῶν τοῦ λόγου]. Ὅτι δεῖ τὸν προεστῶτα ὑπομνήσκεσθαι παρὰ τῶν προεχόντων ἐν τῇ ἀδελφότητι, ἆν ποτε ἀποσφαλῇ. Ἐκ τοῦ λδʹ. Τὸν μὴ καταδεχόμενον τὰ παρὰ τοῦ προεστῶτος ἐγκριθέντα χρὴ ἐν τῷ φανερῷ ἢ ἰδίᾳ αὐτῷ ἀντιλέγειν, εἴ τινα ἔχοι λόγον ἰσχυρὸν κατὰ τὸ βούλημα τῶν Γραφῶν, ἢ σιωπήσαντα τὸ προστεταγμένον ποιεῖν. εἰ δὲ αὐτὸς αἰσχύνεται, ἄλλοις τισὶ μεσίταις πρὸς τοῦτο χρησάσθω.
Ἐκ τῶν ἠθικῶν τοῦ αὐτοῦ λόγου οβʹ. Ὅτι χρὴ τῶν ἀκροατῶν τοὺς πεπαιδευμένους τὰς Γραφὰς δοκιμάζειν τὰ παρὰ τῶν διδασκάλων λεγόμενα. Ὅτι δεῖ τὸν προεστῶτα τοῦ λόγου μετὰ περισκέψεως καὶ δοκιμασίας πολλῆς κατὰ σκοπὸν τῆς πρὸς θεὸν εὐαρεστήσεως ἕκαστον ποιεῖν τε καὶ λέγειν, ὡς ὀφείλοντα καὶ ὑπ᾽ αὐτῶν τῶν πεπιστευμένων αὐτῷ δοκιμάζεσθαι.
Θεοκτίστῃ τῇ ἑαυτοῦ μητρί Εἰ οἷόν τε ἦν δάκρυα ἐν γράμμασιν ἀποκομίζειν, ἐμπλήσας ταύτην μου ἂν τὴν ἐπιστολήν, τιμία καὶ γλυκεῖα καὶ θεοπόθητέ μου μῆτερ, παρεπεμψάμην σοι ἐν ταύταις ταῖς ἡμέραις. τῷ ὄντι γὰρ οὐκ ἀνεκτῶς φέρω τὰ περὶ σοῦ ἀκούειν, οὐ λέγω ἐντάφια, ἀλλὰ καὶ νοσήματα ἐπιθανάσιμα. καὶ ἱνατί οὕτως, μῆτέρ μου, εἵλω ἡμᾶς ἐᾶσαι, ἀγαπήσασα τὸν μέλλοντα αἰῶνα, ἐκδημῆσαι ἀφ᾽ ἡμῶν καὶ ἐνδημῆσαι πρὸς Κύριον; ἀλλὰ τὰ ἐκεῖ πάντως ἠγαπήκεις, ἐκ πλείονος πόθου τῇ διαθέσει μετατεθεῖσα, τὴν καλὴν καὶ ἁγίαν μου ἀδελφὴν ὡς μᾶλλον ἐπεθύμησας καταλαβεῖν καὶ τὸν γλυκύν μου κύριον Εὐθύμιον, μᾶλλον δὲ τὸν τῶν ἁγίων χορόν. καί, ὦ μῆτερ, πῶς ἐνέγκω, πῶς ἀδακρυτὶ παρελεύσομαι τὴν ἐπιστολὴν διερχόμενος; ἆρα ἀπόκειται τοῦτο τῇ δυστήνῳ μου ζωῇ, ἵνα καὶ τὸν σὸν θάνατον ἀκούσω; ἵνα ἐπιψάλω σοι θρηνῳδῶς; ἵνα ὁρῶν σου τὸν τάφον ἐπιγράψω ἐλεγεῖα; ἵνα ὑπὸ γῆν αὐτὴ σώματι μὲν τεθῇς (πνεύματι γὰρ οἶδ᾽ ὅτι ἐν οὐρανοῖς αὐλισθήσῃ), ἐγὼ δὲ ὑπὲρ γῆν ὦ, ἕλκων ἔτι τὸν ὀδυνηρὸν καὶ πολυαμάρτητόν μου βίον;
Καὶ πῶς ταῦτα ἀνεκτά; μή μοι γένοιτο, πλὴν παραχωρητέον πάντα ἐν τῇ βουλῇ καὶ θελήσει τοῦ ὑπεραγάθου θεοῦ ἡμῶν· καὶ γὰρ οἶδεν ὅ τι συμφέρει ἑκάστῳ ἡμῶν, ἐπίσταται τὸ δέον, συναρμόζει τὸ πρέπον, φιλόστοργός ἐστι πατήρ, ἅπαντα καλῶς διατίθησιν, εὐστόχως, εὐβούλως, πανσόφως, παγκάλως, ἀκαταλείπτως. καὶ ὢ τῆς σοφίας καὶ τοῦ βάθους τῶν κριμάτων αὐτοῦ, ὅτι ἀνεξερεύνητοι καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. προσέλαβεν γοῦν τὸ πρότερον τὴν ἀδελφήν, προσελήψατο δεύτερον τὸν ἀδελφόν, ζητεῖ τὸν τρίτον. τίς εἴη οὗτος; εἰ μὲν αὐτή, μέγα τὸ ἐγκώμιον. τριαδικῆς γὰρ μερίδος ἔπαθλον διανύεις, καλῶς διαμείψασα τὸν βίον, πάντα ἀπολιποῦσα, πάντα δοῦσα θεῷ, τὴν κεφαλήν, τὰ μέλη, σαυτήν, ἐν ἀσκήσει κατατρίψασα τὸ τίμιόν σου σῶμα, πολύθλιπτον βίον διεξανύσασα, μᾶλλον δὲ τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν τοῦ Κυρίου διαβαδίσασα καὶ νῦν ἐν γήρει καλῷ ζητοῦσα τὴν ἀνάλυσιν. ταύτην τοίνυν ἀπεύχομαι τέως ἄρτι, πλὴν κράτιστον, ὃ τῷ θεῷ φίλον· καὶ τίς οἰκειοτέρως τὰ περὶ ἡμᾶς βουλεύσεται ἄτερ αὐτοῦ;
Ἀλλά μοι χαῖρε, μῆτερ, καὶ ζῶσα καὶ κοιμωμένη· οὐ γὰρ τεθνήξεις, διότι ζῶσα εἶ. προαιρέσει ἀπενεκρώθης τῷ βίῳ, διότι καλὸν ἀγῶνα ἠγώνισαι, διότι ἐστερήθης τῶν ἐπιγείων, ἵνα τὰ οὐράνια κληρονομήσῃς, διότι τοῖς τοῦ μαρτυρίου ὡμίλησας ἄθλοις ἀναιμωτί, τὰ μέλη σου ἡμᾶς ἀποτεμοῦσα διὰ τὴν ἀγάπην τοῦ Κυρίου. ἀμέριμνος ἀπέρχῃ, ἀδιάθετος· οὐ γὰρ πάρεστίν σοί τι διαθέσθαι ἢ τὸ ἔνδυμά σου τὸ τρύχινον καὶ εἴ τι ἄλλο τῆς ἀσκευάστου ζωῆς σχέδιον. ἀπ᾽ ἐντεῦθεν ἤδη γυμνὴ παρίστασαι τῷ θεῷ, καθαρὰν τῆς τῶν ὑλῶν βορβορώσεως φέρουσα τὴν ψυχήν. ἔχεις δ᾽ ὅ τι ἡμῖν καταλείψεις, τὴν κραταιὰν εὐχήν, ἣν καὶ νηπίοις ἡμῖν οὖσι σχεδὸν κατέπεμπες, σημειοῦσα καὶ κατασφραγίζουσα ἐν ταῖς νυκτεριναῖς ὥραις, λιτὰς ἀνθ᾽ ἡμῶν τῷ Κυρίῳ ἐν παντὶ καιρῷ προσφέρουσα. καταλείψεις δὲ καὶ τὸ ἄοκνόν σου ἐν ταῖς θείαις λειτουργίαις καὶ φίλαγνον καὶ σπουδαῖον καὶ τὸ ἀποστολικὸν καύχημα τοῦ καμάτου· τῷ ὄντι γὰρ πολὺς κάματος ἐκ τῶν ὁσίων σου χειρῶν ἐξελήλυθεν καὶ διεσκέπασεν καὶ διέθαλψεν οὐχ ἡμᾶς μόνους, ἀλλὰ καὶ ἅπασαν τὴν ἀδελφότητα. οἳ καὶ ὡς μητέρα πνευματικὴν ἔχοντές σε καὶ περιέποντες τὰ ἴσα ἡμῖν καταλυποῦνταί σε καὶ ἀνακαλοῦνται.
Ταῦτα ὡς μὴ γινόμενα ἐσχηματίσαμεν ἐν τοῖς γράμμασιν, παρηγορίαν ἡμῖν αὐτοῖς ποιοῦντες καὶ ὑποδεικνύοντές σοι τὰ τῆς καρδίας ἡμῶν, ἅπερ καὶ ἐξ ἑαυτῆς ἐπίστασαι. ἐγὼ τοίνυν, μῆτέρ μου ἁγία, ὡς οἶσθα, εἰ καὶ ἤθελον εἰσελθεῖν, οὐκ εἶχον πῶς διὰ τὴν φροντίδα τὴν ἐπικειμένην μοι ἀναξίως καὶ οὐκ οἶδα ποίῳ λόγῳ. ὡς θαυμαστὸν γάρ, φησίν, εἰ καὶ Σαοὺλ ἐν προφήταις, καί γε Θεόδωρος ἐν ἡγουμένοις. τοῦτό με εἶρξεν, τοῦτό με ἐδέσμευσεν· ἐπεὶ σιδηραῖς ἁλύσεσιν εἰ ἦν κατεπιασμένος, διέρρησσον αὐτὰς καὶ πρὸ προσώπου σου ἱστάμην. νῦν δὲ ἀντὶ ἐμοῦ ἔπεμψά σοι τὸν πρεσβύτερον εἰς μικρὰν παραμυθίαν, ὅτι καὶ αὐτός σοι ποθητὸς καὶ τίμιος, ἵνα ἐν πᾶσι συμπαρῇ τῇ ἀσθενείᾳ σου, ἐπισκεπτόμενος καὶ φροντίζων τὰ δέοντα, κἄν τε ἐπιμένῃς ἐν τοῖς αὐτόθι, ἐπιμένῃ, κἄν τε ἐξέρχῃ, συνεξερχόμενος ἅμα τοῦ οἰκονόμου. λοιπὸν ὡς εὐοδώσει ὁ θεὸς καὶ φέρει ἡ ἀσθένεια οὕτως, μῆτερ τιμία, καὶ διαγενοῦ, καὶ μὴ ὑπὲρ δύναμιν ταθῇς θέλουσα ἐξελθεῖν. τάχιον δὲ ὅπως διαφέρῃ ἐν τῇ νόσῳ διάγνωσιν πέμψον ἡμῖν, ἵνα εὐψυχήσωμεν μικρόν· κανόνα δὲ εὐθέως πάντες οἱ ἀδελφοὶ ἐποίησάν σοι καὶ εὐχὴν ἔχουσι διηνεκῆ περὶ τῆς ὑγείας σου. χάρισαι ἡμῖν τὴν ἁγίαν σου εὐχήν, εὐλόγησον ἡμᾶς μητρικαῖς δωρεαῖς, ἄσπασαι ἡμᾶς διὰ τοῦ γράμματος, δὸς ἡμῖν τὴν εἰρήνην, ἣν ἔχεις διὰ τῆς χάριτος τοῦ Χριστοῦ καὶ ἕξεις εἰς αἰῶνας αἰώνων.
Εἰρήνῃ βασιλίσσῃ Φωνή, φησίν, ἐν Ῥαμᾷ ἠκούσθη, ὁ θεοπτικώτατος Ἱερεμίας, θρῆνος καὶ ὀδυρμὸς πολύς, Ῥαχὴλ τότε κλαίουσα τὰ τέκνα αὐτῆς. τὰ δὲ παρόντα οἷα καὶ ἡλίκα; πόθεν που χθές, δέσποινα ἡμῶν πανάγαθε, ἀναφανέντες ἄγγελοι τοῦ ἱεροῦ σου παλατίου καὶ ἀκουτίσαντες ἡμῖν πάσας τὰς γεγενημένας σου τῶν ἔργων ἄρτι αἰνέσεις, ἤχησαν ἡμῶν ἀμφότερα ὡς ἀληθῶς τὰ ὦτα. τί τοιγαροῦν; ὅτι ἦρας σύσσημον ἐν τοῖς πέρασι τηλικαύτης εὐσεβείας. καὶ ἰδοὺ ἥκουσί σοι κυκλοτέρωθεν, ὡς νεφέλαι πετόμεναι, λιταὶ παμπληθεῖς, γεραίρουσαι τὸν θεὸν ὑπὲρ τῶν αἰσίων σου καταπράξεων. φράζε ἡμῖν, ὦ δέσποινα, τίς ὁ ἐπιβιβάσας σου τὸν καθαρώτατον νοῦν ἐπὶ τὰ ὕψη τῶν νοημάτων τῆς ἀληθείας, ὥστε ὡς ἀπὸ σκοπιᾶς τινος ὑψηλῆς μετεώρου καταθρῆσαι τὰ τοιαῦτα ἀρεστὰ θεῷ καὶ ὅσια. δίδαξον ὅθεν σοι ὁ τῆς εὐσεβείας τοσοῦτος ἔρως ἐνέσκηψεν, καλῶς ἀπληστεύεσθαι τὰ θεάρεστα καὶ εἰς ὕπερ ἐλάσαι φειδοῦς τῆς ὑπὲρ τῶν Χριστιανῶν ψυχικῆς τε καὶ σωματικῆς πολυφελοῦς προμηθείας. ἢ ἐπειδὴ πολὺ τὰ θεῖα φρονοῦσα καὶ ὁμειρομένη μητρικῶς οὐκ ἀρκετὸν ἡγήσω τὸ μόνον τὸν λαόν σου τῇ ἄνωθεν ἐπικουρίᾳ ὡς ἐξ Αἰγυπτιακῆς τινος δουλείας, τῆς δυσσεβοῦς, φημί, πίστεως, λυτρώσασθαι, εἰ μὴ μετὰ τῶν προλαβόντων πολυτρόπως ἐκλαμψάντων σοι δίκην ἀστέρων ἀγαθουργημάτων καὶ τὴν παροῦσαν ὡς κολοφῶνά τινα τῶν ἀρετῶν ἐπιπροσθήσασθαι χάριν;
Ἅγιος, ἅγιος, ἅγιος. εὐφράνθη ὁ οὐρανὸς ἄνωθεν, μετὰ τοῦ ἱεροφωνοτάτου Ἠσαΐου ἐπιβοήσωμεν, εἰ καὶ τολμηρόν, ὅτι ἠλέησεν ὁ θεὸς διὰ σοῦ τὸν λαὸν αὐτοῦ. ἐπλήσθη γοῦν ἡ σύμπασά σου βασιλεία χαρᾶς καὶ ἀγαλλιάσεως, ὅτι ἀφῄρηται ὁ ἄνομος ζυγὸς ὁ ἐπ᾽ αὐτὴν κείμενος καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου τῆς τοιαύτης ἐπικρατήσεως. τίς ἤκουσε τοιαῦτα; δεῦρο, εἴπατε, ἄνδρες· καὶ τίς ἑώρακεν ἐπ᾽ ἄλλης βασιλείας τοιοῦτον καὶ τοσοῦτον κατόρθωμα; ἐπαινέσατε αὐτὴν πάντες οἱ λαοί· μεγαλύνατε αὐτὴν σὺν ἡμῖν, ἄρχοντές τε καὶ ἀρχόμενοι, ἱερεῖς τε καὶ μονασταὶ καὶ πᾶν τὸ χριστιανικὸν φῦλον. οὐδὲ γὰρ ὅτι τῶν τοσούτων τοῦ χρυσίου ταλάντων ἡ ἄφεσις γέγονε θαυμαστὸν μόνον, καίπερ ὂν ἀνυπέρβλητον, ἀλλ᾽ ὅτι καὶ πόρος ἀδικίας πολυπλάσιος ἐν τῇ τοιαύτῃ ὑποθέσει συνεξεκόπη ὁσιώτατον. ἤρθη ἐκ μέσου στραγγαλιὰ βιαίων καὶ ψυχοφθόρων ἀπαιτημάτων λαθοῦσα τοὺς πρὸ σοῦ ἅπαντας, καίπερ τινὰς εὐσεβῶς βεβασιλευκότας· τοῦτο γὰρ σοὶ ἀπέκειτο. πέπαυται ἐφομοσία, πολυορκία, μᾶλλον δὲ ψευδορκία ἐπί τε τῶν ἀπαιτούντων καὶ ἀπαιτουμένων, ἀμφοτέρων ἐντεῦθεν ὡς τὸ συμβὰν ἀπολλυμένων, τοῦ μὲν ὅ τι ἀποκρύψειεν πειρωμένου, τοῦ δὲ ὅτι ὑπερπιάσειεν καταπολυορκοῦντος.
