Ἔργον
Θεόδωρος ὁ Στουδίτης – Ἐπιστολαί
Εκκλήσεις προς τα Πατριαρχεία και τις μοναστικές κοινότητες της Ανατολής
Επιστολές προς τον πάπα Ρώμης, τον πατριάρχη Αλεξανδρείας και τις παλαιστινιακές λαύρες με σκοπό τη συνοδική καταδίκη της εικονομαχίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εκκλήσεις προς τα Πατριαρχεία και τις μοναστικές κοινότητες της Ανατολής
Επιστολές προς τον πάπα Ρώμης, τον πατριάρχη Αλεξανδρείας και τις παλαιστινιακές λαύρες με σκοπό τη συνοδική καταδίκη της εικονομαχίας.
Εὐθυμίῳ τέκνῳ Ὑγίαινε, τέκνον μου ἠγαπημένον Εὐθύμιε· οὐ παύομαι οὖν μεμνῆσθαί σου ἐν ταῖς ταπειναῖς μου προσευχαῖς, ὑπόμνησιν λαμβάνων τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεώς τε καὶ ἀγάπης, πῶς ἀπὸ πρώτης ἡμέρας ἀνεστράφης ἐν τῇ ὑποταγῇ σου χρηστῶς, πῶς τε ἐν αὐτῇ τῇ ἡμέρᾳ τοῦ χωρισμοῦ ἔδειξας τὸ τῆς ἀγάπης σου καὶ εὐπροθύμου γνώμης, τοῦτο μὲν ἐλθὼν καὶ ἐνεγκὼν τὰ κατὰ χρείαν ἐν τῷ οἴκῳ τοῦ ἁρπάσαντός με ἄρχοντος, τοῦτο δὲ καὶ ἐμπλοήσας καὶ συμπροθυμησάμενός με περὶ τῶν χρηστοτέρων ἐλπίδων εἰς τὴν ἀδελφότητα, φρουρουμένην στρατιωτικῇ χειρὶ εἰς τὰ Στουδίου. καί γε δέδειχας ἐξ ὧν προεθυμοῦ μόνος καλῶς βουλευσάμενος, εἰ καὶ ῥιψοκινδύνως· τί τοῦτο; ἀναθεματίσαι τὸν ἀλιτήριον Ἀντώνιον, καθελόντα τὰς σεπτὰς εἰκόνας, σὺν πάσῃ τῇ ἀδελφότητι· δι᾽ ἣν αἰτίαν ἐτύφθης σὺν ἐννέα προέχουσιν ἀνδρείᾳ τῶν ἄλλων. ἔργον ἐποίησας, τέκνον μου, μάρτυρος, στρατιώτου Ἰησοῦ Χριστοῦ. ὢ τῆς μεγαλονοίας σου· ὢ τῆς στερροκαρδίας σου, πρώτου μαστιγωθέντος ὑπὲρ Χριστοῦ καὶ μετὰ Χριστοῦ καὶ ἐκβάντος ἐκ τῶν τοσούτων πληγῶν ἐξαίμου καὶ σαρκοτμήτου, μήτε γοερὰν φωνὴν ἀφεῖναι μήτε συμπεσεῖν τῷ προσώπῳ, ἀλλ᾽ ἐκείνην ῥῆξαι τὴν ῥῆσιν, ἣν ᾄδουσι πολλοί, ‛μὴ φοβηθῆτε, ἀδελφοί, οὐδέν ἐστι ταῦτα‚.
ὢ τῆς ἁγίας σου γλώσσης· αὕτη ἡ φωνὴ καὶ τὸν τύραννον καὶ πανδαμάτορα ᾔσχυνεν, τύψαντά σε ἔτι διὰ ταύτην, καὶ τοὺς ἀδελφούς σου παρεθάρρυνεν ἴσα σοι ἐνηθληκέναι, καὶ τὸ μέγιστον, τὸν θεὸν εὔφρανεν, τὸν ἑτοιμάζοντά σοι τὸν στέφανον τῆς δικαιοσύνης.
Μόνον, τέκνον, τελείως ἀγωνισώμεθα τὸν καλὸν ἀγῶνα· πέποιθα δὲ ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν τὸν ἆθλον τοῦτον καὶ τελειώσειεν. βοήθει καὶ ἐν τῇ ἐξορίᾳ, ἀδελφέ, τοῖς συνεξορίστοις σου λόγῳ, ἔργῳ. προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ταπεινοῦ ἵνα ἐνέγκω πάντα διὰ Χριστόν, τὸν νῦν διωκόμενον διὰ τῆς ἁγίας εἰκόνος αὐτοῦ. προσαγορεύουσίν σε οἱ σὺν ἐμοὶ ἀδελφοί σου· ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματός σου. ἀμήν.
Ὑπερεχίῳ τέκνῳ Εὖγε, εὖγε, Ὑπερέχιε τέκνον ἐμόν, καλὸν ἆθλον ἠξιώθης ἀπενέγκασθαι ὑπὲρ Χριστοῦ· ἐδάρης, ἐφυλακίσθης, ἐξωρίσθης, ἐλογίσθης μετὰ ὁμολογητῶν Χριστοῦ. πόθεν σοι ἡ χάρις αὕτη, τὸ δῶρον τὸ οὐράνιον, ἵνα σου τὸ αἷμα ἴδῃς διὰ Χριστὸν περιρρεόμενον καὶ τὰς σάρκας ἐξεσμένας ταῖς μάστιξιν; ἀπελούσω τὰς ἁμαρτίας, ἡγίασας σεαυτόν. βλέπε, ἀδελφέ μου, μή ποτε ἐπιλάθῃ τῆς εὐεργεσίας, μή ποτε ἀπονυστάξῃς ἀπὸ θεοῦ. γρηγόρει εἰς τὴν σωτηρίαν σου, παρακαλῶ, εἰς ὑπομονὴν τελειώσεως· οὐ γὰρ τὸ ἄρξασθαι μόνον, ἀλλὰ καὶ τὸ τελειῶσαι μακάριον. ἤνεγκας πόνους πληγῶν, ἔνεγκον, τέκνον μου, καὶ κόπους ἀσκήσεως, λογισμοὺς πονηροὺς καθαίρων ἀπὸ τῆς καρδίας σου, ἐξ ὧν προάγεται ἄνθρωπος εἰς πρᾶξιν ἁμαρτίας. φοβερὸς ὁ θεός, πῦρ καταναλίσκον τοὺς καταφρονητάς· φύγωμεν τὴν παρρησίαν, τὴν θύραν τῆς ἀνομίας, ἔστω τὸ κάθισμά σου ἀσκανδάλιστον, ὅσιον. ψαλμὸν ἔχεις, ᾠδὴν ἔχεις, εὐχὴν ἔχεις· ἀνάγνωσιν ἔχε, δάκρυον, ἀναλογίζου ἀεὶ τὸν θάνατον, τὴν ἡμέραν τῆς κρίσεως, ὅτε γυμνὰ καὶ τετραχηλισμένα σταίη τὰ σύμπαντα. οἷος φόβος ἐκεῖ καὶ τρόμος τῷ κατ᾽ ἐμὲ ἁμαρτωλῷ καὶ πηλίκη χαρὰ καὶ ἀγαλλίασις τῷ δικαίῳ.
Ναί, τέκνον, φυλακῇ φυλάξωμεν ἑαυτούς, ἵνα τὴν παραθήκην ἡμῶν, τουτέστι τὴν ψυχήν, προσενέγκωμεν τῷ θεῷ σώαν, καθαράν· κἂν γὰρ ῥυποῦται διὰ τῶν σκολιῶν λογισμῶν, ἀλλὰ καθαρίζεται πάλιν διὰ τῶν ἐν μετανοίᾳ δακρύων. προσεύχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σῴζωμαι ἐν πᾶσιν. οἱ μετ᾽ ἐμοῦ ἀδελφοί σου προσαγορεύουσίν σε· ἡ χάρις μετὰ σοῦ. ἀμήν.
Ἀφροδισίῳ τέκνῳ Χαίροις, Ἀφροδίσιε, τὸ ἐμὸν τέκνον, μᾶλλον δὲ θεοῦ, ὑπὲρ οὗ ὁ προκείμενος ἀγών. τί τὸ γεγονὸς ἐν σοί, ὅτι οὕτως ἀπηυτομόλησας ἐκδοῦναι τὰς ἑαυτοῦ σάρκας εἰς μάστιγας ὑπὲρ Χριστοῦ, οὕτως ἐνεγκὼν τὰς τοσαύτας πληγὰς ὡς ἀδάμας καρτερῶς; χαῖρε, τοῦ Χριστοῦ στρατιῶτα· ὅρα ποῦ σε κέκληκεν ἡ χάρις, πῶς ἀνεπήδησας εἰς ὕψος ἀρετῆς, ἀναποιησάμενος ἑαυτὸν ἀπὸ προλαβόντων ἐλαττωμάτων. ἐδόξασας τὸν θεόν, τέκνον μου, ἐν τοῖς μέλεσί σου, ἐτίμησας κἀμὲ τὸν ἁμαρτωλόν· ἔλαμψας ἐν τῇ ἀδελφότητί σου μετὰ τῆς ἰσάθλου ἑταιρείας ὡς ἀστὴρ ἑωθινός, ἐγένου τῆς ἐκκλησίας τοῦ θεοῦ στῦλος.
Μακάριος εἶ καὶ καλόν σοι ἔσται. ἀλλὰ βλέπε τὸ ἔργον σου, ὅτι ἀκμὴν οὐκ εἰς πέρας ἐστίν· δεῖ μέχρι τέλους ἐγκαρτερῆσαι, ἵνα οὕτως στεφανωθῇς. φέρε γενναίως τὰ τῆς ἐξορίας, ἑτοιμάζου καὶ ἀποθανεῖν διὰ Χριστοῦ τὴν ἁγίαν εἰκόνα· φύλαττε ἑαυτὸν ἀπαρρησίαστον, γρηγόρει πρὸς τοὺς ἀοράτους ἐχθρούς. χαῖρε τῇ ἐλπίδι, ὑπόμενε τῇ θλίψει, νῆφε ταῖς προσευχαῖς, δεόμενος καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σῴζωμαι σὺν ὑμῖν. ἀσπάζονταί σε οἱ σὺν ἐμοὶ ἀδελφοί σου· ὁ Κύριος μετὰ σοῦ.
