Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Ἐπιστολαί

Θεόδωρος ὁ Στουδίτης

Νουθεσίες προς κληρικούς, ηγουμένους και μοναχούς εν καιρώ διωγμού

Ποιμαντικές και κανονικές οδηγίες προς κληρικούς που υπέκυψαν στην αίρεση, καθώς και ενθάρρυνση προς όσους παραμένουν σταθεροί.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 9 από 21

Θεοφάνει ἡγουμένῳ τοῦ Ἀγροῦ Ὀψὲ τοῦ καιροῦ, ὅμως ἔμαθον συλληφθῆναί σε ὑπὸ τῶν ἰουδαιοφρόνων καὶ ψευδοχριστωνύμων, ὦ πάτερ πολυπόθητε καὶ πολυθρύλλητε· καὶ ὤ, πῶς οὐκ ᾐδέσθησαν ὑποῖσαι χεῖρα εἰς ἄνθρωπον θεοῦ, εἰς ἄνδρα ὅσιον, εἰς σκῆνος κατατετρυχωμένον ἔκ τε πολυετοῦς ἀσκήσεως καὶ νόσου δεινοπαθοῦς λίαν; ἀλλ᾽ οἱ εἰς αὐτὸν Χριστὸν ἐκτείναντες χεῖρας ὕβρεως καὶ διωγμοῦ τί καὶ φείσονται, τί καὶ οὐ πράξωσι τῶν ἀνοσίων; χάρις δὲ τῷ θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ, ὅτι σὲ τὸν σώματι νοσηλευόμενον θανάσιμα ἐκραταίωσεν τῷ πνεύματι ὑπὲρ τοὺς πολλοὺς τῶν ὑγιαινόντων κήρυκα γενέσθαι τῆς ἀληθείας, ἀπτοήτως ἐλέγξαντα γλῶσσαν αἱρετίζουσαν καὶ μένοντα ἀσάλευτον τὸ καθόλου ἐν τῇ ὁμολογίᾳ Χριστοῦ. τοῦτο τῶν ἀσκητικῶν σου ἀγώνων ὁ κολοφών, αὕτη τῆς θεοσόφου σου γνώσεως ἡ κορωνίς· ηὔφρανας θεόν, τὸν σὸν ἐραστήν, ἥδυνας ἀγγέλους, τοὺς σοὺς ἐφόρους τῆς αἰνετῆς ζωῆς, ἔστεψας τὴν σεαυτοῦ κάραν ὁμολογίας διαδήματι, ἐγένου σὺν τῇ ἐκκλησίᾳ Χριστοῦ κἀμοὶ τῷ οἰκτρῷ καὶ ἐλαχίστῳ σου τέκνῳ στηριγμὸς σωτηρίας.

Διὸ χαῖρε καὶ εὐφραίνου ταῖς εἰς αἰῶνα ἀμήρυτον ἀμοιβαίαις σου ἐλπίσι, προσευχόμενος κατόπιν σου ἰέναι κἀμὲ τὸν σὸν ἐλάχιστον υἱέα. προσειπεῖν σε ἀξιῶ, ἁγιώτατε, τὸν σύναθλόν σου, πατέρα δὲ ἐμόν, φημὶ τὸν ἔξαρχον.

Πρεσβυτέρῳ ὑπογράψαντι Οἷον πέπονθεν ἡ τιμιότης σου ἐν τῷ ναυαγίῳ τῆς ὑπογραφῆς καὶ ὁπόσον ἀπεκλαύσω τὸ πτῶμα (πτῶμα γάρ ἐστιν ὡς ἀληθῶς ἡ κατὰ τῆς ἁγίας εἰκόνος τοῦ Χριστοῦ ἔκτασις καὶ μόνον τῆς χειρός), ἔγνων διὰ τοῦ πιττακίου σου, ὦ ἄνθρωπε τοῦ θεοῦ, καὶ συμπέπονθα καὶ συνεποτνίασα καὶ συνήλγησα, σχέτλια φθεγξάμενος καὶ οἷα εἰκὸς ἁρμόζει τῷ φιλαδέλφως ἔχοντι· καὶ γὰρ μέλη ἀλλήλων ἐσμὲν καί, εἴτε πάσχει ἓν μέλος, συμπάσχειν ὀφείλει πάντα τὰ μέλη (φωνή ἐστιν ἀποστολική), εἴτε δοξάζεται ἓν μέλος, ἡ χαρὰ ἐπὶ πᾶσιν. ἀλλ᾽ ὢ τῆς ἐπηρείας· ἐσυλήθημεν, ἐπτοήθημεν, ἐφοβήθημεν ἐν οἷς οὐ φοβητέον οὐδ᾽ αὖ πτοητέον, εἴπερ ἀναγινώσκομεν τὸ μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν οὐ δυναμένων λαβέσθαι. τί οὖν πρός με τὸν ἀχρεῖον, ὦ φίλε, ἀνήνεγκας τὸν λόγον; τίς ἐγὼ πρὸς ἰατρείαν, ὁ νοσῶν ἐν ἁμαρτίαις καὶ οὐ τῶν τὰ τοιαῦτα πεπιστευμένων ἰᾶσθαι συντρίμματα; ἐπεὶ μὴ ἀταξίας ὁ θεός, τὰ τῶν πρεσβυτέρων, ἤγουν ἱερέων, ἐπισκόποις ἀπένειμεν ἐπανορθοῦν καὶ ἰᾶσθαι. πῶς παρ᾽ ἐμοῦ ἐπιζητοίης τὰ ὑπὲρ ἐμέ; οὐκ ἐγχωρεῖ. τοῦτο δὲ συμβουλευτικῶς καὶ ἀγαπητικῶς ὑποτίθημι καὶ λέγω, ἵνα μή σε ἀναπόκριτον ἐάσω πάντῃ. ὁ θεὸς ἀγαθός ἐστιν, οὐ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. εἰ οὖν ἐν ἀληθείᾳ ἡ μετάνοια, στῆθι τῆς ἱερουργίας παντάπασιν.

οὐκ οἶδα, εἰ μὴ κατὰ ἀνάγκην τὴν ἐνεστῶσαν μεταδοίης τισὶ τῶν ἁγιασμάτων· ἔστι γὰρ ἐξ ἀνάγκης καὶ ἀπορίας καὶ ἀφ᾽ ἑαυτοῦ μεταλαβεῖν τὸν τυχόντα διὰ τὸ φευκτὸν τῆς αἱρέσεως. ὅσα γὰρ ἐποίησας, εἴτε παρ᾽ ἑαυτοῦ εἴτε καὶ πρὸς ἄλλου ἐπιτραπείς, καλὰ μὲν καὶ ἐπαινετὰ εἰς θεοῦ ἐπίκαμψιν, οὐδὲν δὲ τὸ καθόλου τὸ δυνάμενον λῦσαι τῆς ἱερουργίας κἂν ἐξ οἱουδηποτοῦν ἀρχιερέως δόξειεν εἶναι, καὶ τοῦτο ἕως εἰρήνης τῆς τοῦ θεοῦ ἐκκλησίας, ἐν ᾗ τηνικαῦτα κρίσει συνοδικῇ ὡς δέον πᾶν ὁτιοῦν τῶν τοιούτων κανονισθήσεται καὶ κρίσιν ἕξει θεόψηφον. εἰ δὲ φῂς ὅτι ‛ὑπογράφων ἔκραζον προσκυνεῖν με τὰς ἁγίας εἰκόνας‚, σύγγνωθι, ἀδελφέ, καὶ Πιλᾶτος τῷ στόματι ἀθωῶν ἑαυτὸν τῆς σφαγῆς Χριστοῦ τῷ καλάμῳ ἐκύρου τὸν θάνατον.

Ταῦτά σοι παρ᾽ ἐμοῦ τοῦ ταπεινοῦ ὡς ἐνώπιον θεοῦ. ἀλλά, δέομαι, μνείαν ποιοῦ ὑπὲρ ἐμῆς σωτηρίας ἐν τῇ μετανοίᾳ τῆς συνθλίψεώς σου, προσαγορεῦσαί τε παρακλήθητι οὓς ἔφης ὁρᾶν ἁγίους πατέρας μου ἐν ἐπισκόποις ὡς ἐξ ἐμοῦ τοῦ οἰκτροῦ.

Καλλίστῳ τέκνῳ Οὐκ ἐπιλέλησμαί σου, τέκνον μου ἠγαπημένον Κάλλιστε, ἀλλὰ καὶ μέμνημαι καὶ ἔχω σε ἐν τῇ καρδίᾳ μου ἐν ἀγάπῃ Χριστοῦ· ἀποδεχόμενός σε λίαν ἐν τῇ πρὸς τὸν οἰκονόμον συναφείᾳ καὶ διακονίᾳ (καὶ οὐ ψεύδομαι ὃ λέγω) δοκῶ αὐτὸς ἐγὼ ὑπηρετεῖσθαι καὶ ἀναπαύεσθαι. ἐν πᾶσιν οὖν χρήσιμόν σε ὁ Κύριός μου ἀναδείξειεν, ἐξυπηρετησάμενον πρῶτα καλῶς τῷ μακαρίῳ πατρὶ ἡμῶν, εἶτα καὶ τῷ ἀειμνήστῳ Ἀρσενίῳ μου, μετὰ ταῦτα νῦν τῷ οἰκονόμῳ, ἐν ἀμφοτέροις ἐμέ, ὡς εἴρηται, τὸν ταπεινὸν θεραπευκὼς καὶ δουλεύσας, πλὴν ὅτι καὶ ἐδούλευσας διὰ τῆς τοῦ κελλαρίου διακονίας. χαίρω ὅτι ἐν παντὶ εἶ δόκιμος, ἱκανός, ἀπεξεσμένος, πιστός, εὔνους, ὑπομονητικός, φιλοπάτωρ, ὀξύνους, οἰκονομικός, σταθερός, νομοφύλαξ, ἀπαράτρεπτος τῆς πίστεως καὶ ὁμολογίας τοῦ Χριστοῦ.

Ἐν τούτοις οὖν ἴσθι, ἐν τούτοις βεβαιοῦ, ἐν τούτοις χαῖρε, ὅτι ὁ μισθός σοι πολὺς παρὰ θεῷ. ἤθελον δὲ κἀγὼ σχεῖν σε ἄρτι εἰς ἐμαυτόν, ἀλλὰ ἀπάρτι (χάρις τῷ θεῷ) μειζόνως ἐν τῇ ἀπουσίᾳ ἀναπαύεις με, ἀναπαίων τὸν ὀφθαλμόν μου, τὴν ψυχήν μου, τὸν οἰκονόμον, οὐ μόνον ἐν τοῖς οἴκοι, ἀλλὰ καὶ ἐν ταῖς πρὸς τοὺς ἀδελφοὺς εἰσόδοις καὶ ἐξόδοις. εἴη σοι ἡ χάρις παρὰ θεοῦ πλεονάζουσα. προσεύχου περὶ τῆς ταπεινώσεώς μου· ἀσπάζονταί σε οἱ ἀδελφοί σου.

Κασσίᾳ κανδιδατίσσῃ Ἅπερ ἀπέστειλάς μοι διὰ Κύριον ἐδεξάμην· καὶ τίς εἰμι ἐγὼ ὁ ταπεινὸς μνημονευθεὶς παρὰ τῆς εὐλαβείας σου; ὅμως ὅτι ἀγαθῆς ῥίζης οὖσα βλάστημα οἶδας ἀγαθοποιεῖν. ἀκούω δὲ εὖ ποιεῖν σε καὶ τῷ πνευματικῷ ἡμῶν τέκνῳ Δωροθέῳ, ὄντι πεφυλακισμένῳ ὑπὲρ Χριστοῦ ἔγγιστά σου. οἶδας τί ποιεῖς· συμμερίζῃ γὰρ ἐν τούτῳ τὸν τῆς ἀθλήσεως αὐτοῦ ἀγῶνα· δόκησον δὲ ἡμᾶς αὐτοὺς τοὺς ἁμαρτωλοὺς διατρέφειν ἐν τῷ υἱῷ ἡμῶν. τί οὖν ἀνταπόδομά σοι παρ᾽ ἡμῶν ἢ προσευχὴ καὶ ὁ λόγος ὁ παραινετικός; καλὸν προείλου βίον διὰ θεόν, ὡς πυνθάνομαι, παιδιόθεν. νύμφη Χριστοῦ γέγονας, μηκέτι ζήτει ἄλλον μήτε φίλει· τίς γὰρ αὐτοῦ ὡραιότερος; οὗ τὸ κάλλος ἐναστράψειέν σου ἔτι ἐν τῇ καρδίᾳ εἰς τὸ σβέσαι σε πάντα πόθον ῥέοντα καὶ φθειρόμενον. φεύγουσα φεῦγε τὰς ὄψεις τῶν ἀρρένων, εἰ θέμις καὶ σωφρόνων, μή που πληγῇς ἢ πλήξῃς· ἐκδέχεταί σε ὁ νυμφὼν ὁ ἐπουράνιος· ἐκεῖ ὄψει ὃν ἡρμόσω, μεθ᾽ οὗ χαρήσῃ αἰωνίως.

Μικρὸς ὁ λόγος, ἀλλὰ ἀρκῶν εἰς ὑπόμνησιν τῇ τιμιότητί σου. σωθείης, κόρη Χριστοῦ.

Μελετίῳ τέκνῳ Καὶ ἀπὸ τῶν γραμμάτων τοῦ ἀδελφοῦ Ἰωάννου πρότερον, καὶ νῦν ἀπὸ τῆς σῆς ἐπιστολῆς, τέκνον Μελέτιε, ᾔνεσα τὸν ἀγαθόν μου θεὸν ἐπὶ τῇ ἐπιστροφῇ καὶ ὁμολογίᾳ σου. καὶ χάρις τῷ Κυρίῳ, ὅτι οὐκ εἰς κενὸν ἐγένετό σου ἡ καλὴ ὑποταγὴ ἐν ἀρχαῖς καὶ ἕως τίνος· ὁμολογῶ γὰρ καὶ μαρτυρῶ σοι ἐκ ζήλου πεπονθέναι, ἀλλ᾽ οὐ κατ᾽ ἐπίγνωσιν, ὥσπερ καὶ οἱ ἄλλοι. διὰ τοῦτο τῇ ἰδίᾳ δικαιοσύνῃ καὶ φρονήσει ἐπερειδόμενοι τῆς ὑποταγῆς ἐρράγητε τῆς ἐνθέου καὶ σωτηρίου, ἀλώμενοι καὶ κενεμβατοῦντες εἰς ἀκίχητα· καὶ ἔδειξεν καὶ δείξειεν ὁ καιρὸς καὶ τὰ πράγματα.

Ἀλλὰ τούτοις τὸ χαίρειν φράσας εἰς εὐχαριστίαν πάλιν καταλήξω τὸν λόγον. ηὐφράνθην, τέκνον μου ἀγαπητόν, ἀπολαβών σε διὰ τοῦ γράμματος, καὶ χαίρω ἐπὶ σοὶ ἢ ἐπὶ τοῖς μὴ πλανηθεῖσι. σός εἰμι, κἂν ἁμαρτωλός, πατήρ, τὴν ψυχήν μου τὴν ταπεινὴν ὑπὲρ σοῦ θήσω. συγχωρητά σοι πάντα. ἐκ τοῦ δεῦρο στῶμεν, δουλεύσωμεν τῷ Κυρίῳ ὑποτεταγμένως, φεύγοντες τὸν αὐτάρεσκον καὶ ἀπατεῶνα δαίμονα· οὕτως γὰρ σωθείημεν ἐν Κυρίῳ. οὐδέν μοι διαφέρει περὶ τοῦ εἶναί σε ἐν τοῖς αὐτόθι ἕως εἰρήνης τῆς ἐκκλησίας τοῦ θεοῦ· μόνον ἀσινὴς διαφυλάττοιο, προσευχόμενος ἀεὶ περὶ τῆς ταπεινώσεώς μου.

Ἰωάννῃ τέκνῳ Ἥδομαι, τέκνον καὶ ἀδελφέ, ἐν ταῖς ἐπιστολαῖς σου, ὅτι καὶ καθ᾽ εἱρμὸν ἔρχονται καὶ τὸν τῆς πολυλογίας ναυτιασμὸν ἀπαναίνονται· καὶ γὰρ ἐπιστολῆς ἀρετὴ εὐθὺς τῆς προκειμένης ὑποθέσεως ἅπτεσθαι καὶ τοσαῦτα λέγειν ἅττα ἐπάναγκες, ἀλλὰ μὴ ἐπικυκλεῖν τὰ οὐχ οὕτως.

Εἶεν· περὶ ὧν ἠρώτησας, οὐ τοῦ παρόντος καιροῦ τὰ τοιάδε φιλοπευστεῖν οὔτε πρὸς ἡμῶν μυεῖσθαί σε, ὦ καλὲ παῖ· ἐπειδὴ μετὰ τῶν ἄλλων καὶ ἀμύητος ἐγὼ τῶν δυσεφίκτων. ὡς ἂν δὲ μὴ παραλυπῆσαι τῇ ἀφασίᾳ, ἐκεῖνο λέγω περὶ τοῦ πρώτου, ὅτι οὐδείς πω τῶν ἄλλων θεοφόρων ἐλεύκανε τὸ πρόβλημα οὕτως ὡς ὁ Νυσσααῖος Γρηγόριος. ἀρκεσθῶμεν οὖν τῇ τοῦ πατρὸς θεωρίᾳ ἐν ἀνηνεγμένῃ θεωρίᾳ ἄγαν· τὸ γὰρ ἐπέκεινα Γαδείρων οὐ περατόν, ὡς ὁ λόγος. περὶ δὲ τοῦ δευτέρου (ὁ συνιῶν ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, ὅτι καιρὸς πονηρός ἐστιν) οὐ δοκεῖ μοι καμπύλον καὶ σκολιὸν εἶναι· καιρὸς γὰρ τοῦ λαλεῖν ἡμᾶς διώρισται ὑπὸ τῆς θεοπνεύστου Γραφῆς καὶ καιρὸς σιωπῆς, κατὰ τὴν ἐπιβάλλουσαν χρείαν σκοπούντων ἡμῶν καὶ οἰκονομούντων τὸν λόγον τῆς ἀληθείας· ἦ γὰρ οὐχὶ μὴ βάλλειν τοῖς κυσὶ τὰ ἅγια μήτε ῥίπτειν τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων προστετάγμεθα; ἄθρει τοὺς θεοφόρους, καὶ τούσδε εὑρήσεις πῇ μὲν ὑπὸ τὸν μόδιον τῆς σιωπῆς τὸν λόγον τιθέντας, ὁπότε ἀλυσιτελὲς τὸ λέγειν, μᾶλλον δὲ καὶ ζημιῶδες, πῇ δὲ ἐπὶ τῆς λυχνίας αὐτὸν ἀνιόντας, ὁπηνίκα εὔκαρπος ἡ σπορὰ καὶ οὐ πετρώδης.