πέπαυται ἔκθλιψις στενοχωρουμένων καὶ πενομένων φροντιστήρια, οὐχ ὅπως τῆς πτωχείας φάρμακον ἀλεξιτήριον ἐξευρεθείη ζητούντων (ἧττον γὰρ ἂν ἦν τὸ λυπηρόν), ἀλλ᾽ ἵνα τὸ ἀσύνθετον καὶ ἄνωθέν πως ὡς ἁμαρτίας γέννημα ἐπεισφρῆσαν ἀποτίσωνται τοῖς πράκτορσιν. οὐκέτι αἱ ὁδοὶ τελωνοῦνται, ὅσαι κατὰ γῆς, ὅσαι κατὰ θάλασσαν. ἀντίφθογγα ταῦτα τῶν ὑπὸ τοῦ μεγάλου καὶ ἱεροῦ Χρυσοστόμου εἰρημένων· οὐκέτι ἠπειρῶται ἐξαργυρίζονται ἄδικα κατὰ τοὺς στενωποὺς ἐκ τῶν ἐπικαθημένων ὡσανεὶ ἀγρίου τινὸς δαίμονος ἢ ἀτιθάσσου θηρός, ἀπογευομένου πάντως ἐκ τῆς τοῦ πενομένου ὁδίτου ἐπιφορτώσεως, οὐδ᾽ αὖ δέει τῶν τοιούτων αἰσχρῶν λημμάτων οἴκοι μένουσιν οἱ ἀπορούμενοι, μήτε τὰ ἐν ἄστει μήτε τοὺς παραθαλασσίους τόπους καταλαμβάνοντες· πανταχοῦ γὰρ οἱ τῆς ἀδικίας σκόπελοι προεστήκασιν. οὐκέτι οἱ πλωτῆρες ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ ἐξορμώμενοι καὶ καταπλέοντες ὑποπνίγονται, ὡς ἂν ἐκ λαιμοῦ τοῖς στενοῖς στομίοις τὸ τελωνούμενον ἀποδώσοντες. ἀφείθησαν οἱ τὴν ἀγρευτικὴν μέθοδον μετερχόμενοι, κούφως ταύτην διαλαμβάνοντες, Εἰρήνη ἱερόψυχε. ὁ ἁλιεὺς τυχὸν τρεῖς ἰχθύας ἀνελκύσας καὶ τοῦτο πάντως πολλὰ κεκοπιακὼς δι᾽ ὅλης ἡμέρας τὸν ἕνα οὐκ ἀποτίννυσιν. ὁ τοξότης ἢ ὁ ἰξευτής, οὕσπερ ἐθήρευσεν ὀλίγους τάχα ὄρνεις, ἐξ ὧν αὐτῷ ἡ ἀναγκαία τροφή, ἀλογοθέτητος διαμένων εὐζωήσειεν.
αἱ στρατιώτιδες, τὸ οἰκεῖον πένθος ἔχουσαι τῆς ἀνδρικῆς ἀποβολῆς, οὐκ ἐπιθρηνήσουσι πικρῶς τὴν ὑπὲρ τοῦ θανέντος ἐλεεινὴν καὶ ἀπάνθρωπον ἐξαπαίτησιν. καὶ πάρειμι τοὺς συβότας, τοὺς προβατεμπόρους, τοὺς οἰνοπράτας· ἐῶ λέγειν τοὺς κρεοπώλας, τοὺς ἱστουργοῦντας, τοὺς χαλκετύπους, τοὺς σκυτοτόμους, τοὺς δευσοποιούς, ἀρωματοπράτας τε καὶ ἀρχιτέκτονας, καὶ συλλήβδην εἰπεῖν ἅπασαν μέθοδον, ὅση κατὰ χρυσουργίαν, ὅση κατὰ ξυλουργίαν, ὅση κατὰ πᾶσαν ἄλλην ὕλην ἐπιθεωρεῖται.
Ἵνα μὴ μακρὸν ἀποτίννυμι λόγον ἐν τῇ τοιαύτῃ κατακερμασίᾳ, ὦ πανάγαστε δέσποινα, ἐπεκρότησαν ταῖς χερσὶν αὐτῶν ἅπαντες καὶ ἐχάρησαν χαρὰν μεγάλην σφόδρα, ἐκεῖνα εἰρηκότες· εὐλογήσω σε, Κύριε, ὅτι ἠλέησάς με καὶ ἐγένου μοι εἰς σωτηρίαν· διὸ πεποιθὼς ἔσομαι ἐπὶ τῇ θεοσδότῳ μου βασιλείᾳ. ταῦτα πάντα αἰνέσεως πλήρης καὶ ἐξυμνήσεως, Εἰρήνη φίλη Χριστοῦ, τὸ γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα. ταῦτα οὐ μόνον ἐν τῇ ἐπικρατείᾳ τῆς βασιλείας σου, ἀλλὰ καὶ μέχρι τερμάτων τῆς οἰκουμένης διαδοθήσονται, καὶ ἀκούσονται ἀλλοεθνεῖς καὶ θαυμάσονται καὶ πτοηθήσονται ἀπὸ τῆς εὐπραξίας τῶν σοφῶν σου ἐπιτηδευμάτων· αἰδοῦνται γάρ, φησίν, ἀνδρῶν ἀρετὴν καὶ πολέμιοι, ὡς ὁ τῶν θεολόγων διαπρύσιος. οὕτω φυλάττεταί σου ἀρραγὲς τὸ βασίλειον, οὕτω εἴκει καὶ πείθεταί σοι ἀσμένως τὸ ὑπήκοον· ταύτῃ θεραπεύεις τὸ θεῖον, ταύτῃ ἐπευφραίνεις τοὺς ἐκλεκτοὺς θεοῦ ἀγγέλους, ἀλλ᾽ οὖν καὶ τοὺς ὁσίως καὶ δικαίως πολιτευομένους, Εἰρήνη θεονόμαστε. ἐν τούτοις ἡ εὐσέβειά σου διαλάμπει, ἐν τούτοις πᾶν στόμα καὶ πᾶσα γλῶσσα πρὸς αἴνεσίν σου ἐξανοίγεται· αὕτη ὡς ἀληθῶς ἡ δόξα τῆς ἐκκλησίας, αὕτη ἡ σφραγὶς τῆς περιποιηθείσης σοι πατρικῆς καὶ θεοπνεύστου τῶν Χριστιανῶν ὀρθοδοξίας, ἔκδικε τοῦ θεοῦ καὶ τῆς ἀληθείας ὑπέρμαχε, τηλικαῦταί σου αἱ τῶν ἀρετῶν ἐπιδόσεις.
ὡς μεγάλοι καὶ ἀξιέπαινοι οἱ μισθοί σου, ὡς πολύ σου καὶ ὑπερβάλλον τὸ ἀνταπόδομα παρὰ τοῦ τῶν ὅλων θεοῦ. μέγα μὲν γὰρ καὶ τὸ ἕνα σῴζειν (πῶς γὰρ οὔ; ἐπεί, ὥς φησιν ἡ θεία Γραφή, ὁ ἐξάγων ἄξιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσται), τὸ δὲ τοσαύτας ψυχὰς καὶ τὸ πᾶν τοῦ λαοῦ, πῶς οὐ μέγα καὶ σεβάσμιον καὶ τῆς ἄνωθεν μεγαλοδωρεᾶς ὄντως ἐπάξιον; σὺ οὖν, τὸ μέγα ὄντως καὶ πραγματικὸν ὄνομα, μετὰ τοῦ παντὸς καλοῦ εἰσελήλυθας εἰς τὰ βασίλεια καὶ σὺ τὰ ἐγκαταλείμματα τῆς δικαιοσύνης ἐάσειας διαιωνίζοντα.
Συμεὼν ἡγουμένῳ Ὑπὲρ ἡμᾶς τὰ καθ᾽ ἡμᾶς ὑπολαμβάνουσα ἡ πατρική σου ἁγιωσύνη, διὰ τῶν δύο αὐτῆς ἱερογράφων ἐπιστολῶν ὡμίλησεν ἡμῖν τὰ ξενίζοντα καὶ ἐκπλήττοντα. ἀλλὰ περὶ μὲν τῶν γραμματηφόρων εὐδόκησεν ὁ θεός, ὑποκλιθέντος τοῦ ἡγουμένου, ἀναληφθῆναι αὐτοὺς ἐν τῷ οἰκείῳ αὐτῶν μοναστηρίῳ, καλῶς τοῦτο πραξάσης τῆς θεοσεβείας σου εἰς τὸ ἀνθυπενεγκεῖν αὐτοὺς διὰ τοῦ διδακτικοῦ αὐτῆς λόγου εἰς τὰ πατρῷα καὶ πνευματικὰ σπλάγχνα· περὶ δὲ τοῦ λιποτακτήσαντος ἀδελφοῦ ἡμῶν καὶ ὡς ἐκ παραδείσου τῆς κοινοβιακῆς ζωῆς ἐξοστρακισθέντος οὐκ οἶδ᾽ ὅ τι εἴπωμεν, καὶ ἡμεῖς ἑωρακότες τὸν ἄνδρα τὸ πρότερον ὡς ἀληθῶς ἄμπελον θεοφύτευτον, πᾶσαν ἀληθινήν, πᾶσαν καρποφόρον. καὶ πῶς ὅτι ἄρτι ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν, στραφείσης αὐτῆς, ὡς εἰπεῖν, εἰς πικρίαν θανατικήν; μὴ γὰρ ὅτι οὐ παραδοθεὶς τοῖς ἀτιθάσσοις θηρσὶ τῶν παθῶν, φιλοσαρκίας τε φημὶ καὶ φιλαρχίας, ἔστιν ἰδεῖν αὐτὸν ἄρτι τῇ τοῦ νοῦ θεωρίᾳ βιβρωσκόμενον ὑπ᾽ αὐτῶν καὶ κατασπαρασσόμενον οἷα ἀπὸ στόματος λεόντων; τὴν ἴσην γάρ, ὡς οἶσθα, κρίνει ἀπόπτωσιν ὁ θεῖος Βασίλειος τῷ ἀλόγως ἀναχωροῦντι καὶ ἀποσχιζομένῳ πατρὸς τοῦ καὶ αὐτὸ τὸ θεῖον ἐπάγγελμα ἀπορριπτομένου· διὰ τοῦτο καὶ τῆς αὐτῆς εἰσι καταδίκης ἐπὶ τῆς ἀκοινωνησίας καὶ τῶν ἄλλων ἐπιτιμίων.
Ἀλλὰ τοῦτον μὲν εὐχόμεθα ὡς ἁμαρτωλοὶ ἀντωπῆσαι πάλιν πρὸς τὸ πρότερον φῶς ἐκ τῆς ἀμβλυωπαθοῦς καὶ ἐζοφωμένης αὐτοῦ ἐννοίας καὶ οἴκαδε αὖθις ἐπανιέναι πρὸς τὸν γλυκὺ πατέρα καὶ τὴν φιλτάτην συνοδίαν. αὐτοὺς δὲ τοὺς ἀδελφοὺς παρακαλοῦμεν στῆναι γενναίως πρὸς τὴν κοινοβιακὴν ἄθλησιν καὶ μὴ σαλευθῆναι ἐκ τῆς τοῦ ἀσεβοῦς καταπτώσεως, μᾶλλον δὲ καὶ μᾶλλον ἐντεῦθεν ἐπιδράξασθαι γνησιωτέρας πίστεως καὶ ἀδιασπάστου συντεύξεως, τοσοῦτον μέχρις αἵματος, καθὼς οἱ θεοφόροι πατέρες διαγορεύουσιν, ἵνα τελειότητι τοῦ ὑποτακτικοῦ αὐτῶν βίου τὸν τοῦ μαρτυρίου στέφανον ἀναδήσωνται ἐν τῇ ἡμέρᾳ τῆς διαγνώσεως, χορεύοντες μετὰ Δοσιθέου καὶ Ἀκακίου καὶ Δομετιανοῦ τῶν πάνυ παναγίων, τῶν πανυπηκόως τὴν πολιτείαν τετελειωκότων. σήμερον γάρ, καθὼς αἱ λοιπαὶ φωναὶ τῆς ὁσιότητός σου, ἀκρισία πᾶσα καὶ ἀνυποταξία, ἐπερειδομένων τῶν πάντων σχεδὸν εἰπεῖν ταῖς ἀνθρωπίναις συνηθείαις καὶ ταῖς τῶν προσεχεστέρων διακρατήσεσιν, ἐξ ἐναντίας ἐχούσαις τῶν ἐντολῶν τοῦ θεοῦ καὶ μᾶλλον αἱρουμένων τοῦ δεῖνος καὶ τοῦ δεῖνος ἡγουμένου παρατηρεῖν τὸν βίον ἢ τῶν θεσπεσίων πατέρων ἡμῶν.
ἔνθεν οἱ ποιμένες, ἐξ ὧν ἐγὼ πρῶτος, ἠφρονεύσαμεν καὶ τὸν κύριον οὐκ ἐκζητοῦμεν οὐδὲ τὸ ἀμώμητον καὶ ἀκράδαντον τῆς πολιτείας ἰχνηλατοῦμεν, ἀλλ᾽ ὡς παλαιωθέντος τοῦ θείου νόμου καὶ ἀργήσαντος τοῦ εὐαγγελίου καὶ ἀτονησάντων τῶν πνευματικῶν θεσμῶν καί, ἵνα τι εἴπω καὶ βλασφημότερον, ὡς ἀλλοιωθέντος τοῦ ἀναλλοιώτου θεοῦ· τοῦτο γάρ ἐστι πρὸς τὸ λέγειν καὶ καταιτιᾶσθαι τοὺς χρόνους καὶ τὰς ἡμέρας καὶ τὰς γενεάς, ἀλλοίως μὲν ἐκείνας καὶ ἀλλοίως ταύτας.