Ἀμμωνᾶ τέκνῳ Ἀδελφὲ Ἀμμωνᾶ, χαῖρε ἐν Κυρίῳ· ἀσπάζομαί σε ἀπὸ χειλέων καρδίας μου, στεφανῶν σε ἐπαίνοις, καλῶς ἀγωνισάμενον, ὑπὲρ Χριστοῦ μαστιγωθέντα καὶ εὐφόρως ἐνεγκόντα τὰς τοσαύτας πληγάς. εἴθε ἠσπασάμην τὰς ξανθείσας σου σάρκας διὰ Χριστόν, εἴθε ἠξιούμην κἀγὼ ὁ ταπεινὸς συγκοινωνῆσαί σου τοῖς πάθεσι· πλὴν τῇ διαθέσει συνεκοινώνησα καὶ χαίρω, ὅτι τοιοῦτον τέκνον κέκτημαι ὁ ἁμαρτωλός, οὗ τὸ αἷμα σὺν τοῖς συνάθλοις ἀδελφοῖς σου εἰς μαρτύριον ἀληθείας τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, οὗ ἡ ἐξορία εἰς ἐξοστράκισιν τῆς ἀσεβείας. μιᾷ ῥοπῇ τετραυμάτισαι, καὶ ὁρᾷς οἵοις ἐγκωμίοις ἐπᾴδεσαι· τί λοιπὸν ἐπὶ τοῦ κριτηρίου τῶν ἁπάντων, ὅτε προσληφθήσονται εἰς βασιλείαν οὐρανῶν παρ᾽ αὐτοῦ οἱ εὐλογημένοι τοῦ πατρὸς αὐτοῦ;
Διὸ θάρσει, στῆθι· ἔτι γὰρ ὁ ἀγών, ἔτι ὁ δρόμος. μὴ ἀναπέσῃς ὡς ἤδη τελειοδρομήσας· ἐὰν δέῃ, καὶ σφαγιασθῶμεν ὑπὲρ τῆς ἁγία εἰκόνος Χριστοῦ. ναί, τέκνον μου, παρακαλῶ, μὴ ὀλιγωρήσωμεν τὴν ἄσκησιν, τὴν ἐξορίαν· οὐ γὰρ ὁ ἐναρξάμενος μόνον ἐπαινετός, ἀλλ᾽ ὁ τελειῶν τὸ ἔργον τοῦ θεοῦ. ἔχομεν καθ᾽ ἡμέραν τοὺς νοητοὺς ἐχθροὺς τιτρώσκοντας ἡμᾶς βέλεσι λογισμῶν· βλέπε τούτους, ἔσο τεθωρακισμένος τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ἐλπίδι. ἀκούω ὅτι ἀκριβολογεῖσαι τὸ καθισμάτιόν σου ἀπαρρησιάστως καὶ χαίρω· πάντων γὰρ κακῶν μήτηρ ἡ παρρησία. ὁ θεός σε, τέκνον, ἔτι ἀνδρειώσειεν, στερεώσειεν, καταρτίσειεν εἰς πᾶν ἔργον ἀγαθόν. προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σῴζωμαι. ἐὰν σύνεστί σοι ὁ κατὰ σάρκα καὶ πνεῦμα ἀδελφὸς καὶ τέκνον μου, προσαγορεύω αὐτόν. οἱ σὺν ἐμοὶ ἀδελφοί σου ἀσπάζονταί σε· ἡ χάρις μετὰ σοῦ. ἀμήν.
Συμεὼν τέκνῳ Χαῖρε, τέκνον μου Συμεών, ὁ κληθεὶς ὑπὸ τῆς χάριτος εἰς ὁμολογίαν Χριστοῦ· ἴδε πῶς οὐκ ἐπῃσχύνθη σε Χριστὸς κατὰ τὴν προτέραν ἀναστροφήν, ἀλλ᾽ εὐδοκῶν εὐδόκησε μαστιγωθῆναί σε ὑπὲρ αὐτοῦ, χλευασθῆναι, φυλακισθῆναι, εἶτα καὶ ἐξορισθῆναι σὺν τοῖς ὁμοτρόποις σου ἀδελφοῖς. τί ἀνταποδώσεις τῷ Κυρίῳ; τί προσενέγκοις κατ᾽ ἀξίαν; τί ἄλλο ἢ τὸ φυλάξαι σε ἀναφαίρετον τὴν χάριν διὰ μακροθυμίας καὶ τελείας πίστεως; ὅθεν γρηγόρει, νῆφε πρὸς τὰς μεθοδείας τοῦ διαβόλου μή που παρεισδύσῃ, μή που ὑποσκελίσῃ. φύγε ἀπὸ ὄψεως γυναικῶν· κάθου μὴ παρακινούμενος. τοῦτο δὲ λέγω διὰ τὸ ἀκηκοέναι με χάριν ἰατρείας ἀφίστασθαί σε τῆς κέλλης· οὐ τοιοῦτος ὁ καιρός, τέκνον μου, ἀλλὰ μαρτυρίου. ἰατρεύειν θέλεις; ἰῶ τοὺς κατὰ ψυχὴν νοσοῦντας διὰ λόγου· εἰ δὲ καὶ σώματι, ἄνπερ εὔκολόν σοί ἐστι καθημένῳ καὶ μὴ μεταβαίνοντι τόπον ἐκ τόπου, καὶ τοῦτο ἐπὶ ἀνδρῶν εὐσεβῶν, οὐ μέντοι γυναικῶν.
Φιλῶν σε ὑπομιμνήσκω. ἔστω δὲ ἀεὶ ἡ μέριμνα καὶ ἀδολεσχία σου ἐν νόμῳ Ὑψίστου μετὰ ἐργοχείρου· ἡ γὰρ ἀργία μήτηρ ἁμαρτίας. ἐκδέχου καὶ αὖθις πληγὰς διὰ Χριστόν, μήπως καὶ θάνατον τὸν ἀοίδιμον, ἐάνπερ τοσοῦτον καταξιώσειεν εἰς σέ. προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σῴζωμαι ἐν πᾶσιν. οἱ σὺν ἐμοὶ ἀδελφοὶ προσαγορεύουσίν σε. ὁ Κύριός σε διαφυλάξειεν ἀσινῆ κατὰ πάντα· ἡ χάρις μετὰ σοῦ. ἀμήν.
Θεοφυλάκτῳ πρεσβυτέρῳ Ἐξ ὧν ἐπέστειλεν ἡ τιμιότης σου, ἐφανέρωσεν ἑαυτῆς τὴν ἀρετὴν διά τε τῆς κατὰ τὴν ἐπιγραφὴν ταπεινολογίας καὶ διὰ τῆς ἐν τοῖς γράμμασιν ἐμφερομένης δυνάμεως· τὸ γάρ τοι τοῖς μάρτυσι συμπαρεῖναί σε, συμπροθυμούμενον καὶ συναγωνιῶντα, καὶ τὸ τὸν ἅγιον Θαδδαῖον οἰκείαις χερσὶν ἐνταφιάσαι ἀπόδειξιν ὅτι μάλιστα μεγίστην εὐσεβείας σου ἔχει, ὦ ἱερὲ ἄνερ. ἀλγῶ δὲ ἐν σοὶ διὰ τὸ τῆς ἀσεβείας χειρόγραφον. ἀλλὰ μὴ λυποῦ· ἤδη λεαίνεται καὶ τῷ στεναγμῷ σου διαρρήσσεται. φέρε τοίνυν τὸ ἄλγος καὶ τὸν καιρὸν τῆς εἰργομένης ἱερατείας, ἕως ἂν ἐπιλάμψειεν Χριστὸς ἔαρ ὀρθοδοξίας, ἐν ᾧ καυχήσῃ ἐν οἷς διὰ Χριστὸν δρᾷς νῦν μετὰ καὶ τῆς ἀπολήψεως τοῦ βαθμοῦ δῆλον ὅτι.
Βησσαρίωνι τέκνῳ Εἰ καὶ μὴ ἐδεξάμην ἀντίγραφα ὧν ἐπέστειλά σοι, τέκνον μου ἠγαπημένον (δι᾽ ἣν αἰτίαν οἶδεν ὁ γραμματηφόρος), ἀλλ᾽ ὅμως ἐμοὶ τὸ γράφειν οὐκ ὀκνηρόν, καίπερ ὄντι ἐγκεκλεισμένῳ ἀσφαλῶς σὺν τῷ ἀδελφῷ Νικολάῳ. χαίροις οὖν, ὁ μάρτυς τῆς ἀληθείας, χαίροις, ὁ ὁμολογητὴς τοῦ Χριστοῦ, χαίροις, τὸ ἐμὸν καὶ τῆς ἐκκλησίας καύχημα. ὁρᾷς οἵας φωνὰς ἀκούεις, τί σοι παρέσχεν ἡ καλὴ ὑποταγή, ἡ πίστις ἡ ὀρθή, ἡ ὑπομονὴ τῆς φυλακῆς, ἡ ἀδειλία καὶ ἀφόβητος ἔνστασις, ἡ τῶν μαστίγων ὑποδοχή, τῶν σαρκῶν ὁ ξεσμός, τοῦ αἵματος ἡ κένωσις, τῶν μωλώπων αἱ ὠτειλαί; ποῦ σε ἀνύψωσαν, τί σε ἀπειργάσαντο; καὶ ἔτι ὑψωθήσῃ, καὶ ἔτι μεγαλυνθήσῃ, ἐάνπερ, ἱερέ μου παῖ, ὑπομείνῃς τελέως ὅσα ἂν καὶ συμβαίη ἐλθεῖν. ὁ γὰρ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται, εἶπεν ὁ Κύριος. εἰ καὶ πάλιν τύψωσιν, ὁ Χριστὸς βοηθός· ἢ οὐκ οἶδας ὅτι ὅσον περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ τοσοῦτον καὶ ἡ δόξα καὶ ἡ παράκλησις; φέρε, υἱέ μου, τὴν μόνωσιν, τὴν φυλακήν, τὴν στενοχωρίαν, τὴν ἀθυμίαν· ἀνάπνεε Χριστόν, κόπτε τοὺς λογισμοὺς τῶν ἐναντίων. τὴν ἡμέραν μερίμνησον διελθεῖν, ἐν ᾗ ζῇς, καὶ περὶ τῆς αὔριον μὴ φροντίσῃς· ὁ δοὺς σήμερον ὑπομονὴν δοίη καὶ εἰς τὴν ἑξῆς, ἐὰν φθάσωμεν.
Ταῦτά σοι παρ᾽ ἐμοῦ, ταῦτα καὶ αὐτὸς περὶ ἡμῶν τῶν ἁμαρτωλῶν εὔχεσθαι μὴ διαλείποις. εἰρήνη σοι παρὰ Χριστοῦ.
Ἰωάννῃ τέκνῳ Ἐπέγνων τὴν δύναμιν τῶν γραμμάτων σου, τέκνον μου, καὶ ηὐχαρίστησα τῷ θεῷ μου ὅτι διαφυλάττῃ ἀσινής, ῥυσθεὶς ἐκ χειρὸς τῶν διωκτῶν. βλέπε οὖν πῶς καθέζῃ, ἵνα μὴ ἁλῷς πάλιν· εἰ δέ πως καὶ γένηται, στερέωσον τὴν ψυχήν σου, τέκνον μου, ὑπὲρ τοῦ ὀνόματος τοῦ θεοῦ ὑπομεῖναι πάντα, ὁρῶν μάλιστα τοὺς ἀδελφούς σου ἀθλήσαντας καὶ ἔτι ἀθλοῦντας. πάντα ἰσχύει ὁ πιστεύων ἐν τῷ ἐνδυναμοῦντι Χριστῷ, ὃς καὶ ἐκάλεσέν σε ἐν καθέδρᾳ πρεσβυτέρων αἰνεῖν αὐτόν.
Ἱερατικῶς ζῆθι, εὐλαβῶς ἴσθι καθαίρων σαυτόν, ἵνα καθαρὸς τῷ καθαρῷ προσπελάζοις. προσεύχου καὶ περὶ ἡμῶν ἵνα σῳζοίμεθα, ἵνα τοὺς λόγους ἡμῶν ἡ πρᾶξις σφραγίζῃ, ἐπειδὴ ἁμαρτωλός εἰμι ἄνθρωπος. ὁ Κύριος μετὰ τοῦ πνεύματός σου.
Εὐοδίῳ τέκνῳ Ἐπεὶ ἐδεξάμην σου τὴν διὰ τοῦ γράμματος ἀπολογίαν, τέκνον ἠγαπημένον, μετέβαλον τὸ λυπηρὸν τῆς ταπεινῆς μου ψυχῆς, ἀλγυνομένης ἐπὶ τοῖς συμβεβηκόσι· μὴ γὰρ οἴου, ἀδελφέ, μικρὸν εἶναι τὸ ἐν λόγῳ πεσεῖν. τί λέγει ὁ Κύριος; εἴ τις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. ὁμοίως καὶ τὸ ἐναντίον. ἀλλ᾽ ἐπεὶ γέγονεν, ὁ θεὸς ἐλεήμων, συγχωρῶν τὰ ὀλισθήματα ἡμῶν. μέχρι δὲ τούτου φθάσας φοβήθητι τὸν θεὸν καὶ μὴ προβῇς εἰς περισσότερον, ἀλλὰ φεῖσαί σου τῆς ψυχῆς κἀμοῦ τοῦ ταπεινοῦ, ὁρῶν σου τοὺς ἀδελφοὺς ἀθλοῦντας· οἱ γὰρ πεσόντες ἐλεεινοὶ καὶ ἔνθεν κἀκεῖθεν, εἰ μὴ μετανοήσειαν ἀξιολόγως.