Τοσαῦτά μοι συνεώραται ἐν τῇ προτάσει. ἐξευρίσκων δὲ παρὰ σεαυτοῦ ἢ καὶ ὑφ᾽ ἑτέρων τὰ δοκιμώτερα μὴ φθονήσειας μεταδοῦναι ἐμοὶ τῷ σῷ πατρὶ καὶ ἀδελφῷ, ἐνδεεῖ τῶν νοημάτων ὑπάρχοντι. ἔρρωσο, πλεῖστά μοι προσευχόμενος.

Ὑπατίῳ τέκνῳ Καὶ νῦν ἃ γέγραφας ἐπέγνων, τέκνον ἠγαπημένον, καὶ περὶ πάντα ἀποδέχομαί σου τὴν προαίρεσιν, ἐν ζεούσῃ καρδίᾳ πίστεως ὑπάρχουσαν, αἱρουμένην τε συνεῖναί μοι καὶ σωματικῶς. ἀλλ᾽ οὐ τοῦ παρόντος καιροῦ· ὃ γὰρ ἐπενοήθης, τῆς μὲν πεποιθήσεώς σου γνώρισμα, ἀλυσιτελὲς δὲ πάντῃ. μὴ οὖν τολμήσειας ποιῆσαί τι τοιοῦτον· ὡς γὰρ ὁ Κύριος ᾠκονόμησεν, στερκτέον· ἢ οὐκ οἶδας ὅτι ὑπὲρ ἡμᾶς ὁ θεὸς τὰ περὶ ἡμῶν φροντίζει ἐν σωτηρίᾳ; καὶ τὸ ὁμόψυχον τοῦ μαθητοῦ οὐκ ἐν τῷ σωματικῶς συνεῖναι γνωρίζεται τοσοῦτον, ὅσον ἐν τῷ ἀχωρίστῳ τῆς πνευματικῆς συναφείας φρονήματι καὶ φιλήματι· τί γάρ; σαρκικῶς ἐρῶμεν ἀλλήλους, ἵνα τῇ σαρκὶ χρώμεθα συνεργῷ; εἰ οὕτω, ἐλεεινότεροί ἐσμεν πάντων ἀνθρώπων. ἀπαθὲς ἡμῶν τὸ ἀγαπητικόν, ὡς ἂν τοῦ ἀπαθοῦς γνωριζώμεθα θεοῦ. διὸ οὐ πάντως χρεία καὶ σωματικῆς συναφείας.

Οὕτω, τέκνον, στέργε, γινόμενος κατὰ τὸ δυνατὸν βοηθὸς τοῖς ἀδελφοῖς σου ἐν ταπεινώσει, εὐχόμενος καὶ περὶ ἐμοῦ τοῦ ταπεινοῦ. ἄσπασαι τὸν ἀδελφὸν Λουκιανόν, τὸν ἀδελφὸν Εὐόδιον· ἡ Τριὰς τοὺς τρεῖς περιφυλάξειεν μεθ᾽ οὗ ὑπηρετεῖσθε. ἀσπάζονταί σε οἱ ἀδελφοί σου πλεῖστα· ἄσπασαι τὸν ἄνθρωπον τοῦ θεοῦ.

Θεόδωρος πάσαις ταῖς ἀδελφότησιν ἤτοι συνοδίαις ταῖς πανταχοῦ διὰ Χριστὸν διεσπαρμέναις σὺν τοῖς ἐν φυλακαῖς τε καὶ ἐξορίαις κρατουμένοις ἐν Κυρίῳ χαίρειν Χάρις ὑμῖν καὶ εἰρήνη, ἀποστολικῶς εἰπεῖν, ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ. Χριστοῦ, τῆς ἐλπίδος ἡμῶν· ὑπὲρ οὗ καὶ δι᾽ ὃν ὁ διωγμός, ἡ θλῖψις καὶ ἡ στενοχωρία, ἡ ἐρημία καὶ φυγαδεία, αἱ εἱρκταὶ καὶ ποιναὶ καὶ ὅσα ἄλλα καθ᾽ ἑκάστην εἰς ταλαιπωρίαν ὑπαντήματα καὶ συμβάματα.

τούτου χάριν, ἀδελφοί μου ἀγαπητοί, τῆς ἀπολείψεως τοῦ ταπεινοῦ ἡμῶν προσώπου παραμυθίαν τινὰ ἐπινοησάμενοι στέλλομεν ὑμῖν τὴν ἐπιστολὴν ταύτην, γνωρίζοντες ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιούμεθα ἐν ταῖς ταπειναῖς ἡμῶν προσευχαῖς, ἕνα ἕκαστον ἀναπολοῦντες καὶ ἀναλογιζόμενοι, δάκρυσι καὶ στεναγμοῖς αἵροντες χεῖρας εἰς θεόν, ἵνα, καθὼς ὑπεδυσάμεθα τοὺς ὑπὲρ ἀληθείας ἀγῶνας καὶ ἐξεληλύθαμεν ἐν ἑνὶ πνεύματι καὶ μιᾷ ψυχῇ ὡς ἐκ καλιᾶς ἀπὸ τῶν ἱερῶν ἡμῶν ἀσκητηρίων, οὕτως διαμείνωμεν μέχρι τέλους δυνάμει Κυρίου, τὴν αὐτὴν πίστιν ἔχοντες, τὴν αὐτὴν ἀγάπην, σύμψυχοι, τὸ ἓν φρονοῦντες καὶ κρατοῦντες δόγμα τῆς ἀληθείας, τὸ κηρυχθὲν καὶ ἐγγραφὲν καὶ ὄψει καὶ ἀκοῇ ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν, προσκυνεῖν μὲν οὖν Πατέρα καὶ Υἱὸν καὶ Πνεῦμα Ἅγιον, τὴν πολυύμνητον καὶ μακαρίαν Τριάδα κατὰ τὸν τῆς θεολογίας λόγον, ὁμολογεῖν δὲ τὸν ἕνα τῆς Τριάδος, τὸν Υἱὸν καὶ Λόγον τοῦ θεοῦ Κύριον δὲ ἡμῶν Ἰησοῦν Χριστόν, ἑαυτὸν κεκενωκέναι, δούλου τε μορφὴν ἀναλαβόντα ἐν ὁμοιώματί τε ἀνθρώπων γεγονότα ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς εἰκονίζεσθαι χαρακτῆρι σώματος, καθότι ὁ αὐτὸς τέλειος θεὸς ὁμοῦ τε καὶ ἄνθρωπος ἐχρημάτισε, τοσοῦτον περιγραφῆς εἴσω γενόμενος καθ᾽ ἡμᾶς, ὧν καὶ τὴν φύσιν εἴληφεν, ὅσον ταύτης τῷ ἀπεριγράπτῳ τῆς θείας φύσεως ἀνῴκισται.

οὐ γὰρ δήπου καθὰ τὰ λόγια ἀγγέλων ἐπιλαμβάνεται, εἴπερ κἀκείνοις τὸ εἰκονίζεσθαι, ὡς ὦπται τοῖς βλέψασιν ὑπὸ Πνεύματος, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται, ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. εἰπάτωσαν οὖν οἱ χριστομάχοι, πῶς οἷόν τε τὸ Ἀβραμιαῖον σπέρμα μὴ εἰκονίζεσθαι, πῶς δ᾽ αὐτῷ ἕξει τὸ κατὰ πάντα ὅμοιον ἡμῖν, ὧν ἀδελφὸς κέκληται, εἴπερ οὐ τὸ περιγραφῆς ἰδίωμα καθ᾽ ἡμᾶς τοὺς ἀδελφοὺς αὐτοῦ εἰληφὼς δείκνυται; οὔκουν ἀδελφὸς οὐδ᾽ οὐ μὴν ὅμοιος ἡμῖν, διὰ τοῦτο οὐδὲ ἄνθρωπος. οὕτω συνῆκται ἐκ τοῦ μὴ λέγειν αὐτοὺς Χριστὸν καθ᾽ ἡμᾶς εἰκονίζεσθαι· καὶ οὕτως ἀποσκευάζονται τὴν σωτήριον οἰκονομίαν, ἐπ᾽ ἴσης τῶν Μανιχαίων, Οὐαλεντίνων τε καὶ Μαρκιωνιστῶν.

Ὧν φύγοιμεν τὴν κοινωνίαν, ἀδελφοί, ὡς ἰὸν ὄφεως, μελαίνουσαν οὐ σῶμα, ὥς πού φησιν ὁ Θεολόγος, ἀλλὰ τὰ βάθη τῆς ψυχῆς· τῇ ἀποστολικῇ δὲ καὶ ὑπ᾽ οὐρανὸν ἐκκλησίᾳ τὰ ἴσα φρονοῦντες (αὕτη γὰρ ἡ Βυζαντιαία τμῆμα αἱρετικόν, ὡς εἴθισται αὐτῇ πολλαχῶς τῶν ἄλλων ἀποσχίζεσθαι) εἰκονίζομεν τὸ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν σωματικῷ χαρακτῆρι, εἱρμῷ τῷ ἀνέκαθεν ἀπ᾽ αὐτῆς τῆς ἐπιφανείας αὐτοῦ ἐξ ἀποστολικῆς πράξεως παρηγμένῳ, ἐξ εἰκόνος εἰκόνα μεταγράφοντες καθάπερ καὶ τοῦ ζωοποιοῦ σταυροῦ, καὶ μὴ τὸν μὲν τυποῦντες, ὅς ἐστιν ὅπλον Χριστοῦ κατὰ τοῦ διαβόλου, τὸν δὲ οὐκ εἰκονίζοντες, ὅς ἐστιν ὁπλίτης καὶ καθαιρέτης τοῦ σατανᾶ· πῶς γὰρ ἂν καὶ ἐγγραφείη ὅπλον νικητικὸν καὶ ἀληθὲς μὴ τὸν ὁπλίτην ἔχον ὑπ᾽ ὄψιν δεικνύμενον; εἶτα καὶ προσκυνοῦμεν αὐτοῦ τὴν ἁγίαν εἰκόνα, ὡς ἐν αὐτῇ προσκυνοῦντες τὸν ἐξεικονισμένον Χριστόν· ἐξεικονισμένος γὰρ προῆλθεν ἐκ κοιλίας ἁγίας μητρὸς αὐτοῦ τῆς Θεοτόκου· εἰ δὲ μή, ἀμβλωθρίδιόν τι καὶ οὐ μεμορφωμένος ἄνθρωπος, ὦ θεομάχοι. εἰ δὲ ἐξεικονισμένον τὸ βρέφος πρόεισιν, ὥσπερ ἀληθές, περὶ οὗ φησιν ὁ προφήτης πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται, πᾶσα ἀνάγκη καὶ ἐξεικονίζεσθαι πέφυκεν.

οἱ κωφοὶ ἀκούσατε καὶ οἱ τυφλοὶ ἐμβλέψατε· ἐν ἑνὶ μόνον ἡ καθ᾽ ἡμᾶς καινοτομία ἐπὶ Χριστοῦ, ὅτι ἄνευ σπορᾶς συνείληπται ἐν μήτρᾳ παρθένου καὶ δίχα φθορᾶς γεγέννηται, καθότι οὔτε ἁμαρτίαν ἐποίησεν γραφικῶς οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ· τὰ δ᾽ ἄλλα πάντα καθ᾽ ἡμᾶς, ἔφαγεν, ἔπιεν, διεπνεύσθη, ηὔξησεν, ἐβάδισεν, ἵδρωσεν, ἐκοπίασεν, ἐσταυρώθη, ἀπέθανεν (κἂν ὡς θεός), τριήμερος ἐγήγερται, ἔχων καὶ μετὰ τὴν ἀνάστασιν τὴν ἐξεικονισμένην ἡμῶν μορφὴν θεωθεῖσαν καὶ ἀφθαρτισθεῖσαν ἐν ἑαυτῷ, καθ᾽ ἣν καὶ ἐθεάθη τοῖς ἀποστόλοις καὶ συνέφαγεν καὶ συνέπιεν ἐγηγερμένος καὶ ἐψηλαφήθη ὑπὸ Θωμᾶ, λέγων τοῖς πᾶσιν, ὑποτοπήσασιν αὐτὸν πνεῦμα εἶναι, ψηλαφήσατέ με καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. οὕτω καὶ ἀνελήφθη ἐν δόξῃ, ὡσαύτως καὶ ἥξει ἐν μορφῇ τῇ αὐτῇ τοῦ καθ᾽ ἡμᾶς εἴδους, ὃν ὄψεται πᾶσα σὰρξ ἀπ᾽ οὐρανοῦ μετ᾽ ἀγγέλων δυνάμεως αὐτοῦ ἐν πυρὶ φλογός, διδόντα ἐκδίκησιν τοῖς μὴ εἰδόσι θεὸν καὶ τοῖς μὴ ὑπακούσασι τῷ εὐαγγελίῳ αὐτοῦ, καθὼς γέγραπται· μεθ᾽ ὧν οἱ σταυρώσαντες αὐτὸν Ἰουδαῖοι κόψονται καὶ οἱ μὴ ἀνεχόμενοι αὐτὸν εἰκονίζειν εἰκονομάχοι.

Ταῦτά ἐστιν, ἀδελφοί, τὰ εὐαγγελικὰ κηρύγματα, ταῦτα τὰ ἀποστολικὰ διδάγματα. οἱ δὲ τἀναντία φρονοῦντες εἰς ἕτερον εὐαγγέλιον (ὃ οὐκ ἔστιν ἄλλο) πειρῶνται μεταστρέψαι τὸν λαὸν τοῦ θεοῦ προφέροντες νόθα συγγράμματα, ἐκ κοιλίας φωνοῦντα καὶ οὐκ ἀπὸ στόματος Κυρίου· εἴωθεν γὰρ ἀεὶ τῷ σίτῳ τὰ ζιζάνια παρασπείρεσθαι καὶ τῇ ἀληθείᾳ τὸ ψεῦδος παρατίθεσθαι· ἐπεὶ πῶς καὶ φανείη ἀλήθεια μὴ ἀντιλογίαν ἔχουσα; ἀλλὰ καὶ ἐὰν ἡμεῖς, φησὶν ὁ ἀπόστολος, ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζεται ὑμῖν παρ᾽ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω· ὡς προειρήκαμεν καὶ ἄρτι πάλιν λέγω, εἴ τις εὐαγγελίζεται ὑμᾶς παρ᾽ ὃ παρελάβετε, ἀνάθεμα ἔστω.

Περὶ δὲ τῆς Θεοτόκου ἢ οὗτινος τῶν ἁγίων, ὅτι εἰκονίζονται, περισσόν μοί ἐστι τὸ γράφειν ὑμῖν· ἠλίθιον γὰρ ὁντιναοῦν ἄνθρωπον φαίειν μὴ χαρακτηρίζεσθαι. ἀλλ᾽ οἱ Χριστὸν ἀπαναινόμενοι περιγράφεσθαι, ὅς ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας, συμπεριελεῖν ἔδοξαν καὶ τὰ μέλη Χριστοῦ μὴ εἰκονίζεσθαι, εἴπερ σῶμα Χριστοῦ ἡμεῖς πάντες καὶ μέλη ἐκ μέρους· ἔλεγχος γὰρ αὐτοῖς μητέρα μὲν θεοῦ εἰκονίζεσθαι, οὐ μὴν τὸν ἐξ αὐτῆς τεχθέντα καὶ αὐτῇ ὑπομάζιον ὀφθέντα καὶ ὅσα τῆς σωματικῆς αὐτοῦ παρουσίας ὑπείκοντα, ἢ πάλιν τοὺς αὐτόπτας καὶ ὑπηρέτας στηλογραφεῖσθαι, τὸν δὲ ὑπηρετηθέντα καὶ συναναστραφέντα μὴ χαρακτηρίζεσθαι. καὶ Ἰουδαίων χείρους δείκνυνται, ὅτι οὐδὲ Μωσέως οὐδ᾽ εἴ τινος ἄλλου τῶν προφητῶν εἰκόνα προσίενται, προσιεμένων ἐκείνων τῶν πρὸ τῆς χάριτος ὡς νομικῶν καὶ οὐ χριστιανῶν· οἱ δὲ τοσοῦτον ἀνοηταίνουσιν ὡς καὶ ἑαυτοῖς καὶ Ἰουδαίοις μάχεσθαι, καὶ μήτε Ἰουδαίους εἶναι νομοφύλακας μήτε χριστιανοὺς οὐκ εἰδογραφοῦντας Χριστόν, ὃν προσήκαντο ἄνθρωπον γεγονότα.

φωνὴ Πέτρου τοῦ ἀποστόλου ἐστὶν ἐν ἱστορίᾳ μαρτυρίου τοῦ Ἁγίου Παγκρατίου· ‛τέκνον Ἰωσήφ, ἐξένεγκον τὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἐντύπωσον αὐτὴν ἐν τῷ πυργίσκῳ, ἵνα ἴδωσιν οἱ λαοὶ ποίαν μορφὴν ἀνέλαβεν ὁ υἱὸς τοῦ θεοῦ, ἵνα ἰδόντες ἐπὶ πλέον πιστεύσωσιν, ὁρῶντες τὸν τύπον τῆς μορφῆς, καὶ ὑπόμνησιν λαμβάνωσι τῶν παρ᾽ ἡμῶν εἰς αὐτοὺς κηρυχθέντων‚. φωνὴ Παύλου ἐστίν· ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν τῇ ἀληθείᾳ μὴ πείθεσθαι, οἷς κατ᾽ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος; φωνὴ Βασιλείου τοῦ Μεγάλου ἐστίν· ἐγγραφέσθω τῷ πίνακι καὶ ὁ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός· καὶ αὖθις· ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει. φωνὴ Ἀθανασίου τοῦ πολυάθλου ἐστίν· οὐχ ὡς θεοὺς τὰς εἰκόνας προσκυνοῦμεν οἱ πιστοὶ (μὴ γένοιτο) ὥσπερ οἱ Ἕλληνες, ἀλλὰ τὴν σχέσιν μόνον καὶ τὸν πόθον τῆς ἡμῶν ἀγάπης πρὸς τὸν χαρακτῆρα τοῦ προσώπου τῆς εἰκόνος ἐμφανίζοντες. φωνὴ τοῦ Χρυσοστόμου ἐστίν· ἐγὼ καὶ τὴν κηρόχυτον ἠγάπησα γραφήν, εὐσεβείας ἕνεκεν πεπληρωμένην· εἶδον γὰρ ἄγγελον ἐν εἰκόνι ἐλαύνοντα βαρβάρων στίφη, εἶδον πατούμενα βαρβάρων φῦλα καὶ τὸν Δαυὶδ ἀληθεύοντα· Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις.