Ἐγὼ δὲ ἀνταποκρίνομαι ὡς οὐ παρὰ τὸ τοῦ χρόνου διάφορον τοῦτο ὑπήχθη (οὐδὲ γὰρ ἑτερόμορφος γέγονεν ὁ οὐρανὸς οὐδὲ ἑτεροκίνητος οὐδὲ ἑτερολαμπὴς ὁ δημιουργὸς τῆς ἡμέρας φωστὴρ οὐδὲ παρὰ τὴν πρὶν τάξιν φέρεταί τε καὶ διεξάγεται τὸ πᾶν· ἔστησεν γὰρ αὐτά, κατὰ τὰ λόγια, εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται), ἀλλὰ τοῦτο συμβέβηκεν, ὦ ἁγιώτατε, κατὰ τὸ ἐνηλλαγμένον τῆς αὐτεξουσίου προαιρέσεως, ὀλιγωρησάσης ἐκ τοῦ θείου ἔρωτος καὶ περὶ τὰ πρόσυλα τὴν ἑαυτῆς ἔφεσιν ἐκδεδωκυίας καὶ οὐ θελούσης οὐδὲ αἱρουμένης τῶν εὐκλεῶν ἐφάψασθαι παραδειγμάτων οὐδὲ μεταγράψαι ἀπὸ τῆς ἀρχετύπου καὶ πατρίου θεοειδοῦς εἰκόνος, ἐκ δὲ τῶν δυσμόρφων καὶ ἀλλοκότων καὶ τερατουργημένων. διὰ τοῦτο τὰ ψυχικὰ ἰνδάλματα ἐπιφέρομεν, τὸ μέν τι ἀνθρωπείου μέρους ἔχοντα, τὸ δὲ κυνός, τὸ δὲ λεοπάρδου τυχόν, τὸ δὲ ἰχθύος ἤ τινος ἄλλου τῶν ἑρπετῶν, ἀναγωγικῶς ταῦτα λαμβανούσης τῆς ὁσιότητός σου.
Οἱ τὰ τοιαῦτα τοιγαροῦν ἐκ φενακισμοῦ βατταρίζοντες ἢ ῥηξάτωσαν γυμνῇ τῇ κεφαλῇ τὰ εὐαγγέλια καὶ τὰ μαρτύρια καὶ τὰ δικαιώματα τοῦ Κυρίου καὶ πᾶσαν δέλτον ἁγιοπαράδοτον ἤ, τοῦτο μὴ ποιοῦντες, τὸ νηπιῶδες φρόνημα καὶ ἀλόγιστον ἀποθέμενοι, ὡς ὄντως εἰς ἄνδρα τελοῦντες τῆς ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, κατὰ τὰ θεοπαράδοτα λόγια καὶ περιπατείτωσαν καὶ τοὺς ἄλλους ἐκπαιδευέτωσαν· ἤ, μηδέτερον τῶν εἰρημένων ποιοῦντες, κἂν γοῦν τὸ ἑαυτῶν ἀθέλητον καὶ ἄσωτον κατηγορησάτωσαν. ἴσως γὰρ αὐτοῖς ἔσται καιρὸς ἀνανήψεως.
Φεῦ δέ μοι, πάτερ τιμιώτατε, ὅτι ἔνοχος ὢν πάντων τῶν εἰρημένων καὶ πάσης διαστροφῆς καὶ ἀνευθύτητος ὑπουργὸς ὡς ἐπεμβαίνειν ἄλλοις ἠρξάμην καὶ νομοθετεῖν. κλαυσάτωσαν καὶ θρηνείτωσαν ἐπ᾽ ἐμοὶ καὶ αὐτοὶ οἱ ἀναίσθητοι λίθοι, κινδυνεύοντι κατὰ πᾶσαν ὥραν καὶ ῥήσσοντι τὸ ποίμνιον τοῦ Χριστοῦ, ἀναξίως μοι παραδεδομένον. τοσαῦτά μοι προήχθη κελεύοντί σοι, ὦ θεοτίμητε, ἀνταποκριθῆναι. αὐτὸς δέ, ἐρηρεισμένος ὢν τῇ δυνάμει τοῦ πνεύματος καὶ τῇ περιλήψει τῶν νομίμων καὶ πατρίων ἐντολῶν, ἀκίνητος μένοις καὶ ἄσαλος καὶ ἀκαταπτόητος ἐκ τῶν παρά τινων πολυτρόπως προσεπεισφρησάντων σοι, οἷα ἀνέμων ἢ τρικυμιῶν λογυδρίων, βαίνων ἐν τῇ βασιλικῇ ὁδῷ τῆς ἀκραιφνοῦς πολιτείας καὶ τὴν ἐφ᾽ ἑκάτερα παρατρέχων ματαιολογίαν τῶν ἀνθρώπων εὐχόμενός τε ἀδιαλείπτως ὑπὲρ τῆς ταπεινώσεως ἡμῶν τὰ κράτιστα.
Γελασίῳ μαθητῇ Ὦ τέκνον μου, ἀββᾶ Γελάσιε, πῶς ποτέ σε ἐξωστράκισεν ὁ ἀρχέκακος σατανᾶς ἐκ τοῦ κοινοβιακοῦ σου παραδείσου, ὥς ποτε τὸν Ἀδὰμ ἐκ τῆς Ἐδέμ, πεισθέντα τῇ βουλῇ τοῦ ὀφιογνώμονος Ἀμμοῦν; καὶ ἄρτι αὐλίζῃ ἐν τόποις, οὓς οὐκ ἐπισκοπεῖ ὁ Κύριος, ἀκανθοφορῶν καὶ ἐργαζόμενος ἐν ἱδρῶτι τοῦ προσώπου σου τὰ πάθη τῆς ἀτιμίας. τί γὰρ καλὸν ἐξεληλυθὼς ἢ εἰργάσω ἢ ἐργάζῃ; τί δὲ οὐ μᾶλλον πονηρὸν καὶ ἀπευκτόν; ἐξέλιπέν σου τὸ νοερὸν φῶς τῆς ὁδηγίας, ἐσβέσθη ὁ σπινθὴρ τῆς πνευματικῆς φιλίας. οἱ φίλοι σου καὶ οἱ πλησίον (οὐ μόνον λέγω τοὺς ποθεινούς σου ἀδελφούς, ἀλλὰ καὶ τοὺς τοῦ θεοῦ ἀγγέλους) ἐξ ἐναντίας σου ἀπὸ μακρόθεν ἔστησαν, καὶ ἤγγισαν οἱ δαίμονες, ἐκζητοῦντες ἀπολέσαι σου τοὺς προειργασμένους ἀσκητικοὺς καμάτους. ποῦ ποτέ σου ἡ καθαρὰ προσευχή; ποῦ ποτέ σου ἡ ἀκράδαντος ὁμολογία, ἡ φωτοποιὸς ἐξαγόρευσις, ἡ ἀγγελικὴ χοροστασία, ἡ θεομίμητος ὑπακοή, ἡ χριστοφόρος ταπεινοφροσύνη, ἐκεῖνο τὸ καλὸν καὶ τερπνόν, ὃ ᾄδει ὁ ᾀσματογράφος Δαυίδ, ἡ ἐπὶ τὸ αὐτὸ συνοίκησίς σου τῶν ἀδελφῶν;
Τούτων πάντων ἐπεὶ ἔρημος γέγονας, τέκνον μου, ἔχεις ἀντεισαχθέντα σοι τὰ ἐναντία, σκοτασμὸν νοός, ἀναλγησίαν ψυχῆς, πώρωσιν καρδιακήν, δυσπιστίαν, ἀνελπιστίαν, ὀλιγωρίαν, φόβον θανάτου, τρόμον ἀπολογίας. καὶ τί δεῖ καταλέγειν ἕνα ἕκαστον, ὅτι στένων καὶ τρέμων καϊτικῶς πάντως διαβιοῖς; καὶ οὔπω λέγω τῶν σαρκικῶν παθῶν τὸν ἑσμόν, ἀναρριπίζοντά σου τὰ ἐντὸς καὶ ἀναφλέγοντα τὴν ἁμαρτίαν. διὸ δή, τέκνον μου, ἐπιγνοὺς τὸ ἀληθὲς διὰ τῆς ταπεινῆς μου ἐπιστολῆς καὶ ἀναβλέψας πρὸς τὸ φῶς καὶ κατανυχθεὶς θεϊκῶς καὶ πληγεὶς φιλικῶς καὶ ἀναπολήσας καὶ ἀναγνωρίσας ὅθεν καὶ ἐξέπεσας καὶ ἐν ποίοις ἦς δεινοῖς καὶ ποῦ παροικεῖς, ὡς εἰπεῖν, μετὰ τῶν σκηνωμάτων Κηδάρ, ἀνάσφηλον καὶ ἀναπήδησον καὶ ἀνεγέρθητι καὶ ἀνανεώθητι καὶ ἀναθερμάνθητι καὶ μὴ ὥραν, μὴ ἡμέραν, μὴ ἑβδομάδα, ἀλλὰ θᾶττον χαίρειν πᾶσιν εἰπὼν ἧκε ἐρρωμένως καὶ ἀνενδοιάστως πρός με τὸν δύστηνόν σου πατέρα καὶ πρὸς τὴν καλήν σου ἀδελφότητα καὶ πρὸς τὸν μέγαν πατέρα μου καὶ πατέρα σου.
Καὶ πρὸς τοῦτο ἐβουλόμην μέν, ἡνίκα ἔμαθον ὅτι αὐτόθι ἐξεπελάσθης, καὶ ἀδελφὸν πέμψαι σὺν τοῖς γράμμασιν, ἵνα σε ἀναρρύσηται· ἐπεὶ δὲ ὁ γραμματηφόρος καὶ πρεσβύτερος ἐβεβαιώσατό με πάντως ἐκ μόνων τῶν γραμμάτων ἥκειν σε, διὰ τοῦτο ἠρκέσθην τῇ ἐπιστολῇ. καὶ δὴ πάντως, τέκνον μου, καθὼς εἴρηται, οὐ μόνον ἐγὼ ὁ τάλας καὶ ὁ πατήρ μου, ἀλλὰ καὶ οἱ δεσπόται ἡμῶν, ὁ Πρόδρομος καὶ ὁ Θεολόγος, ἐγκελεύονταί σοι τάχιστα ἀποκινῆσαι, πρὶν ἀπροσδοκήτου θανάτου καταλάβῃ τέλος. εἰ δ᾽ ἔτι, ὃς οὐχ ὑπολαμβάνω, σκληρυνόμενος σκληρυνθῇς καὶ αὐθαδιάσεις, γίνωσκε ἀκοινώνητόν σε εἶναι καὶ ἐκ πάντων τῶν ἁγίων καὶ ἐξ ἡμῶν τῶν ἁμαρτωλῶν, ἕως ἂν ὄψῃ τὸ πρόσωπον ἡμῶν. εἰ δὲ ἀποκινήσεις, καθὼς ἐνετειλάμεθα, ἤδη ἐρχόμενος λελυμένος εἶ καὶ τῶν θείων δώρων καὶ τῶν ἄλλων βρωμάτων.
Νικολάῳ μαθητῇ Ἐπειδὴ εὐδοκίᾳ θεοῦ προεβιβάσθης, τέκνον πνευματικὸν Νικόλαε, εἰς τὸ τῆς ἡγουμενείας ἀξίωμα, δέον παραφυλάξαι σε πάντα τὰ ἐντεταλμένα σοι ἐν τῷ παρόντι γραμματίῳ. οὐ διαλλάξεις οὖν ὅνπερ παρέλαβες τύπον καὶ κανόνα παρὰ τῆς πνευματικῆς σου μονῆς ἐν ἅπασιν ἄνευ ἀνάγκης. οὐ κτήσῃ τι τοῦ κόσμου τούτου οὐδὲ ἀποθησαυρίσεις ἰδιορίστως εἰς ἑαυτὸν μέχρι καὶ ἑνὸς ἀργυρίου. οὐ διαμερίσεις τὴν ψυχὴν καὶ τὴν καρδίαν σου ἐν σχέσει καὶ φροντίδι παρὰ τοὺς πεπιστευμένους σοι ὑπὸ θεοῦ καὶ γενομένους σοι πνευματικῶς υἱοὺς καὶ ἀδελφοὺς οὔτε εἰς τοὺς ποτὲ ἰδίους κατὰ σάρκα ἢ συγγενεῖς ἢ φίλους ἢ συνεταίρους. οὐ χρήσῃ τοῖς τῆς οἰκείας σου μονῆς οὔτε ζῶν οὔτε μετὰ θάνατον ἐλεημονητικῶς ἢ κληρονομικῶς εἰς τοὺς ποτὲ προειρημένους ἰδίους καὶ φίλους (οὐ γὰρ ἐκ τοῦ κόσμου εἶ, ἵνα μετέχῃς τῶν ἐκ τοῦ κόσμου, πλὴν εἰ μή που μετάβοιέν τινες ἐκ τοῦ κοινωνικοῦ βίου εἰς τὸ καθ᾽ ἡμᾶς τάγμα) καὶ οὕτω φροντίσεις κατὰ μίμησιν τῶν ἁγίων πατέρων. οὐ κτήσῃ δοῦλον οὔτε εἰς οἰκείαν χρείαν οὔτε εἰς ἣν ἐπιστεύθης μονὴν οὔτε εἰς ἀγρούς σου τὸν κατ᾽ εἰκόνα θεοῦ γεγονότα ἄνθρωπον· τοῦτο γὰρ μόνοις τοῖς ἐν τῷ βίῳ συγκεχώρηται. σοὶ δὲ χρεὼν ἑαυτὸν παρασχεῖν τοῖς ὁμοψύχοις σου ἀδελφοῖς δοῦλον τῇ προθέσει, κἂν τῇ ἔξω ἐπιφανείᾳ ὡς δεσπότης λογίζῃ καὶ διδάσκαλος.