Τὰ δὲ καθ᾽ ἡμᾶς ὡς ἂν ἀπαγγείλῃ ὁ γραμματηφόρος μανθάνων προσεύχου σῴζεσθαι ἡμᾶς.
Νικήτᾳ ἡγουμένῳ Καὶ πρὸ τῶν γραμμάτων διὰ φωνῆς τοῦ γραμματηφόρου πάλαι διαγνοὺς τὰ κατὰ τὴν ὁσιότητά σου ᾔνεσα ὁ τάλας, καὶ νῦν διὰ τῆς ἀναγνώσεως ᾖσα τῷ Κυρίῳ μεγάλως, ὅτι ὁ πατὴρ ἐν τοῖς πατράσι καὶ ὁ λαμπτὴρ ἐν τοῖς λαμπτῆρσιν· ἔδει γάρ, ἔδει τὸν δι᾽ ὑποταγῆς δοκίμου ἀχθέντα καὶ διὰ νομίμου βίου καθηγησάμενον μὴ ἐναπομεῖναι τοῖς συναπαχθεῖσι κατὰ τὰς ἁμαρτίας μου τῷ αἰῶνι τούτῳ, ἀλλὰ θᾶττον ῥαγῆναι τῇ μαχαίρᾳ τοῦ πνεύματος καὶ περιφανεστέραν ποιήσασθαι τῆς ἥττης τὴν ἀνάκλησιν, ἀναδραμόντα ἐν τῇ περιωπῇ τῆς Χριστοῦ ὁμολογίας καὶ φρυκτωροῦντα ἐν κόσμῳ τὸ φῶς τῆς ἀληθείας.
Τοιαῦτα τὰ τῆς πατρικῆς σου ἁγιωσύνης, ἃ καὶ τοὺς ὀρθοδόξους εὔφρανεν καὶ τοὺς ὑπεναντίους ἔπληξεν, ἐν ὅπλῳ δοκοῦντι ἰδίῳ τὴν τρῶσιν δεδεγμένους· οὐ γὰρ οὕτω δάκνει ὁ ἐνιστάμενος ὡς ὁ μετὰ τὴν ἅλωσιν ἀναπαλαίσας ἐν Κυρίῳ. τὰ δὲ ἡμέτερα οὐχ ὡς ἐγκωμιάζει ἡ φιλία σου, ὑφ᾽ ἧς καὶ φιλεῖ κλέπτεσθαι, ὥς φασιν, ἡ ἀλήθεια· πόρρω ἐγὼ ὁ ταπεινὸς καλοῦ παντός. τῆς σῆς δ᾽ ἂν εἴη θεοκλινοῦς προσευχῆς χρησιμεῦσαί με εἴς τι καὶ ἐν ᾧ νῦν πάρεσμεν ἀγῶνι τῆς μερίδος ὑμῶν τῶν ἁγίων μὴ ἀποπεσεῖν. ὁ δὲ ἀγὼν γνωστὸς τῇ θεοσεβείᾳ σου, ὅτι ὑπὲρ Χριστοῦ ἐστι τῆς εἰκόνος αὐτοῦ εἵνεκα ἀθλεῖν· ἑκάτερον γὰρ ἐν ἑκατέρῳ ἀχώριστον καὶ ὁμολογούμενον καὶ ἀρνούμενον. καὶ οἱ ἄρτι ὁμολογηταὶ μᾶλλον τῶν πάλαι ἠξίωνται ἐπαΐειν πρὸς τοῦ Κυρίου, μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.
Ὁ σὺν ἐμοὶ προσαγορεύει τὴν ἁγιωσύνην σου ὥσπερ κἀγὼ τὸν ἀληθῶς Ἀρσένιον, τὸν ἄρσενα τῇ φρονήσει καὶ διάπυρον τῷ ζήλῳ, τὸν σὸν μὲν ἀληθινὸν υἱόν, ἐμὸν δὲ ἐραστὸν ἀδελφόν.
Ἀντιόχῳ σιλεντιαρίῳ Ἄξιον τῆς εὐσεβείας σου τὸ γράμμα, ὅτι ἐν καιρῷ ἐν ᾧ φεύγουσιν οἱ πλεῖστοι καὶ ψιλὴν προσηγορίαν ἡμῖν ποιεῖσθαι αὐτὸς καὶ γράφεις καὶ γράφειν ἡμᾶς ἐκκαλεῖσαι, ἐγκαλῶν τὴν σιωπήν. φαίνῃ τίνος εἶ ὅρπηξ, τοῦ χρυσοῦ γένους, τῆς εὐσεβοῦς ῥίζης· διὰ τοῦτο καὶ φίλοι σοι καὶ φίλων ἐμοὶ ὁ διάπυρος, οὕτως στεργόμενος ὡς ὁ μακάριος γεννήτωρ. ἀλλὰ τὸ θαυμαστὸν ὅτι καὶ ἐν τῷ τῆς ἀπιστίας χειμῶνι οὐκ ἐμαράνθη σου τὸ τῆς ἀρετῆς ἄνθος, ἄχραντον διαμένον τῆς αἱρετικῆς κοινωνίας, καθὰ γράφεις. ὃ καὶ διαμεμενηκέναι ἔτι προσευκτέον μοι· τῷ ὄντι γὰρ χαλεπὸν διαφυγεῖν καὶ μάλιστα ἐν ἀξιώματι, ἑαλωκότων σχεδὸν ἁπάντων δέει κινδύνου ἀνθρωπίνου, καταφρονήσει δὲ θεοῦ τοῦ ἀθετουμένου· οὗ τῇ προμηθείᾳ φυλάττοιο καὶ σῴζοιο ἀμφοτέρωθεν, ὁ κατὰ πάντα ἐρασμιώτατος ἅπασιν.
Γρηγορίῳ Αἱ ἀποστολαὶ τῶν ἐπιστολῶν σύζυγοι· σὺ δέ, ὦ φίλων ἄριστε, προσθείην δ᾽ ἂν καὶ εὐσεβῶν κράτιστε, ταῖς μὲν εὔφρανας καὶ μάλιστα ἐπὶ τοσαύταις καὶ τηλικαύταις, τῶν δὲ ἐφθόνησας μεταδοῦναι, καὶ ταῦτα ἐκ τῶν ἀδύτων θησαυρῶν σου τῆς καρδίας δαψιλῶς δυναμένων προϊέναι. ἵν᾽ οὖν μὴ ἑτεροζυγοῦντες φαινοίμεθα, προσθῶμεν ταῖς πρώταις καὶ τὰς δευτέρας.
Ὁρᾷς οἷά σοι φιλοσοφῶ ἐν καιρῷ φιλοσοφίας; φιλοσοφία γάρ ἐστι τὸ φυγεῖν τὸν ὄλεθρον τῆς αἱρέσεως, ἧς σὲ θεὸς ἀμέτοχον διατηρήσειεν, ἀνταμειβόμενος ὑπὲρ ὧν ἔθρεψας ἡμᾶς τοὺς ταπεινοὺς τοῖς ἀκηράτοις ἀγαθοῖς.
Λουκιανῷ τέκνῳ Ἀδάμ, ποῦ εἶ; φωνή ἐστι θεοῦ οὐ μόνον πρὸς τὸν ἀρχιπάτορα ἡμῶν, ἀλλὰ γὰρ καὶ πρὸς ἕκαστον τὸν ἐκπεπτωκότα τῆς θείας ἐντολῆς. ποῦ οὖν εἶ, τέκνον καὶ ἀδελφέ; ἐκ ποίας δόξης ὠλισθήσαμεν, περιθέμενοι αἰσχύνης κάλυμμα; ἀλγῶ ἐπὶ σοί, στένω, κλάω, ἐν τῇ ἥττῃ σου τὸ οἰκεῖον πτῶμα ὁρῶν. οἴμοι, τί ὑπέστης, τί πέπονθας; ἀλλ᾽ ἐπειδὴ θεὸς τῶν μετανοούντων, ἀνάστα, τοῦτο πρῶτον καὶ τελευταῖον φάρμακον μετανοίας λαμβάνων, τὸ πᾶσιν ἐξαγορεύειν σου τὴν ἀνομίαν, ὅπως ὁ Κύριος ἀφήσῃ σοι τὴν τῆς ἀσεβείας κοινωνίαν.
Ἀρκεῖ τοσοῦτον εἰπεῖν· οἴομαι γάρ σε συντετριμμένον εἶναι καὶ λίαν λελυπημένον, ἀλλὰ ἄνες, τέκνον· ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τῇ καρδίᾳ, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει.
Μύρωνι Ὠψίσθην ἐπιστεῖλαι τῇ θεοσεβείᾳ σου, δεδιὼς τοὺς πειρασμοὺς καὶ ἐν πείρᾳ αὐτῆς οὔπω ὡς δοκῶ γεγονώς· ἐπεὶ δὲ ἔμαθον ἀκριβέστερον ὅστις καὶ οἷος ὁ δεσπότης μου, ὅτι ἀγαθὸς καὶ εὐσεβής, προθύμως ἐχάραξα τὴν ἐπιστολήν, δι᾽ ἧς ἀπευχαριστῶ, καὶ μάλα γε εἰκότως, ὅτιπερ ἐμνήσθης μου τῆς ταπεινώσεως, καίτοι γνώρισμα αὐτῆς οὕτως ἐναργῶς μὴ ἔχων, καί γε ἐν τοιούτῳ καιρῷ, ὁπότε δέει ἀνθρωπίνῳ καὶ φίλοι τῷ δοκεῖν γνήσιοι ἀποτροπάδην ἔστησαν, ἥκιστα φροντίζοντες θεοῦ καὶ τῆς ἐντολῆς, ἐπειδὴ οἱ μὲν ὤλλυντο τῆς ἀγάπης φέρειν τὸν καρπόν, οἱ δὲ περὶ τὴν πίστιν τὸ χαλεπώτερον ἐναυάγησαν, τῷ κλύδωνι τῆς αἱρέσεως καταβαπτισθέντες καὶ τοὺς λογισμούς.
Ἀλλ᾽ εὖγε, ὅτι ὁ κύριός μου ἀμφοτέρωθεν κυβερνώμενος διασῴζεις τὴν ὁλκάδα τῆς ψυχῆς, ταῖς αὔραις τοῦ πνεύματος εἰς λιμένα σωτηρίας ἀπευθυνόμενος. ἐδόξασα οὖν τὸν ἀγαθὸν ἡμῶν θεόν, ὅτι ἔχει καὶ ἐν τοῖς αὐτόθι κρύβδην τοὺς μὴ παραρρυέντας, ἀλλ᾽ ὁμολογοῦντας αὐτὸν ἄνθρωπον διὰ φιλανθρωπίαν ἄπειρον γεγονέναι· οἱ γὰρ μὴ ἀνεχόμενοι εἰκόνα αὐτοῦ τοῦ σωματικοῦ χαρακτῆρος ἐνορᾶν ἀρνοῦνται αὐτὸν ἀριδήλως μορφὴν τὴν καθ᾽ ἡμᾶς εἰληφέναι, ἰουδαΐζοντες ἐντεῦθεν, κἂν προσποιοῦνται ὁμολογεῖν Χριστὸν εἴσω τῆς ἡμετέρας φύσεως γενέσθαι· ὃς γὰρ οὐκ εἰκονίζεται, οὗτος οὐδὲ ἄνθρωπος, ἀλλά τι ἔκτρωμα· πῶς γὰρ πρόσωπόν τις ἔχων οὐκ εἰκονισθήσεται; εἰ οὖν Χριστὸς εἶχεν πρόσωπον, εἰς ὃ ἐνέπτυσαν οἱ θεοκτόνοι, δῆλον ὅτι περιγράφεται, ἤγουν εἰκονίζεται· εἰ δὲ εἶχεν, ἀλλ᾽ οὐκ εἰκονίζεται, ὡς τοῖς ἀσεβέσι δοκεῖ, φάντασμα σαφῶς· καὶ γὰρ τοῦ Οὐαλεντίνου τὸ ἀσέβημα ἔχουσι μανιχαΐζοντες οἱ εἰκονομάχοι.