ὅπερ εἰς Χριστὸν νῦν οἱ εἰκονομαχοῦντες εἴς τε τὴν Θεοτόκον καὶ τοὺς ἁγίους ἐργάζονται (ὢ τοῦ φοβεροῦ ἀκούσματος) τὰς ἁγίας αὐτῶν εἰκόνας ἐξουδενοῦντες.

Καὶ ἵνα τὰς τῶν ἄλλων φωνὰς παραδράμω (πολλαὶ γάρ εἰσιν), μίαν προσθεὶς ἐπ᾽ ἄλλο τρέψοιμι τὸν λόγον. φωνὴ τῶν τῆς ἕκτης συνόδου ἁγίων πατέρων ἐστίν· ἔν τισι τῶν σεπτῶν εἰκόνων γραφαῖς ἀμνὸς δακτύλῳ τοῦ Προδρόμου δεικνύμενος ἐγχαράττεται· ὃς εἰς τύπον παρελήφθη τῆς χάριτος, τὸν ἀληθινὸν ἡμῖν διὰ νόμου προϋποφαίνων ἀμνόν, Χριστὸν τὸν θεὸν ἡμῶν. τοὺς οὖν παλαιοὺς τύπους καὶ τὰς σκιάς, ὡς τῆς ἀληθείας σύμβολά τε καὶ προχαράγματα τῇ ἐκκλησίᾳ παραδεδομένους κατασπαζόμενοι τὴν χάριν προτιμῶμεν καὶ τὴν ἀλήθειαν, ὡς πλήρωμα νόμου ταύτην ὑποδεξάμενοι. ὡς ἂν οὖν τὸ τέλειον κἀν ταῖς χρωματουργίαις ἐν ταῖς ἁπάντων ὄψεσιν ὑπογράφηται, τὸν τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν κατὰ τὸ ἀνθρώπινον χαρακτῆρα καὶ ἐν ταῖς εἰκόσιν ἀπὸ τοῦ νῦν ἀντὶ τοῦ παλαιοῦ ἀμνοῦ ἀναστηλοῦσθαι ὁρίζομεν, δι᾽ αὐτοῦ τὸ τῆς ταπεινώσεως ὕψος τοῦ θεοῦ λόγου κατανοοῦντες καὶ πρὸς μνήμην τῆς ἐν σαρκὶ πολιτείας τοῦ τε πάθους αὐτοῦ καὶ τοῦ σωτηρίου θανάτου χειραγωγούμενοι καὶ τῆς ἐντεῦθεν γινομένης τῷ κόσμῳ ἀπολυτρώσεως.

Ταύτας οὖν ἔχοντες, ἀγαπητοί, τὰς μαρτυρίας μετὰ τῆς οἴκοθεν καὶ παρ᾽ αὐτῆς τῆς ἀληθείας ἀναμφιλέκτου ἀποδείξεως, καθὼς προαποδέδεικται, παρακαλῶ, γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε, μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων μηδ᾽ αὖ ὑπὸ τῶν ὑποσκελισθέντων καὶ φρεναπατηθέντων ψευδαδέλφων (ἥτις ἐστὶν αὐτοῖς μὲν ἔνδειξις ἀπωλείας, ἡμῖν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ θεοῦ, καθὰ γέγραπται, ὅτι ἡμῖν ἐχαρίσθη ἀπὸ θεοῦ τὸ ὑπὲρ τοῦ Χριστοῦ οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν), τὸν αὐτὸν ἀγῶνα ἔχοντες οἷον εἴδετε ἐν ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ νῦν ἀκούετε, συμφρονοῦντες, συμψυχοῦντες, συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργαζόμενοι, ἵνα ἀκούων τὰ περὶ ὑμῶν χαίρω ὁ ἁμαρτωλός. βλέπετε τὸν σατανᾶν, βλέπετε τὴν παρρησίαν, ὁρᾶτε μή τις ἔν τινι παραπικράνοι τὸν θεόν. ὁ γὰρ δράκων ὁ μέγας πολύτεχνός ἐστι καὶ πολύπειρος· ἔνθεν διὰ πίστεως οὐχ εὑρίσκει ὀλέσαι, ἐκεῖθεν τρέχει διὰ παραπτώματος τὸ αὐτὸ κακὸν ἀπεργάσασθαι διὰ τοῦ ἀντιστρατευομένου νόμου τῆς ἁμαρτίας τῷ νόμῳ τοῦ νοὸς ἡμῶν. βρυχᾷ, ἐπιτηρεῖ ὡς λέων ἁρπάσαι, γαργαλίζει, πῦρ ἀνάπτει, ἐμπιπρᾶν ὀρέγεται τὸν οἶκον τῆς ψυχῆς. ἔχομεν ἐκ θεοῦ τὰ καθαιρετικὰ αὐτοῦ ἀμυντήρια, ὕδωρ κεφαλῆς, πηγὴν δακρύων, δεήσεις, προσευχάς.

ἐπὶ πᾶσιν ὁ θεῖος φόβος σιδηρῶν καὶ καθηλῶν τὰς σάρκας ἡμῶν ἔστω· μηδαμοῦ φθόνος αὐλιζέσθω μηδ᾽ αὖ ἔρις μὴ μὴν κενοδοξία μήτε τι τῶν ἔργων τοῦ σκότους. ἕως ὅτε ἀκροβολεῖ τὰ πάθη ἐκκρουέσθω, ἵνα μὴ εἰσοικισθέντα καὶ φαρμάξαντα τὴν ψυχὴν δυσαπάλλακτα γένηται. ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. οὕτως τρέχετε, ἵνα καταλάβητε. ὑπείκητε οἱ ἔσχατοι τοῖς πρώτοις· οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεός, ἀλλ᾽ εἰρήνης. ἀγαπᾶτε θεϊκῶς οἱ προηγούμενοι τοὺς ἑπομένους καὶ μὴ ἐξ αὐθεντίας, ἀλλ᾽ ἐξ ἀρετῆς καὶ ἀγαθότητος ἀπαιτοίητε τὸ ὑποτακτικὸν καὶ ὑπήκοον. μὴ χωρίζεσθε ἀλλήλων, ἀμείβοντες πολλοὺς πρώτους καὶ οὐδαμοῦ χρησιμεύοντες. Μάρκον τὸν εὐαγγελιστὴν οὐχ εἵλατο συμπαραλαβεῖν Παῦλος, ὡς γέγραπται, διὰ τὸ μὴ συνελθεῖν αὐτοῖς, ἀλλ᾽ οἴκοι ἀναστρέψαι τὸ πρότερον. πόσῳ μᾶλλον ἡμεῖς ὀφειλέται ἐσμὲν στέργειν; ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω. καθαρίζωμεν ἑαυτούς, ἀγαπητοί, ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ θεοῦ. τὰς παραδόσεις κρατεῖτε, ἃς ἐδιδάχθητε, κατηχεῖτε ἀλλήλους, ὑπόμνησιν λαμβάνετε ἀεὶ τοῦ θανάτου. εὔχεσθε οὖν, παρακαλῶ, ὑπὲρ πάντων, εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε, περιερχόμενοι ἐκ τόπου εἰς τόπον, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν ἐρημίαις καὶ ὄρεσι πλανώμενοι ἢ τάχα καὶ ἐν ὀπαῖς τῆς γῆς εἰσδύοντες.

αὐχεῖτε ὅτι διὰ Χριστόν, ὅτι ὑμῶν οὐκ ἄξιος ὁ κόσμος.

Ἐνέγκατε, τεκνία μου, τεκνία, ἐνέγκατε μικρόν, καὶ ἐλεύσεται Κύριος ὁ στεφανοδότης, ὁ μισθαποδότης, οὗ συγκληρονόμοι γεγενῆσθαι ἐπηγγέλμεθα (εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν), ἐπὶ πᾶσι προσευχόμενοι καὶ ὑπὲρ ἐμοῦ τοῦ ἀθλίου, ἵνα μου στερεωθῇ ἡ καρδίᾳ ἐν Κυρίῳ ἐνεγκεῖν μέχρι θανάτου τὰ ἐπαγόμενα ἡμῖν, ἵνα μή με ἀπώσηται Χριστὸς διὰ τὴν ἀναξιότητά μου, ἵνα ῥυσθῶ ἀπὸ τοῦ πονηροῦ διὰ παντὸς ἐν παντὶ τρόπῳ. νῦν ζῶ, ἀγαπητοί, ἐὰν ὑμεῖς στήκετε ἐν Κυρίῳ. τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως ἀλλ᾽ οὐχ ὑμεῖς καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι; ναί, ὑμεῖς γὰρ καὶ παραμύθιον ἀγάπης καὶ παράκλησίς μου. αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως τηρηθείη.

Πιστὸς ὁ θεὸς ἡμῶν, ὃς καὶ ποιήσει, ἀδελφοί, ἀσπάσασθαι ἀλλήλους ἐν φιλήματι ἁγίῳ. ὁ ἀσπασμός μου τοῦ ταπεινοῦ Θεοδώρου πρὸς πάντα τὰ μέλη μου ἀπὸ χειλέων μου καρδίας. ἀσπάζονται ὑμᾶς οἱ μετ᾽ ἐμοῦ ἀδελφοί. ἡ χάρις μετὰ τοῦ πνεύματος ὑμῶν. ἀμήν.

Ἰωσὴφ ἀδελφῷ καὶ ἀρχιεπισκόπῳ Ἐμοὶ τὸ ἐπιστέλλειν τῇ ἁγιωσύνῃ σου πάντοτε ποθητόν, καὶ τοσοῦτον, ὅσον καὶ τὸ τῆς περιορίσεως διάστημα μακρότερον· ἐγγὺς γάρ με ποιεῖ τοῦ τιμίου προσώπου σου καὶ ῥᾳστώνην ἐμποιεῖ διὰ τῆς προσφωνήσεως, οἷα καὶ νῦν, λυπηρῶς διακειμένῳ ἐν τῇ τῶν τινων ἡγουμένων προδοσίᾳ τῆς ἀληθείας. ἵνα γὰρ οἶδέν σου ἡ ὁσιότης ὅτι ἡ πάλαι κουστωδία, λέγω δὴ Ἰωσὴφ ὁ μοιχοζεύκτης, ὁ Φωτεινουδίτης, ὁ Ἡρακλειώτης, ὁ Μηδικιώτης, ὁ Μυλιανός, ὁ Ὑπολυχνιώτης, ὁ Γουλαιάτης (ἀλλὰ φεῦ τῆς ἁμαρτίας μου, ὅτι καὶ ὁ Φλουβουτηνός, συλληφθεὶς ἐξ ἄφρονος ἁπλότητος) ὁμοθυμαδὸν μικρὸν ἐνστάντες δῆθεν οἰκονομίας ὑφορμηθέντες παρὰ τοῦ εἰωθότος κατεργάζεσθαι τὰ τοιαῦτα Ἰωσὴφ ἐξετράπησαν ὀπίσω τοῦ σατανᾶ, κοινωνήσαντες ἅπαξ καὶ δὶς τοῖς ἀσεβέσιν· ἐν ᾧ καὶ εὐμενῶς ἀπολυθέντες ἁλίσκουσιν ἐν τῷ οἰκείῳ πτώματι τοὺς ἀστηρίκτους. ἀλλ᾽, ὡς ἔοικε, καὶ ὁ τῆς Νικαίας εἰς πτῶμα κεῖται τῶν ἐπισκόπων· ἀνακαλοῦνται γὰρ τοὺς ἐν ἐξορίαις πρὸς τὸ τὰ ὅμοια πρᾶξαι καί, εἰ μὴ προφθάσει ἡ χεὶρ τοῦ θεοῦ ὑπερείδουσα, ὀλλύμεθα καὶ οἱ ὑπολειφθέντες. τί οὖν ἐστιν; ὅτι καὶ πάλιν, ὡς φαίνεται, εἰς ἡμᾶς τοὺς ταπεινοὺς περιίσταται τὸ δρᾶμα σὺν ὀλίγοις.

Ἀνάστα οὖν, ὦ ἄνθρωπε τοῦ θεοῦ, ὡς ἀρχιερεὺς Χριστοῦ τοῦ ἀληθινοῦ ἀρχιποίμενος καὶ τοσοῦτον, ὅσον τῶν ἁπάντων εἶ ὑπερέχων τῇ κεφαλίδι τῆς ἀρχιερωσύνης, πλὴν τοῦ ἑνὸς ἐν παραβύστῳ κειμένου. δόξασον δὴ τὸν θεὸν ἐν τῷ σώματί σου καὶ ἐν τῷ πνεύματί σου, οὐ πάντως ἀφεθήσῃ ἐν τῇ νήσῳ· τυχὸν πειρασθῆναί σε δεῖ κατὰ τὰ πάλαι, ἵνα καὶ στεφανίτης κἀνταῦθα λαμπρότερος χρηματίσοις. ναί, ναί, ἀδελφέ, εἰς οἵους καιροὺς ἐταμιεύθημεν. ἀλλὰ χάρις ὅμως τῷ ταμιευσαμένῳ· καὶ τοῦτο ἀπὸ θεοῦ, φησὶν ὁ ἀπόστολος, ὅτι ἡμῖν ἐχαρίσθη ὑπὲρ Χριστοῦ οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. οὐ παρεῖδεν Κύριος τὴν ταπείνωσιν ἡμῶν ἐν τοῖς προλαβοῦσιν, ἀλλ᾽ οὐδὲ νῦν, πέποιθα, ὑπερόψεται τῆς τιμιότητός σου, ἀλλ᾽ ὡς τηνικαῦτα, οὕτως καὶ ἄρτι μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί σου, ποιῶν ὑπερεκπερισσοῦ τὸ ἔλεος αὐτοῦ εἰς ἔνδειξιν τῆς ἀρετῆς σου.

Διὸ ὀρέγοις κἀμοὶ χεῖρα πρεσβευτικήν, ὅσιε, στηριχθῆναι καὶ σωθῆναι ἀπὸ τοῦ ἐνεστῶτος χειμῶνος πικροῦ. στῆθι καὶ ἱλέωσαι μεταστραφῆναι τὴν καταιγίδα εἰς αὔραν τοῦ Ἁγίου Πνεύματος. γένοιτο. τοὺς ἀδελφοὺς ἀσπαζόμενος πλεῖστα καὶ παρακαλῶ ὑπερεύχεσθαί μου τῆς ταπεινώσεως· οἱ σὺν ἐμοὶ τοῖς ποσί σου προσπίπτουσιν.

Ναυκρατίῳ τέκνῳ Πονηρὰ ἡ ἀγγελία τῶν γραμμάτων σου, ὦ τέκνον· ἥτις καθαψαμένη μου τῆς ταπεινῆς ψυχῆς τῷ ὄντι ὠδύνησεν καὶ δάκρυον προσεκαλέσατο καρδιακόν, μικροῦ δεῖν ἄυπνόν μοι τὴν νύκτα, καθ᾽ ἣν ἐδεξάμην ἐπὶ χεῖρας τὴν ἐπιστολήν, ἐμποιήσασα. τοῦτο μὲν ἐπὶ πάντων τῶν συμπεπτωκότων, ἐξαιρέτως δὲ εἰς τὸν τῆς Φλουβουτῆς, καὶ ὅτι οἱ μὲν τοῖς προλαβοῦσιν ὅμοια καὶ τανῦν ἔπραξαν, ὁ δὲ τῶν δοκούντων ἑστάναι ἀσφαλῶς ἐγνωρίζετο. ἐθαύμαζον οὖν ἔτι ἑστηκότων αὐτῶν, ὅτι μὴ ὁμολογήσαντες τὴν προτέραν ἐπὶ μοιχείᾳ καὶ μοιχοζευξίᾳ ἧτταν αὐτῶν ἀντεποιοῦντο ἐπὶ τῇ προκειμένῃ ὑποθέσει, καὶ τάχα ὑπενόουν ἰδίᾳ καὶ καθ᾽ ἑαυτοὺς τὴν μεταμέλειαν ἐσχηκέναι καὶ ἔχαιρον ὁ ταπεινὸς ἐπὶ τῇ ὀρθοποδήσει αὐτῶν. ἀλλ᾽, ὡς ἔοικεν, ἐν σαθροῖς τὴν οἰκίαν αὐτῶν οἰκοδομήσαντες τῷ λαίλαπι τῆς προσπεσούσης αἱρέσεως πεπτώκασι πτῶσιν τὴν χαλεπωτάτην, πάλιν οἰκονομίαν λέγοντες τὴν ἀθέτησιν τῆς ἀληθείας. οἱ αὐτοὶ καὶ πρότερον σκάνδαλον γεγόνασι τῇ ἐκκλησίᾳ τοῦ θεοῦ καὶ νῦν τὸ αὐτὸ δι᾽ ὧν ἔπραξαν, πάντας προσκαλούμενοι εἰς ἀπώλειαν. καί γε ἕτοιμοι οἱ πλεῖστοι πρὸς τὴν τοῦ κακοῦ μετουσίαν, ἐν ταῖς ἀνάγκαις ζητοῦντες ἐξευρεῖν τινα πρόφασιν, δι᾽ ἧς ἄθλιπτος καὶ ἀταλαίπωρος αὐτοῖς ὁ ὑπὲρ εὐσεβείας ἀγὼν ὑπαχθείη. ἐκοινώνησαν ἐπὶ τῇ ἀρνήσει Χριστοῦ, τῆς Θεοτόκου, τῶν πάντων ἁγίων· τοῦτο γὰρ ἡ τῆς εἰκόνος οὑτινοσοῦν ἄρνησις.

φεῦ τῆς συμφορᾶς· φεῦ τῆς ἀπάτης· οἴμοι, πῶς ἐναρξάμενοι καλῶς ἐστράφησαν εἰς τὰ ὀπίσω; οἴμοι, πόσοις ἔσονται καταστροφὴ ὁμοταγέσι καὶ ὑπερέχουσι, λαϊκοῖς τε καὶ κληρικοῖς καὶ μονασταῖς; ἀλλὰ ἡ ἀρχαία πληγή, τὸ ἐγκόλπιον κακόν, Ἰωσὴφ ὁ πάλαι εἰκότως κληθεὶς μοιχοζεύκτης, νυνὶ δὲ χριστεμπαίκτης, αὐτὸς ὁδηγὸς τοῖς τῆς ἀρχαίας κουστωδίας.