οὐ σχοίης ζῷον τῶν ἐκ τοῦ θήλεος γένους εἰς χρείαν ὑπουργικήν, ὁ τῷ θήλει παντάπασιν ἀποταξάμενος, οὔτε ἐν τῇ μονῇ οὔτε ἐν τοῖς ἀγροῖς, καθὼς οὐδεὶς τῶν ὁσίων καὶ ἁγίων πατέρων ἡμῶν ἐχρήσατο οὔτε ἡ φύσις αὐτὴ ἐπιτρέπει. οὐκ ἐποχούμενος ἔσῃ ἵπποις καὶ ἡμιόνοις ἄνευ ἀνάγκης, ἀλλὰ χριστομιμήτως πεζοπορήσεις· εἰ δ᾽ οὖν, πῶλός σοι τὸ ὑποζύγιον ἔσται. παραφυλάξεις πάντως τὸ τὰ πάντα τὰ ἐν τῇ ἀδελφότητι κοινὰ εἶναι καὶ ἀμέριστα καὶ μηδὲν κατὰ μέρος τοῦ καθ᾽ ἕκαστον εἰς ἐξαυθέντησιν μέχρι καὶ ῥαφίδος· σοῦ δὲ καὶ τὸ σῶμα καὶ ἡ ψυχή, μή τί γε ἄλλο, ἔστωσαν διαμεμερισμένα ἐν ἰσότητι ἀγάπης πᾶσι τοῖς πνευματικοῖς σου τέκνοις καὶ ἀδελφοῖς. οὐκ ἐξουσιάσεις ἐπὶ τοῖς δυσὶν ἀδελφοῖς σου καὶ τέκνοις μου οὔτε πρὸς ἀρχὴν οὔτε πρὸς χειροτονίαν πρᾶξαί τι πάρεξ τῆς πατρικῆς σου ἐντάλσεως. οὐ σχοίης μετὰ κοσμικῶν ἀδελφοποιίας ἤ συντεκνίας, ὁ φυγὰς τοῦ κόσμου καὶ τοῦ γάμου· οὐ γὰρ εὕρηται ἐν τοῖς πατράσιν, εἰ δὲ καὶ εὕρηται, σπανιάκις, καὶ τοῦτο οὐ νόμος.
Οὐ συνεστιαθῇς μετὰ γυναικὸς πλὴν τῆς κατὰ σάρκα μητρὸς καὶ ἀδελφῆς, οὐκ οἶδα εἰ μή τις βία καὶ ἀνάγκη 〈καλοίη〉, καθὼς παρακελεύονται οἱ ἅγιοι πατέρες. Οὐ σχοίης τὸ πολυπρόοδον καὶ πολυγύρευτον ἄνευ ἀνάγκης ἐγκαταλιμπάνων τὸ οἰκεῖον ποίμνιον, ὅπου γε καὶ ἐγκαθημένου σου μόλις διασῴζοιντο τὰ πολυτροπώτατα καὶ πολυδιεξόδευτα λογικὰ πρόβατα.
Παραφυλάξεις πάντως τὸ ποιεῖσθαι τρισσάκις τὴν κατήχησιν τῇ ἑβδομάδι καὶ καθ᾽ ἑσπέραν, ἐπειδὴ πατροπαράδοτον τοῦτο καὶ σωτήριον. Οὐ δοίης ὅπερ λέγουσι μικρὸν σχῆμα, ἔπειτα μετὰ χρόνους ἕτερον ὡς μέγα· ἓν γὰρ τὸ σχῆμα ὥσπερ καὶ τὸ βάπτισμα, καθὼς οἱ ἅγιοι πατέρες ἐχρήσαντο.
Οὐ παραβῇς τοὺς νόμους καὶ κανόνας τῶν πατέρων, πρό γε πάντων τοῦ ἁγίου πατρὸς ἡμῶν Βασιλείου, ἀλλὰ πᾶν ὅ τι 〈ἂν〉 ποιῇς ἢ λέγῃς ὡς μαρτυρίαν ἔχων ἐκ τῶν Γραφῶν πράξεις ἢ ὡς ἐκ πατρικῆς σου συνηθείας, ἄνευ παραβάσεως ἐντολῆς θεοῦ.
Οὐ καταλείψεις τὸ ποίμνιόν σου καὶ εἰς ἕτερον μετάβοις ἢ πρὸς μείζονα ἀξίαν ἐπαναδράμοις ἄνευ πατρικῆς σου διαγνώσεως. Οὐ φιλιάσεις μετὰ κανονικῆς οὐδὲ παραβάλῃς ἐν γυναικείῳ σεμνείῳ οὐδὲ κατὰ μόνας ὁμιλήσεις μοναζούσῃ ἢ κοσμικῇ, εἰ μή που ἀνάγκη ἕλκοι, καὶ τότε δύο παρόντων ἐξ ἑκατέρου μέρους προσώπων· τὸ γὰρ ἕν, ὥς φησιν, εὐεπηρέαστον.
Οὐκ ἀνοίξεις τὴν θύραν τῆς ποίμνης ἐπὶ εἰσόδῳ παντοίας γυναικὸς ἄνευ μεγάλης ἀνάγκης· εἰ δὲ δυνατὸς εἶ ἀσυμφανῶς δέχεσθαι, οὐδὲ τοῦτο ἀπόβλητον. Οὐ ποιήσεις σεαυτῷ καταγώγιον ἢ τοῖς πνευματικοῖς σου τέκνοις, οἶκον κοσμικόν, ἐν ᾧ εἰσι γυναῖκες, ἐπὶ συχνῷ παραβάλλων, ἀλλ᾽ ἐκλέξῃ εἰς ἀνδρῶν εὐλαβῶν τὰς παροδικὰς καὶ ἀναγκαίας χρείας ποιεῖσθαι.
Οὐ κτήσῃ μαθητὴν εἰς τὸ κελλίον σου μειράκιον προσπαθῶς, ἀλλ᾽ ἐκ προσώπου ἀνυπόπτου καὶ ἐκ διαφόρων ἀδελφῶν τὴν ὑπουργίαν σου ποιήσεις. Οὐ κτήσῃ ἱματισμὸν ἐξηλλαγμένον καὶ πολύτιμον ἄνευ τοῦ ἱερατικοῦ, ἀλλὰ τοῖς ταπεινοῖς πατρομιμήτως καὶ ἐνδύσῃ καὶ ὑποδήσῃ.
Οὐκ ἔσῃ ἁβροδίαιτος οὔτε ἐν τῇ οἰκείᾳ σου δαπάνῃ οὔτε ἐν ταῖς ὑποδοχαῖς τῶν ξένων· τοῦτο γὰρ τῆς μερίδος τῶν ἀπολαυστικῶν τοῦ παρόντος βίου. Οὐ θησαυρίσεις χρυσίον ἐν τῇ μονῇ σου, ἀλλὰ τὸ κατὰ περίσσειαν ἐπὶ παντὸς εἴδους μεταδοίης τοῖς πενομένοις ἐν ἀνοίξει τῆς αὐλῆς σου καθὼς καὶ οἱ ἅγιοι πατέρες. οὐ κρατήσεις τόπον ἠσφαλισμένον καὶ τὴν οἰκονομικὴν φροντίδα, ἀλλ᾽ ἔστω σοι πᾶσα ἡ φροντὶς ἀνήκουσα περὶ τῶν ψυχῶν· τὸ δὲ χρυσίον καὶ τὰ κατὰ χρείαν ἐγχειρίσεις τῷ οἰκονόμῳ, τῷ κελλαρίτῃ καὶ ὡς ἐπιβάλλει ἐν ἑκάστῃ διακονίᾳ, σοῦ προδήλως πάντων τὴν ἐξουσίαν ἔχοντος καὶ μεταφέροντος ὡς ἂν βούλῃ ἑκάστην διακονίαν ἐν τῷ τυχόντι προσώπῳ καὶ ἀπολαμβάνοντος τὸν λόγον ἑκάστης διοικήσεως καθὸ ἐντέλλῃ. οὐ ποιήσεις τι ἢ πράξεις κατ᾽ οἰκείαν γνώμην ἐν παντὶ πράγματι οὔτε ἐν προόδῳ οὔτε ἐν πράσει καὶ ἀγορασίᾳ οὔτε ἐν δοχῇ ἢ ἐν ἀποκρίσει ἀδελφοῦ οὔτε ἐν ὑπαλλαγῇ διακονίας οὔτε ἐν ἄλλῳ τινὶ τῶν σωματικῶν, ἀλλ᾽ οὖν οὐδὲ ἐν τοῖς ψυχικοῖς σφάλμασιν, ἄνευ βουλῆς προεχόντων ἐν γνώσει καὶ εὐλαβείᾳ, ἑνὸς ἢ δύο ἢ καὶ τριῶν ἢ καὶ πλειόνων κατὰ τὴν ὑποκειμένην ὑπόθεσιν, ὥσπερ ἐντέταλται πατρικῶς. ταῦτα πάντα καὶ ὅσα ἕτερα παρέλαβες φυλάξοις καὶ φρουρήσοις, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ κατευοδούμενος ἐν Κυρίῳ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· τὸ γὰρ ἐναντίον ἀπείη καὶ λέγειν καὶ ἐννοεῖν.
Ἀναστασίῳ ἐπισκόπῳ Κνωσίας Τί σοι γένονεν, ὦ ἱερώτατε πάτερ, καὶ τί τοσοῦτον μετὰ μίαν καὶ δευτέραν παραίτησιν ἔτι παραβιάζῃ, ὥστε παρ᾽ ἐμοῦ τοῦ ἀμαθοῦς καὶ περιπαθοῦς λόγον εἰληφέναι ὠφελείας; ἔγωγε μᾶλλον ἔχω χρείαν ὑπὸ σοῦ φωτισθῆναι, ὁ καὶ τῇ τάξει δεύτερος καὶ τῷ βίῳ ἐσκοτισμένος, οὐ τὰ περὶ ἐπισκοπῆς ὀφειλόμενα (φεῦ γὰρ τῆς ἐμῆς ἀνικανίας), ἀλλὰ τὰ περὶ μοναχικῆς εἴτουν ἡγουμενικῆς καταστάσεως, τὸ πῶς ἆρα ἀφηγησάμενος κατὰ λόγον τὸ ἐμπιστευθέν μοι ἀναξίως ποίμνιον εὕροιμι θεὸν ἵλεω ἐν ἡμέρᾳ τῆς φρικτῆς ἀπολογίας μου.
Ἀλλὰ τοῦτο πέπονθας πάντως ἐξ ἄκρας μετριοφροσύνης· ἐκπειράζειν γάρ μου τὴν ἀπαιδευσίαν οὐ θέμις με ὑπονοεῖν τὴν ἀρχιερωσύνην σου. ἐγὼ τοίνυν δέδοικα τὰ τοῦ οἰκείου βαθμοῦ, ὦ ἱερὰ κεφαλή, καὶ ἰλιγγιῶ περὶ τὴν ψυχικὴν κυβέρνησιν τῷ ὄντι, πῶς δὴ οὖν ἐκ τῆς πολυταράχου καὶ ἀεικυμάντου νοητῆς θαλάσσης ἀποσώσαιμι τὸ ἐγχειρισθέν μοι τοῦτο βραχύτατον καὶ λογικὸν πλοιάριον εἰς λιμένα σωτηρίας· ὅτι πρὸς τοῦτο καὶ πολιτείας ἀκραιφνοῦς χρεία καὶ γνώσεως ἱκανῆς ἐπιτυχία, ἵν᾽, ὡς ἐν δυσὶν αὐχῆσι πηδαλιουχῶν, γρηγόρως καὶ ἐπιστημόνως ἀκαταβάπτιστον τοῖς ὕδασι τῆς ἁμαρτίας ἐμαυτόν τε καὶ τοὺς ἑπομένους μοι διαφυλάττω.
Αὕτη τοίνυν ἡ ἐμὴ ἀπολογία τοῦ ταλαιπώρου. ἐπεὶ δὲ τὸ τῆς ὁσιότητός σου κέλευμα οὐκ ἀκίνδυνον πάντῃ καταλιπεῖν, εἰ καὶ ὑπὲρ δύναμίν μου, ἀνυπήκοον, ἄλλως τε καὶ ἐκ τοῦ οἰκείου μου πατρὸς τὴν ἐπιταγὴν δεξάμενος, πεποιθὼς τῇ ἀμφοτέρων εὐπειθείᾳ τοῦτό σοι, ὦ θειότατε πάτερ, ἐν εἴδει ὑπομνήσεως ἐπιφθέγγομαι, ὅτι μεῖζον κατὰ πολὺ καὶ ὑπερβάλλον τὸ πλοῖον τῆς σῆς τελειότητος πρὸς τὸ ἐμὸν νηάριον (φημὶ δὴ τὸ ἐπισκοπικὸν ὕψωμα πρὸς τὸ ἡγουμενικὸν ἀξίωμα) καὶ τοσοῦτον, ὅσῳπερ ἂν καὶ πλειόνων ἄρχειν ἠξιώθης, καὶ ταῦτα οὐχ ἑκόντων ἴσως οὐδὲ ὁμογνωμόνων οὐδὲ τῆς αὐτῆς φύσεως καὶ ἀξίας, ἀλλὰ καὶ ἀρρένων καὶ θηλείων, μοναστῶν τε καὶ μιγάδων, ἀρχόντων τε καὶ ἀρχομένων, γημώντων τε καὶ ἀγάμων, δούλων τε καὶ ἐλευθέρων, ὀρφανῶν τε καὶ χηρευόντων, πλουσίων τε καὶ πενήτων, δυναστευόντων τε καὶ καταπονουμένων, χρεωφειλετῶν τε καὶ δανειστῶν, ἁβροδιαιτούντων τε καὶ λιμοκτονουμένων, πολυκτημόνων τε καὶ ἀνεσθήτων, μαλακοφορούντων τε καὶ ῥακοδυτούντων. ταῦτα γὰρ καὶ πλείω τούτων οὐκ ἐπιφαίνεται τῷ ἡμετέρῳ βίῳ, ὁ δὲ σὸς ἐμπέπλησται.
καὶ οὐδὲ πᾶς ὁ λαός σου ὑπὸ μιᾶς φροντίδος δεδιοίκηται οὐδὲ πάντων τὰ πρόσωπα καὶ τὰ ὀνόματα οἶσθα οὐδὲ ἑκάστου τὰς μεθόδους τῆς ζωῆς διαγινώσκεις, ἀλλὰ ἄλλοι ἄλλως κατὰ πολὺ τὸ διάφορον ἔχουσιν· οἱ μὲν γὰρ ἴσως γεωπονοῦσιν, οἱ δὲ ναυτίλλουσιν, οἱ δὲ ποιμενεύουσιν, οἱ δὲ ἀπρακτοῦσιν, οἱ δὲ πρακτορεύονται, καὶ πολὺς ὁ λόγος τῆς ἐφ᾽ ἑκάστῳ ὁρωμένης ἐργασίας.
Ἐπὶ τούτοις δὲ πᾶσιν ὅσος καὶ ὁπηλίκος ὁ κόπος, καθὰ λογίζομαι ὁ ἀλόγιστος, ὅσος ὁ ἱδρώς, ὁ ἀγών, ὁ δρόμος, ἡ εὐτονία, ἡ φροντίς, ἡ μέριμνα, ἡ ἔκτηξις τῆς σαρκός, ἡ ὀδύνη τῆς ψυχῆς, ἡ τῆς διανοίας κατακοπή. ὥσπερ οὖν ὁ ἀπευθύνων τὴν ναῦν ἐν μεγάλῃ ζάλῃ καὶ καταιγίδι θαλάσσης ὅλος νήφων ἐστὶ καὶ ἀπερίτρεπτος, ἀνύστακτον ἔχων τὸν ὀφθαλμὸν (οὐδὲ γὰρ εἰς βραχὺν φέρει κίνδυνον τὸ μικρῶς πως παρεμπεσεῖν ἀπειρίαν καὶ ἀμέλειαν), οὕτω πολλῷ μᾶλλον ὁ κυβερνήτης τῶν ψυχῶν ἀγωνιστικώτερον καὶ ἀκριβέστερον ὀφείλει εἰδέναι τὸ τῆς προστασίας ἔργον, ἵνα μὴ ὑποβρύχιος γένηται τῷ βυθῷ τῆς ἀπωλείας. διὰ ταῦτα, ὡς οἶμαι, ἁγιώτατε, ἐβόα ὁ μέγας ἀπόστολος τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι; καὶ πάλιν ὅτι ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος, ἀλλ᾽ ἔννομος Χριστοῦ. τοῖς πᾶσι γέγονα τὰ πάντα, ἵνα τοὺς πάντας κερδήσω. ἰδοὺ οὕτως καὶ οἱ κατ᾽ αὐτὸν κανόνες καὶ ὅροι ἐπισκοπῆς καθάπερ καὶ αὐτοὶ οἱ θεσπέσιοι πατέρες ἡμῶν διαγορεύουσιν.