Ὧν τῆς πλάνης ῥυσθείης τελέως καὶ αὐτὸς καὶ εἴ τίς σοι τῆς ἀρετῆς καὶ εὐσεβείας παραπλήσιος. μικρὰ ὡς μεγάλα δέξαιο, φίλε, ἀνθ᾽ ὧν ἀπέστειλας τῇ ταπεινώσει μου, μηδὲν ἐχούσῃ κρεῖττον ἀμείψασθαι.
Γεωργίῳ μιθανῇ Ὢ πῶς καλὸν τὸ πλάσμα τῆς ψυχῆς σου, φίλε καλὲ καὶ πιστέ, φίλε γνήσιε καὶ φιλόθεε, φίλε κοινωνὲ θλίψεων καὶ περιστάσεων· ἀληθῶς εἴρηκεν ἡ Γραφὴ ὅτι ὁ εὑρὼν αὐτὸν εὗρεν θησαυρόν, οὐ τὸν ἐκ χρυσίου, ἀλλὰ τὸν διὰ Πνεύματος Ἁγίου καταπεπλουτισμένον. τοιοῦτος σὺ πρὸς ἡμᾶς τοὺς ταπεινούς, τὸν μὲν ἐπισκεπτόμενος, τὸν δὲ προσδεχόμενος ἐξ ὁδοῦ ἥκοντα, καὶ ἄλλον θεραπεύων καὶ ἕτερον παραμυθούμενος, τοῦ δὲ καὶ ἐγγυητὴς γινόμενος ἐγκρατουμένου. οἶδας ὅ φημι· καὶ τί γὰρ οὐ ποιῶν καὶ λέγων, ὅσα εἰκὸς τὸν φιλόθεον ἄνδρα καὶ ἀγαθοκάρδιον ἄνθρωπον ἔστι πράσσειν; καί γε ἐν ταῖς ἡμέραις ταύταις, ὅτε καὶ ψιλὴ προσηγορία φίλου μέγιστόν τι χρῆμα λογίζεσθαι ἡμῖν πέφυκεν.
Οὕτω μὲν οὖν ταῦτα ἡμεῖς οἱ ἁμαρτωλοὶ ἔχομεν παρὰ τῆς τιμιότητός σου. σὲ δὲ ὁ Κύριος ἀμείψεται τοῖς αἰωνίοις αὐτοῦ ἀγαθοῖς· διὸ μὴ ἐκκακήσῃς τὸ θεῖόν σου ἔργον τελεῖν ἐνώπιον τοῦ σῴζοντός σε θεοῦ.
Πάρδῳ μιθανῇ Ἐπιστέλλω τῇ τιμιότητί σου χρεωστικῶς διότι ἄνθρωπος εἶ τοῦ θεοῦ καὶ φίλων ὁ ἀληθινὸς καὶ πιστός· ὁ γάρ τοι τοιοῦτος φίλος ἐν τοῖς πειρασμοῖς δοκιμάζεται, μὴ ἐκτρεπόμενος τῆς φιλίας, ἀλλὰ διασῴζων τὸ δοκίμιον τῆς πρὸς θεὸν καὶ τὸν πλησίον ἀγάπης· οἱ δὲ μὴ οὕτως σκαιοὶ καὶ μισάνθρωποι, τοῖς καιροῖς καὶ πράγμασιν ἀλλοιούμενοι. οἶδας παρὰ σεαυτῷ ἃ ποιεῖς ἀγαθά· μάρτυρες δὲ καὶ οἱ μετέχοντες αὐτῶν ἀδελφοὶ ἡμῶν, πολλά σε βαροῦντες, ἀλλὰ καὶ πλεῖστα εὐχαριστοῦντες, ὅτι προσφύγιον αὐτοῖς γίνῃ καὶ κουροτρόφος μάλα ἡδὺς καὶ περιδέξιος, οὐχ ὑποπτήσσων τὸν καιρὸν ὡς οἱ λοιποί, ἀλλὰ τρέμων θεὸν τὸν μόνον φοβερόν, ὃν καὶ θεραπεύεις διὰ τῶν ἀδελφῶν, ὅς σε καὶ ἀνακηρύξει ἐν καιρῷ τῆς ἀνταποδόσεως ὡς εὐποιητὴν αὐτοῦ, ὡς ξεναγιστὴν αὐτοῦ, ὡς τροφοδότην αὐτοῦ.
Ἔχων οὖν τοιαύτας τὰς ἐλπίδας, ἄνθρωπε θεοῦ, χαῖρε καὶ εὐφραίνου καὶ νόμιζε πολὺν πλοῦτον συναθροίζειν ἐν τῇ καλλίστῃ σου πραγματείᾳ ταύτῃ, πλοῦτον οὐ φθαρτόν, ἀλλὰ τὸν διαμένοντα εἰς αἰῶνας ἐπὶ κτήσει τῆς βασιλείας τῶν οὐρανῶν. ἔρρωσο ἐν Κυρίῳ.
Γενναδίῳ τέκνῳ Ἃ ἐπέστειλας, τέκνον ἠγαπημένον, ἐπέγνων. λυπῇ, ὅτι ἐν τῷ διωγμῷ τόπον ἐκ τόπου ἀμείβεις, ὑπὸ δέους καὶ μερίμνης συνεχόμενος· ταῦτα γὰρ ὑποβάλλει ὁ λόγος τῆς φυγαδείας, πρὸς δὲ καὶ ἐνδεῶς ἔχειν τῶν κατὰ χρείαν. ἀλλὰ ὁ μακαρισμὸς τοῦ Κυρίου εὐφραινέτω σε καὶ κουφιζέτω τὰ ἄλγη· μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. ἆρα οὐ πᾶσαν θλῖψιν καὶ στενοχωρίαν ἱκανή ἐστιν διαλῦσαι ἡ ἐπαγγελία αὕτη; ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίναι. ὁρᾷ ὅτι θεομίμητόν σε ἐργάζεται ἡ βίᾳ; βιαστῶν οὖν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. ἔνεγκον, τέκνον, ὡς προήνεγκας διὰ Χριστὸν οὐ μόνον διωγμόν, ἀλλὰ καὶ φυλακήν. ὁ προσθεὶς γνῶσιν προσθήσει ἄλγημα, φησίν. νεωστὶ ἠρίστευσας· καὶ πρεσβυτισθεὶς ἐν τῇ γνώσει καὶ ἡλικίᾳ οὐ περισσότερος εἴης;
Ναί, τέκνον, παρακαλῶ, περιφρουρῶν ἑαυτὸν παντοίως, ἵνα σῴζῃ ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὥσπερ ὄρνεον ἐκ παγίδων. εὔχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ.
Κληδονίῳ τέκνῳ Ἄρτι συνέφθασα, τέκνον ἠγαπημένον, ἀντεπιστεῖλαί σοι. χαίρω οὖν ὅτι ὑγιαίνεις, εἰς δὲ τὸ μεμονῶσθαί σε οὐχ ἡδέως ἔχω, κἂν ἀκουσίως, ἐκ τοῦ τὸν ἀδελφὸν Νεῖλον κρατηθῆναι. σπούδασον οὖν, παρακαλῶ, συνεῖναι ἑνὶ τῶν ἀδελφῶν, καὶ τούτῳ, εἰ οἷόν τε, συνετῷ· οἶδας γὰρ ὅτι παντὶ ὁ ἐχθρός, καὶ χρεία ἀσφαλείας ψυχικῆς. εἰς δὲ τὸν ἀββᾶν Λεόντιον τί σοι ὅλως ἐπῆλθεν ἀπιέναι; εἰ μὲν ἔγνως πεφυλαγμένον αὐτὸν τῆς αἱρέσεως, εὖ ἂν εἶχεν· τοῦτο γὰρ κἀγὼ προεθυμούμην, καθὰ καὶ προενετειλάμην τῷ μακαρίῳ Θεοδούλῳ. ἐπειδὴ δὲ συναπήχθη τοῖς αἱρετικοῖς δι᾽ ὑπογραφῆς καὶ κοινωνίας, δι᾽ ἣν καὶ ἀπέστη ἀπ᾽ αὐτοῦ ὁ μακάριος ἐκεῖνος, οὐδὲν ἄλλο ἐστὶ τὸ ἀπελθεῖν σε πρὸς αὐτὸν ἢ τὸ γενέσθαι ὅμοιον αὐτῷ καὶ ἀπολέσαι τὰ πάντα, καὶ τὴν ὑποταγὴν καὶ τὴν Χριστοῦ ὁμολογίαν. στῆθι, τέκνον μου, ἐν τῷ κράτει τῆς ἀληθείας, τόπον ἐκ τόπου μὴ ὡς ἔτυχεν μετερχόμενος ἄνευ ἀνάγκης. πάντως δὲ ὁ εἰπὼν οὐ μή σε ἀνῶ οὐδ᾽ οὐ μή σε ἐγκαταλίπω θεὸς οὐ παρόψεταί σε ἐν ἀληθινῇ καρδίᾳ πορευόμενον καὶ σκέπων καὶ τρέφων καὶ παντοίως προνοούμενος· πλὴν ὅτι θλίψεως καιρὸς καὶ ὑπομονῆς χρεία. μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν Χριστοῦ· τοῦτο εὐφραινέτω σε καὶ τὰ ἐπώδυνα κουφιζέτω. ὁ δὲ κατὰ σάρκα σου ἀδελφός, σὰρξ ὤν, σάρκα σε θέλει γενέσθαι.
Τί μοι τοιαῦτα γράφεις; ἴδε τοὺς κατὰ πνεῦμα ἀδελφούς σου ἐναθλοῦντας κἀκείνους ζηλοῦν ἐπείγου, ἵνα γίνῃ στεφανίτης. ὁ θεός σε, τέκνον μου, περιφυλάξειεν, εὐχόμενον περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ.
Εὐστρατίῳ ἀρχιητρῷ Ἐγίνωσκον μὲν τὴν τιμιότητα τῆς ἀγάπης σου καὶ πρότερον, ὁπότε τῆς προσκυνήσεώς σου ἠξιώθην, οὔπω δὲ τὸ πόση καὶ ἡλίκη· διὰ δὲ τοῦ πνευματικοῦ ἡμῶν υἱοῦ Ἀδριανοῦ τοσαῦτά σου καλὰ ἠκουτίσθημεν καὶ οὕτω διέθετο ἡμᾶς ἡ ἀπαγγελία εἰς ἀγάπησιν (μάλιστα ὅτι καὶ τῆς αἱρέσεως μένοις ἀνώτερος, διαφυλαττόμενος ὡς ἐν μέσῳ φλογὸς ἄφλεκτος τῆς αἱρετικῆς κοινωνίας), ὥστε εὐχαριστῆσαι τὸν ἀγαθὸν ἡμῶν θεὸν λίαν καὶ δόξαι εἰς πρόσωπόν σου τίμιον ἐλθεῖν καὶ περιπτύξασθαί σε ἀπὸ καρδίας. χάρις οὖν τῷ Κυρίῳ, τῷ ἔχοντι ἐκλεκτοὺς καὶ ἐν Βυζαντίδι ἐν τῷ παρόντι καιρῷ χαλεπῷ, ἐφ᾽ ᾧ Χριστὸς διώκεται σὺν μητρὶ καὶ θεράπουσι διὰ τῆς τῶν ἁγίων αὐτῶν εἰκόνων καταδρομῆς καὶ ἀτιμίας· καὶ γὰρ ἡ τῆς εἰκόνος ὕβρις τοῦ εἰκονιζομένου ἐστὶν ἀριδήλως ἀτιμία, κἂν οὐ συνιῶσιν οἱ χριστοδιῶκται. ἆρα οὐχ ὁ τὸν τύπον τοῦ ζωοποιοῦ σταυροῦ ὑβρίζων τὸν ζωοποιὸν σταυρὸν ὑβριεῖται; καὶ μάλα. οὕτω καὶ ἐπὶ τοῦ τύπου, ἤτοι τῆς εἰκόνος Χριστοῦ.