Τί πρὸς ταῦτα; ἐκλυθησόμεθα, καταπεσούμεθα, ἀποκαμούμεθα πρὸς τὴν Χριστοῦ ὁμολογίαν ἡμῶν καὶ ἔνστασιν; μηδαμῶς, ὦ ἀδελφοί, μηδαμῶς· εἰ γὰρ ἀσεβῶν καταπιπτόντων οἱ δίκαιοι ἔμφοβοι ἔσονται, ἀλλ᾽ οὖν τῷ τοῦ πέλας πτώματι ἀσφάλεια τῷ ἑστηκότι μεγίστη. στῶμεν οὖν ἐν Κυρίῳ βεβαιότερον μᾶλλον, παρακαλῶ, μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων· μὴ γὰρ ἕνεκεν τῶν ὑποσκελισθέντων ἡ ὁμολογία ἡμῶν ἢ τῇ τούτων στάσει ἐπερειδόμενοι ἐστερεούμεθα, ἵνα καὶ τῇ σκελίσει αὐτῶν κατασεισθῶμεν; μὴ γένοιτο· οὔτε τούτων οὔτε ἄλλων. Χριστὸς ἡμῶν ὁ θεμέλιος, ἐν ᾧ στήκομεν, ἐν ᾧ καυχώμεθα, σὺν τῷ Παύλῳ λέγοντες· τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ; θλῖψις ἢ στενοχωρία ἢ λιμὸς ἢ διωγμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; καὶ γὰρ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. οὕτως ὁ μὴ παρατεταγμένος οὐκ ἀγωνιεῖται ὑπὲρ Χριστοῦ, οὐ δύναται χριστιανὸς εἶναι.

Οὐκ εἰκῇ οἱ ἀγῶνες τῶν μαρτύρων, τὰ ἆθλα, αἱ βάσανοι· μὴ γὰρ οὐχ ὁμόσαρκοι ἡμῶν; μὴ οὐκ ἐπόνουν τοσαύταις τιμωρίαις ὑποβαλλόμενοι; μὴ οὐκ ἐξηποροῦντο καὶ τοῦ ζῆν, ὡς φάσκει ὁ ἀπόστολος; ἀλλὰ τῷ φόβῳ τῶν αἰωνίων κολάσεων καὶ τῷ πόθῳ τῶν οὐρανίων ἀμοιβῶν εἵλαντο μᾶλλον ὡς ἔμφρονες τὸν τῆς σαρκὸς θάνατον ἤπερ τὸν αἰώνιον. ἤνεγκαν, οὐκ ἐπτοήθησαν, οὐ κατεπλάγησαν· καὶ ὡς παρόντα τὰ μέλλοντα φανταζόμενοι χαρᾷ ἐχώρουν πρὸς τὰς βασάνους, δωρεὰς ἡγοῦντο τὰς πολυπαθείας. ἡμῖν γὰρ ἐχαρίσθη ὑπὲρ Χριστοῦ οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν· καὶ αὖθις ἑτέρωθι· ἐν γὰρ πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χάριτος αὐτῶν. οὕτως ἔχαιρον, οὕτως ἠγάλλοντο ὑπὲρ Χριστοῦ πάσχοντες πάντες οἱ ἅγιοι. γευσώμεθα καὶ ἡμεῖς, ἀγαπητοί, τῆς ἀγάπης Χριστοῦ, περιπατήσωμεν ἐν ἴχνεσιν ἁγίων ῥέξωμεν τὰς προσπαθείας τοῦ αἰῶνος τούτου. οὐκ ἔχομεν ὧδε μένουσαν πόλιν, ἡ ἄνω Ἱερουσαλὴμ πατρὶς καὶ πόλις ἡμῶν. ὦ ἄνδρες δυνατοὶ ἐν πνεύματι, ὦ τέκνα θεοῦ (οὐ γὰρ ἐμοῦ τοῦ ταπεινοῦ οὗτοι οἱ λόγοι καὶ ἁμαρτωλοῦ), μὴ ὀκλάσωμεν κἂν πάντες τραποῖεν, ὅπερ μὴ γένοιτο, ἀλλ᾽ ἡμεῖς ὡς πάλαι ὑπὸ θεοῦ δυναμωθέντες καὶ τανῦν μονομαχήσωμεν. μεθ᾽ ἡμῶν ὁ θεός, πάντες οἱ ἀπ᾽ αἰῶνος ἅγιοι, μεθ᾽ ἡμῶν ἀνατολὴ καὶ δύσις.

μικρὰ μερὶς ἡ ἀπορρήξασα ἑαυτὴν ἀπὸ τῆς ὑπ᾽ οὐρανὸν ἐκκλησίας, καὶ τοῦτο διὰ φόβον, διὰ τὰ πρόσκαιρα, διὰ τὴν σάρκα, ἣν μικρὸν ὕστερον παραδώσομεν τῷ αἰωνίῳ πυρὶ σὺν τῇ ψυχῇ, εἰ μὴ ἀντισχώμεθα τῆς ἀληθείας. ἔστω καὶ πειρασθῶμεν, καὶ μαστιχθῶμεν, καὶ τοῦτο πολλάκις, τέλος καὶ ἀποθάνωμεν· εἶται οὐκ ἔστι χαρὰ ἀνεκλάλητος ἐπιτυχεῖν ἡμᾶς βασιλείας οὐρανῶν κἀντεῦθεν ἀπενέγκασθαι κλέος ἀθάνατον; ἢ τοὐναντίον φυγόντας τὰ προειρημένα κἀντεῦθεν κωμῳδισθῆναι μέχρι τέλους καὶ αἰσχύνην ὑποῖσαι ἀτελεύτητον; ναί, δέομαι, τεκνία μου, οὓς ἐγέννησα ἐν Κυρίῳ, οὓς ηὔξησε Χριστὸς ἐν πόνοις καὶ κόποις οὐ μόνον ἀσκητικοῖς, ἀλλὰ γὰρ καὶ ἀθλητικοῖς· πληρώσατέ μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι τὸ ἓν φρονοῦντες, μηδὲν κατ᾽ ἐριθείαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν. ἀποστολικὰ τὰ παραγγέλματα, κἂν παρ᾽ ἐμοῦ τοῦ ταλαιπώρου ὑπομιμνησκόμενα. προσεύχεσθε καὶ περὶ ἐμοῦ, παρακαλῶ, ἵνα μοι δοθῇ ἰσχύς, κράτος, λόγος δι᾽ ὑμᾶς (κἂν ἐγὼ ἀνάξιος θείας χάριτος), ὅπως ὁμοθυμαδὸν ἐν ἑνὶ πνεύματι δοξασθῇ ὁ θεὸς ἐν τῷ σώματι καὶ ἐν τῷ πνεύματι ἡμῶν.

Στεῖλον εἰς τὸν ἀρχιεπίσκοπον τὸν καλὸν Διονύσιον. προσαγόρευσον τὸν ἀββᾶν Πέτρον, τὸν ἀββᾶν Ἰγνάτιον καὶ τὸν ἀββᾶν Τιθόιον καὶ ὑπόδειξον αὐτοῖς τὸ γράμμα. ἔτι ἑτοιμάζου σὺν τοῖς λοιποῖς, καὶ μάλιστα τοῖς προγεγραμμένοις, ὅτι τῶν ἐγγύθεν ὑμῶν ὀλισθησάντων οὐκ ἔστιν ὑμᾶς ἐαθῆναι, ὑπ᾽ αὐτῶν ἐκείνων διαβαλλομένους. δοίη δὲ Κύριος σθένος, κράτος, νοῦν, ὀφθαλμόν, σύνεσιν, πᾶν ὁτιοῦν εὖ πρᾶξαι ὑμᾶς εἰς ἔπαινον καὶ δόξαν Χριστοῦ, εἰς καύχημα ἐμόν, εἰς κλέος ὑμῶν αἰώνιον. προσαγορεύουσιν οἱ συνόντες μοι ἀμφοτέρους· ὁ Χριστὸς μεθ᾽ ὑμῶν. ἀμήν.

Τῷ αὐτῷ Τίς ὁ ἐμὸς βίος καὶ λόγος, ὅτι οὕτω περιτρύζετέ με, ὦ τέκνον, καὶ περιπονεῖσθε, ἐκ τοσούτου μήκους καὶ ἐν τοσούτῳ πειρασμῷ παραλογιζόμενοι πάντα πόνον καὶ κίνδυνον ἐν τῷ ἐπισκέπτεσθαι τὴν ταπείνωσίν μου, καὶ τοῦτο ἀδιαλείπτως, καὶ τοῦτο μετὰ τοσαύτης δωροφορίας; ἐποιήσατε τὰ μακρὰν ἐγγύς, τὰ δυσάνυστα εὐάνυστα, τὰ ἔρημα εὐδιάβατα, ἐξεπλήξατε τοὺς ὁρῶντας, διηνοίξατε στόματα εἰς αἰνέσεις Κυρίου κατανοούντων τῆς πίστεως καὶ ἀγάπης ὑμῶν τὰ κατορθώματα· ποῦ γὰρ οὕτω προήχθησάν τινες τῶν ἄλλων ἐνδείξασθαι πρὸς τοὺς οἰκείους πατέρας τὰ τῆς εἰλικρινοῦς φιλίας; εὐλογητὸς ὁ θεὸς ὁ οὕτως ὑμᾶς ἀναδείξας κατὰ τὴν ὑμῶν μὲν ἀρετήν, παρ᾽ ἀξίαν δὲ τῆς ἐμῆς ταλαιπωρίας· ὁμολογῶ γὰρ ἁμαρτωλὸς ὑπάρχειν, πάντων ἀνθρώπων ἐλαχιστότερος, κἂν αὐτὸς ἀγάπῃ φερόμενος τοσούτοις ἐγκωμίοις με δοκιμάζοις καταστέφειν. ἀπέχω οὖν, ὦ ἐπιπόθητε, τὰ τῆς πεποιθήσεώς σου, ἀπέχω τὰ τῆς γηροκομίας σου· ὡς τέκνον ἐβάστασας, ὡς ἀδελφὸς ἐθεράπευσας, προσθείην καὶ ὡς πατὴρ ἐθησαύρισας· εἰ δὲ καὶ ὡς συνεργὸς συνεκοπίασας, εἴ τε ὡς μαθητὴς τὰ ὑστερήματα ἀνεπλήρωσας, εὖ σε ποιήσαι Κύριος ὁ θεὸς τοῦ πατρός μου καὶ προσθείη πνεῦμά σοι ἐπὶ πνεύματι, δύναμιν ἐπὶ δυνάμει, σύνεσιν ἐπὶ συνέσει μέχρι τέλους.

Εἶεν. τὸ λοιπὸν προσεύχου περὶ τῆς ταπεινώσεώς μου ἵνα εὐαρέστως Κυρίῳ πορεύσωμαι κἂν πρὸς τὸ ἑξῆς τῆς ζωῆς μου. πάνυ ἀνεπάην ἐπὶ τῷ ἀδελφῷ Ἀδριανῷ, εἴ γε καὶ παραχωρηθείη μοι συνεῖναι· ἐπίσχες τοῦ ἀποστεῖλαι μέχρι Σεπτεμβρίου ἐνταῦθα διὰ πολλά, οὐκ οἶδα εἰ μή τι ἀναγκαῖον. γνοὺς τὰ τῶν τινων ἡγουμένων ἐστέναξα ὁ τάλας· στηριχθείησαν οἱ λοιποὶ πατέρες, στηρίζοντες ἡμᾶς τοὺς ὀλιγώρους δι᾽ ἑαυτῶν. προσειπὲ τοὺς συνήθεις. προσαγορεύουσί σε οἱ σὺν ἐμοὶ πάνυ. ἔρρωσο ἐν Κυρίῳ, ἀλλὰ γὰρ καὶ σώματι ἐπιμελῶς ἔχε· μαθὼν γὰρ τὴν τῶν σπλάγχνων σου κάκωσιν ἠνιάθην οὐ μετρίως.

Τῷ αὐτῷ Παρὰ προσδοκίαν εἶδον τὰ γράμματά σου, τέκνον ἠγαπημένον, καὶ τοὺς ἀδελφούς· οὐ γάρ, ὡς προέγραψα, ἐπέσχες μέχρι Σεπτεμβρίου. ἀλλ᾽ ὅμως ἀπεδεξάμην σου τὸ πρόθυμον, τὸ οὐκ ἀνεκτὸν τῆς ἀγάπης, τὸ διάπυρον τοῦ πόθου, τὸ περὶ πάντα φιλόθεον, προσθείην δ᾽ ἂν καὶ φιλοπάτριον. σύ μου χαρὰ καὶ παραμύθιον, σύ μου ἐν Κυρίῳ ἐν πᾶσι τοῖς κινδύνοις καὶ θλίψεσιν ἕδρασμα καὶ στέφανος καυχήσεως μετὰ πάντων τῶν συνάθλων σου καὶ πρὸ πάντων ἀδελφῶν ἡμῶν ἐν Χριστῷ Ἰησοῦ καὶ τέκνων. διὸ καὶ χαίρω, εὐλογῶν τὸν θεὸν τοῦ πατρός μου, ὅτι ὑγιάζῃ ψυχῇ καὶ σώματι, οὕτως ὑπὸ θεοῦ οἰκονομηθέντος εἶναί σε ἄφετον ἐκ δεσμῶν, ἵνα τοὺς ἐν δεσμοῖς ἀλείφῃς, τοὺς ἀφεμένους συνδέων ἐπιστηρίζοις· ὃ καὶ ποιεῖς χάριτι Χριστοῦ, παρακαλῶν, νουθετῶν, παραμυθούμενος ἕνα ἕκαστον, ὡς ἀληθῶς θεοῦ οἰκονόμος. δέομαι οὖν αὐτὸ τοῦτο, μὴ ἐκκακεῖν ἐργάζεσθαί σε εἰς δόξαν Χριστοῦ, εἰς περιποίησιν σωτηρίας σου, εἰς καύχημα ἐμοὶ τῷ ἠπορημένῳ ἐν παντὶ οὖν ἀγαθῷ.

Πλήν, ἀδελφέ, ὅτι οὐκ εἰς κενὸν ἐδράμομεν καὶ τρέχομεν πάλαι τε καὶ νῦν οὐδ᾽ εἰς κενὸν κοπιῶμεν· ὑπὲρ Χριστοῦ γὰρ καὶ διὰ Χριστόν, ὑπὲρ οὗ τὸ πάσχειν πάσχα, ὑπὲρ οὗ τὸ θλίβεσθαι χαρά. εἴπερ συμπάσχομεν, φησίν, ἵνα καὶ συνδοξασθῶμεν· λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. καὶ εἰκότως· ἡ γὰρ ἐνταῦθα σύνθλιψις ὁποιαοῦν σκιώδης καὶ ὀνειρώδης, ἡ δὲ ἐκεῖσε ἀντάμειψις ζωὴ ἀπέραντος μετὰ δόξης αἰωνίου. μὴ οὖν ἐπαισχυνθῶμεν, ὦ τέκνον, τὸ παρὸν μαρτύριον· τοῦ Κυρίου γάρ ἐστιν. πολλοὶ ἐπεθύμησαν ἐξ ἀγάπης Χριστοῦ τοῦτο ἰδεῖν, ἀλλ᾽ οὐκ ἐπέτυχον, ἡμεῖς δὲ κατηξιώμεθα. τί τοῦτο; ὑπὲρ αὐτοῦ πάσχειν, διώκεσθαι, αἰχμαλωτίζεσθαι, φυλακίζεσθαι, ἐκ τόπου εἰς τόπον περιορίζεσθαι ἢ τάχα καὶ τύπτεσθαι, θέατρον γίνεσθαι καὶ ἀγγέλοις καὶ ἀνθρώποις.

Εἰ δὲ ὅτι καὶ τὸ ὄνομα ἡμῶν ὡς πονηρὸν ἐξέβαλον, ἀναθεματίζοντες ἰδίᾳ τε καὶ δημοσίᾳ σὺν ἁγίοις, οὐκ ἔνι χαρά; οὐκ ἔνι σκιρτᾶν; οἶδας, τέκνον, τὸν μακαρισμὸν Κυρίου· τούτοις καὶ αὐτὸς γήθου, τέρπου σὺν ὅλοις τέκνοις. ὑμεῖς γάρ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους· καὶ εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη, εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη. ζήτει, φησί, τὰ λειπόμενα, ἐμπτύσματα, κολαφίσματα, τέλος τὸν σταυρόν, τοὺς γλυκεῖς μου Χριστοῦ ἥλους. οἴ, τίς ἂν καταξιωθείη συσταυρωθῆναι, συλλογχευθῆναι δοῦλος δεσπότῃ, μῖξαι αἷμα αἵματι ἄνθρωπος θεοῦ τοῦ ζῶντος; τοιαύτῃ διαθέσει χωροῦντες οἱ ἅγιοι ἔχαιρον κοπτόμενοι, ᾖδον μελοτομούμενοι. ἔφθασεν τοιγαροῦν καὶ ἡ ἡμετέρα χαρά· ἐκ μέρους ἐπειράθημεν (εἴ γε καὶ πειραθείημεν τέλεον) χάριτι καὶ φιλανθρωπίᾳ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν· τῇ γὰρ χάριτι εἴη τὸ νῖκος ἐφ᾽ ὁτῳοῦν, ἵνα μή τις καυχήσηται οἴκοθέν τι ἔχειν. ὥστε ἕλκομεν τὸν ἔλεον θεοῦ ἐν Χριστῷ Ἰησοῦ διὰ τῆς ταπεινοφροσύνης καὶ ἐνεργοῦς πεποιθήσεως.

εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πίστεως, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί, πληρώσατέ μου τὴν χαράν, σὺν τῷ ἀποστόλῳ ὁ τάλας λέγειν, τὸ αὐτὸ φρονεῖν, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι τὸ ἓν φρονοῦντες, μηδὲν κατ᾽ ἐριθείαν ἢ κενοδοξίαν ἀντιπράττοντες καὶ ἀντικαθιστάμενοι ἀλλήλοις· πέφυκεν γὰρ καὶ ἐπ᾽ αὐτῶν τῶν ὑπὲρ εὐσεβείας ἀγώνων τὸ φιλόπρωτον καὶ φιλόνεικον παρεισδύειν. ἀλλ᾽ ὑμεῖς ὡς θεοῦ διάκονοι (συμπαραλαμβάνω γὰρ τῷ προσώπῳ σου τοὺς ὑπερέχοντας, οἳ καὶ ἀναγνοῖεν τὴν ἐπιστολήν), μηδεμίαν ἐν μηδενὶ δοίητε προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία ὑμῶν· γένοιτο.