Λοιπὸν ἀναγνοὺς καὶ διαγνοὺς τὰ τῶν ἁγίων καὶ ἐπὶ χεῖρας ἔχων τὰ θεοπαράδοτα λόγια, τί πρὸς ἐμοῦ τοῦ τάλανος τοιοῦτόν τι ἐπιζητεῖς; ἐγὼ δοκῶ τὸν ἐπίσκοπον εἶναι ἔφορον καὶ ὑπεύθυνον τῆς ἐπὶ πᾶσι τῶν ἀρχομένων γενομένης διαπράξεως, ἄγγελον ἀσίγητον, τὰ τοῦ θεοῦ δικαιώματα κηρύσσοντα, ὄμμα ἀκοίμητον τὰς ἑκάστου ὁδοὺς τῶν ὑπ᾽ αὐτοῦ ἐξαγομένων ἐπιβλεπόμενον, μίμημα Χριστοῦ, εἰς ὃν οἱ ἑπόμενοι προσέχοντες τὴν ἑαυτῶν ζωὴν εὐαγγελικῶς χαρακτηρίζουσιν, φωστῆρα ἀειλαμπῆ τοῖς ἐξ ἀγνοίας καὶ ἁμαρτίας νυκτομαχοῦσιν γνωριζόμενον, τὸν λόγον τῆς διδασκαλίας ἐπομβρίζοντα τοῖς διψῶσι τὰ σωτήρια, οἰκονόμον μέγιστον, τὸν ἑκάστου βίον λογοθετεῖσθαι μέλλοντα ἐν καιρῷ ἀνταποδόσεως. οὔτε οὖν μεῖζόν τι τῆς πρὸς θεὸν ἐγγύτητος καὶ ἀγάπης οὔτ᾽ ἂν εὐμισθότερον ὡς ἡ τηλικαύτη ἐπιστασία (καθώς φησιν αὐτὸς ὁ Χριστὸς πρὸς τὸν κορυφαῖον ἀπόστολον, εἰ φιλεῖς με, Πέτρε, πλεῖον τούτων, ποίμαινε τὰ πρόβατά μου) οὔτε ἐπικινδυνότερον καὶ ὀλεθριώτερον τοῖς ἀναξίως ταύτην ἀσπαζομένοις.
Ἀλλ᾽ αὐτὸς εὖ οἶδα, πατέρων ἄριστε, ὅτι ὡς ἀγαθὸς ποιμὴν τὴν ψυχήν σου ἀεὶ τεθεικὼς εἶ ὑπὲρ τῶν σῶν προβάτων, προκινδυνεύων ὑπὲρ ἑνὸς ἑκάστου, μὴ πτοούμενος ἀπειλὰς ἀνθρωπίνας, μὴ ὑποστελλόμενος τὸν τῆς ἀληθείας λόγον ἐξ ἐναντίας τῶν ἀντιδιατιθεμένων, τὸ τοῦ μόνου βασιλέως θέλημα ἀποθεραπεύων· πρὸς τούτοις ἐλέγχων μετὰ παρρησίας, ἐπιτιμῶν μετὰ συμπαθείας, εἰρηνεύων καὶ καταλλάσσων τοὺς διισταμένους, ἀφορίζων μετὰ εὐκρισίας τὸ βέβηλον ἀπὸ τοῦ ὁσίου, τὸ ὑγιὲς ἀπὸ τοῦ νενοσηκότος, ὡς ἂν μὴ μεταδοίη τῆς οἰκείας ἀρρωστίας τὸ πλησιάζον, τὸ πλανώμενον ἐπιστρέφων, τὸ ἠσθενηκὸς ἐνισχύων, τὸ συντετριμμένον καταδεσμεύων.
Ὡς πολύ σου ὄντως τὸ ἔργον· ἡγουμένων ἐπίσκεψις, κελλιωτῶν ἐπίκρισις, πρεσβυτέρων καὶ διακόνων χειροτόνησις καὶ βίου τούτων πάντων ἐπιτήρησις, χηρῶν προστασία, ὀρφανῶν ἐπικουρία, καταπονουμένων ἐκδίκησις, ἀδικουμένων ὑπερμάχησις καὶ μέντοι καὶ ὑπεροχῆς διατήρησις. ἐπειδὴ ὅταν μηδὲν ᾖ τὸ βλάπτον καὶ κωλῦον εἰς θεοσέβειαν, ὑποτάσσεσθαι καὶ ἡμᾶς πάσῃ ἀρχῇ καὶ ἐξουσίᾳ προσήκει καὶ φιλιάζειν, εἰ δυνατόν, πρὸς ἅπαντας διὰ τῆς εὐμεταδότου καὶ φιλοφρόνου δεξιώσεως καὶ προεπιδόσεως. ἀπείη γὰρ περὶ τῆς μακαριότητός σου τὰ τῆς ἐναντίας μερίδος τῶν κακῶν ποιμένων διαγορεύειν, οἷον τῶν αἰσχροκερδῶς ποιμαινόντων τὸ ποίμνιον, τῶν εἰς ἀφορμὴν βίου λογιζομένων τοιαύτην ἀξίαν καὶ εἰς σαρκὸς ἀνάπαυσιν καὶ εἰς ἐπιθυμίας ἀπόλαυσιν, εἰς κατάσχεσίν τε πλούτου τοῦ ῥέοντος καὶ εἰς κτῆσιν πλέθρων γῆς τόσων καὶ τόσων, ἀγέλης τε ἀνδραπόδων καὶ βοσκημάτων πληθύος, καὶ διὰ τοῦτο ἀνθρωπίνως καὶ οὐ θεϊκῶς ἐπιπηδώντων τῷ ὕψει τῆς προστασίας εἰς τὸ αἴρειν τὴν ὀφρῦν κατὰ τῶν ὑποδεεστέρων καὶ προκαθέζεσθαι σοβαρῶς κατὰ τῶν ὑπερτίμων. καὶ ἐῶ λέγειν περὶ τῶν διαμαχομένων ἴσα καὶ τῶν δεκανικῶν ὑπὲρ τῶν ἀπολλυμένων πραγμάτων καὶ οὐκ ἀνθισταμένων ὑπὲρ τῶν τῆς εὐσεβείας δογμάτων ἤ, τὸ πολὺ χεῖρον τούτων, περὶ τῶν ὑποσπώντων καὶ ὑπωπιαζόντων τὰ τῶν ὑποχειρίων κἀκ τούτου συναθροιζόντων δύναμιν καὶ περιουσιασμόν.
οἷς γὰρ μᾶλλον ἔδει χεῖρα ὀρέγειν πενομένοις, τούτους κατὰ μικρὸν ἐκθλίβειν οὐ παραιτούμενοι, τίνι ὁμοιωθήσονται; Πέτρῳ καὶ Ἰωάννῃ ἆρα καὶ τοῖς ὀπαδοῖς αὐτῶν; οἷς, φησίν, ἀργύριον καὶ χρυσίον οὐχ ὑπῆρχεν, ἀλλ᾽ ἡ τοῦ θείου πνεύματος χάρις; ἢ Σίμωνι τῷ μάγῳ καὶ Ἰούδᾳ τῷ προδότῃ καὶ Γιεζῇ τῷ φιλαργύρῳ καὶ τοῖς λοιποῖς πλουσίοις τοῦ αἰῶνος τούτου; ἐκείνων δὲ λέγω, τῶν τὸ παρὸν μόνον ὅπως αὐτοῖς εὖ ἕξει σκοπούντων καὶ σάρκα θεραπευόντων καὶ τῷ χρυσῷ τῇ καρδίᾳ προστιθεμένων καὶ τοῦτον ἴσως τοκιζόντων ἢ ἐπὶ πλεονασμῷ διανειμόντων τοῖς ἐνδεέσιν καὶ πρὸς τὰ οἰκεῖα θελήματα κατακρατούντων καὶ προσπαθῶς τοῖς οὐκ ἀξίοις ἢ τοῖς ἀγχιστεύουσι χρωμένων. οἵτινες ὅλην φροντίδα κέκτηνται τάχα ἐπὶ τοῦ σπεῖραι πολλὰ καὶ ἀμήσασθαι καὶ ἐπὶ τοῦ φυτεῦσαι τοσαῦτα καὶ καρπώσασθαι καὶ ἐπὶ τοῦ προσθεῖναι καὶ πληθύναι βουκόλια ἢ ποίμνια, ὥσπερ τινὲς γεωργοὶ καιροσκοποῦντες καὶ καταπραγματευόμενοι τὰς ἐνδείας πρὸς τὸ πωλεῖν καὶ ἀγοράζειν ταῦτα καὶ ἐκεῖνα, πραγματευτικῶς καὶ ἐμπορικῶς οἱονεὶ πολιτευόμενοι, ἀλλ᾽ οὐκ ἐπισκοπικῶς καὶ ἱερατικῶς, πρὸς τὸ μόνον πτερῶσαι ψυχὴν καὶ ἁρπάσαι κόσμου καὶ δοῦναι θεῷ καὶ ὅλον τὸ ποίμνιον διασώσασθαι ἐκ θανάτου ἁμαρτίας, καὶ οὕτως κατὰ δεύτερον λόγον καὶ τὰ ἐπιτήδεια τῆς παρούσης ζωῆς δι᾽ οἰκονόμων καὶ ἐπιτρόπων πορίζεσθαι.
Ἀλλ᾽ οὐαί μοι, ὅτι ἐμαυτῷ ταῦτα κατέλεξα, ἐκ τῶν οἰκείων παθῶν τὰ οὐκ ὄντα τοῖς ἄλλοις διαγραφόμενος. σὺ δέ, ὦ πανσεβάσμιε πάτερ, καθαρὸς ὢν ἀπὸ τῶν τοιούτων, ταῖς ἱεραῖς εὐχαῖς τοὺς νοητοὺς λύκους ἀποσοβοίης ἐκ τῆς χριστοσφραγίστου ἐπαύλεώς σου, εὖ οἶδ᾽ ὅτι, καὶ ταῦτα ἄγοις καὶ διεξάγοις εἰς τὰ χωρία τῶν ἀρετῶν, ἐκτρέφων καὶ λιπαίνων τῇ πόᾳ τῆς ἐμμελοῦς σου διδασκαλίας καὶ τῷ ὕδατι τῆς καθαρᾶς πίστεώς σου, καὶ ἑκάστοτε προσάγοις θύματα δεκτὰ ταῖς λογικαῖς σου καὶ ἡγνισμέναις τῷ θεῷ λατρείαις. ἀλλὰ ταῖς ἱκετηρίαις προφθάνων ποιμαίνοις κἀμὲ τὸν τληπαθέστατον καὶ πολυαμάρτητον, δέομαι καὶ ἀντιβολῶ. καὶ σύγγνωθι, εἴ τι ὤφλησα γέλωτά σοι ἀμαθίας μου· πλὴν ὅτι οὐχ ἑκών, ἀλλ᾽ ἐκβιασθεὶς ὑπὸ τῆς ἱερᾶς σου καὶ πνευματικῆς ἀγάπης, μᾶλλον δὲ κελεύσεως, καθῆκα ἐμαυτὸν εἰς τοῦτο, οὐ πρὸς ὄνησίν σού τινα φθεγξάμενος, ἀλλὰ πρὸς ἔνδειξιν, ὡς εἴρηται, ὑπακοῆς ἀνυποκρίτου σου.
Ἔρρωσο ἐν Κυρίῳ, ὑπερευχόμενος ἡμῶν τῶν μόνων ἁμαρτωλῶν, τὰ πάντα ὁσιώτατε πάτερ.
Θωμᾷ δισυπάτῳ Ποία πρόσρησις ἢ τίς λόγος παρακλήσεως εὑρεθείη πρὸς ἡμῶν τῶ ταπεινῶν τῇ σῇ κυριότητι πρὸς τὰ ἐνόντα αὐτῇ λυπηρά, ὦ δέσποτα; ἐξενώθης τῆς ἐνεγκαμένης σε καὶ θρεψάσης πόλεως, ἀπεστερήθης τῆς μεγίστης ἑστίας, ἀπεγυμνώθης τῆς λαμπρᾶς ἀξίας, προσθήσω δὲ καὶ τῆς ὑπάρξεως, ἀποδιέστης τῶν φίλων, τῶν συνήθων, τῶν φιλτάτων σου τέκνων, ὑπερωρίσθης ὧδε κἀκεῖσε· τὰ δὲ τῆς ὑπερορίας ὅσα εἰς κακοπάθειαν τῷ ἀήθει σου σώματι, ἔνδεια βρωμάτων, πομάτων, λοετρῶν, ἐρημία ὁμιλούντων, εὐπορία προσεπεμβαινόντων, προσπλησσόντων. οἱ γάρ ποτε εὐγνώμονες νῦν ἴσως ἀγνώμονες καὶ οἱ φίλοι καὶ γνώριμοι τετράφθωσαν τὰ πρόσωπα, ἢ ἐγγύθεν ἢ μακρόθεν ὄντες, ἀπὸ τοῦ γνωρίζειν καὶ φιλεῖν καὶ κήδεσθαι. φροντὶς ἐπὶ τούτοις τῶν ἔτι ἐπιλελειμμένων ὑπηρετῶν δούλων, καὶ πρό γε τούτων τῶν καλλίστων παίδων· καὶ τὸ δύνασθαι οὐ πρόσεστι. καὶ ἐπὶ τούτοις καθέζῃ πρὸ τοῦ ἄστεος, οἷον ἐπὶ τῶν ποταμῶν Βαβυλῶνός ποτε ἀπαγόμενος εἰς Ἀσσυρίους Ἰσραήλ· ἐν ᾦ, φησίν, ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τὴν Σιών.
Στεναγμοῦ τοίνυν καὶ κατηφείας καὶ δακρύων τὰ σά. ἀλλ᾽ ἐπεὶ πρόσεστί σοι γνώσεως χάρισμα καὶ φρονήσεως δώρημα, οὐ πάντως καταπίπτειν οἰόμεθά σε ἐν τούτοις, εἰδότα ὅτι πειρατήριον ὁ βίος ἀνθρώπου, κατὰ τὸν ἀοίδιμον Ἰώβ, ὃς ὅσα πέπονθεν οὐκ ἀγνοεῖ σου ἡ πολυπειρία οὐδὲ τὴν ἄλλην ἄστατον φορὰν τῆς παραυτίκα ζωῆς, ἄλλοτε ἄλλως ἐχούσης κατὰ πᾶσαν σχεδὸν ἡμέραν τε καὶ ὥραν· ῥοῇ γὰρ καὶ ἀπορροῇ ἔοικεν, ἄνθεσί τε καὶ ὀνείρασι καὶ οἷστισιν ἄλλοις, κατὰ τὰς θείας φωνὰς τῶν ἁγίων. ἀναλογιζέσθω γάρ σου ἡ τιμία ψυχή, πόσα ἐν τῷ μεταξὺ χρόνῳ τῆς ἀπαγωγῆς πέπρακται, τῶν μὲν ἀποπεπτωκότων, τῶν δὲ ἀνυψωθέντων, ἄλλων τεθνηκότων, ἑτέρων εὐπραγησάντων, ἄλλων δυστυχησάντων. καὶ οὐδεμία στάσις ἐν τῷ ἀστάτῳ καὶ εὐκινήτῳ δρόμῳ τοῦ βίου ἡμῶν.