Ἀλλ᾽ ἐκείνοις μὲν εἴη ἐπιστροφὴ καὶ παῦλα τῆς ἀσεβείας· σὲ δὲ Κύριος ἔτι διαφυλάξειεν μετὰ τῆς κυρίας τῆς ὁμοζύγου, τῆς καὶ ἀφ᾽ αἵματος ἡμῶν, ὡς ὁ λόγος, ἀσινῆ καὶ ἀβλαβῆ ἐν πᾶσι, παρέχων σοι καὶ ὑπὲρ τῆς τοῦ ἀδελφοῦ καὶ γραμματηφόρου ἐξ ἀρχῆς μέχρι τοῦ δεῦρο καλοποιΐας καὶ ξενοδοχίας πολλοὺς τοὺς μισθούς, πολλά σου τὰ ἀγαθὰ ἐξαγγέλλοντος, οὐ μὴ ἀλλὰ καὶ ὑπὲρ ὧν ἐστερήθης προσόδων φυγὰς τὴν τοῦ ἀσεβάρχου συνεστίασιν. εἴη σοι θησαυρὸς οὐράνιος τῶν πνευματικῶν χαρίτων.
Ἰωσὴφ ἀδελφῷ καὶ ἀρχιεπισκόπῳ Ἠξίωμαι καὶ τανῦν μαθεῖν σου τὰ τῆς ὑγιείας καὶ ὁσιώσεως οὐ μόνον ἀπὸ τιμίου γράμματος, ἀλλὰ καὶ ἀπὸ ζώσης φωνῆς τοῦ καλοῦ Διονυσίου, ὃς ἔθρεψέν μου τὴν ταπεινὴν ψυχήν, ἕκαστα ἐξηγησάμενος, ἃ ὑπέλαβεν ὀφθαλμοῖς τῶν αὐτόθι, τὴν ξενίαν, τὴν παροικίαν, τὴν ἡσυχίαν, τὸ ὄρος, τὸ ὕδωρ, μᾶλλον δέ, παρεὶς ταῦτα, ἐξ ὧν ἐστι γνωριμώτερον λέξω, τὸν θεόν, ᾧ λατρεύεις, καὶ ὃν θεραπεύεις καὶ ὑπὲρ οὗ σοι ἡ ἐρημία καὶ ἡ τληπαθεία, ἀπορφανισθέντι προσώπῳ, οὐ καρδίᾳ, ἡμῶν τε τῶν ταπεινῶν, ἀλλὰ μὴν καὶ τῆς ὑπὸ χεῖρα μεγάλης τοῦ θεοῦ ἐκκλησίας. ἐλεεινὰ μὲν οὖν ταῦτα (πῶς γὰρ οὔ;), ἀγαπήσει ἠγαπημένος ὑπ᾽ ἀμφοτέρων καὶ οἷα τομῇ μαχαίρας διῃρημένος· ὅμως ἔχεις μὲν αὐτός, ποθεινότατε καὶ ἁγιώτατε, εἰς θεὸν μεγάλας τὰς ἐλπίδας, ἔχει δέ σου ἡ ἐκκλησία σὺν ἡμῖν πολλὰ τὰ αὐχήματα εἰς σέ, τὸν δι᾽ ἀλήθειαν καὶ προπαθόντα τοιαῦτα καὶ νῦν μετὰ Χριστοῦ πάσχοντα· ἐν οἷς τελειώσειέν σου ἡ θεία χάρις τὸν καλὸν ἀγῶνα εἰς ἄμειψιν τοῦ στεφάνου τῆς δικαιοσύνης ἐν ἡμέρᾳ τῆς δικαίας τοῦ Κυρίου ἀνταποδόσεως.
δέδιας, ὦ πάτερ, τοὺς οἴκοθεν καὶ ἀοράτους ἐχθροὺς παρὰ τοὺς ὁρωμένους, καὶ οὐκ ἀπεικότως, ἀλλ᾽ ὡς ἔμφρων, ἀλλ᾽ ὡς ἐμπειροπόλεμος, ἀλλ᾽ ὡς ἀσφαλής· τούτους κἀγὼ ὁ τάλας πτοοῦμαι καὶ δέδοικα, ὅτι ὁμοῦ τὸ ἀναπνεῖν καὶ ἡ βολὶς πυρπολουμένη, οὔτε καθεύδοντί μοι ἀργοῦσα διὰ τῶν ἰνδαλμάτων, μὴ ὅτι γρηγοροῦντι. ἀλλ᾽ εἷς ἐπαρωγός, ὁ τοῦ θεοῦ φόβος· οὗ γὰρ οὗτος γρηγορεῖ, ἐκεῖ κοιμᾶται τὰ πάθη.
Δέομαί σου οὖν τῆς ὁσιότητος ἐπαμῦναί μοι ταῖς προσευχαῖς ἀδιαλείπτως περισῴζεσθαι ἀνώτερον τῆς παγίδος τοῦ ἐχθροῦ· πρὸς γὰρ τὸ ἡμᾶς τοὺς ἀναξίους ἕλκεσθαι εἰς μνήμην σου πρὸς ἕκαστα τί δεῖ καὶ λέγειν, εἰ μὴ ὅτι καὶ πρὸ τῆς οἰκείας σωτηρίας τὴν σὴν ἐξαιτούμεθα ἐν Κυρίῳ συντετριμμένῃ καρδίᾳ εὐδοκίμησιν καὶ διάσωσιν ἐν πᾶσιν. προσαγορεύουσιν οἱ σὺν ἐμοὶ ἀδελφοὶ μετ᾽ αἰδοῦς τὴν ἱεράν σου κορυφήν. πλεῖστα ἀσπάζομαι τοὺς ἀδελφούς, μάλιστα τὸν καλὸν Ἀθανάσιον, ἔργῳ καὶ λόγῳ συμπεπονθέναι σοι ἐν Κυρίῳ θερμῶς προαιρούμενον.
Ἄνθῳ τέκνῳ Τὸ μικρὸν ἐπιστολίδιόν σου, τέκνον ἠγαπημένον, μέγιστόν μοι εἰς ἀποδοχῆς λόγον· ἀρκεῖ γάρ μοι τὸ σημαίνειν σε ὅτι ζῇς καὶ ὑγιαίνεις, ὑπηρετῶν τῷ ἁγιωτάτῳ ἀρχιεπισκόπῳ καὶ πατρί. ἔτι οὖν ἔρρωσο, φίλτατον τέκνον, καὶ σώματι καὶ πνεύματι, ἵνα ἀκούων χαίρω ὁ ταπεινός. προσεύχου ἀνεπιλήστως τὴν σωτηρίαν μου ὡς υἱὸς ἀγαπητός, ὡς ἄνθος ἀρετῶν, ὡς ἠγαπηκὼς ἀπ᾽ ἀρχῆς τὴν ἁγνείαν. σωθείης.
Ἰγνατίῳ ἐπισκόπῳ Μιλήτου Παρὰ τὸ μὴ εἰδέναι με ἀκριβῶς τὸν τῆς ἐξορίας τόπον τῆς πατρικῆς σου ἁγιωσύνης οὐκ ἠξιώθην ἐπιστεῖλαι μέχρι τοῦ παρόντος, καίτοι ἐπιθυμίαν ἔχων καὶ εἰς αὐτὸ τοῦτο ἀσχάλλων τῷ πνεύματι· ἄρτι δέ πως ἐληλυθότος Διονυσίου τοῦ ἀδελφοῦ ἡμῶν ἐκ τῶν αὐτόθι καὶ ἀναγγείλαντος ἡμῖν ὅτι καὶ ἑώρακέν σου τὴν ὁσιότητα καὶ προσηγορίαν αὐτῆς ἔσχεν ἐν τῇ καθ᾽ ἡμᾶς οὐθενότητι, τίς τε καὶ οἷος ὁ χῶρος αὐτὴν ὁ κατέχων, καὶ χαρᾷ ἐχάρημεν οἱ ταπεινοὶ καὶ εὐθύμως τὴν ἐπιστολὴν ἐχαράξαμεν.
Ἡμεῖς γάρ, ὦ τιμιώτατε, ἔκπαλαι κάτοχοι τῆς ἀγάπης σού ἐσμεν καὶ σέβομεν οὐ μόνον ὡς γνώριμον καὶ ὁμόσχημον, ἀλλὰ γὰρ καὶ ὡς ὁμολογητὴν τοῦ Χριστοῦ, ὑπὲρ οὗ καὶ δι᾽ ὃν ὁ διωγμὸς καὶ ὑπερορισμός, ἀλλὰ χάρις Κυρίῳ τῷ γνωρίσαντί σε ἐν τῷ νῦν καιρῷ στῦλον καὶ ἑδραίωμα τῆς ἀληθείας, μὴ κατασεισθέντα ὑπὸ τῶν προσβολῶν τῶν ὑπεναντίων, ἀλλὰ διασῴζοντα τὸ τῆς εὐσεβείας μυστήριον ἐν τῇ κραταιότητι τοῦ Ἁγίου Πνεύματος ἀκαπήλευτον· πάντως γὰρ ἔγνως ὅσοι καὶ πηλίκοι οἱ κατὰ τὰς ἁμαρτίας μου ὠλισθηκότες· ἐφ᾽ οὓς τίς οὐ στενάξειεν δάκρυον; καί γε ἐπὶ τῷ Μηδικιώτῃ, συληθέντι ἐκ τῶν περὶ Ἰωσὴφ οἰκονομίας χάριν ἠσεβηκέναι εἰς Χριστόν. τοῦτο δέ, ὦ θεόσοφε, ἀπηχὲς πάνυ καὶ ἔκτοπον· ἐὰν γάρ τις τὸ κακὸν ἐν προσχήματι ἀγαθοῦ ποιῇ, διπλοῦν ἐργάζηται τὸ ἁμάρτημα, ὅτι αὐτός τε τὸ οὐκ ἀγαθὸν ποιεῖ καὶ κέχρηται οἱονεὶ παραπετάσματι τῷ τοῦ ἀγαθοῦ ὀνόματι, φωνή ἐστι τοῦ θείου Βασιλείου. οὕτω μὲν ἐκεῖνοι πρὸς τῇ οἰκείᾳ πτώσει καὶ πολλοῖς ἄλλοις ὄλισθος γενόμενοι, πλὴν ὅτι ὁ Μηδικιώτης, ἐπιγνοὺς τὴν ἧτταν, καὶ ὡμολόγηκεν ὠλισθηκέναι καὶ μεταμεμέληται σφόδρα, ὡς μεμάθηκα, καὶ διὰ τοῦτο φυγὰς ᾤχετο, μέγιστον δεῖγμα μετανοίας καὶ ὠφελείας ἐγκαταλείψας τοῖς τε οἰκείοις φοιτηταῖς καὶ τοῖς εὖ φρονοῦσιν.
ἵστανται δὲ χάριτι Χριστοῦ ἐρηρεισμένοι ἐν ἐπισκόποις οἱ προηγωνισμένοι ἐν Κυρίῳ, ἐν ἡγουμένοις ὁ τῶν Καθαρᾶ, τοῦ Πικριδίου, τοῦ Παυλοπετρίου, τοῦ Ἀγροῦ, ὁ τῆς Δελμάτου, ὁ τῆς Πελεκητῆς Μακάριος.
Προσεύχου τοίνυν, ὦ ποθεινότατε πάτερ, ὑπὲρ εἰρήνης τῆς ἐκκλησίας, εἶτα καὶ ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἐλαχίστου ἵνα σὺν ὑμῖν τοῖς ἁγίοις πατράσιν ἐπιτύχοιμι θεοῦ, κατόπιν ὑμῶν ἀξιούμενος βαίνειν.