Περὶ ὧν ἔγραψάς μοι ἐν μετανοίᾳ γεγονέναι, εἰς τοὺς τοῦ σώματος ἡμῶν, εἰ καὶ ἀνάξιοι, ἀλλ᾽ οὖν ἡμεῖς ἰατροί. ὃ τοίνυν ἐδώκαμεν ἐπιτίμιον τῷ Ὀρέστῃ ἐλθόντι ἐνταῦθα διὰ φωνῆς τῶν ἀδελφῶν (οὐδὲ γὰρ κεκρίκαμεν εὖ ἔχειν συνοψισθῆναι αὐτῷ διὰ πολλὰ αἴτια), τοῦτο σχοῖεν καὶ οἱ λοιποί, ἀμετόχους εἶναι τῶν ἁγιασμάτων καὶ ἐν τοῖς ἄλλοις παρατηρήμασιν. ἐρωτᾷς, ἕως πότε; ἕως ἂν ἀναλάμψῃ ἡ τῆς ὀρθοδοξίας αἰθρία. εἰ, φησί, τύχοι θάνατος; κοινωνείτωσαν· πιστεύομεν συγκεχωρῆσθαι αὐτοῖς τὸ ἁμάρτημα. ἐπειδὴ δὲ γέγραφας τοῦτο κἀκεῖνο ἀντιλεκτεῖν ὑμᾶς πρὸς ἀλλήλους, διαλύεσθε τῶν προβλημάτων ὑμῶν καὶ εἰρηνεύετε ἐν ἑαυτοῖς. οὐχ ὡς οἱ ἐξ αἱρέσεως ἐπιστρέφοντες οὗτοι δεκτέοι (εἴπερ κἀκεῖ παρατήρησις διαφορᾶς οὐ τῆς τυχούσης τῆσδε πρὸς τήνδε), ἀλλ᾽ ὡς ἀρνησάμενοι τὸ ὄνομα Κυρίου, ἤτοι ἐπὶ τῇ ἀρνήσει αὐτοῦ κεκοινωνηκότες τοῖς χριστομάχοις διὰ φόβον ἤ τινα ἄλλην περιπέτειαν· ἐπὶ γὰρ τῇ ἀρνήσει αὐτοῦ ἐκοινώνησαν προδήλως ἠρνημένοις τὴν ἁγίαν αὐτοῦ εἰκόνα. ἡ γὰρ τῆς εἰκόνος ἄρνησις ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει, ὡς βοᾷ ὁ βοῶν, καὶ οὐκ ἔστιν ἀλλοίως, κἄν τινες σμικρύνειν τὴν ἄρνησιν βούλοιντο.

εἰ οὖν μὴ ὀρθοδοξοῦντες τὸ πρότερον μηδὲ μυηθέντες τὴν ἀλήθειαν ἐκ θείας προνοίας αὐγασθέντες τὸ ἀληθὲς μετεπήδησαν εἰς ἡμᾶς, ἄλλως εἶχεν· κἀκείνους οὐχ ὡς ἔτυχεν προσδεκτέον, εἰ μὴ διὰ πλείστων ὀρθοδόξων συμφωνήσεως, ὡς δεδήλωκεν ὁ θεῖος Βασίλειος πρὸς τοὺς ἐν Μεσοποταμίᾳ ἐξ Αἰγύπτου περιωρισμένους, καθαπτόμενος αὐτῶν ἐν τῷ ἀφυλάκτως προσήκασθαι. ἢ ἀγνοεῖτε ὅ φησιν ὁ αὐτὸς πατὴρ ἐν ἑτέρᾳ ἐπιστολῇ; οὐκ οἶδα ἐπίσκοπον μηδὲ ἀριθμήσαιμι ἐν ἐπισκόποις τὸν ἐπὶ καταστροφῇ τῆς πίστεως ὑπὸ τῶν βεβήλων χειρῶν προαχθέντα εἰς προεδρίαν· οἷοί εἰσιν τανῦν, οὐ δι᾽ ἄγνοιαν, ἀλλὰ διὰ φιλαρχίαν ἐπιπηδῶντες τοῖς θρόνοις, προέμενοι ἑκουσίως τὴν ἀλήθειαν καὶ ἀντιλαμβάνοντες τὴν τῆς ἀσεβείας προεδρίαν. εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα, φησὶν ὁ ἀπόστολος, ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος; λέγω κἀγώ· εἰ καθ᾽ ὑμᾶς μετὰ τὴν ἄρνησιν, ἤτοι κοινωνίαν τῶν χριστομάχων, εὐθὺς δεκτέοι καὶ ἀνεπιτίμητοι οἱ τοιοῦτοι, τί μάτην κινδυνεύω καθ᾽ ἑκάστην ἡμέραν καὶ μὴ αὐτομολήσας πρὸς τοὺς ὑπεναντίους αὖθις διὰ μετανοίας ἀνεπιτιμήτως τοῖς ὀρθοδόξοις συνταχθείην; μὴ πλανᾶσθε, φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. ἐκνήψατε ἐν Κυρίῳ. τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος, ἵνα ἐκ παραλλήλου τῶν χριστομάχων τὰ ἡμέτερα τηρεῖται;

ὡς ὅτι, φησίν, αὐτοὶ τοὺς ἐξ ὀρθοδοξίας πρὸς αὐτοὺς χωροῦντας χαρᾷ ἀνεπιτιμήτως προσίενται (οὐά), δέον οὖν καὶ στεφανοῦν ἡμᾶς τοὺς ἀρνητὰς τοῦ Χριστοῦ καὶ σολυμνιάζειν ὡς ἐκεῖνοί τινας ἐκείνων. ἀδελφοί, δέομαι ὑμῶν, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τελειοῦσθε διὰ τῆς ἀληθοῦς ἐπιγνώσεως.

Περὶ τῶν ἔξω τῆς ἀδελφότητος ἡμῶν τίς εἰμι δοῦναι λόγον; εἰ δὲ καὶ ἀναγκάζοι τις, ἐπειδὴ ἡ ἀγάπη, πλήρωμα οὖσα νόμου, ἔχει καὶ τὴν πειθώ, τοῦτό φημι, ὃ καὶ ἐπὶ τῶν ἡμετέρων· ἡμεδαποὶ γὰρ κἀκεῖνοι. πρεσβύτερος εἴτε ὑπογράψας εἴτε κοινωνήσας φόβῳ, μὴ φέρων τὴν κάκωσιν, εἰργέσθω τῆς κοινωνίας· κατὰ Χριστοῦ γὰρ κοινωνήσας, πῶς δύναιτο ἂν Χριστῷ κοινωνεῖν; τῆς γὰρ ἐγκρατήσεως τῆς ἱερουργίας παρὰ συνοδικῆς ἐπισκέψεως ἡ λύσις. ὁ δόξας μετὰ τὴν ἧτταν ἀναπαλαῖσαι ἀποχωρείτω τοῦ ἐν ᾧ ἐκαθέζετο πρὶν τόπου· ἐπεὶ πῶς γνωσθήσεται αὐτῷ τε ἐκείνῳ ἡ ἄρνησις, ἣν ὑπέστη, καὶ ἄλλοις; οὐ χωρῶ ἐπιτρέψαι, ἐπὰν ἡ ἀναπάλαισις αὐτοῦ μάλιστα οὐκ ἐγένετο ἐπισήμῳ τινὶ δράματι, οἷον ἐπὶ τοῦ Λαοδικείας· οὐδὲ γὰρ ἐκείνῳ συμβουλεύσαιμι ἂν ἔγωγε ἱερουργεῖν ἢ μόνον κοινωνεῖν διὰ τὸ ἐπίσημον. οὕτως ἐπὶ τοῦ τυχόντος μονάζοντος, οὕτως ἐπὶ λαϊκοῦ· εἶρξις τῆς κοινωνίας μετὰ τῶν ἄλλων ἀξίων καρπῶν τῆς μετανοίας, ἀναμένειν τε τὸν καιρὸν τῆς ὀρθοδοξίας.

πλὴν ἐπειδὴ ἐνδέχεται καὶ ὕφεσιν καὶ πρόσθεσιν γίνεσθαι παρὰ τοῦ ἐπιτιμῶντος, ἐπὶ τῆς κοινωνίας λέγω, ἐκτεινομένων τῶν χρόνων τῆς αἱρέσεως κατὰ τὰ ἀθεώρητα κρίματα τῆς δικαίας ὀργῆς τοῦ θεοῦ, ἔστιν καὶ πρὸ συνόδου λῦσαι ἐν Κυρίῳ, καθὼς ὑποπέπτωκεν τὸ πρόσωπον βαρύτερον ἢ ἐλαφρότερον καὶ καθ᾽ ἣν πάλιν ὑποδείκνυσι μετάνοιαν· εἴς τε τοὺς ἡμετέρους καὶ τοὺς ἔξω συνεστιᾶσθαι αὐτοῖς οὐ κωλυτέον, οὐχ ἵνα καὶ εὐλογῶσιν ἕως λύσεως.

Τοσαῦτά μοι ὦπται περὶ τούτων ἐν φόβῳ θεοῦ καὶ ἀληθείᾳ. εἰ δέ τι ἐξ ὑμῶν ἢ ἀπ᾽ ἄλλων καινότερον, διδαχθῶ· ὁμολογῶ γὰρ ὡς πολλὰ ἁμαρτάνων καὶ πολλὰ ἀγνοεῖν δέχομαι. ἄσπασαι τοὺς ἀδελφούς σου καὶ τέκνα μου, τὸν ἀββᾶν Πέτρον καὶ Ἰγνάτιον καὶ Τιθόιον, τοὺς ἐν Κυρίῳ ἐπιποθήτους μου καὶ συνεργούς· ἄσπασαι τοὺς ἐκ τῆς ἁγίας σου συνοδίας φιλητούς μου· ἄσπασαι τοὺς μυστηριοφύλακας, τὰ ἐμὰ ἠγαπημένα σπλάγχνα· ἄσπασαι τὴν κοπιῶσαν ἐν Κυρίῳ, ἧς ἀπέχω καὶ περισσεύω ἐν ἀγαθοῖς· ἄσπασαι πάντας τοὺς ἐν Χριστῷ ἀδελφούς, κἂν λαϊκοί, ἐξ ὧν Σέργιος ὁ εὐσεβὴς καὶ ἔγγυος. ἀσπάζονταί σε καὶ τοὺς ἄλλους οἱ σὺν ἐμοὶ ἀδελφοί. ὁ Κύριος Ἰησοῦς Χριστὸς μεθ᾽ ὑμῶν, ἀδελφοὶ ἀειπόθητοι· μνημονεύετέ μου τῆς ταπεινώσεως.

Ἰγνατίῳ τέκνῳ Ἀπὸ τῶν γραμμάτων σου θεωρῶν εἰμι τὴν καρδίαν σου, ὦ καλέ μου Ἰγνάτιε, καὶ χαίρω μὲν τῇ πεποιθήσει καὶ εἰλικρινεῖ ἀγάπῃ σου, λυποῦμαι δέ, ὅτι μὴ ἄξιος ὢν τοιούτους ἔχω τοὺς φιλοῦντάς με υἱοὺς ἐν Κυρίῳ, πάντα προαιρουμένους εἰς ἐμὲ τὸν δύστηνον, ὅτι, εἰ δυνατόν, καὶ τοὺς ὀφθαλμοὺς ἐξορύξαντες ἂν ἐδώκατέ μοι. τίς ὡς ἐγὼ ἐν μαθηταῖς δοξαστός, καὶ τίς ὁ ἐμοῦ ὑποδεέστερος διὰ τὰς ἁμαρτίας; οὐδείς.

Ἀλλ᾽ εὔχου, τέκνον, καὶ ὑπερεύχου κατορθοῦντά με πορεύεσθαι, ἵνα ἐν ἐμοὶ μὴ ὄνειδος, ἀλλὰ καύχημα ἔχοιτε· κἀγὼ παρακαλῶ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὑμᾶς τοὺς τῆς ἀδελφότητος ἀκρόμονας ἑδραίους εἶναι τανῦν, ἀμετακινήτους τῆς πίστεως, περισσεύοντας ἐν τῷ ἔργῳ Κυρίου πάντοτε, ἀφ᾽ ὧν γίνοιτο εἰς τοὺς ὑφειμένους εὐθύτης. εἴητε ἐξεμπλάρια τοῖς πᾶσιν ἀγαθοεργίας, κραταιότητος· βλέπετε τοὺς καταπίπτοντας ἐν ἀσεβείᾳ καὶ ἔμφοβοί ἐστε, μᾶλλον δὲ προσεκτικοί, θερμοκάρδιοι, διδακτικοὶ καὶ διεγερτικοὶ πρὸς τοὺς πλησίον, ἵνα καθ᾽ ἑκάστην στεφανοῦσθε.

Τεθεράπευκάς με, τέκνον, ἐν ταῖς τετράσιν, ἀλλὰ πάλιν ἀνταπέσταλκα αὐτάς, ἵνα μοι συμπληρωθείσας ἀποστείλῃς. ἀσπάζονταί σε οἱ σὺν ἐμοὶ ἀδελφοί σου.

Μαρίᾳ αὐγούστῃ Νῦν δοξάζειν ἔστι τὸν θεὸν ἐπὶ παντὶ ἀνθρώπῳ τῷ ἐνισταμένῳ ὑπὲρ ἀληθείας Χριστοῦ, καθότι οὐ προτιμᾶταί τι τῶν ἐπὶ γῆς οὐδὲ μέχρις οἰκείας σαρκὸς χάριν τῆς ἀμωμήτου πίστες ἡμῶν τῶν χριστιανῶν· μάλιστα δὲ δοξάζειν ἔστιν, ὅτι σὺ ἡ δοκοῦσα διὰ τὴν βασιλικὴν ἀξίαν, προσθείην δ᾽ ἂν καὶ διὰ τὴν γυναικείαν φύσιν καὶ ὅσα ἐξ ἀμφοῖν δυσχερῶς ἔχει, ὑποπτήσσειν καὶ προδιδεῖν τὴν εὐσέβειαν τοὐναντίον γενναίως ἔστης, στέφανον ὁμολογίας αἱρουμένη καὶ μηδενὶ τῶν ἐπιγείων ἔρωτι κρατουμένη. ὄντως βασιλικόν σου, δέσποινά μου, τὸ φρόνημα, ὑπερφερὲς τὸ τῆς ψυχῆς ἀξίωμα· μακαρία εἶ τελειοῦσά σου τὸν ἀγῶνα. ἔδωκας σύσσημον ἐν τῇ γενεᾷ ταύτῃ ἀρετῆς σου θεοτιμήτου, αἰνετόν σου γέγονε τὸ ὄνομα ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. ἐφάνης μᾶλλον ἐν τῷ κόσμῳ βασιλεύουσα τῇ ἀρετῇ ἢ ὅτε διάδημα περιετίθετό σοι χρυσοκόλλητον. εὐλογημένη σὺ ἐν βασιλίσιν, ἄρτι κλέος μοναζουσῶν, ἄρτι φῶς ἐν κόσμῳ, ἐπεὶ καὶ πρότερον, ἀλλ᾽ οὐ τοσοῦτον. στῆθι ἔτι, παρακαλῶ, μὴ πτοηθῇς, ἡ θεὸν ἐπίκουρον ἔχουσα, δι᾽ ὃν πτοηθήσεταί σε ὁ δοκῶν πτοεῖν σε. ἠδίκησαι τὸ πρὶν ἀδικίαν ἀθεράπευτον παρὰ βασιλεῖ, τοῦ καὶ ὁμοζύγου, δι᾽ ἣν καὶ τετάρακται πόσα καὶ πηλίκα ἡ ἐκκλησία τοῦ θεοῦ. μὴ καὶ ἄρτι; τότε ἠδυνήθη· παρὰ γὰρ τοῦ κρατοῦντος ἴσχυσεν ὁ διάβολος. οὐ μὴν ἄρτι· παρὰ σοῦ γὰρ τὸ προαιρεῖσθαι τὰ κράτιστα.

πιστὸς ὁ θεός, εἰς ὃν ἤλπισας δοῦναί σοι τῆς τελειώσεως τὸν στέφανον. μόνον παρακαλῶ ἔτι μικρὸν ὅσον ὅσον ἐνεγκεῖν σε τὰς προσβολάς, τὰς ἀπειλάς, ἃς ἡ στερρότης σου ὡς ἀφρὸν θαλάττιον διαλύσειεν ἐν Χριστῷ Ἰησοῦ τῷ δεσπότῃ καὶ νυμφίῳ σου.

Δέξαιό μου τὸ γράμμα ἐξ ἀγάπης πνευματικῆς καὶ ἀντιδοίης μοι τὴν ἱεράν σου προσευχήν.

Σπαθαρέᾳ Ἐκ πολλῶν προακηκοὼς τῆς κατὰ θεόν σου πολιτείας τὰ ἐξαίρετα ἄρτι καὶ πείρᾳ ἔμαθον δι᾽ ὧν ἀπέστειλας τῇ εὐτελείᾳ μου ὅτι ἔχεις σπέρματα εὐσεβείας ἐν τῇ καρδίᾳ σου, μεμνημένη τῶν διὰ Χριστὸν πασχόντων. ὅθεν, ὡς μανθάνω, καὶ φυλάττεις ἑαυτὴν ἀμέθεκτον τῆς τῶν αἱρετικῶν κοινωνίας. χάρις τῷ θεῷ ἐπὶ τῇ σεμνοπρεπείᾳ σου. τοῦ καλοῦ δὴ ἐκείνου ἀνθρώπου καὶ πᾶσιν ἐπιποθήτου σύμβιος ἡ κυρία μου· ἀγαθὸς ἀνήρ, γνώριμος ἡμῖν πάλαι. ὑμεῖς ἐξ ἀρχῆς καὶ φιλομόναχοι καὶ θεραπευταὶ τῶν ἐνδεῶν, ὥσπερ καὶ τανῦν· καὶ γὰρ ξενοδοχεῖσθαι πύθομαι παρὰ τῇ εὐλογημένῃ σου ἑστίᾳ καὶ Λιτόιον, τὸν ἡμέτερον υἱόν· τοὺς γὰρ ἄλλους αὐτὴ οἶσθα, οὓς καὶ περιέπεις.

Ἀγαθή σου ἡ ἐργασία, εὐλογημένη σου ἡ χηρεία· φυλαχθείης ἐν ἅπασιν εὐαρεστοῦσα Χριστῷ καὶ τὸν ὑπὲρ ἡμῶν μισθὸν ἀμειβομένη ἐν τῇ αἰωνίᾳ ζωῇ, δέσποινά μου τιμιωτάτη.