Ἐκεῖνο τε πάλιν ἀληθὲς ὄν, ὅτι πάντες ἄνθρωποι ἐν ἐξορίᾳ ἐσμέν, κατὰ τὸ ἀποικισθῆναι ἡμᾶς διὰ τοῦ πρωτοπλάστου ἐκ τοῦ παραδείσου, ὡς ὁ λόγος, καὶ εἰς τόδε τὸ θανατηφόρον χωρίον ἐναυλίζεσθαι, ἕως ἂν τὸ ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου ᾄδωμεν, μεταβαίνοντες ἐκ παροικίας εἰς ἐλευθερίαν. ὥστε οὐδὲ ἐξορίζειν δύναιντ᾽ ἂν ἄνθρωποι τοὺς ὁμογενεῖς, κατὰ τὸ ἀκριβὲς τοῦ λόγου, ἐξόριστοι ὄντες καὐτοί. ἐπεὶ πάντες πάροικοι καὶ παρεπίδημοι περιγεγράμμεθα.
Εἴ τι τοιοῦτον φάρμακόν σοι παρηγορίας, παραμύθιον παρακλήσεως, αἰτοῦμεν, ἀντιβολοῦμεν εἰς τὸ ἐνεγκεῖν μακροθύμως τὰ συμβάντα, εὐχαρίστως τὰ λυπηρά, ὅπερ πεπείσμεθα ἐσχηκέναι σε. ἐπεὶ πόθεν ἄλλοθεν οἴσομεν τὴν ἐπιφοράν; εἶτα ὅτι κἀντεῦθεν τὰ μεγάλα κερδανοῦμεν, δι᾽ ἀπραξίας εὐπραξίαν τὴν μείζονα, διὰ πενίας πλοῦτον τὸν ἀμετάπτωτον, δι᾽ ἀδοξίας δόξαν τὴν ἀκήρατον. καὶ τάχα παρακληθήσονται καὶ αὐτοὶ οἱ κρατοῦντες εὐσεβεῖς ἡμῶν βασιλεῖς ὀψέ ποτε ἐπαναγαγεῖν σε εἰς τὰ οἴκοι καὶ ἀποδοῦναι τὰ δέοντα. ἴσμεν γὰρ αὐτῶν τὸ φιλάνθρωπον καὶ εὐμετάμελον, ᾧπερ κιχρῶνται μεγάλως ἐπὶ τοῖς τοιούτοις. ἕως δ᾽ ἂν ἐπιμένῃς, παρακαλέσαι σε κύριος ὁ θεὸς παρακλήσει ὑπομονητικῇ καὶ εὐχαριστηρίῳ, ἀλλὰ καὶ πείσειεν αὐτοὺς τοὺς κρατοῦντας τὸ προειρημένον ἡμῖν πρᾶξαι ἐπὶ σοὶ καὶ ἀποδοῦναί σε τὸν περιπόθητον τοῖς φιλοῦσι σε.
Εἰς τὴν διακονίαν τῶν ἀπρονοητῶν Ὅτι κατ᾽ εἰκόνα θεοῦ καὶ ὁμοίωσιν ὁ ἄνθρωπος ἔκτισται, ἀναγκαῖον τῇ ἀνθρωπίνῃ φύσει, καθόσον ἐφικτόν, ὡς εἰκόνι τὰ τοῦ ἀρχετύπου μιμήματα ἐν ἑαυτῇ περιφέρειν. ἐπεὶ οὖν τὸ θεῖον ἐπὶ πάντα διήκει τὴν τῆς οἰκείας ἀγαθότητος πρόνοιαν, δίκαιον ἂν εἴη ἐκμιμεῖσθαι τὸ ἀνθρώπινον τὴν τῆς ἀρρήτου σοφίας προνοητικὴν ὡς δυνατὸν διοίκησιν. ὅθεν καὶ ἡμεῖς οἱ ταπεινοὶ καὶ ἐλάχιστοι, εὐλαβῶς εἰς τὸ θεῖον ἀπιδόντες καὶ πρὸς τὸ ὁμόφυλον τὴν ἀγαπητικὴν διάθεσιν ἀναλαβόντες, καθήκαμεν ἑαυτοὺς εἰς τόδε τὸ εὐσεβὲς σύστημα, καθὼς ὑποτέτακται, πρόνοιαν ποιούμενοι τῶν ἀπρονοητῶν σκηνωμάτων, εἴτουν νενεκρωμένων καὶ ἐκ πενίας ἢ ἐκ ξενιτείας μὴ ἐχόντων πῶς ἐκκομίζεσθαι καὶ ἐνθάπτεσθαι ἐν ταύτῃ τῇ βασιλευούσῃ τῶν πόλεων.
Τῷ τοίνυν θείῳ τούτῳ τύπῳ ἐπερειδόμενοι ἑκάστῳ τε ἐνιαυτῷ ἐκ τῶν προσόντων παρὰ θεῷ δωρεῶν, ὁ καθεὶς ὡς ἔχει δυνάμεως, καταβολὴν ποιούμενοι πρός τε ἀγορασίαν ἐνταφίων καὶ [τὰ] τῶν εἰς ταφὴν ἄλλων συντελούντων, διορίζομεν ἐν Κυρίῳ τάδε, τούτων μηνυομένων ἢ θεωρουμένων κατὰ περίοδον πρὸς ἑκάστου τῶν συνειλεγμένων ἐν τῇ ἀδελφότητι. νεκρὸν ἄνθρωπον, τοῦτον τοῖς προσήκουσιν ἐνταφίοις ἐκκομίζεσθαι καὶ ἀποτίθεσθαι ἐν ταῖς ἀποτεταγμέναις ἡμῖν ὁσίαις θήκαις. καὶ μὴν διὰ τοῦ ἐνιαυτοῦ, ἀρχῇ τε ἰνδίκτου καὶ διὰ τῆς ἐν τῇ Πεντηκοστῇ πολυημερίας ἐπιτελεῖν ἡμᾶς κοινῶς τὰ μνημόσυνα πάντων τῶν κηδευθέντων, ποιούντων ἡμῶν ἐν ταὐτῷ ἐκ τῆς συνεισφορᾶς καὶ ἀγάπην παρακλήσεως σωματικῆς, μὴ μέντοι ἔξω τῶν νενομισμένων τῆς αὐταρκείας ὅρων, ὡς ἢ πολυοινίᾳ ἢ πολυφαγίᾳ ἐξορχεῖσθαι ἡμᾶς τὰ ἐπιτελούμενα μνημόσυνα· ἀλλὰ μετ᾽ εὐλαβείας ἀναφερόντων ἡμῶν δοξολογίαν τῷ καταξιώσαντι ἡμᾶς θεῷ τὴν ὁσίαν ταύτην τελετὴν ποιήσασθαι, οὕτως ἐπὶ τὴν τῆς τραπέζης ἰέναι χρείαν, προσαναγινωσκομένου ἤδη τοῦ τόμου, ὡς ἂν καὶ ἐπ᾽ αὐτῆς τῆς τροφῆς ἡμῶν τὰ ἀρεστὰ Κυρίῳ μεταδιώκειν, τὸ κατὰ περισσείαν διανεμόμενον πτωχοῖς, μὴ ἐμπολιτευομένων ἀργῶν ῥημάτων ἐν τῇ ἑστιάσει μηδὲ γελοιασμάτων, πολλοῦ γε εἰπεῖν παιγνίων, ὅπου γε οὐδὲ τῷ τυχόντι χριστιανῷ ἐνεργεῖν δέχεται ὁ λόγος.
εἰ δὲ καὶ λαλεῖν δεήσειεν, ταῦτα ὅσα πρέπει χριστιανοῖς, τοῦ φυλάττεσθαι ἡμᾶς ὅρκον, τὸ ἀγάπην ἔχειν ἐν ἀλλήλοις, ἀλήθειαν ἐκ τοῦ στόματος προφέρειν, δόλου καὶ φθόνου ἀποδιδράσκειν, εὐποιίας τὸ κατὰ δύναμιν ἀντέχεσθαι, ἐπισκέψεις ποιεῖσθαι τῶν ἐν φυλακαῖς, τῶν ἐν ἀρρωστίαις, προσέχειν ταῖς ἀναγνώσεσιν καὶ ταῖς ἐν ἐκκλησίαις προεδρίαις, ἀλλήλους τῇ τιμῇ προηγεῖσθαι καὶ μάλιστα ἱερεῖς τε θεοῦ καὶ μοναστάς, φιλοξενίαν μεταδιώκειν, πορνείας καὶ μέθης τὸ καθόλου ἀπέχεσθαι, τὴν ὀρθόδοξον πίστιν κατέχειν, αἱρετικῶν κοινωνίας ἀποφεύγειν. καὶ γὰρ ἡ τῶν τοιούτων λαλιὰ καὶ μελέτη πολλῶν ἀγαθῶν πρόξενος γένοιτ᾽ ἂν ἡμῖν.
Ταύταις ταῖς θείαις συνθήκαις συγκατατιθέμενοι καὶ συνεπόμενοι ἐπεδώκαμεν ἑαυτοὺς ὡς τῷ Κυρίῳ τῷδε τῷ συστήματι (φησὶ γάρ· ὁ ποιήσας ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ πεποίηκεν), μηδὲν τῶν κειμένων ἀθετοῦντες μηδὲ παραμελοῦντες, ὡς ἐάν ποτε ὀφθείη τις τῶν ἀδελφῶν ἢ παρορῶν τὸν κείμενον νεκρὸν καὶ μὴ ἀναφέροι τῷ τὰ πρῶτα φέροντι τῆς ἀδελφότητος ἢ ἐν τοῖς ἀρίστοις φθεγγόμενος ἃ μὴ θέμις καὶ πράττων τὰ οὐχ ὅσια, ὡς ἐντεῦθεν τὸν θεὸν παροργίζεσθαι, ἐπιτιμίῳ ὑποβάλλεσθαι παρὰ τοῦ προκαθηγουμένου, τριῶν ἡμερῶν ἀποχὴν οἴνου ἢ ἀργυρίου ἑνὸς καταβολήν, εἶθ᾽ οὕτως αἰτεῖν πρὸς τὸ ἑξῆς βελτίωσιν. πρὸς τούτοις φυλάττεσθαι ἡμᾶς καὶ τό, ὅταν τύχῃ ἑνὶ τῶν ἀδελφῶν ἡμῶν ὁ κοινὸς θάνατος, πάντας συναθροίζεσθαι ἐπὶ τὸ αὐτὸ καὶ τὴν ἐκκομιδὴν καὶ ἐνταφίασιν αὐτοῦ ποιεῖσθαι, ὥστε καὶ ἐκ τούτου τὸ καλὸν ἡμῶν σύναγμα ἐπαινεῖσθαι πρὸς δόξαν καὶ αἶνον τοῦ μεγαλοδώρου θεοῦ ἡμῶν.
Πίστει οὖν καὶ φόβῳ τῷδε τῷ γραμματείῳ συντάξαντες ἑαυτοὺς καὶ τὰ ἑαυτῶν ὀνόματα ὑπεσημηνάμεθα σὺν τοῦ ποσοῦ, τὴν μισθαποδοσίαν ταύτης ἡμῶν τῆς ἐλαχίστης προθέσεως ἀπεκδεχόμενοι ἐν τῷ μέλλοντι αἰῶνι παρὰ τοῦ μισθαποδότου δικαίου κριτοῦ τῶν ὅλων Ἰησοῦ Χριστοῦ τοῦ κυρίου καὶ θεοῦ ἡμῶν.