Ἰωάννῃ ἡγουμένῳ Δύο ἐπιστολῶν τῆς ἁγιωσύνης σου ἔκτισις τὸ παρὸν γραμματεῖον διὰ τὸ μὴ ἐπιτυχεῖν με γραμματηφόρου, ἀληθέστερον δὲ εἰπεῖν, διὰ τὸ φασματικὴν ἡμᾶς συντυχίαν δέξασθαι, ἣν ἀπήγγειλεν ὁ ἐνεγκὼν τὴν ἐπιστολήν. χάρις οὖν τῷ θεῷ ὅτι ὑγιαίνων διατελοίης, πάτερ τιμιώτατε, φέρων τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ, ὑπὲρ οὗ καὶ δι᾽ ὃν ἡ ἐξορία καὶ ἡ κακοπάθεια, ἥ τε ἀφαίρεσις τῶν οἰκείων καὶ ἡ ἀπαλλοτρίωσις τῶν ἰδίων. δέχῃ ἀκοὰς θλιπτικὰς τῶν εἰς τὰ τοῦ μοναστηρίου παρανομούντων· καὶ οἶδα ὅτι δριμύττει ὁ λόγος (πῶς γὰρ οὔ;), ὧν ἐστι κόπος χειρῶν σου, ἱδρὼς ἀγώνων, ὕπαρξις γονέων, πολλῶν ἄλλων εἰσφοραὶ καὶ συγκομιδαί, ἐπειδὴ καὶ ἦρξας ἐν βασιλικοῖς πράγμασιν, ὀψώνια καὶ σιτηρέσια οὐκ ὀλίγα λαβών, καθότι καὶ ἐξ εὐγενῶν ἔφυς καὶ ἐκ συγγενῶν συνεκροτήθης καὶ πολυούσιον ἐτεκτήνω ἀσκητήριον.
Ἀλλὰ τί δεῖ παθεῖν, οὕτως τοῦ καιροῦ ἐνεγκόντος; θάρσει οὖν, ὦ τιμιώτατε, ὅτι καὶ ταῦτα ἀπολήψῃ μικρὸν ὕστερον, ἡνίκα δοκιμάσῃ τῷ ἱκανῷ τοῦ πειρασμοῦ ὡς ἐν πυρὶ τὸ δοκίμιον τῆς πρὸς αὐτὸν ἡμῶν πεποιθήσεως ὁ ἀγαθὸς θεός· καὶ ἔτι κρείττονα καὶ μένουσαν ἐν οὐρανοῖς ὕπαρξιν ταμιεύσοιτό σοι Χριστὸς ἀνθ᾽ ὧν νῦν κατέλιπες πάντα δι᾽ αὐτόν, κλέος ἀπενεγκάμενος αἰώνιον ἔν τε τῷ μοναδικῷ τάγματι καὶ ἐν πάσῃ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ. μὴ οὖν, παρακαλῶ, καταξαινέτω τὴν καρδίαν ἡ μνήμη καὶ ἀγγελία τῶν λυπηρῶν· γέγραπται γάρ, ὑπομιμνήσκω, οὔπω μέχρις αἵματος ἀντεκατέστημεν πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι. δυνατὸς δὲ ὁ θεὸς ποιῆσαι σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τῆς ἐλπίδος καὶ πιστός ἐστιν εἰς μαρτύριον ἡμῖν λογίσασθαι καὶ τὰ φθάσαντα καὶ φθάζοντα.
Διὸ ὑπομονῆς ἡμῖν χρεία ἔτι, ὦ πάτερ, ἵνα κομισώμεθα τὰς ἐπηγγελμένας παρὰ θεῷ ὑποσχέσεις. ἀπέχω δὲ καὶ ὑπεραπεδεξάμην τὴν ἐφ᾽ οἷς ᾐτησάμην σου πειθὼ εἵνεκα τῆς ἀληθείας ὁμολογίαν καὶ συγκατάθεσιν· καὶ λογισθείη σοι εἰς χάριν, εἴπω, καὶ συγγνώμην τῶν ὀφληθέντων κατὰ κοινοῦ, ἐπειδὴ τοῦτο καὶ ὁ τῆς ἱεραρχίας κορυφεὺς οὐκ ἐπῃσχύνθη ὡμολογηκέναι θεῷ τε καί τισιν. ἀλλ᾽ ἄγε τὸν λόγον ἐπὶ τοὺς καθ᾽ ἡμᾶς λογάδας. ποῦ ποτέ εἰσιν οἱ περὶ τὸν ἀββᾶν Ἰωσήφ, οἱ καὶ νῦν προσχήματι οἰκονομίας ἀσεβήσαντες καὶ ἀπορραγέντες οὐ μόνον ἡμῶν τῶν ταπεινῶν, ἀλλὰ γὰρ καὶ τῆς κεφαλῆς; καὶ 〈ὃν〉 τὰ πρῶτα εἰς πρόσωπον εὐλόγουν, ἐφάνησαν οὐ συνημμένοι αὐτῷ πνεύματι, ἀλλὰ κατὰ ἄνθρωπον· δεξάμενοι γὰρ καὶ κεκοινωνηκότες τῷ ἀντιθέτῳ καὶ χριστομάχῳ ἀπώσαντο σὺν Χριστῷ καὶ τὸν ἀληθινὸν ἡμῶν πατριάρχην. ἴδοι Κύριος καὶ ἐπισκέψοιτο τὴν ἐκκλησίαν αὐτοῦ ἐν τάχει, λελυμασμένην συΐ ἀγρίῳ, δῆλον ὅτι σαῖς προσευχαῖς καὶ πάντων ἁγίων ἱλεούμενος. μνημονεύειν μου τοῦ ἁμαρτωλοῦ μὴ ἐπιλάθῃ, ὦ ποθητέ, ὅπως ῥυσθείην ἀπὸ παντὸς ἔργου πονηροῦ, ἑπόμενος ὑμῖν κατόπιν, τοῖς ὁμολογηταῖς Χριστοῦ.
Γρηγορίῳ τέκνῳ Ἄρτι ἀποκρίνομαι πρὸς ἃ ἐπέστειλας πάλαι, τέκνον, καὶ ἀποκρίνομαι οὐκ ἐξ ὧν ἔγραψας ὅτι μηδὲ κατὰ λόγον ὑποταγῆς, ἀλλὰ ἀφ᾽ ὧν διήγγελμαι, ὅτι κρίμα μοι ἐπήρτηται ποιμενικὸν καὶ οὐαί μοι τῷ ἀθλίῳ, εἰ μὴ ἀρκούντως ἀναγγείλοιμι. εἰ μὲν γὰρ ἑώρων πρὸς μὴ γεγονότα ἐν ὑπακοῇ μου εἶναι τὸν λόγον, οὐδὲ ἅπαξ τυχὸν ἐδεοίμην λέγειν· ἐπειδὴ δὲ πρὸς τοιοῦτον, ὡς ὑπὸ μάρτυρι θεῷ καὶ ἀγγέλοις καὶ πάλιν μοι τὸ γράμμα ὁμοῦ μὲν παρακλητικόν, ὁμοῦ δὲ καὶ διαγγελτικόν, καὶ οἶδ᾽ ὅτι πρὸς ἔχοντα οὖς ἀκουστικὸν διαλέξομαι.
Ἀδελφὲ Γρηγόριε, μνήσθητι ἡμερῶν ἀρχαίων, μνήσθητι ἀναθέσεως υἱϊκῆς, μνήσθητι ἀγαπήσεώς μου, ταπεινῆς μέν, ἀληθινῆς δέ, ὡς πάντες ἴσασι· μνήσθητι ὅτι βασιλεῖς καὶ ἀρχιερεῖς οὐχ εὗρον ἰσχὺν διασχίσαι ἡμᾶς ἐξ ἀλλήλων πολλοῖς τρόποις κινηθέντες, τοῦ συνδέσμου τῆς ἀγάπης οὐδαμῶς ῥηγνυμένου. εἶτα, ὅτε πολλοὶ οἱ πολεμοῦντες καὶ πλείους οἱ ἀγῶνες, ἀήττητοι καὶ νικηταὶ καὶ ἀδιαίρετοι, ὁπότε δὲ παῦλα, τότε ἧττα καὶ διαίρεσις; φεῦ τῆς ταλαιπωρίας μου, ἀβάλε τῆς δαιμονικῆς ἐπηρείας· οἷος ἦς ὀχυρὸς ἐξ ὧν ἔδρασας ἐν ὑποταγῇ, τίμιος, ἀξιόπιστος, περιφανής, πολλὰ τὰ ἕδνα προσφέρων τοῖς ἐντυγχάνουσιν. τί τὸ γεγονός, τέκνον μου; τί τὸ διατεμόν σε, σπλάγχνον μου; ὅτι ἐλύπησά σε ἐπιτιμῶν, κόπτων τὸ θέλημά σου; ὁμολογῶ, ἀλλὰ διὰ θεὸν καὶ ψυχήν· εἰ δὲ καὶ ἀδίκως τυχόν, σύγγνωθι. μνήσθητι δὲ ὅτι καὶ τὴν φύσιν μου ἐξεβιασάμην, εἴπω, καὶ τὸ τῆς ὑποταγῆς δίκαιον ἐλυμηνάμην, τὰ τῆς ἀναπαύσεώς σου διώκων. καθομολογῶ καὶ τὰ σά, οὐ γὰρ εἰμὶ ἀγνώμων, υἱέ μου, ὅτι δι᾽ ἐμὲ Χριστοῦ ἀκολουθήσει καὶ ὠνειδίσθης καὶ ἐρραπίσθης καὶ ἐφρουρήθης καὶ τὴν ψυχὴν μέχρις αἵματος προήσω· οἶδας τὰς βασιλικὰς ἀποκρίσεις, οἶδας τὰ ἐν τῷ παλατίῳ εἱρκτάς, τὰς ἐν τῷ Ἁγίῳ Μάμαντι ἀπαγωγάς· οἶδας τὴν φυλακιστικὴν ἀμφοτέρων ζωήν, τὴν εἰς ἀλλήλους συμφυΐαν, ἣν ἐθαύμασαν καὶ βασιλεῖς καὶ ἱερεῖς καὶ πᾶς τις ἄλλος. εἶτα, τί τὸ διαρρῆξαν;
ὅτι τῶν διωξάντων καταποθέντων καὶ τοῦ σκανδάλου ἐκποδὼν ἀρθέντος σύμβασιν ἐποιησάμεθα μετὰ τοῦ ἀρχιερέως. ὢ τῆς ἐπηρείας· καὶ τί ἐβούλου; ἵνα, φησίν, ἐγένετο σύνοδος καὶ καθῃρέθη τὸ αἴτιον. καὶ τίς ὁ συνεδρεύων ἢ καθαιρῶν; οὐχ ὁρᾷς ἀνένδεκτα λέγων; ἀλλ᾽ ὅτι οὐκ ὤφειλεν συνελθεῖν τῷ βασιλεῖ ὁ ἱεραρχῶν. ὁμολογουμένως, ὡς οὐδὲ ὁ πρὸ αὐτοῦ, ἐφ᾽ ᾧ καὶ ὁ μείζων κίνδυνος, ἐξ οὗ καὶ συναπέρχεται δῆθεν οἰκονομίας ὁ δεύτερος.