Ὑπατίσσῃ Ἀνέγνων τὴν ἐπιστολὴν τῆς τιμιότητός σου, καὶ ἐπὶ μὲν τῇ ὑγιείᾳ σου ἐδόξασα τὸν θεὸν ὁ ταπεινός· ὑγιείαν δὲ λέγω οὐ τὴν τοῦ σώματος τοσοῦτον (ἔστι γὰρ ὅτε τισὶ καὶ ἀλυσιτελὴς αὕτη, ὁπότε οὐ πρὸς ἀρετῆς ἐστιν ἐργασίαν), ἀλλὰ τὴν τῆς ψυχῆς· αὕτη γὰρ ἀεὶ εὐκταία. πόθεν γνωστόν; ὅτι φυλάττεις ἑαυτὴν σώαν τῆς κοινωνίας τῆς χριστομάχου αἱρέσεως φόβῳ θεοῦ καὶ πίστει ὀρθοδόξῳ· ἐν οἷς κἀγὼ χαίρω, τοιαύτης γυναικὸς θεόφρονος ἀλείπτης ὑπάρχων. ἐπὶ δὲ τῇ θλίψει σου συνελυπήθην οὐ μετρίως, συμφορᾷ ἐπὶ συμφορᾷ δοκιμαζομένης. εὔχομαι οὖν ὡς ἐλάχιστος διασκεδασθῆναι τὰ προσπεσόντα σοι λυπηρὰ ἐλέει θεοῦ καὶ εἰς τὰ τέκνα καὶ εἰς τοὺς δούλους· σὺ δὲ φέρε, ὦ γύναι σεβαστή, εὐχαρίστως τὰ θλιβερά, ὅτι ὃν ἀγαπᾷ Κύριος παιδεύει, ἐπειδὴ διὰ θλίψεών ἐστιν ἐπιτυχεῖν ζωῆς αἰωνίου, φειδοῖ δὲ (ὑπομνήσκω) ἐν τοῖς ὑπὸ χεῖρα· ἀνιέντες, ὥς φησιν ὁ ἀπόστολος, τὴν ἀπειλήν, εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶν ὁ Κύριός ἐστιν ἐν τοῖς οὐρανοῖς. οἶδα δὲ ὅτι φιλανθρώπως ἔχεις τὰ περὶ αὐτούς. καὶ μὴ βαρηθῇς ἐν τῇ ὑπομνήσει τῇ ἀγαπητικῇ. ἐν πᾶσιν οὖν ὁ Κύριός μου ἄθλιπτόν σε διατηρήσοι, εὐθηνουμένην ἐν τῇ τρίβῳ τῶν ἐντολῶν αὐτοῦ.

Μακαρίῳ ἡγουμένῳ Καὶ πρὸ ἀναγνώσεως, ἀπ᾽ αὐτοῦ μόνου τοῦ ἐπὶ χεῖρας δέξασθαί με τὴν τῆς μακαριότητός σου ἁγίαν ἐπιστολήν, παρεκλήθη μου ἡ ταπεινὴ ψυχή, θεοτίμητέ μου πάτερ· ἐπεὶ δὲ καὶ ἀνέγνων, ἀπελύθην πάσης ὑπονοίας ὑπολυπούσης μου τὴν ταπείνωσιν, μαθὼν τῆς βραδυγραφίας τὰς αἰτίας, καὶ ἐδόξασά μου τὸν ἀγαθὸν θεόν, εὑρηκὼς τὴν πνευματικὴν ἀγάπην τῆς θεοφιλίας σου διαμένουσαν εἰλικρινῆ πρὸς ἡμᾶς τοὺς εὐτελεῖς. ἀλλὰ καὶ διαμείνοιεν, ὦ εἰρηνοποιητὰ τοῦ παντός, θεὲ καὶ Κύριε· ἴσθι γάρ, φιλοθεώτατε, γνησίως φιλεῖσθαί σε παρ᾽ ἡμῶν καὶ ἀρραγῆ τὸν τῆς ἀγάπης σύνδεσμον ἡμᾶς διατηρεῖν, καθότι καὶ προήχθημεν τὸ πρότερον γράψαι πρὸς τοὺς ὑπὲρ εὐσεβείας ἀγῶνας ἐμβεβηκότι σοι, οὐχ ὡς τοῦ εὐτελοῦς ἡμῶν γράμματος ὀνήσασθαί τι δυναμένου ἢ ἀλείφειν ἐξισχύοντος (πόρρω γὰρ τῶν τοιούτων ἡμεῖς καὶ λόγῳ καὶ βίῳ παρερριμμένοι), ἀλλ᾽ ὡς τοῦ καιροῦ καὶ τῆς ἀγάπης ἀπαιτούσης· οὗ χάριν καὶ τὸ πρὸς ἄλλους ἀδελφοὺς καὶ πατέρας ἐπιστέλλειν ἠναγκάσθημεν. εὖ δὲ καὶ πάνυ εἰκότως λέλεχέν σου ἡ τιμιότης τὸν καιρὸν ἐξαγοράζειν φειδοῖ τῶν διωκόντων καὶ τῶν μὴ τὰ ἀδελφὰ φρονησάντων· ὧν τίς οὐ στενάξειεν τὴν πτῶσιν, χαλεπὴν οὕτω οὖσαν καὶ ἐπιβλαβῆ πάσῃ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ;

εἰ κἀκείνοις ἀλογευθεῖσιν οἰκονομίας δοκεῖ εἰργάσθαι τρόπος, ὢ τῆς κακῆς ἀρχῆς καὶ ῥίζης—οἶδας ὁ πατὴρ ὃν λέγω, ἐξ οὗ καὶ οἱ λοιποὶ ᾤχοντο τῇ δυσβουλίᾳ.

Ἀλλ᾽ ὤ, πῶς ἀδακρυτὶ τὸν Φλουβουτῆς εἰς μνήμην ἐνέγκω; ἐπὶ μὲν γὰρ τῶν ἄλλων σύνηθες τὰ πραττόμενα καὶ οὐ τοσοῦτον ἐκπλήττοντα, εἰς δ᾽ οὖν τὸν ἄνδρα ἐκεῖνον τί εἴπω, τί διανοηθῶ; ὤ, πῶς πέπτωκεν ὁ ἑωσφόρος; ὤ, πῶς κατηνέχθη ὁ οὐρανομήκης στῦλος; μικροῦ καὶ ἐξέστην τῇ ἀκοῇ καὶ ὡς πολλοῦ ἄπιστός μοι ἔδοξεν εἶναι, εἰ, ὃν ἐγὼ ἠπιστάμην ἐν πολλῇ πείρᾳ καί γε ἐν τῷ ἐξορίζεσθαί με ἐνταῦθα εἶδον καθ᾽ ὁδοῦ καὶ ἔλαβον φωνὰς μαρτυρικάς, ἀναπείσαντα καὶ αὐτὸν τὸν Νικαίας μὴ συνελθεῖν εἰς κοινωνίαν, ὥς φησι, ἢ ἀπορρῆξαι ἑαυτὸν ἐκείνου συνελθόντος, οὗτος κοινωνὸς τοῖς χριστομάχοις γέγονεν καί, τό γε ἐλεεινότερον, ὅτι καὶ ἀναλγήτως ἔχει, ὡς πυνθάνομαι, ἐπὶ τῇ ἀσεβείᾳ, μηδὲ ῥῆμα πρόεσθαι εὐχῆς συγχωρητικῆς πρὸς τοῦτο εἰς θεὸν βουλόμενος. οὐ θαυμάζεις, ὦ ἄνθρωπε τοῦ θεοῦ; οὐ πεπλήρωται τὸ προφητικόν, ὅτι ἱερεὺς καὶ προφήτης ἅμα ἐξέστησαν; τίς δῴη τῇ κεφαλῇ μου ὕδωρ καὶ τοῖς βλεφάροις μου πηγὴν δακρύων καὶ κλαύσομαι ἐπὶ τῷ τηλικούτῳ συντρίμματι; οἱ τίμιοι καὶ ἰσόχρυσοι ἐγενήθησαν ὡς ἀγγεῖα ὀστράκινα.

Ἀλλὰ τί τὰ ἄλλων κατοδύρομαι; εἰς ἐμαυτὸν ἐπιστρέψω τὸν θρῆνον. πῶς σωθῶ ἀπὸ τοῦ πονηροῦ; πῶς διαβιβάσοιμι τὸν ἐνεστῶτα ἀγῶνα ἀνίσχυρος ὤν, τῶν δυνατῶν ὀλισθησάντων; διὰ τοῦτο δέομαί σου τῆς ὁσιότητος, στῆθι κἂν αὐτὸς ὁ ἐκλεκτὸς τοῦ θεοῦ ἀκλινής, πάγιος, ἐρηρεισμένος ἐν τῇ ἀσαλεύτῳ πίστει Χριστοῦ, τῇ οἰκείᾳ στάσει στερεῶν καὶ βεβαιῶν σὺν πολλοῖς ἄλλοις, οἷς ἐστι πνεῦμα ζωτικόν, καὶ τὴν ἐμὴν χαυνότητα, φιλοῦσαν μὲν ὑπὲρ Χριστοῦ καὶ διὰ Χριστὸν παθεῖν πάντα, ἀναξιουμένην δὲ διὰ τὰ ἄμετρα ἁμαρτήματα. ἐρρωμένον σε καὶ ἰσχύοντα μετὰ θεοῦ κατὰ τῶν κατὰ θεοῦ ἡ μεγάλη χεὶρ τοῦ Κυρίου διαφυλάξειεν, τὸν ἐμὸν πατέρα καὶ δεσπότην.

Ἀθανασίῳ ἡγουμένῳ Ἀδολεσχοῦντά με ἤδη ἐκ πολλοῦ χρόνου καὶ ποθοῦντα μαθεῖν τὰ τῆς ὁσιότητός σου, ἐπιστὰν τὸ θεοφιλές σου γράμμα, ὅσον εὔφρανεν καὶ ἥδυνεν τί χρὴ καὶ λέγειν; ἀπελύθην γὰρ τῆς μερίμνης καὶ ἐδόξασα τὸν ἀγαθὸν ἡμῶν θεόν, γνοὺς τὸ ὑγιές σου τῆς τε τοῦ σώματος ἕξεως καὶ τοῦ καταστήματος τῆς τιμίας σου ψυχῆς· οἵα γὰρ ἡ ἐπιστολή, ἀγάπης ἀδελφικῆς ἐπίμεστος, ἀνδρείας θεϊκῆς ἀνάπλεως, ζήλου διαπύρου κατάκαρπος, τῶν χαρισμάτων ὄντως τοῦ πνεύματος πεπληρωμένη, καὶ ταῦτα ἐν εἱρκτῇ ὄντος σου σιδηροδεσμίου, ὢ τῆς καλῆς σου ὁμολογίας, ὢ τῆς σταθηρᾶς σου καρδίας· ἐμαστιγώθης μετὰ Χριστοῦ, οὐχ ἅπαξ ἀλλὰ καὶ δίς, καὶ τετυμμένος ἐγεγήθεις καὶ τὴν ἐξορίαν εἵλου περιχαρῶς καὶ ὡς ἐντρυφήματα τὰ ὑπὲρ θεοῦ σοι βασανίσματα ἐγεγόνει.

διὰ τοῦτό σε καλῶ πατέρα μου καὶ πατέρα πολλῶν, ἀθλητὴν εὐσεβείας, στῦλον καὶ ἑδραίωμα τῆς ἀληθείας καὶ ὁμολογουμένως ὁμολογητὴν Χριστοῦ, οὐχ ἕνα δίαυλον διανύσαντα ἐν τῷ δρόμῳ τῆς μαρτυρίας, εἶτα ἠτονηκότα καὶ εἰς τοὐπίσω τραπέντα, ὡς οἱ περὶ Ἰωσὴφ ὀλισθήσαντες (ἐν οἷς ἐκεῖνο ἂν λεχθείη εἰκότως· οὐδεὶς βαλὼν τὴν χεῖρα ἐπ᾽ ἄροτρον καὶ στραφεὶς εἰς τὰ ὀπίσω εὔθετός ἐστιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· οἷς μεγάλη μὲν ἡ ἀνομία, μείζων δὲ ἡ αἰσχύνη ἐν μέσῳ τοῦ κόσμου μετὰ καὶ τῆς ἀρᾶς τῆς μυλιονίτιδος τοῦ σκανδάλου), ἀλλὰ πολλοὺς καὶ καλοὺς διαμείβοντα καὶ διαμείψοντα, εὖ οἶδ᾽ ὅτι, εὐδοκίᾳ θεοῦ ἐπὶ τέλει τῶν στεφάνων.

Χαῖρε κράτιστε Ἀθανάσιε, τὸ μέγα παρὰ πᾶσιν καὶ σεβάσμιον ὄνομα, εἰκότως σοι ἐπιτεθὲν καὶ κατὰ φερωνυμίας λόγον· χαῖρε ὅρπηξ εὐστέλεχε Κυρίου, οὗ πρὸς σὲ ἡ ἀνάπαυσις. ἐν τίνι, φησί, κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου. χαίροις ἐμοὶ προσφιλέστατε καὶ τεκνοπάτωρ, τὸ μὲν διὰ τὸν πόθον, τὸ δὲ διὰ τὸ ἀξίωμα, ὁ συνεργὸς καὶ σύναθλος, εἴπερ ἔνεστιν εἰς ψήφισμα κἀμὲ τὸν ἀχρεῖον λαμβάνεσθαι· διότι οὐδὲν ἀγαθὸν κέκτημαι οὐδὲ συνεισήνεγκα τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, εἰ δὲ καὶ ἔστιν, αὐτῷ ἡ χάρις, συνυπουργούντων καὶ ὑμῶν τῇ ὁμοτροπίᾳ διὰ τῆς ἀλληλουχίας, ἵνα, καθὼς γέγραπται, ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα εὐχαριστηθῇ ὑπὲρ ὑμῶν.

Αὕτη ἡ μικρά μου προσφώνησις τοῦ εὐτελοῦς. σὺ δέ, ὦ ἱερὰ κεφαλή, τῷ καλῷ σου θεμελίῳ ἐποικοδομῶν, τελείωσον σεαυτὸν οἶκον θεοῦ, μέχρις αἵματος ἑτοιμαζόμενος ἐν τῇ ὁμολογίᾳ Χριστοῦ, τὰ αὐτὰ κἀμοὶ ἀεὶ ὑπερευχόμενος, ὡς ἂν μὴ διὰ τὰς ἁμαρτίας ἀποσχισθείην τῆς ἱερᾶς ὑμῶν τριάδος μηδ᾽ αὖ τῶν ἄλλων ἰσοκλεῶν ὑμῖν πατέρων· εἰσὶ γὰρ ἔτι οἱ μὴ κάμψαντες γόνυ τῇ Βαάλ.

Φιλίππῳ μονάζοντι Τὰ συμβεβηκότα σοι, τέκνον πνευματικόν, γνωστὰ ἡμῖν ἐγένετο· τί ταῦτα; ὅτι μετὰ τὸ ὁμολογῆσαί σε ἐνώπιον θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων ἐν ὠσὶν τοῦ τε οἰκονόμου καὶ τῆς συμπαρούσης ἀδελφότητος τέκνον ἡμῶν εἶναι καὶ συναρίθμιον τοῖς ἄλλοις, ἔτυχεν κοιμηθέντος τοῦ κατὰ σάρκα σου πατρὸς ληφθῆναί σε εἰς προστασίαν τῶν ἐν τοῖς αὐτόθι ἀδελφῶν μεσιτείᾳ τοῦ ἀδελφοῦ Θεοδούλου καὶ τέκνου ἡμῶν, ἀποσταλέντος αὐτοῦ παρά τε τοῦ οἰκονόμου, τοῦ τε ἀντιπροσώπου μου καὶ τῶν ὑπ᾽ αὐτῷ ἀδελφῶν, εἰς αὐτὸ τοῦτο συνεργησάντων πάντων. καί γε ἐδεξάμεθα καὶ ἡμεῖς οἱ ταπεινοὶ τὴν ψῆφον, σφραγισάμενοι ἐν Πνεύματι Ἁγίῳ τὸ γεγονός, εἶναί σε ἡγούμενον τοῦ τῇδε μοναστηρίου ὡς ὑφ᾽ ἡμῶν αὐτῶν προβληθέντα καὶ δοθέντα εἰς κεφαλὴν τοῦ σώματος τῆς αὐτῆς ἀδελφότητος, διὰ σοῦ προσειληφότες τοὺς ἅπαντας. χαίρομεν οὖν ἐν τούτοις καὶ ἔχομέν σε ἐν τοῖς αὐτόθι ἑπόμενον καὶ μαθητιοῦντα ἡμῖν, προηγούμενον δὲ τῶν λοιπῶν ἐν Κυρίῳ. βλέπε οὖν, τέκνον, πῶς μέλλεις βιοῦν, θεοπρεπῶς καὶ κεκανονισμένως, τῇ κατὰ τὴν ἀδελφότητα ἡμῶν μιμήσει, εὐθυνόμενος εἰς πᾶσαν ἐντολὴν θεοῦ. ἐπειδὴ δὲ τὸ ζητούμενον ἄρτι ἡ τῆς ὀρθοδοξίας φυλακή, φύλαξαι, τέκνον, τῆς τῶν αἱρετικῶν κοινωνίας παντάπασιν ἀπεχόμενος, ἕτοιμος εἶναι εἰς πᾶσαν θλῖψιν καὶ στενοχωρίαν ὑπὲρ Χριστοῦ, δι᾽ ὃν καὶ ὁ πόλεμος πανταχοῦ τοῦ διωγμοῦ.