Ἰγνατίῳ ἡγουμένῳ Πρὸ παντὸς ἄλλου τὸ τῆς προσηγορίας χρέος ἀποτιννύω τῇ πατρικῇ σου ἁγιωσύνῃ (ὤφελον γάρ), εἶθ᾽ οὕτως τὴν αἰτίαν τῶν γραμμάτων ἀπαγγελῶ. πρόβατον ἡμῶν λογικόν, ὁ δεῖνα ὁ ἀδελφός, δελεασθεὶς ὑπὸ τῆς πολυμεθόδου πανουργίας τοῦ ψυχοφθόρου λύκου, ἀπεξεώθη τῆς ταπεινῆς ἡμῶν ποίμνης καί, ὡς ἔγνωσται ἡμῖν, προσεδέχθη ἐν τῇ μονῇ τῆς ὁσιότητός σου. καὶ εἰ μὲν παρευθὺ δεξαμένη νενουθέτηκεν τὰ πρὸς ὑποστροφήν, ὑποδεικνύουσα τὴν ἀπάτην καὶ τὸν ὄλεθρον ὃν πέπονθεν, εἶτα βελτιώσασα ἀνθυπήγαγεν πρὸς τὴν εὐτέλειαν ἡμῶν, οὐδὲν τὸ ἀπεικός, ἀλλὰ καὶ τὸ ἐφαρμόζον αὐτῇ, ὡς ἐντετάλμεθα ὑπὸ τῶν ἁγίων. ἐπεὶ δὲ τοσοῦτος χρόνος παρίππευσεν καὶ οὐδαμοῦ ἡ ἀνάλυσις, ἐρωτηθῆναι βούλομαι, ποίῳ τρόπῳ τὸν μαθητήν μου ἐπικρατεῖ ἡ θεοφιλία σου. ὡς ἀγνοοῦσα; ἀλλ᾽ ἔδει μετ᾽ ἐπιγνώσεως ὃν οὐκ ἀπέκειρεν ἀποπέμψασθαι. ὡς γινώσκουσα; πολὺ τὸ ἐπιβλαβές· ἐπίσταται γὰρ τί νομοθετεῖ ὁ θεῖος καὶ μέγας Βασίλειος, τοῦ ἀπρόσδεκτον εἶναι ἐν πάσαις ταῖς ἀδελφότησι τὸν ἀποπηδῶντα τῆς τῶν οἰκείων ἀδελφῶν συναφείας. πῶς γὰρ ἂν καὶ συσταίησαν τὰ κοινόβια, εἰ μὴ τοῦτο παρατηρηθείη πρό γε πάντων τὸ κεφάλαιον;
εἰ γὰρ ἐπὶ τῶν παιδοδιδασκάλων τοῦ κόσμου τούτου οὐχ οἷόν ἐστι δέξασθαι ἐν τοῖς μαθήμασί τινα τὸν ἐν ἑτέρᾳ σχολῇ προπαραδοθέντα παῖδα ἢ τοῦτο ποιοῦντα ὑποβάλλουσι συνηθροισμένοι οἱ πάντες ἐπιτιμίοις ζημίαν, πόσῳ γε μᾶλλον ἐφ᾽ ἡμῶν, ἁγιώτατε πάτερ, τῶν ἐκκλησίας θεοῦ κατεχόντων καὶ ψυχῶν καθηγουμένων κατὰ μίμησιν τοῦ πρώτου διδασκάλου καὶ ποιμένος ἡμῶν Ἰησοῦ Χριστοῦ; οἶδα τοίνυν ὅτι πεπληρωμένος εἶ σοφίας καὶ γνώσεως, ἀλλὰ δέομαί σου ἐπιγνῶναι τὸ πραττόμενον ἔκτοπον, καὶ μάλιστα αὐτὸς ὁ προέχων τῶν ἄλλων καὶ βρίθων ἐν ἱερᾷ ἀδελφότητι· ἢ οὐκ οἶδας, ὁσιώτατε, ὅτι καὶ αὐτῷ τῷ ποιμνίῳ σου ἐπιβλαβές ἐστι συνάπτειν πρόβατον ἑτεροδέσποτον;
Τοσούτου οὖν ὄντος λοιπὸν ὁμολογουμένως τοῦ κακοῦ ἀντιβολοῦμεν, ἡνίκα δέξηται ἡμῶν τὰ εὐτελῆ γράμματα, παραδοῦναι αὐτὸν τοῖς πρὸς αὐτὸ τοῦτο πεμφθεῖσιν ἀδελφοῖς ἡμῶν, ἵνα ἀγάγωσιν αὐτὸν πρὸς τὴν ἰδίαν ποίμνην μεθ᾽ ὧν ἐσφετερίσατο πραγμάτων τῆς ἐκκλησίας. εἰ δὲ ἀπειθείᾳ χρῆται ὁ ἀδελφός, ἀποσκορακίσαι αὐτὸν θελήσει τῆς ἱερᾶς αὐτοῦ ποίμνης παραυτίκα. εἰ δέ, ὅπερ οὐκ οἰόμεθα, μετὰ τὴν γνῶσιν ταύτην ἐπικατέχειν αὐτὸν βούλεται, γινωσκέτω ὅτι δεδεμένος ἐστὶ παρ᾽ ἡμῶν οὐκ ἀλόγως, ἀλλὰ καὶ λίαν ἐγκεκριμένως, μᾶλλον δὲ ὑπὸ τῆς Ἁγίας Τριάδος καὶ πάσης θεσμοθεσίας ἱερατικῆς τοῦ ἀκοινώνητον αὐτὸν εἶναι τῶν θείων δώρων, ἐπεὶ καὶ ἀμέτοχον τῶν ἐξωτέρων βρωμάτων, ἕως ἂν ἀνθυποστρέψας εἰσοικισθῇ ἐν τῇ μάνδρᾳ αὐτοῦ. ὥσπερ δὲ οὐ θέμις, ὃν δεσμοῖ οἰκεῖον μαθητὴν ἡ ἁγιωσύνη σου, λύειν τινὰ τὸ καθόλου (παρανομίας γὰρ τοῦτο ἔργον καὶ ἐκ ψήφου κοινοῦ τῆς ὅλης ἐκκλησίας καταδίκη ὁμοιοπαθείας), οὕτω πάντως οὐδὲ πρὸς τὴν ἡμετέραν ἐξουσίαν, ἣν ἀναξίως δέδωκεν ἡμῖν ὁ Κύριος, οὐκ εἰς καθαίρεσιν ἀλλ᾽ οἰκοδομὴν ψυχῶν ἐπιβάλλει ἑαυτὴν ἡ ἁγιωσύνη σου· φρικτὸν γὰρ τὸ κρίμα. διὰ τοῦτο, παρακαλοῦμεν, πάντως γε τὸ πνευματικὸν ἡμῶν τέκνον παραδώσει τοῖς ἀδελφοῖς, εὐχομένη ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν ἀδιαλείπτως.
Θεοδούλῳ κιονίτῃ Ἐκ χρόνου πολλοῦ ἐπιθυμίαν ἔχοντι ἕως τοῦ παρόντος, ἁγιώτατέ μου πάτερ, ἐλθεῖν καὶ κομίσασθαί σου τὰς ἁγίας εὐχὰς οὐκ ἐξεγένετό μοι ὁδὸς πάντως διὰ τὰς ἁμαρτίας μου, ὥσπερ καὶ νῦν. διὸ ἠναγκάσθην ἀποστεῖλαι τὸν ἀδελφὸν ἡμῶν τὸν Καλόγηρον, ἀναπληροῦντα τῆς ταπεινώσεως ἡμῶν τὴν ἀπουσίαν· ἐπεὶ καὶ ἡμεῖς ἐλευσόμεθα προσκυνήσοντες τὰ τίμιά σου ἴχνη, θεοῦ εὐοδοῦντος.
Σύγγνωθι δέ μοι, πάτερ, ὃ μέλλω λέγειν, ὅτι ἐν ἁπλότητί ἐστι καὶ ἐξ ἀγάπης εἰλικρινοῦς καὶ ἐκ τοῦ ἐφίεσθαί με τὸ ἀμώμητον τῆς πολιτείας σου. τινὲς ὑπέκρουσαν ὡς ἐπιστάμενοί με γνήσιόν σου εἶναι καὶ ὁμόψυχον τέκνον καὶ φίλον, ὄντες καὶ αὐτοὶ φίλοι διαφερόντως, ὅτι παρὰ τὸ δέον πράττει ἡ ἁγιωσύνη σου· κἀμοῦ πρὸς τοῦτο δυσχεράναντος καὶ ἐνισταμένου καὶ ἐπιφθεγγομένου τὰ μέγιστα κατορθώματα τοῦ ὑψηλοῦ σου βίου συνείροντό μοι ἐν τούτῳ. πρὸς δὲ ῥήματά τινα καὶ πράγματα καταιτιῶντο· καί, ἵνα ἓν εἴπω, ἔφασαν ὅτι “ἀγγέλους ἀνιστόρησεν, καὶ τούτους ἰσότυπον τοῦ Χριστοῦ ἐν τοῖς φεγγίοις ἐσταυρωμένους, αὐτὸν δὲ τὸν Χριστὸν καὶ τοὺς ἀγγέλους γηραλέους”. καὶ πολλὰ πρὸς τοῦτο φιλοπευστῶν οὐκ ἠδυνήθην αὐτοῖς ἀντιφθέγξασθαι· εἴροντο γὰρ ξένον τι καὶ ἀλλότριον τῆς παραδόσεως τῆς ἐκκλησίας εἰργάσθαι καὶ πάντως οὐχ ὑπὸ θεοῦ ἀλλ᾽ ὑπὸ τοῦ ἐναντίου εἶναι τὸ πρᾶγμα, ἐπὰν ἐν τοσούτοις ἔτεσιν καὶ τοσούτοις θεοφόροις καὶ ἁγίοις πατράσιν οὐχ ὑποδειγματίσθη τοῦτο τὸ ἰδίωμα. τὸ γὰρ νῦν καινοτομούμενον, κἂν ἐξ ἀγγέλου ἐστίν, ἀσφαλίζεται ἡμᾶς ὁ ἀπόστολος μὴ δέχεσθαι, λέγων που, κἂν ἡμεῖς αὐτοὶ ἢ ἄγγελος εὐαγγελίζεται (προσθήσω, καὶ παραδίδωσιν) παρ᾽ ὃ εὐηγγελισάμεθα, ἀνάθεμα ἔστω.
Τί οὖν, πάτερ μου ἅγιε, πρὸς ταῦτα φῆσαι οὐκ ἔχω· καὶ τῇ ἀπορίᾳ συνεχόμενος ἠναγκάσθην γράψαι σοι, ἵνα ἀπολύσωμεν ἑαυτοὺς πάσης βλάβης πρὸς τοὺς ἐν λόγῳ ἐγκαλοῦντας καὶ ὡς ἐκ πάσης τῆς ἐκκλησίας. καὶ διὰ τὸν θεὸν δέξαι με ὡς τέκνον σου, πονοῦντα ὑπὲρ σοῦ καὶ ἡγούμενον τὴν δόξαν σου δόξαν μου καὶ μὴ θέλοντα ἀκούειν μῶμόν σου ἔν τινι, τοῦ ὄντως ἀμωμήτως βιοτεύοντος. φώτισον, ὁδήγησον, ἐπάκουσον, πρόσσχες, ἐπίστησον, λῦσον πάσης διχονοίας τοὺς ὁρῶντάς σου τὸν ὑψηλὸν βίον.
Νικηφόρῳ βασιλεῖ Ἔμελλεν ὁ ἀγαθὸς θεὸς ἡμῶν, τῆς ἑαυτοῦ ἐκκλησίας φροντίζων, τὴν ὑμετέραν εὐσέβειαν ἐπὶ τῆς παρούσης γενεᾶς προστήσασθαι βασιλεύειν τῶν Χριστιανῶν, ἵνα μὴ μόνον ἡ κοσμικὴ ἀρχὴ εὖ διατεθῇ, κακῶς διακειμένη, ἀλλὰ καὶ ἡ κατὰ τὴν ἐκκλησίαν ἡγεμονία, εἴ τι ἐνδεῶς ἔχει, ἀνορθωθείη καὶ νέον πως φύραμα γένηται ἐν ἀμφοτέραις· ὅπερ τῇ αὐτοῦ χάριτι κατώρθωκεν ἐν τῷ ἑνὶ μέρει ἡ φιλόχριστος ὑμῶν βασιλεία, ἀλλὰ καὶ ἔτι κατορθώσειεν, ταῖς ἄνωθεν ῥοπαῖς δυναμουμένη. λειπόμενον οὖν ἐστιν ἄρτι καὶ τὸ ἕτερον τῆς ἴσης ἀπολαῦσαι προμηθείας καὶ θεραπείας. τοῦτο δ᾽ ἂν εἴη μετὰ θεὸν καὶ σὺν θεῷ πρὸς ὑμῶν δωρηθῆναι διὰ τῆς κατ᾽ εὐαρέστησιν νομίμου ἐκλογῆς τοῦ μέλλοντος ἀρχιερατεύειν.
Ἐπεὶ δὲ καὶ παρ᾽ ἡμῶν ἐπεζήτησας μαθεῖν, τῶν ἁμαρτωλῶν καὶ ἀναξίων, τὸ παριστάμενον ἡμῖν ὡς ἐνώπιον Κυρίου τοῦ μέλλοντος εὐθύνειν ἡμᾶς, περὶ οὗ μέλλομεν λέγειν ἐν ἡμέρᾳ κρίσεως, οὕτως ἔχει. οὐ γινώσκομεν οὐδὲ ἐπιστάμεθά τινα, οὐχ ὅτι ἀπέλιπον οἱ διαλάμποντες ἐν βίῳ καὶ λόγῳ (εἰσὶ γὰρ καὶ θεῷ φαινόμενοι καὶ ἀνθρώποις, εἰ καὶ οὐκ ἴσῳ λόγῳ, καὶ μάλιστα τῇ σῇ φωτεινῇ ψυχῇ), ἐπεὶ δὲ τοιοῦτον ζητεῖ ὁ λόγος καὶ ὁ πόθος τῆς ὑμῶν βασιλείας, τὸν ἐν τελείᾳ καρδίᾳ δυνάμενον ἐκζητῆσαι τὰ τοῦ θεοῦ δικαιώματα, τὸν βαθμῷ καὶ τάξει ἐκ τοῦ κατὰ μικρὸν εἰς τὸ ὑψηλότερον προανηγμένον, τὸν πεπειραμένον κατὰ πάντα, ὅς γε ἐξ ὧν πέπονθεν τοῖς πειραζομένοις δύναιτ᾽ ἂν βοηθήσειν. καὶ τί δεῖ πολλὰ λέγειν πρὸς σὲ τὸν εὖ εἰδότα καὶ ἐκ τῆς οἰκείας καταστάσεως καὶ προκοπῆς τὸν τηλικοῦτον ἀνιστοροῦντα; τῶν πολλῶν ὀφείλει προλάμπειν ὡς ἐν ἄστρασιν ἥλιος.
Ἡνίκα τοίνυν οὐχ ὁρῶμεν τοιοῦτον, οὐδὲ ἀποτολμῶμεν ψηφίσασθαι. τοῦτο δὲ ὡς ἐν ὑπομνήσει μετὰ συστολῆς καὶ αἰδοῦς ὑποτιθέμεθα, ὅπερ ἀλάθητόν ἐστι πάντως τῇ πολυπείρῳ καὶ θείᾳ μεγαλονοίᾳ σου, ἵνα ἀπό τε τῶν ἐπισκόπων ἀπό τε τῶν ἡγουμένων ἀπό τε τῶν στυλιτῶν ἀπό τε τῶν ἐγκλειστῶν, εἶτα τοῦ κλήρου ὑποδεχόμενος ἐκλογὴν ἐξ αὐτῶν τε τῶν ἐπιδεδωκότων λαβὼν τοὺς ἐν συνέσει καὶ φρονήσει καὶ βίῳ τῶν ἄλλων προέχοντας (καταβάτωσαν γὰρ καὶ στυλῖται ἐκβαινέτωσάν τε καὶ ἐγκλειστοί, ἐπείπερ κοινῇ καὶ συμφέρον τὸ ζητούμενον) ἐπικρίνῃ καὶ συγκρίνῃ καὶ σὺν αὐτοῖς ἀποδείξῃ τὸν ἀξιώτερον. καὶ μακάριος εἴη, μᾶλλον δὲ καὶ τρισμακάριοι, ἐὰν τοῦτο ὅλον ἀπεργάσησθε, χριστομίμητοι ἡμῶν δεσπόται. καὶ ἐν τούτῳ ἔτι μᾶλλον κρατυνθήσεται ὑμῶν ἡ βασιλεία μεγαλυνθήσεταί τε τὸ ὄνομα ὑμῶν ἀπὸ γενεῶν εἰς γενεάς, αὐξηθήσεται δὲ καὶ τὰ τοῦ κράτους ὑμῶν ἔτη. ἐπειδὴ δύο ταῦτα δέδωκεν ὁ θεὸς τοῖς Χριστιανοῖς δωρήματα, ἱερωσύνην καὶ βασιλείαν, δι᾽ ὧν θεραπεύεται, δι᾽ ὧν κοσμεῖται ὡς ἐν οὐρανῷ τὰ ἐπίγεια· ὁποτέρως οὖν ἀναξίως ἔχει, καὶ τὸ ὅλον ἀνάγκη συγκινδυνεύειν.
Ὥστε εἰ βούλοισθε τῇ βασιλείᾳ ὑμῶν συγκροτεῖν τὰ μέγιστα καὶ διὰ τῆς βασιλείας ὑμῶν πᾶσι τοῖς Χριστιανοῖς, ἰσόρροπον τὸ ὅσον εἰς δύναμιν τῆς κατὰ τὴν βασιλείαν ἀρετῆς ὑμῶν δέξηται καὶ ἡ ἐκκλησία τὸν ἑαυτῆς πρόεδρον, ἵνα ἀγαλλιάσηται τὰ οὐράνια καὶ ᾄσῃ τὰ ἐπίγεια. εἴη ἡ χεὶρ τοῦ θεοῦ, ἐν ᾗ καὶ ἡ καρδία ὑμῶν ἐστιν, εἰς ὁδηγίαν καὶ ἀποκάλυψιν τοῦ κρείττονος· καὶ ἀπολήψεσθε παρ᾽ αὐτῆς τοὺς ὑπὲρ τοῦ ἔργου τούτου καταβαλλομένους ὑμῖν πόνους καὶ μερίμνας καὶ φροντίδας, τὴν βασιλείαν τὴν ἀδιάδοχον.
Ἰωάννῃ σπαθαρίῳ Θεῖόν τι δρᾶμα ἀκηκοότες πεπρακέναι σου τὴν κυριότητα τεθαυμάκαμεν ἐπὶ τῇ μεγάλῃ σου ὡς ἀληθῶς πίστει, ἄνθρωπε τοῦ θεοῦ. φασὶ γὰρ ὁ διδάξας χρήσασθαί σε τῇ ἱερᾷ εἰκόνι τοῦ μεγαλομάρτυρος Δημητρίου ἀντὶ ἀναδόχου τινὸς καὶ οὕτως ἐπιτελέσαι τὸ φώτισμα τοῦ θεοφυλάκτου σου τέκνου. καὶ ὢ τῆς πεποιθήσεως· οὐδὲ ἐν τῷ Ἰσραὴλ εὗρον τοσαύτην πίστιν ὁ Χριστὸς οὐ μόνον τότε τῷ ἑκατοντάρχῃ δοκῶ ἐπιφθέγξασθαι, ἀλλὰ καὶ σοὶ ἄρτι τῷ ἐφαμίλλῳ τῇ πίστει. εὕρατο τοίνυν ἐκεῖνος ὃ ἐπεζήτησεν, ἐπέτυχες καὐτὸς οὗ πέποιθας. ἐκεῖ τὸ θεῖον πρόσταγμα ἀντὶ τῆς σωματικῆς παρουσίας, κἀνταῦθα ἡ σωματικὴ εἰκὼν ἀντὶ τοῦ πρωτοτύπου· ἐκεῖ συμπαρῆν τῷ λόγῳ ὁ μέγας λόγος ἀοράτως τῇ θεότητι τὸ παράδοξον τῆς ἰάσεως ἐργασάμενος, κἀνταῦθα δὲ συνῆν ὁ μεγαλομάρτυς πνεύματι τῇ οἰκείᾳ εἰκόνι τὸ βρέφος δεχόμενος.
Ἀλλὰ βεβήλοις μὲν ἀκοαῖς καὶ ἀπίστοις ψυχαῖς ταῦτα ἀπαράδεκτα ὡς ἄπιστα, καὶ μάλιστα τοῖς εἰκονομάχοις, τῇ δὲ σῇ εὐσεβείᾳ ἐναργῆ τὰ γνωρίσματά τε καὶ ὑποδείγματα πεφανέρωται. τί γὰρ τῷ θεῷ ἀδυνατεῖ παρέχειν τοῖς πιστεύουσιν; καὶ πῶς οὐχὶ ἐν τῇ εἰκόνι ὁ εἰκονιζόμενος ὁμωνύμως ὁρᾶταί τε καὶ εἶναι πιστεύεται; ἡ γὰρ τῆς εἰκόνος, φησὶν ὁ Μέγας Βασίλειος, τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει. ὥστε σαφῶς ὁ μάρτυς ἦν διὰ τῆς οἰκείας εἰκόνος τὸ βρέφος εἰσδεχόμενος, ἐφ᾽ ὅσον οὕτω πεπίστευκας. ἀλλὰ τίς ἡ εὐδοξία τῆς μεγαλωσύνης σου ὅτι τηλικοῦτον, τὸ δὴ λεγόμενον, σύντεκνον προσεκτήσω, οὐ τὸν δεῖνα ἢ τὸν δεῖνα ἄρχοντα τυχὸν ἢ δυνάστην, εἴποι δ᾽ ἂν οὐδ᾽ αὐτὸν τὸν τὸ διάδημα περικείμενον· μείζων γὰρ καὶ ὑπέρτερος ὁ ἐξευρημένος. τῶν γὰρ μαρτύρων ὁ κράτιστος, τῶν θαυματουργῶν ὁ διαπρύσιος, τῶν φίλων Χριστοῦ ὁ γνήσιος, τῶν ἀγγέλων ὁ συμπολίτης, τοσαῦτα καὶ τηλικαῦτα καὶ δυνηθεὶς καὶ δυνάμενος ἐν τοῖς ὑπὸ τὸν οὐρανόν, ὥστε ἀπ᾽ ἄκρου τῆς γῆς ἕως ἄκρου γῆς τῇ σάλπιγγι τῶν θαυμάτων αὐτοῦ διαθρυλλεῖσθαι.
Μακάριος ὄντως εἶ, ἄνερ εὐσεβέστατε, ὅτι τοιούτου τετύχηκας ἀναδόχου, τρισμακάριός σου καὶ ὁ γόνος, ἔχων τὸν δεξάμενον τηλικοῦτον τῷ κλέει καὶ δυνάμει. ἀλλ᾽ ἴδοιμεν τὸν υἱόν σου καὶ ὁμώνυμον τοῦ Ἁγίου Δημητρίου, εἴπερ συγκατέρχῃ, ἵνα ὡς υἱὸν αὐτοῦ προσπτυξάμενοι τὰ εἰκότα μὲν προσφθεγξώμεθα καὶ ἡμεῖς ὡς ἁμαρτωλοί, ἔχωμεν δὲ τὸ διήγημα καὶ εἰς ἑτέρους παραπέμπειν· δεῖ γὰρ τὰ καλὰ μὴ σιωπᾶσθαι, ἀλλὰ προκεῖσθαι τοῖς ἄλλοις εἰς πίστεως εὐσεβοῦς ἐναργῆ ὑποδείγματα.
Σταυρακίῳ σπαθαρίῳ Τὴν μὲν αἰτίαν τῆς ταπεινῆς ἀπουσίας ἡμῶν ἤδη εἴπομεν καὶ οὐ χρή τι πλέον ἀπολογεῖσθαι. πῶς δὲ ἀρξόμεθα, ἢ τίς δύναμις ἐξευρεθείη εἰς τὸ συμβὰν πάθος ταῖς τιμίαις ὑμῶν ψυχαῖς; καθάπερ γάρ τις ἰατρὸς ἐπὶ δυσιάτῳ νόσῳ ἐρχόμενος ἀμηχανίᾳ περιίσταται ὅπως ἐπιβάλῃ τὴν ἐγχείρησιν, οὕτως ἰλιγγιῶμεν, πῶς τὸν παρακλητικὸν λόγον ἐπὶ τῷ βαρυτάτῳ ὑμῶν πάθει προσενέγκασθαι. ὢ τῆς συμφορᾶς, ὢ τῆς συμβάσεως· ᾤχετο ὑμῖν παῖς καλὸς καὶ ὡραῖος, αὐτὸς ὁ τὰς πρώτας μητρικὰς ὠδῖνας διαλύσας, δι᾽ οὗ ὑμῖν τὸ τῶν γονέων ὄνομα κεχρημάτικεν, ἡ ἀρχὴ τῆς διαδοχῆς τοῦ γένους, ἡ ῥίζα τῆς τεκνοποιίας, ὁ ὅρπηξ τῆς λογικῆς βλαστοφορίας, τὸ οἱονεὶ πρωτοφυὲς ῥόδον τῆς πατρικῆς καρποφορίας. καὶ τί ἄν εἴποιμι παριστῶν τὸ τοῦ γόνου κάλλος; ἢ ὅτι τὸ παιδίον ηὔξανεν καὶ προέκοπτεν ἡλικίᾳ καὶ συνέσει καὶ χάρις θεοῦ ἦν ἐπ᾽ αὐτῷ, ὅσον ἐκ μικροῦ καὶ ἡμεῖς πεπειράμεθα; πῶς τοίνυν τὸ τοιοῦτον καὶ τηλικοῦτον, ἐκτμηθὲν τῇ θανατικῇ μαχαίρᾳ ἐξ αὐτῆς εἰπεῖν τῆς ὀσφύος ὑμῶν, οὐ κατεργάσειεν ἂν ἀπαραμύθητον ἄλγος ἐν ταῖς καρδίαις ὑμῶν; ἢ τίς οὐ συμποτνιάσειεν καὶ συναλγυνθήσεται ἐπὶ τῷ τεμνομένῳ διὰ ξίφους κατά τι τῶν ὑπαρχόντων αὐτῷ μελῶν ὡς ἐφ᾽ ὑμῖν;
στενάξειεν δ᾽ ἂν εἰκότως καὶ πατέρες, τοιούτου καλλίστου παιδὸς ἀποβολὴν θεώμενοι, θρηνήσειεν δ᾽ ἂν καὶ μητέρες, τηλικούτου ὡραίου σπλάγχνου ἐκτομὴν προσβλέπουσαι. τέτμηται γὰρ ἀληθῶς μέλος ὑμῶν, ἐκκέκοπται σὰρξ ὑμῶν· τὸ ὀδυνηρὸν πολύ, τὸ θεραπευτικὸν φάρμακον δυσεξεύρητον. κατήφεια ἐπὶ τῆς οἰκίας, ὀδύνη ἐπὶ τοὺς οἰκέτας, λύπη ἐπὶ τοὺς συγγενεῖς, μᾶλλον δὲ πρὸ τούτων ἐπὶ τὸν προπάτορα κύριον πατρίκιον καὶ τὴν προμήτορα κυρίαν πρωτοσπαθαρέαν. πάντοθεν δεινὰ καὶ περίλυπα.
Ἀλλὰ δεῦρό μοι, ἄνερ χρηστέ, ὁ πολὺς ἐν συνέσει, ὁ σοφὸς ἐν φρονήσει, ὁ πλείστην συνειληχὼς ἐκ πολλῶν τῶν χρόνων τὴν γνῶσιν, σαυτὸν θεράπευσον, σαυτὸν ἴασαι. ἐπίβαλέ σου, παρακαλῶ, τὸν ὀφθαλμὸν τῆς διανοίας εἰς τὴν τῆς κτίσεως θεωρίαν, ἔμβλεψον εἰς ἀρχαίας γενεὰς ἀπ᾽ αὐτοῦ τοῦ προπάτορος ἡμῶν Ἀδὰμ καὶ ἴδε καὶ γνῶθι, τίς ἐνέμεινεν τῷ αἰῶνι τούτῳ εἰς φῶς ἐλθών, ἀλλ᾽ οὐχὶ δίκην ἀνατέλλοντος χόρτου θᾶττον ἐξήνθησεν καὶ ἀπεξηράνθη διὰ θανάτου, ἢ ὡς ἐν ῥεύματι ποταμιαίῳ, ὅτι τὸ μὲν ὑπεξῆλθεν, τὸ δὲ ἀντεισῆλθεν, τοῦ κατὰ διαδοχὴν γένους μὴ ἱσταμένου, ἀλλὰ παρατρέχοντος καθ᾽ ἑκάστην ἡμέραν· οὕτως οἱ γεννήσαντες τοὺς ἡμᾶς γεννήσαντας καὶ οἱ ἐκείνων ἀνώτεροι. καὶ ἀναποδίζων ὁ λόγος εἰς τὸ καταρχὴν ἐλεύσεται καὶ κατιὼν πάλιν εἰς τὴν συντέλειαν τοῦδε τοῦ παντὸς καταντήσει. καὶ οὐκ ἔστιν ὃς ζήσεται, κατὰ τὸ γεγραμμένον, καὶ οὐκ ὄψεται θάνατον. τὸ δὲ παρὸν λειτουργία τις διωρισμένη καὶ πραγματεία ἡμερήσιος, καὶ αὐτίκα εἰς τὰ οἰκεῖα ἐπανέλευσις, τῆς τῶν ἐνθένδε λέγω πρὸς τὰ ἐκεῖσε μεταβάσεως. πατριάρχαι, καὶ παρῆλθον, προφῆται, καὶ μετῆλθον, πατέρες καὶ μητέρες, καὶ ἀπεγένοντο, ἀδελφοὶ καὶ φίλοι καὶ συγγενεῖς, καὶ παρέδραμον. τί δὲ βασιλεῖς; τί δὲ σατράπαι; τί δὲ ἄρχοντες; τί δὲ πᾶσα ἡλικία καὶ πᾶν γένος ἀνθρώπου; οὐχὶ πάντες ὑπὸ γῆν γεγόνασιν καὶ γενήσονται μικρὸν ὕστερον ἐκ γῆς φύντες;
ἀλλ᾽ ὧδε τὸ ζητούμενον, ἵνα καλῶς τὰ ἐνταῦθα ἀμείψαντες καὶ πρὸς τὸ βούλημα τοῦ πεποιηκότος θεοῦ ἐμπολιτευσάμενοι τοῦ ἐκεῖσε φοβερωτάτου κριτηρίου τὴν παράστασιν ἀκατάκριτον εὑρήσομεν. ὅπερ τὸ ὑμέτερον τέκνον ἀσφαλῶς καὶ βεβαίως ηὕρατο καὶ ἐπιτετύχηκεν· μακάριος γάρ, φησίν, ὁ ἐν γεννητοῖς γυναικῶν ὀλιγόβιος καὶ ὃν Κύριος ἐξελέξατο καὶ προσελάβετο ἐν πρώτῃ ἡλικίᾳ, μὴ πειραθέντα τῶν πικρῶν ἁμαρτημάτων τοῦ τῇδε βίου.
Ἐξῆλθεν καὶ ἀπῆλθεν ὁ κύριος Σωτήριχος φερωνύμως ἐν σωτηρίᾳ, ἤχους ἑορταζόντων καταξιούμενος, ἀγαλλιάσεως ἀνεκλαλήτου, συναριθμήσεως τῶν ἐν κόλποις Ἀβραὰμ ἀναπαυομένων βρεφῶν ἁγίων, μηκέτι δουλεύων φθορᾷ καὶ σαρκί, ἀιδιότητι συνών. ἐντεῦθεν βουλόμεθά σε λαμβάνειν τὰς ἀφορμὰς τῆς παρηγορίας, ἐντεῦθεν τὰς παρακλήσεις. γενοῦ δημιουργὸς εὐφροσύνης καὶ θεραπευτὴς οὐ μόνον σαυτοῦ ἀλλὰ καὶ τῆς κυρίας τῆς σπαθαρέας, τῆς μάλιστα δεομένης ἰατρείας καὶ παρακλήσεως πολλῆς διὰ τὸ μικρὸν περιπαθές, εἶτα καὶ τῶν λοιπῶν διαφερόντων σοι· ὡς ἂν δειχθείης τὰ θεῖα πεπαιδευμένος καὶ θεοῦ νόμῳ κρατούμενος καὶ εἰδὼς ποῦ ποτε ἀπῄει ὁ μεθιστάμενος (καὶ μάλιστα ἐπὶ τοῦ σοῦ γλυκείου τέκνου), ὅτι οὐκ εἰς θάνατον οὐδὲ εἰς τὸ μὴ ὄν, ἀλλ᾽ εἰς ζωὴν αἰώνιον καὶ εἰς θεὸν τὸν τὰ πάντα ποιήσαντα, καὶ ὡς ἂν παραδειχθείης πατράσι καὶ πᾶσι τοῖς γνωρίμοις καὶ συνειλεγμένοις ἐν τῇ κηδείᾳ ὑπόδειγμα καλόν, μετὰ σωφροσύνης καὶ εὐχαριστίας διαφέρειν τὰς τῶν τέκνων ἀποβολὰς καὶ μὴ ἀντιτείνειν θεοῦ προστάγμασιν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.