στῆθι κραταιῶς πρὸς τὰς προσβολὰς τῶν ὑπεναντίων τῆς πίστεως, μὴ πτοηθῇς, μὴ προδῷς τὸν Χριστὸν προδιδοὺς τὴν ἀλήθειαν· ἐὰν δεῖ διωχθῆναι, χαίρων διώχθητι, καλὸν τὸ συμφυγαδευθῆναι Χριστῷ· ἐὰν ἀπαιτοίη καὶ ἄλλο τι ὁ καιρός, δὸς τὸ σῶμά σου εἰς μάστιγας, τὸ αἷμα εἰς μαρτύριον Χριστοῦ, συνδιεγείρων ἐν τούτῳ καὶ τοὺς ὑπὸ χεῖρά σου τὰ αὐτὰ παθεῖν, διδάσκων, νουθετῶν, παρακαλῶν, ἀλείφων, ὁπλίζων ὡς καλὸς πρωτοστρατιώτης Χριστοῦ. ἄρεσον τῷ στρατολογήσαντί σε θεῷ εἰς τὴν καλὴν στρατείαν ταύτην, μὴ συνδεόμενος τῇ ἐπιθυμίᾳ τῶν γηίνων, ὅτι πάντα παρερχόμενα καὶ ξένα ἡμῶν, διότι πάροικοι πάντες καὶ παρεπίδημοι. ποῦ ὁ ἐνεγκών σε εἰς φῶς; οὐ παρῆλθεν; οὐ πάντα εἴασεν, ἓν μόνον ἀράμενος, τὸ φορτίον τῶν ἔργων, εἴτε καλὸν εἴτε ἄλλως;

Ἐὰν οὕτω εὐθυνθῇς πολιτεύσασθαι, ἰδοὺ μετὰ σοῦ τὸ πνεῦμα τῆς ταπεινώσεώς μου. ὁμολογῶ σε μέλος μου εἶναι τίμιον, τέκνον γνήσιον ἐν μερίδι τῆς ἡμετέρας ἀδελφότητος, οἰκειότερον δὲ εἰπεῖν ἐν κλήρῳ ἁγίων. εἴληφας τὸ ποίμνιον Χριστοῦ, ἀγρύπνησον, ποίμανον, κοπίασον ὡς Ἰακὼβ τῷ παγετῷ τῆς νοητῆς νυκτὸς καὶ τῷ καύσωνι τῆς ἡμέρας, τὸ ἠσθενηκὸς ἐνισχύων, τὸ πλανώμενον ἐπιστρέφων, τὸ συντετριμμένον καταδεσμῶν, τοὺς νοητοὺς θῆρας εὐχαῖς ἀποσοβῶν, σεαυτὸν περὶ πάντα παρεχόμενος τύπον καλῶν ἔργων, ἵνα βασιλείας οὐρανῶν διὰ τῆς εὐαρέστου ποιμνιαρχίας ἄξιος ἔσῃ, προσευχόμενος ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὡς διδάσκειν ἐπιστεύθημεν ὑπὸ θεοῦ καὶ πράττοντες πορευώμεθα. ἔρρωσο, ἄνερ.

Κωνσταντίνῳ κουράτορι Ἀκοὴ ἀγαθὴ τῆς τιμιότητός σου ἐλθοῦσα ἐν ὠσί μου ἔπεισέν με ἐπιστεῖλαί σοι, ἄνερ ἀγαθέ. τίς δὲ αὕτη; ὅτι μετὰ τῆς ἄλλης σου ἀρετῆς, ἧς ἔσχες ἀπὸ χάριτος θεοῦ, ἔτι ἔχεσαι ἀκακίας, φυλάττων τὴν ὀρθόδοξον πίστιν ὡς θησαυρὸν ἐν τῷ ταμιείῳ τῆς τιμίας σου ψυχῆς καὶ ἀφιστάμενος τῆς κοινωνίας τῶν αἱρετικῶν. χάριν πολλὴν ἔσχον ἐν τούτῳ τῷ θεῷ μου, ὅτι λαϊκοὶ ἴσα μονάζουσιν ἀγωνίζονται εὐαρεστεῖν Κυρίῳ, φεύγοντες τὸν βόθρον τῆς αἱρέσεως· βόθρος γάρ ἐστιν ὡς ἀληθῶς, ἀδελφέ, καὶ παγὶς διαβόλου, καὶ ἡ κοινωνία αὐτῶν διίστησι τοῦ Χριστοῦ τὸν ἁλῶντα καὶ μακρὰν τῆς ποίμνης Κυρίου ἀποφέρει. ὡς γὰρ τὸ φῶς ἀπὸ τοῦ σκότους κεχώρισται, οὕτως καὶ ἡ ὀρθόδοξος μετάληψις τῆς αἱρετικῆς κοινωνίας· ἡ μὲν γὰρ φωτίζει, ἡ δὲ σκοτίζει, καὶ ἡ μὲν ἑνοῖ τῷ Χριστῷ, ἡ δὲ τῷ διαβόλῳ, καὶ ἡ μὲν ζωοποιεῖ τὴν ψυχήν, ἡ δὲ θανατοῖ.

Καλῶς οὖν ποιεῖς, ἐπὶ τὴν πηγὴν τῆς ζωῆς τρέχων καὶ οὐκ ἀρυόμενος τοῦ θανασίμου ποτηρίου τῆς ἀσεβείας, ἧς τὸ τέλος ὄλεθρος αἰώνιος. μακαρίζω σε πάνυ· ἀλλὰ βλέπε ἵνα καθὼς ἐνήρξω καὶ τελειώσῃς ἐν τῇ δυνάμει Χριστοῦ, τοῦ ἔχοντός σε προσλαβέσθαι εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν διὰ τοῦ ἀγαθοῦ τέλους. προσεύχου περὶ ἡμῶν τῶν ἁμαρτωλῶν, ἀδελφὲ ὁμόπιστε.

Σισόῃ ἐπισκόπῳ Ἤινεσα τὸν θεὸν ἡμῶν τὸν ἀγαθόν, ἐντυχὼν τοῖς γράμμασι τῆς ἁγιωσύνης σου, ἠγαπημένον μου τέκνον καὶ ἀδελφὲ καὶ πατήρ, ὅτι καὶ ταπείνωσίς σοι πρόσεστι καὶ πίστις κραταιὰ καὶ προθυμία ζέουσα καὶ εὐψυχία ὑπομονῆς καὶ σοφία λόγου, ᾗ οὐκ ἠδυνήθη ὑπαντῆσαι ὁ υἱὸς τῆς ἀπωλείας καὶ μυωξὸς τῆς ἀλογίας· καὶ χάρις θεῷ τῷ εὐθύβολον δόντι σοι στόμα καὶ γλῶσσαν διατέμνουσαν αἱρετικὴν γλωσσαλγίαν.

Νῦν οὖν, υἱέ μου γνήσιε καὶ πατὴρ πολυπόθητε, ἔτι ἀγώνων ἔπαθλα, ἐπείπερ ἔμαθον ὅτι μετέστης εἰς τὸ κολαστήριον. στῆθι, παρακαλῶ, ἄνδρισαι, δέομαι, ἀρίστευσον, ἀντιβολῶ, δεῖξον ἔργα δυνάμεως θεοῦ ἐν τῇ ἀσθενεῖ ταύτῃ σαρκί, πρὸ τῶν ποδῶν σου ἱκετεύω· ἀπείποι ὁ κολάζων τῶν ἄλλω, τοῖς σοῖς ἡττηθεὶς ἀγωνίσμασιν. ἐν ἐπισκόποις, φῶς μου, λάμψον, ἐν μονάζουσι, ζωή μου, κορυφώθητι, ἐν ὁμολογηταῖς, σπλάγχνον μου ὁμοῦ καὶ κορυφή, στεφανώθητι· αἰνεσάτωσαν ἐπὶ σοὶ ὁ οὐρανὸς καὶ ἡ γῆ, δοξασάτωσαν ἱερεῖς καὶ ἱεράρχαι ὁμοῦ τε καὶ μονασταί, τῶν ἑαυτῶν ἕκαστος εἰσποιούμενος εἰς ἐγκαλλώπισμα διὰ τοῦ οἰκείου ἀξιώματος. ἔστω, ταλαιπωροῦμεν, λιμώττομεν, ἐκλείπομεν δίψει, ἀπορούμεθα, ἐξαπορούμεθα, προσθείην, μαστιγούμεθα· ἐπὶ ξύλου ὁ ποῦς, ἐπὶ δεσμοῦ ὁ τράχηλος, μάχαιρα, τὸ τελευταῖον, πῦρ. τί πρὸς τὴν βασιλείαν τῶν οὐρανῶν; τί πρὸς τὰ ἐν ἐπαγγελίαις ἀγαθά; καὶ ὅτι οὐκ ἔστι διὰ Χριστὸν πάσχοντα μὴ Χριστὸν ἔχειν ἐπικουροῦντα καὶ τοσοῦτον παραχωροῦντα πειρασθῆναι, ὁπόσον καὶ οἷόν τε ἐνεγκεῖν ἡμᾶς· μὴ γὰρ ἄλλος ἐστὶν ὁ θανατῶν καὶ ζωογονῶν; μὴ δὴ οὖν, ἀδελφέ, ἀτονήσωμεν, ἀκούοντες τοῦ λέγοντος, πέπεισμαι ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ.

Οὕτως ἐλπίζω τὰ περὶ σοῦ, οὕτω καὶ αὐτὸς προσεύχου τὰ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, ἐῶν οὓς ἀναξίως προσάπτεις μοι ἐπαίνους· εἰμὶ γὰρ ἐλαχιστότερος πάντων ἀνθρώπων.

Βησσαρίωνι τέκνῳ Ἡδέως ἀνέγνων σου τὴν ἐπιστολήν, τέκνον μου, ἐν τῷ εὑρεῖν με τὴν ὑγίειάν σου καὶ προθυμίαν, τὴν ὑπομονὴν καὶ παράκλησιν· μακάριος εἶ, τέκνον μου Βησσαρίων, ὅτι διὰ Χριστὸν πάσχεις, φυλακὴν κατακριθεὶς παρὰ τῶν ἀσεβούντων, ἥτις ἐστὶ δόξα σοι καὶ στέφανος· τί οἴει πανθάνειν τοὺς Κρῆτας, ἀκούοντας ὅτι ὁμολογητὴς Χριστοῦ εἶ; εὐκλέησας καὶ τὸ γένος καὶ τὴν πατρίδα σου κἀμὲ τὸν ἀνάξιον, καὶ μέντοι τοὺς ἀδελφούς σου. ὀξύνου εἰς γνῶσιν θεοῦ, ἐπιστόμιζε τοὺς προσβάλλοντάς σοι αἱρετικούς, ὅτι Χριστὸς ἡ Χριστοῦ εἰκὼν τῇ κλήσει οὐ τῇ φύσει, ἐν ᾗ τιμᾶται (ὡς καὶ τοὐναντίον), οὕτως τῆς Θεοτόκου, οὕτως ἑκάστου ἁγίων. ἐν τῇ ὑπομονῇ σου κτῆσαι τὸν μισθόν σου, μνημονεύων κἀμοῦ τοῦ ἁμαρτωλοῦ, ἵνα διασῴζωμαι ἐν πᾶσιν.

Ὑπατίῳ τέκνῳ Ἠρέσθην ἐν τοῖς γράμμασί σου, τέκνον μου, ὅτι ἐκεῖνα στέργεις καὶ ἀγαπᾷς, οἷα καὶ ὅσα φιλῶ ἐν Κυρίῳ, ὥστε ἀποδέξασθαί με καὶ τὴν προτέραν σου πρόθεσιν καὶ τὴν ὑστεραίαν ταπείνωσιν. ἔσο τοίνυν, τέκνον, εὐαρεστῶν τῷ θεῷ μετὰ τοῦ ἀδελφοῦ Λουκιανοῦ· οὐδὲ γὰρ εὐαγὲς οὔτε ἀπρόσκοπον διῃρημένους ὑμᾶς εἶναι, οὐ μόνον ἀδελφοὺς ὄντας, ἀλλὰ καὶ ἀπ᾽ ἐμοῦ τοῦ ταπεινοῦ χωρισθέντας. οὐκ ἀρκεῖ μοι τοῦτο, ἀλλὰ καὶ μετὰ χώρισιν πάλιν χώρισις; φεῦ τοῦ κακοῦ· μή, παρακαλῶ. εἰ καὶ παρὰ διαβόλου, βασκαίνοντος τὴν ὁμόνοιαν καὶ διὰ τοῦτο ἢ ἀπεχθείας ἢ σχέσεις παραρτύοντος, ὡς ἐξ ἀμφοτέρων τὸν χωρισμὸν ἐργάσασθαι, ἀλλ᾽ ἡμεῖς γε, τὰ νοήματα αὐτοῦ μὴ ἀγνοοῦντες, βιαζοίμεθα τὴν φύσιν καὶ ἕλκωμεν διὰ ταπεινώσεως τὸν ἔλεον τοῦ θεοῦ πρὸς τὸ μὴ διίστασθαι ἡμᾶς· εἴη γὰρ ὁ Χριστὸς οὕτω μεθ᾽ ὑμῶν. τίς Πέτρου καὶ Ἰωάννου μείζων ἐν ἀποστόλοις; ἀλλὰ καὶ Πέτρος παραχωρεῖται ὑπὸ Ἰωάννου δημηγορεῖν, παίει καὶ Πέτρος, Παύλου λαλοῦντος· οὐ γὰρ ὅπως τὸ πρωτεῖόν τις ἁρπάσοι, ἀλλ᾽ ὡς ἂν τὸ χρειῶδες γίνοιτο καὶ τὸ τακτικὸν αὐτοῖς ἐσκοπεῖτο.

Οὕτω καὶ αὐτοὶ μιμηταὶ εἴητε τῶν ἁγίων. χαίρω ὅτι διὰ σοῦ προέρχεται λόγος εἰς τοὺς ζητοῦντας, ἀλλὰ μετὰ συμβουλίας. ἀλλὰ μὴ εἰς ὄψεις γυναικείας ἐκτὸς ἀνάγκης ἔρχεσθε, μή που πλήξωμεν ἢ πληγῶμεν ὡς ἔτι ἰάσασθαι προαιρούμεθα ἄλλους, καὶ τὰς προσόδους ἐξ ἀναγκαίου· τὸ φιλογύρευτον ἄκαρπον καὶ διαλυτικὸν ψυχῆς. ταῦτα γινώσκων φύλασσέ μοι ἑαυτὸν σῶον.

Βασσιανῷ τέκνῳ Ἐπισκέπτομαί σε καὶ αὖθις διὰ τοῦ γράμματος, τέκνον μου Βασσιανέ, καὶ χαιρετίζω σε ἐν Κυρίῳ. ζῆθι, γήθου, εὐφραίνου, ὅτι ἠξίωσαι διὰ Χριστὸν ἐν φυλακῇ εἶναι, ἐν μονώσει, ἐν θλίψει, ἐν στενοχωρίᾳ· ἀνατελεῖ σοι μικρὸν ὕστερον χαρὰ ἀνεκλάλητος ἐπὶ τέλει τῶν ἀγώνων. διό, τέκνον, στέρξον, καρτέρησον ἐν Κυρίῳ, τὰς αἰωνίους ἀμοιβὰς ἀναλογιζόμενος, ὅτε σκιρτήσεις αἰώνια· βλέπε ὅτι ὁ διάβολος παντί ἐστιν ἐφεδρεύων, ζητῶν τὴν ἀπώλειαν ἡμῶν, ἵνα συμποδίσῃ, ἵνα σκοτώσῃ τὸν νοῦν. μὴ δῷς αὐτῷ χώραν· γρηγόρει καὶ ἐν τῇ φυλακῇ, ὅτι καὶ μᾶλλον ὧδε ἀγριώτερος καθίσταται ἡμῖν, μεμονωμένοις οὖσι καὶ οὐκ ἔχουσιν ὑπό τινων περιέλκεσθαι ὧδε κἀκεῖσε. σὺ οὖν χρῶ ἐργοχείρῳ, ἀναγνώσει, στιχολογίᾳ, προσευχῇ, ἐννοίαις οὐρανίοις, ἵνα μὴ ἀργὸν καὶ ἄπρακτον εὑρίσκων σε βάλλοι· ἀλλὰ καὶ ὁσάκις τιτρώσκει, τοσαυτάκις ἀνταναιρείσθω φόβῳ θεοῦ καὶ μηδαμῶς κάτω ἡμᾶς ἐχέτω. μέγα τὸ σωθῆναι, μεγάλων καὶ ἀγώνων χρεία. συγχωρηθείη σοι τὰ ἕως τοῦ παρόντος· νῦν ἠρξάμην, εἰπὲ καὶ αὐτός, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου.

Μνημόνευε τῆς ταπεινώσεώς μου. προσαγορεύουσίν σε οἱ σὺν ἐμοὶ ἀδελφοί σου. ὁ Κύριος μετὰ σοῦ.

Εὐοδίῳ καὶ Ἰωάννῃ τέκνοις Καὶ νῦν δεξάμενος τὴν ἐπιστολήν σου, τέκνον μου ἠγαπημένον, ἀπεδεξάμην, ἐπιγνοὺς τὴν ἀληθινὴν πίστιν σου καὶ ἀγάπην, οὐ μὴν ἀλλὰ καὶ εὐγενῆ καὶ ἱεράν σου πρόθεσιν, ἣν ἔχεις ὑπὲρ ἀληθείας θεοῦ, ἕτοιμος ὢν πάντα παθεῖν ὑπὲρ αὐτοῦ. εὐλογητὸς Κύριος ὁ οὕτως ἑτοιμάσας καὶ παρασκευάσας σε· τοῦτό με μάλα εὔφρανεν, τοῦτό με εἰ φίλτρον σου περισσότερον ἤγαγεν, εἶτα κἀμὲ ἐστερέωσεν· ὑμῶν γὰρ σπενδομένων διὰ Χριστὸν ἐγὼ ἐστερέωμαι ὁ ταπεινός. ἐν τῇ τοιαύτῃ οὖν διαθέσει συντηρήσειεν ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον (κοινῶς λέγω διὰ τὸ μαθεῖν με σὺν σοὶ εἶναι καὶ τὸν ἀδελφὸν Ἰωάννην, τὸ ἐξ ἴσου ἠγαπημένον μου τέκνον)· τοῦτο γάρ ἐστιν ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἡ τοιαύτη, λέγω, παρασκευὴ καὶ ἑτοιμασία.

Ἀλλὰ προσεύχεσθε, παρακαλῶ, καὶ ὑπὲρ ἐμοῦ τοῦ ταπεινοῦ τελειῶσαί με ἐν Κυρίῳ τὸν προκείμενον ἡμῖν ἀγῶνα, οὐ μόνον τὸν ὁρώμενον, ἀλλὰ καὶ τὸν νοούμενον. ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοὶ ὑμῶν· ἡ χάρις μεθ᾽ ὑμῶν. ἀμήν.

Δωροθέῳ τέκνῳ Καὶ πάλιν κατάρχω τοῦ γράφειν σοι, τέκνον μου ἠγαπημένον· ἣν γὰρ ἐδεξάμην ἐπιστολήν σου, ἀπόδοσις ἦν προτέρων μου γραμμάτων. πῶς οὖν ἔχεις ἐρωτῶ, πῶς διαβιβάζεις σου τὰς ἡμέρας. καλῶς, οἶδ᾽ ὅτι (λέγω δὲ κατὰ θεόν· τί γὰρ ἡδύτερον τοῦ ὑπὲρ ἀληθείας πάσχειν;), πρὸς δὲ τὸ σῶμα καὶ λίαν θλιπτικῶς, φυλακῆς οὔσης καὶ ταύτης κακίστης, ἔπειτα καὶ τοῦ διδομένου σοι ἄρτου δυσβρώτου ὄντος, καθὼς ἀπηγγέλη μοι. ἀλλὰ τί πρὸς τὸν κατέχοντά σε ἀτεράμονα καὶ στρατοφύλακα, ἀλλ᾽ οὐ μονάζοντα, πολλοῦ γε εἰπεῖν ἡγούμενον; ἤνεγκεν δὲ ὅμως ὁ καιρὸς ἵνα φανῶσιν οἱ τοῦ θεοῦ καὶ τὰ ζιζάνια ἐξ ἐναντίας. ἐπὶ τῆς μοιχοσυνόδου προεφασίζοντο προφάσεις ἐν ἁμαρτίαις· ἀπηλέγχθησαν τανῦν ὅτι κἀκεῖνα ἀσεβοῦντες ἐποίουν.

Ἐκεῖνοι μὲν οὕτως. σὺ δέ, ὦ τέκνον μου ἠγαπημένον, ὡς τὰ πάλαι διὰ Χριστὸν οὕτω τε καὶ τανῦν πάσχεις, φρουρὰν οἰκῶν δι᾽ αὐτόν, μόνος ὢν ἐν αὐτῇ, ἀλλ᾽ οὐ μόνος· ὁ Χριστὸς γὰρ μετὰ σοῦ καὶ ὁ φύλαξ τῆς ζωῆς σου ἄγγελος. ὑπομείνωμεν, παρακαλῶ, τὸν τῆς ὑπομονῆς τοὺς στεφάνους ἡμῖν ἑτοιμάζοντα· εἰ καὶ πνιγόμεθα τῇ ὀλιγωρίᾳ, ἀλλὰ γλυκανθῶμεν τῇ ἐλπίδι· εἰ καὶ στενούμεθα ταῖς χρείαις, ἀλλ᾽ εὐψυχῶμεν τῇ ἀποκαραδοκίᾳ. τί γάρ; οὐ δυνατὸς ὁ Κύριος ὀμβρίσαι ἀορασίᾳ ἄρτους, πᾶν εἴ τι ἐδώδιμον ἄλλο; ἀλλὰ ἀναμένει τὴν ὑπομονὴν ἡμῶν, ἵνα στεφανώσῃ, ὅπως δοξάσῃ καὶ εὐφράνῃ εἰς αἰῶνας. ναί, τέκνον, δέομαι, φέρε γενναίως, ἡμέραν ἐξ ἡμέρας διαβιβάζων καὶ μὴ μακροτονίᾳ χρόνου ἀκηδίαν ἐμποιῶν ἐν τῇ ψυχῇ σου. ἰδοὺ ὡς ὄναρ ὁ κόσμος οὗτος· πάντα παρελεύσονται, ὁ δὲ ποιῶν τὸ θέλημα Κυρίου ζήσεται ἀιδίως καὶ οὐκ ἀποθανεῖται. τούτοις τοῖς ἐνθυμήμασι νεαροποιῶν ἀεὶ τὴν ψυχήν σου, χαῖρε, ὅτι πολὺς ὁ μισθός σου ἐν τοῖς οὐρανοῖς.

Δωροθέῳ τέκνῳ ἑτέρῳ Καλὲ Δωρόθεε, χαῖρε· εἴη σοι χάρις, ἔλεος ἀπὸ θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ ἐνισχύσαντός σε ὑπὲρ αὐτοῦ ἐκδοῦναι ἑαυτὸν εἰς μάστιγας καὶ πληγάς, εἰς φυλακὴν καὶ ἐξορίαν. πόθεν σοι τὸ ἀγαθὸν τοῦτο; ἐξ ἀφανῶν ἐμφανὴς ἐγένου, ἐξ ἀδόξων ἔνδοξος, ἐξ ὑστερήσεως τῶν ἐν Κυρίῳ ἀδελφῶν σου μέγας καὶ τίμιος. βλέπεις πῶς σοι διαλέγομαι ὁ ταπεινός; πολλοὶ τῶν προαγόντων σε ἐπιθυμοῦσι συλλαβήν μου δέξασθαι, σοὶ δὲ μετ᾽ ἐγκωμίων τὸ γράμμα· οὕτως γὰρ ὁ θεὸς δοξάζει τοὺς δοξάζοντας αὐτόν. αἴνει τὸν θεόν, εὐχαρίστει, ὅτι ἐποίησέν σοι μεγάλα καὶ θυμαστά, ὁμολογητὴν αὐτοῦ ὀνομάζεσθαι νῦν ἐν τοῖς χριστιανοῖς. πολλοὺς ἀπέκρυψας ἐπισκόπους, πολλοὺς ἡγουμένους, πολλοὺς ἐρημίτας, ἐκλάμπων ἐν τῇ ἐκκλησίᾳ· βλέπε τὴν κλῆσίν σου, βλέπε τὴν δόξαν σου. μὴ ἀπονυστάξῃς, μὴ ἀποπέσῃς, μέχρι θανάτου ἀγώνισαι ἐν ὑπομονῇ· ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος, φησί, σωθήσεται. φυλακῇ πάσῃ τήρει ἑαυτὸν μὴ παραρρυῆναι ἐν πάθει τινὶ ἀτιμίας· καὶ τοῦτο γὰρ μαρτύριον μέγα, τὸ τηρεῖν τὸ συνειδὸς καθαρὸν ἀπὸ ἁμαρτίας. καθάριζε αὐτὸ ἀεὶ διὰ μετανοίας, διὰ δακρύων, διὰ προσευχῶν, δεόμενος καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, ὅπως ὦ σεσωσμένος ἀπὸ παντὸς ἔργου πονηροῦ.

Ἀσπάζονταί σε οἱ σὺν ἐμοὶ ἀδελφοί σου πλεῖστα. ὁ θεός σε, τέκνον μου ἠγαπημένον, περὶ πάντα διαφυλάξειεν ἀβλαβῆ καὶ ἀπήμονα, πληροῦντα τὸν προκείμενόν σοι ἀγῶνα ἐν Κυρίῳ. ἀμήν.

Τίτῳ καὶ Φίλωνι τέκνοις Ὦ καλὲ Τῖτε καὶ ὦ καλέ μου Φίλων, τί τὸ ξένον θέαμα, ὅτι ἐκ τῶν πολλῶν ἀδελφῶν ὑμῶν ὑμεῖς ἐξελέχθητε παρὰ θεῷ ὁμολογεῖν αὐτῷ καὶ διὰ τοῦτο εἶναι ἐν φυλακῇ; πάντως ὅτι πολὺ ἠγαπήσατε, πάντως ὅτι ἀληθῶς ἐπιστεύσατε. εὐλογῶ οὖν τὸν θεόν μου καὶ Κύριον, τὸν μεγαλεῖα ποιήσαντα ἐν ὑμῖν. βλέπετε, ἀδελφοί, καθὼς καὶ προέγραψα ὑμῖν, στῆτε γενναίως, ἀνολιγώρως, κραταιῶς, καθὼς ἐκλήθητε ὑπὸ θεοῦ· δοξάσατε αὐτὸν ἐν τοῖς μέλεσιν ὑμῶν, μὴ παραδέξησθε διδασκαλίαν αἱρετικοῦ, μὴ ὀκλάσητε πρὸς τὴν κακοπάθειαν τῆς φυλακῆς, ἀκούοντες τοῦ λέγοντος ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

Μνημονεύετε κἀμοῦ τοῦ ἁμαρτωλοῦ. ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί· ὁ Κύριος μεθ᾽ ὑμῶν. ἀμήν.

Νικολάῳ μάγκιπι Πῶς οἴει δέχεσθαί με τὰς ἀποστολάς σου καὶ εὐλογίας, ἠγαπημένε ἄνερ; οὐδ᾽ ἂν χρυσίου τάλαντα τοσαῦτα ἡδύτερόν μοι εἰς ὑποδοχήν, διότι ἐξ ἀνθρώπου ὀρθοδόξου, φυλάττοντος ἀρχαίαν ἀγάπην καὶ μὴ ἑαλωκότος τῇ κοινωνίᾳ τῆς αἱρέσεως· ὃ καὶ μάλα με ξενίζει, πῶς ἐν μέσῳ πυρὸς ἄφλεκτος διαμένεις. ἀλλὰ γὰρ καὶ ἔτι διαμενεῖς θείᾳ προμηθείᾳ, ὡς ἂν μέγα δῶρον ἀπενέγκοις τῷ θεῷ τῆς οἰκείας σωτηρίας.

Πάνυ δὲ ἐθεραπεύθην καί γε μεμακάρικά σε, ὅτι τὸν γραμματηφόρον ἐν ἡμέρα ἑορτῆς ἔλαβες συνδαιτυμόνα ἐν τόπῳ ξένῳ καὶ τραπέζῃ πληθούσῃ· ἀνθ᾽ οὗ ἀνακλινεῖ σε ὁ Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ εἰς εὐφροσύνην αἰώνιον.

Ἰσιδώρῳ λαϊκῷ Καὶ πάλιν κόπους σοι παρέσχον, ἄνθρωπε τοῦ θεοῦ καὶ γνήσιε φίλε, ἐπὶ ταῖς ἀποστολαῖς σου· ἀλλ᾽ ὁ Κύριος ἀντιμετρήσει σοι μισθὸν ἐπουράνιον, ὃν χρῄζεις παρὰ Κυρίου, ὑπὲρ οὗ καὶ μετέρχει βίον παρθενίας καὶ εὐλαβείας, σχολάζων ἐν ἐκκλησίαις, διατρίβων ἐν ἔργοις εὐσεβείας ὡς φιλομόναχος, ὡς ἄπλαστος, οἰκῶν οἰκίαν κατὰ τὸν πατριάρχην Ἰακώβ. ἔτι παρακαλῶ ἔχεσθαί σε τῆς ὀρθοδοξίας καὶ ἀποχῆς τῆς αἱρετικῆς κοινωνίας, δι᾽ ἣν ἕξομεν παρρησίαν ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ.

Μιμνήσκου ἡμῶν εὐχὰς ἁγίας ποιούμενος, τιμιώτατέ μου καὶ ποθεινότατε.

Ἡγουμένῃ Ἀπήγγειλέν μοι ὁ ἀδελφὸς ἑωρακέναι σου τὴν τιμιότητα καὶ ὡς ἔρρωται κατὰ πνεῦμα, τὴν δι᾽ ὑπομονῆς ἐλπίδα κατέχουσα. καί γε ἐδόξασα τὸν ἀγαθὸν θεὸν ἡμῶν, τὸν καὶ ἐν ἀσθενεῖ φύσει τὴν ἑαυτοῦ δύναμιν ἐμφανίσαντα· τῷ ὄντι γὰρ μακαρία σὺ ἐν μοναζούσαις, ἀλλὰ γὰρ καὶ ἐν γυναιξὶ πάσαις, ὅτι ἐν ταῖς ἡμέραις ταύταις, ἐν αἷς ἑάλωσαν οὐ μόνον γυναῖκες ὁμόσχημοι καὶ κανονικαί, ἀλλὰ καὶ πάντες μικροῦ δεῖν ἐν τῇ Βυζαντίδι μονασταί τε καὶ ἡγούμενοι, αὐτὴ σὺν ἄλλαις τέσσαρσιν ἢ καὶ πρὸς εἵλου ὑπὲρ Χριστοῦ πάσχειν ἢ μετασχεῖν τῆς χωριζούσης Χριστοῦ αἱρετικῆς κοινωνίας. ὁ γὰρ μετέχων αὐτῆς ἀπόκληρος Χριστοῦ ὡς ὁ Ἰούδας καὶ κοινωνὸς τῶν παραλαβόντων τὸν Κύριον εἰς τὸ σταυρωθῆναι· καὶ γὰρ τοῦ Χριστοῦ διῶκται καὶ σταυρῶται οἱ τὴν εἰκόνα αὐτοῦ ἐκμειοῦντες καὶ ἀποσκορακίζοντες, ὥσπερ καὶ αὐτῆς τῆς Θεοτόκου καὶ ἑκάστου τῶν ἁγίων.

Βλέπε, δούλη Χριστοῦ, μὴ καταισχύνῃς τὸν καλέσαντά σε εἰς τὴν ὁμολογίαν αὐτοῦ. σπέρμα ἅγιον σὺ (ἐῶ τὸ κατὰ σάρκα, ὅτι καὶ τοῦτο τοιοῦτον), ἀλλὰ Θέκλης λέγω τῆς πρωτομάρτυρος, Φεβρωνίας, Εὐγενίας, Ματρώνης καὶ τῶν ὁμοίων· εἶπον δὲ Ματρώνης, ὅτι καὶ ἐν ταῖς κατ᾽ αὐτὴν ἡμέραις αἱρέσεως οὔσης καί τινων μοναζουσῶν ἐνισταμένων ἀπέχεσθαι τῆς κοινωνίας ὡς ὑμεῖς νῦν οἱ ἀλάστορες αἱρετικοί, μὴ φέροντες τὴν μανίαν, βίᾳ χειρὶ ἤνοιγον τὰ στόματα καὶ ἐνέχεον τὴν κοινωνίαν αὐτῶν. ἀλλὰ τὸ χειρὶ οὐ συνηγορεῖτο, ὥστε καὶ αὐτὴ σκόπει πολλὰ διὰ Χριστὸν πειρασθῆναι.

Ἀλλὰ μηδαμῶς ἐκκλίνωμεν· Χριστὸς γὰρ ἡμῖν βοηθός, κἂν μέχρις αἵματος πειράσωσιν. προσεύχου περὶ ἡμῶν διὰ τὸν Κύριον καὶ ἡμᾶς τοὺς ἁμαρτωλοὺς μὴ ἀποτυχεῖν Χριστοῦ.

Ἰωάννῃ Καλχηδόνος Ὃν ἐκ μακροῦ χρόνου ὤδινον πόθον, νῦν ἀποτεκὼν εἰκότως εὐχαριστῶ τῷ θεῷ μου ὁ ταπεινός· τίς δὲ ὁ πόθος; τὸ γράμματι συναφθῆναί με τῇ πατρικῇ ἁγιωσύνῃ σου καὶ δοῦναι ἀσπασμὸν καὶ γνωρίσαι τὸν πόθον ὅσος καὶ ἡλίκος, οὐχ ὅτι τὸ πρὶν οὐκ ἦν, ἀλλ᾽ ὅτι ἄρτι μάλα ἐξῆπται τῇ ὑπὲρ ἀληθείας ταὐτοπαθείᾳ· οὗ γὰρ ὁμόνοια πίστεως, ἐκεῖ δηλαδὴ καὶ ἀγάπης σύνδεσμος, οὗ δὲ ἀγάπης σύνδεσμος, ἐκεῖ θεὸς τὸ κεφάλαιον, ὑπὲρ οὗ καὶ δι᾽ ὃν τὸ πάσχειν. ἀλλὰ τὸ μὲν ἡμέτερον οὐδενὸς λόγου διὰ τὸ ἀμφοτέρωθεν μηδαμινόν, τὸ δὲ τῆς σῆς ὁσιότητος καὶ τῶν οἷος σὺ μεγίστης εὐδοξίας τὰ παρόντα, ὑπὲρ εὐσεβείας ἑλομένων κινδυνεύειν καὶ κακοπαθείας ἀνατλᾶν· ὁπόσης γὰρ θλίψεως τὸ περιορισθῆναί σου τὴν θεοσέβειαν πόρρω που τῶν ἐν ἄστει καὶ ἕλκειν ἡμέραν ἐξ ἡμέρας πόνους καὶ ὀδύνας ἐξοριστικὰς καὶ μεριμνητικὰς τῶν διαφερόντων καὶ πνεύματι καὶ σώματι, καὶ ταῦτα ἐν ἀσθενεῖ σώματι καὶ ἀήθει τῶν τοιούτων, εἰ καὶ τοῖς ἑκουσίοις τῆς ἀσκήσεως πόνοις ἱκανῶς προγεγυμνασμένῳ.

Ἀλλ᾽ εὖγε, ὦ πατέρων κράτιστε, ὅτι σὲ ἔλαβεν ἡ ἐκκλησία ἐκ τῆς συγκλήτου κόσμον ἑαυτῇ τὰ πρῶτα, νῦν δὲ καὶ φύλακα τῶν εὐσεβῶν αὐτῆ δογμάτων, ὁμολογίας στέφανον ἀναδησάμενον (πῶς γὰρ οὔ;) ὑπὲρ Χριστοῦ πάσχοντα καὶ μὴ ὑπείκοντα τοῖς Χριστὸν διώκουσι, κἂν οὐ δοκῇ τοῖς ἐλαύνουσι· Χριστὸς γὰρ ἡ Χριστοῦ εἰκὼν ὡς σταυρὸς ὁ σταυροῦ τύπος· καὶ οὔπω λέγω τῆς Θεοτόκου καὶ οὑτινοσοῦν τῶν ἁγίων, εἰδότι σοι καὶ ἡμᾶς μᾶλλον μυοῦντι καὶ τεχνοῦντι τοὺς ἀμυήτους καὶ ἀσόφους. δεινὸν οὖν, ὦ θεία καὶ ἱερὰ κεφαλή, τὸ ἀσέβημα καὶ προεισόδιον τῆς τοῦ Ἀντιχρίστου ἐλεύσεως καὶ οἱονεὶ εἰκών, εἴπερ τῇ Χριστοῦ εἰκόνι μάχεται, μηδένα διαμερισμὸν πρὸς τὸ πρωτότυπον ἐχούσῃ· τοιαύτη γὰρ ἡ φύσις τῶν λεγομένων. διὸ ὅσον τὸ μέγεθος τῆς ἀσεβείας ἐκείνοις, τοσοῦτον ἡμῖν τὸ αὔχημα τῆς ὁμολογίας, μὴ τὰ δευτέρια παραχωρούσης τῶν πάλαι Χριστοῦ μαρτύρων.

Ὧν τὸν στέφανον κομίσειας, τρισόλβιε, προσευχόμενος εἰρήνην τῇ ἐκκλησίᾳ καί γε κἀμοὶ τῷ ἐλαχίστῳ μὴ πάντῃ διαμαρτεῖν τῆς τῶν ἰχνῶν σου προσψαύσεως διὰ τὸ μέγιστόν με φορτίον οἴσειν τῶν ἁμαρτιῶν.