Ἔα ταῦτα, τέκνον. γέγονεν ὡς γέγονεν, καὶ κριτὴς θεὸς τῶν τοιούτων. τοίνυν περιφανεστέραν καὶ ὁσιωτέραν πιστεύω τῷ θεῷ μου ὑπάρξαι τὴν ἕνωσιν τῆς ἐνστάσεως τῷ εὖ φρονοῦντι καὶ εἰδότι μέτρον καὶ ἀξιώματος καὶ ἐνστάσεως. καί γε ἔδειξεν ὁ χρόνος, ὁμολογίας στέφανον ἀναδησαμένου τοῦ ἀρχιεράρχου σὺν πολλοῖς ἄλλοις, κἀμοῦ τοῦ ταπεινοῦ συμπαρομαρτοῦντος τῷ ἀρχιεραρχοῦντι· ὃν καὶ ἐδεξάμην καὶ δέδεγμαι, ἐπὶ τὸν βασιλεύσαντα ἀνενεγκόντα τὸ αἴτιον. καὶ μὴ οἴου με, ἀδελφέ, φιλαρχοῦντα ταῦτα λέγειν, ὡς ἂν ἐναβρύνεσθαι ἢ νικᾶν ἐν τῇ ὑποταγῇ σου· μηδαμῶς. εἰ οἷόν τε γενέσθαι εὐάρεστον θεῷ, δέχομαι οὐ μόνον εἰπεῖν σοι τὸ ‛ἥμαρτον‚ ἀλλὰ καὶ ὑποταγῆναί σοι. καὶ δέομαί σου, τέκνον μου ἀγαπητόν, μὴ σκληρυνθῇς, ὁ θεός σε παρακαλεῖ δι᾽ ἐμοῦ· ἴδε ὅτι τὸ κρίμα καὶ τῶν ὄντων μετὰ σοῦ τέκνων μου ἔχεις.
Παρακαλῶ σε μὴ ἀποτύχω μου τῆς ἐλπίδος ἐπ᾽ ἀμφοτέροις, λέγω δὴ καὶ τοῦ ἀδελφοῦ μου Βασιλείου τοῦ ἠγαπημένου, ᾧ γράψαι ἰδίᾳ περισσότερόν τι οὐκ εἶχον. εἰ δέ, ὅπερ μὴ γένοιτο, ἀπειθήσητε, ἐγὼ μὲν ὁ ταπεινὸς ἀθωῶ ἐμαυτὸν τοῦ αἵματος ὑμῶν, ὑμεῖς δὲ ὄψεσθε, ὃ καὶ ἴστε, τί τὸ τῆς ἀπειθείας κρίμα καὶ δέσμημα παρὰ θεῷ.
Πρωτοσπαθαρέᾳ Ἐγώ, φειδόμενος καὶ εὐλαβηθεὶς μή τι διὰ τοῦ γράφειν με γενηθῶ σοι εἰς κόπον, κυρία μου, οὐκ ἐπέστειλα τὸ πρότερον· αὐτὴ δέ, οὐκ οἶδα πῶς ἰδοῦσα τὸν γραμματηφόρον, ἐπλήρωσας τὴν δεξιὰν αὐτοῦ ἀργυρίου, ἀποστείλασα εἰς ἀνάπαυσιν τῆς ταπεινώσεώς μου. καὶ ἱνατί ἐκαινοτόμησας τὴν εὐλογημένην σου οἰκίαν; καὶ ἱνατί πρὸς πλησμονήν σου ἐγενόμην; πλὴν ὁ πάντα ζυγοστατῶν καὶ σταθμίζων ἀποδῴη σοι ἀντίμισθον καὶ ἀντίξενον τὴν βασιλείαν αὐτοῦ, ὑπακούων σου τῆς πεποιθήσεως καὶ τῆς προκειμένης εὐχῆς, καταρραΐζων πᾶσάν σου θλῖψιν καὶ ἀδολεσχίαν, γαληνιαίαν τε καὶ εἰρηναίαν παρέχων σοι διαβίωσιν. μνημόνευε καὶ ἡμῶν ἐν τῇ ὀρθοδόξῳ καὶ καθαρᾷ σου λατρείᾳ· μανθάνω γὰρ ὅτι ἀντέχῃ εὐσεβείας, καί γε κρατυνθείης ἔτι.
Πασχαλίῳ πάπᾳ Ῥώμης Τῷ τὰ πάντα παναγεστάτῳ, φωστῆρι μεγάλῳ, ἀρχιερεῖ πρωτίστῳ, κυρίῳ ἡμῶν δεσπότῃ ἀποστολικῷ πάπᾳ, Ἰωάννης, Θεοδόσιος, Ἀθανάσιος, Ἰωάννης, Θεόδωρος, ἐλάχιστοι πρεσβύτεροι καὶ ἡγούμενοι τῶν Καθαρᾶ, τῶν Πικριδίου, τοῦ Παυλοπετρίου, τῆς Εὐκαιρίας, τῶν Στουδίου.
Ἤδη που πάντως ἤκουσται τῇ κορυφαίᾳ ὑμῶν μακαριότητι τὰ κατὰ τὰς ἁμαρτίας ἡμῶν τῇ καθ᾽ ἡμᾶς ἐκκλησίᾳ ἐπελθόντα (καὶ γὰρ γεγενήμεθα εἰς παραβολὴν καὶ διήγημα ἐν πᾶσι τοῖς ἔθνεσι, γραφικῶς εἰπεῖν), οὐ μὴν ἴσως ἡ ἀπαγγελία ἐντελῶς τε καὶ ἐπιστολικῶς. διόπερ ἡμεῖς οἱ ἐλάχιστοι, εἰ καὶ μέλος που τοῦ σώματος Χριστοῦ ἔσχατον τυγχάνοντες, ὅμως τῆς κεφαλῆς ἡμῶν εἰργομένης τῶν τε ἐν τῇ ἀδελφότητι προεχόντων ὧδέ τε κἀκεῖσε διεσπαρμένων ἠδυνήθημέν πως ἐκ τοῦ σύνεγγυς εἶναι καὶ διὰ τῆς εἰς ἀλλήλους καταμηνύσεως εἰς ἓν γενέσθαι καὶ πνεῦμα καὶ ῥῆμα, γράφοντες, εἰ καὶ τολμηρῶς, τάδε.
Ἄκουε, ἀποστολικὴ κάρα, θεοπρόβλητε ποιμὴν τῶν Χριστοῦ προβάτων, κλειδοῦχε τῆς οὐρανῶν βασιλείας, πέτρα τῆς πίστεως, ἐφ᾽ ᾗ ᾠκοδόμηται ἡ καθολικὴ ἐκκλησία· Πέτρος γὰρ σύ, τὸν Πέτρου θρόνον κοσμῶν καὶ διέπων· λύκοι βαρεῖς εἰσεφθάρησαν ἐν τῇ αὐλῇ Κυρίου, πύλαι ᾅδου ὡς πάλαι προσερράγησαν αὐτῇ. τί τοῦτο; διώκεται Χριστὸς σὺν μητρὶ καὶ θεράπουσιν, εἴπερ ἡ τῆς εἰκόνος καταδρομὴ τοῦ πρωτοτύπου διωγμός· ἐντεῦθεν κατένεξις πατριαρχικῆς κεφαλῆς ἐξορίαι τε καὶ περιορισμοὶ ἀρχιερέων τε καὶ ἱερέων, μοναστῶν τε καὶ μοναζουσῶν, εἱρκταί τε καὶ σιδηρώσεις, βάσανοί τε καὶ τέλος θάνατοι. ὢ τοῦ φοβεροῦ ἀκούσματος· ἡ σεπτὴ εἰκὼν τοῦ Σωτῆρος ἡμῶν θεοῦ, ἣν καὶ δαίμονες φρίττουσιν, ἐνύβρισται, ἐξουδένωται, οὐ μόνον ἐν τῇ βασιλευούσῃ πόλει, ἀλλὰ γὰρ καὶ κατὰ πᾶσαν χώραν καὶ πολίχνην. θυσιαστήρια ἠφανίσθη, ναοὶ ἠμαυρώθησαν, ἱερὰ ἐκοινώθη, ἐχέθη αἵματα καὶ χέεται τῶν ἀντεχομένων τοῦ εὐαγγελίου, διωγμοὶ καὶ φυγαδεῖαι τῶν ἔτι ὑπολελειμμένων. ἐσίγησεν πᾶν εὐσεβοῦν στόμα δέει θανάτου, ἠνέῳκται ἡ ἀντίθετος καὶ βλάσφημος γλῶσσα, σεσάλευται πᾶσα σὰρξ ἀμφοτερίζουσα. οἴμμοι, φησίν, ὅτι ἐγενήθημεν ὡς συνάγων καλάμην ἐν ἀμητῷ καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγητῷ, οὐχ ὑπάρχοντος βότρυος.
Ἐφ᾽ ἡμᾶς, ὦ μάκαρ, ἐγένετο πάντα ταῦτα. ἃ τίς μὲν οὐκ ἐπιστυγνάσειεν, εἰς ἑαυτὸν τὰ τοῦ πλησίον ἀναθεωρῶν πάθη, τίς δὲ οὐ λογίσοιτο προεισόδια εἶναι τῆς τοῦ Ἀντιχρίστου παρουσίας, τοσοῦτον διαφέροντα ὅσον εἰκὼν ἀρχετύπου, ἐφ᾽ ᾗ καὶ μαίνεται; δεῦρο δὴ οὖν ἀπὸ δυσμῶν ὁ χριστομίμητος, ἀνάστηθι καὶ μὴ ἀπώσῃ εἰς τέλος· πρὸς σὲ εἴρηκε Χριστὸς ὁ θεὸς ἡμῶν, καὶ σύ ποτε ἐπιστρέψας στηρίξεις τοὺς ἀδελφούς σου. ἴδε ὁ χρόνος καὶ ὁ τόπος· βοήθησον ἡμῖν ὁ ὑπὸ θεοῦ τεταγμένος εἰς τοῦτο, ὄρεξον χεῖρα καθ᾽ ὅσον οἷόν τέ ἐστιν· ἔχεις τὸ ἰσχύειν παρὰ θεῷ ἐκ τοῦ πάντων πρωτεύειν ἐν ᾧ καὶ ἐτέθης. πτόησον, δεόμεθα, τοὺς αἱρετικοὺς θῆρας σύριγγι τοῦ θείου λόγου σου· ὁ ποιμὴν ὁ καλός, θὲς τὴν ψυχὴν ὑπὲρ τῶν Χριστοῦ προβάτων, ἱκετεύομεν. ἀκουσάτω ἡ ὑπ᾽ οὐρανὸν ὅτι ὑφ᾽ ὑμῶν ἀναθεματίζονται συνοδικῶς οἱ ταῦτα τετολμηκότες καί γε ἀναθεματίζοντες τοὺς ἁγίους πατέρας ἡμῶν. τοῦτο εἴη θεῷ εὐπρόσιτον, ἀγγέλοις καὶ ἁγίοις χαρμόσυνον, σαλευομένοις στήριγμα, ἑδραιουμένοις ἐπισφράγισμα, καταπεπτωκόσιν ἀνάστημα, πάσῃ ἐκκλησίᾳ ὀρθοδόξων ἀγαλλίαμα, καί γε τῇ σῇ κορυφότητι κατὰ τοὺς πάλαι προηγησαμένους μνημόσυνον αἰώνιον· οἳ ἐν τοῖς ὁμοίοις καιροῖς τὰ παρ᾽ ἡμῶν τῶν ἁμαρτωλῶν νῦν αἰτούμενα δεδρακότες πνευματοκινήτως καὶ μνημονεύονται καὶ μεμακάρινται.
Πάντως δὲ πιστεύομεν ὡς ἐλέῳ οἰκτιρμῶν καμπτόμενος δέξῃ ἡμῶν τὸ εὐτελὲς γράμμα, Χριστὸν μιμούμενος, ὅς, θεὸς ὢν τῶν ἁπάντων, οὐκ ἀπηξίωσε τὴν παρὰ Αὐγάρου ἐπιστολὴν καὶ δέξασθαι καὶ πρὸς αὐτὴν ἀντιγράψαι.
Τῷ αὐτῷ Τῷ παναγεστάτῳ πατρί, κορυφαίῳ φωστῆρι οἰκουμενικῷ, κυρίῳ ἡμῶν δεσπότῃ ἀποστολικῷ πάπᾳ, Ἰωάννης, Θεοδόσιος, Ἀθανάσιος, Θεόδωρος, ἐλάχιστοι πρεσβύτεροι καὶ ἡγούμενοι τῶν Καθαρᾶ, τοῦ Πικριδίου, τοῦ Παυλοπετρίου, τῶν Στουδίου.
Ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, Χριστὸς ὁ θεὸς ἡμῶν, τὴν σὴν ἐν τῇ δύσει μακαριότητα ὥσπερ τινὰ λυχνίαν θεαυγῆ εἰς ἐπίλαμψιν τῆς ὑπ᾽ οὐρανὸν ἐκκλησίας ἐπὶ τὸν ἀποστολικὸν πρώτιστον θρόνον θέμενος. καὶ γὰρ ᾔσθημεν φωτὸς νοεροῦ οἱ ἐν σκότει καὶ σκιᾷ θανάτου ἐνισχημένοι τῆς πονηρᾶς αἱρέσεως καὶ τὸ νέφος τῆς ἀθυμίας ἀπεθέμεθα καὶ πρὸς χρηστὰς ἐλπίδας ἀνενεύσαμεν, μεμαθηκότες δι᾽ ὧν ἀπεστείλαμεν ἀδελφῶν ἡμῶν καὶ συνδούλων οἷα καὶ ἡλίκα πέπραχέ τε καὶ λέλεχεν ἡ ἁγία ὑμῶν κορυφαιότης, τοὺς μὲν αἱρετικοὺς ἀποκρισιαρίους ὡς λωποδύτας μηδὲ εἰς ἱερὰν αὐτῆς θέαν προσηκαμένη, πόρρω δὲ ὄντας ἐνδίκως ἀποπεμψαμένη, τοῖς δὲ ἡμετέροις ταλαιπωρήμασι διὰ τῆς ἐπακροάσεως τῶν γραμμάτων καὶ διηγήσεως τῶν ἀποσταλέντων ἐπιστυγνάσασά τε καὶ ἐπιστενάξασα θεομιμήτως ὡς ἐπὶ οἰκείοις μέλεσι. καὶ ὄντως ἔγνωμεν οἱ ταπεινοὶ ὡς ἐναργὴς διάδοχος τοῦ τῶν ἀποστόλων κορυφαίου προέστη τῆς Ῥωμαϊκῆς ἐκκλησίας· ἀληθῶς πεπείσμεθα ὅτι οὐκ ἐγκατέλιπεν Κύριος τέλεον τὴν καθ᾽ ἡμᾶς ἐκκλησίαν, μιᾶς καὶ μόνης τῆς παρ᾽ ὑμῶν ἐπικουρίας ἄνωθέν τε καὶ ἐξ ἀρχῆς ἐν ταῖς συμβαινούσαις περιστάσεσιν ὑπαρχούσης αὐτῇ θεοῦ προμηθείᾳ. ὑμεῖς οὖν ὡς ἀληθῶς ἡ ἀθόλωτος καὶ ἀκαπήλευτος πηγὴ ἐξ ἀρχῆς τῆς ὀρθοδοξίας, ὑμεῖς ὁ πάσης αἱρετικῆς ζάλης ἀνῳκισμένος εὔδιος λιμὴν τῆς ὅλης ἐκκλησίας, ὑμεῖς ἡ θεόλεκτος πόλις τοῦ φυγαδευτηρίου τῆς σωτηρίας.
ἀλλ᾽ ὅτι τολμηρὸν παρ᾽ ἡμῶν τῶν οἰκτρῶν καὶ ἀναξίων ἐγκώμια συναίρειν τὴν ὑπὸ θείων γλωσσῶν πάλαι μεμακαρισμένην ὑμῶν θεωνυμίαν δέον ἐπὶ τὸ πονοῦν ἐλθεῖν.
Οἱ μὲν οὖν ἀσεβοῦντες τὰ συνήθη σὺν πάσῃ σπουδῇ καὶ μανίᾳ ποιεῖν οὐκ ἐνδιδόασι, πάντας ὑφέλκοντες καὶ κατασπῶντες εἰς τὸ τῆς αἱρέσεως βάραθρον, δεδιττομένους τὸν θάνατον· ἀνάγκη γὰρ πᾶσα τὸν μὴ εἴκοντα τῇ πονηρᾷ φλογὶ τῶν μαστίγων ὑποβληθῆναι σὺν τοῖς ἀκολούθοις, ὥστε κατὰ μικρὸν ὑπορρέειν (τὸ σχετλιώτατον) καὶ ἐξ αὐτῶν τῶν ἠθληκότων. ἡμεῖς δὲ καὶ αὖθις οἱ ταπεινοὶ καὶ ἔσχατοι ἐν τοῖς μέλεσιν, ὑπέρ τε τῆς οἰκείας ἱερᾶς κεφαλῆς καὶ τῆς ἐνισταμένης ὑπερεχούσης πατρότητός τε καὶ ἀδελφότητος τολμῶντες, πρεσβεύομέν τε καὶ ἐκλιπαροῦμεν παρακληθῆναί σου τὴν ἁγίαν καὶ ἀποστολικὴν ψυχὴν πρῶτον μέν, ὅπερ καὶ πιστεύομεν ποιεῖν, μὴ καταλῆξαι τῆς ὑπὲρ στηριγμοῦ καὶ διασώσεως ἁπάντων θεοκλινοῦς προσευχῆς (ναί, δεόμεθα τὰ ἱερώτατα σπλάγχνα), ἔπειτα, ἃ πνευματοκινήτως αὐτῇ βεβούλευται καὶ ὥρισται ἐπ᾽ ὠφελείᾳ μὲν ἡμῶν τῶν ταπεινῶν, αἰωνίῳ δὲ μακαρισμῷ τῆς οἰκείας ἀρετῆς, εἰς πέρας σὺν θεῷ ἀγαγεῖν.
Βασιλείῳ ἀρχιμανδρίτῃ Ῥώμης Καὶ τὸ πρότερον οὐκ ἔγραψα διά τινα περιπέτειαν, ἀλλά γε νῦν ἐπιστέλλω τῷ ἐμῷ ἠγαπημένῳ καὶ ἁγίῳ πατρί. καὶ πρὸς τίνα γὰρ ἄλλον ἔχω διαλέγεσθαι ἐν τοῖς αὐτόθι ἢ πρὸς τὸν ἄνωθεν καὶ ἐξ ἀρχῆς καὶ γνώριμον καὶ φίλον καὶ πατέρα καὶ προασπιστὴν καὶ σύμψυχον καὶ ταὐτόφρονα καὶ συζηλωτὴν καὶ ἐπίκουρον καὶ σύμβουλον καὶ πᾶν ὁτιοῦν ἐστιν εἰπεῖν εἰς οἰκειότητα καὶ προμήθειαν καὶ ἀντίληψιν διὰ μόνον θεὸν καὶ τὴν ἀρετήν, ἣν ἀμφίεσας ἑαυτῷ ἐνθέῳ πολιτεύματι; ἐραστὸς τῷ ὄντι καὶ προύχων τῷ ἀξιώματι ἐν τῇ πρωτίστῃ τῶν ἐκκλησιῶν τοῦ θεοῦ διαλάμπεις κἀξ αὐτῆς ἡλιοβολεῖς οἱονεὶ τὰ πέρατα διὰ τῆς πανταχῇ ἐξακουομένης θεωνυμίας καὶ ὡς ἀληθῶς βασιλείου προσηγορίας σου.
Τοιοῦτος μὲν καὶ τηλικοῦτος σύ, ὁ τοῦ θεοῦ ἄνθρωπος καὶ ἀξιάγαστος πατήρ· ἡμῖν δὲ τὸ ἐπιστεῖλαι καὶ αὖθις ἀποστεῖλαι Εὐφημιανὸν τὸν πιστὸν υἱὸν ἡμῶν. ἡ ὑπόθεσις οὐ δι᾽ ἄλλο τι ἢ δι᾽ ἣν αἰτίαν καὶ τὰ πρότερα γράμματα, ἅπερ ἀπεσώσαντο Διονύσιος καὶ ὁ αὐτὸς Εὐφημιανός, οἱ γνησιώτατοι ἡμῶν υἱοὶ καὶ ἠγαπημένοι. οἵ, εἰ καὶ μὴ ἀντεκόμισαν ἀντίγραφα, ἀλλ᾽ οὖν διά τε τῆς οἰκείας ἐξηγορίας καὶ τῆς τοῦ ἱεροῦ Μεθοδίου ὁμοῦ καὶ τοῦ θεοφιλεστάτου ἐπισκόπου Μονοβασίας ἐπιστολῆς ἱκανῶς ἡμῶν ἀνεζωπύρησαν τὰς ταπεινὰς ψυχάς, εἰπόντες εὐκταῖα καὶ θεάρεστα μάλα καὶ ὄντως ἀποστολικῆς ψυχῆς ἄξια, ἃ ἐλαλήθη συμπαθῶς καὶ χριστομιμήτως καὶ μὴν καὶ ἐτυπώθη πνευματοκινήτως καὶ πατροπαραδότως παρὰ τοῦ ἁγιωτάτου ἀποστολικοῦ. οὕτω γὰρ καὶ ἡμεῖς οἱ ταπεινοὶ ἐποθοῦμεν ῥοπῇ τοῦ κρατοῦντος τῆς καθ᾽ ὑμᾶς οἰκουμένης τὴν ἐπικουρίαν διὰ τῆς τοῦ πρωτοθρόνου μεσιτείας καὶ θεοδωρήτου ἐξουσίας γενέσθαι, ἀλλ᾽ οὔπω ἐτολμῶμεν τοῦτο αἰτήσασθαι διὰ τὸ ὑπέρκαλον· ἐπὰν δὲ ἐνεπνεύσθη δακτύλῳ θεοῦ εἰς τὴν ἱερὰν καρδίαν, τοῦτο καὶ ζητεῖ ὁ λόγος, τοῦτο καὶ περαιωθῆναι εὐχόμεθα οἱ ἀνάξιοι εἰς μὲν δόξαν θεοῦ προηγουμένως, ἥτις εἴη λυσιτέλεια μεγίστη τῆς ἑαυτοῦ ἐκκλησίας· ὡς γὰρ εἷς Κύριος, μία πίστις, εἷς θεός, οὕτω δῆλον ὅτι καὶ μία ἐκκλησία, κἂν κορυφιάζῃ ἀφ᾽ ὑμῶν.
ὥστε τὸ ὑμέτερον ἀσφαλίζεσθε, δεσπόται μου, τὸ ἡμέτερον φροντίζοντες· τὸ αὐτὸ γὰρ ὑπὲρ ἀλλήλων, φησί, μεριμνῶσι τὰ μέλη, καὶ εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη, εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη (ὑπεμνήσαμεν οἱ ἁμαρτωλοί, οὐκ ἐδιδάξαμεν, ἄπαγε), εἰς δὲ ὑμῶν τῶν ἁγίων κλέος.
Ταῦτα μὲν ὡς παρὰ τοῦ μακαριωτάτου ἀποστολικοῦ θεοκρίτως προερχόμενα· τίς δ᾽ ἂν εἴη πλὴν σοῦ τοῦ καλοῦ παραστάτου καὶ συμβούλου δεξιοῦ καὶ κατὰ πάντα ἀποστολίζοντος συνθέσθαι καὶ συμπρᾶξαι καὶ συμπροθυμήσασθαι εἰς τελείωσιν τῶν θεοζητήτων, ὡς καὶ τὰ πάλαι ἐπὶ τοῖς πάλαι ἐνεδείξω θεάρεστα, ζηλῶν τῷ Κυρίῳ ὡς ὑπέρμαχος ἀληθείας καὶ προστάτης μετὰ τὴν ἀποστολικὴν κορυφὴν τῆς Χριστοῦ ἐκκλησίας;
Δέομαί σου τῆς ἁγίας ψυχῆς ποιεῖσθαί μου μνήμην τοῦ τὰ πάντα ἁμαρτωλοῦ εἰς τὸ σῴζεσθαι ἐν παντὶ τρόπῳ.
Ἰωάννῃ ἐπισκόπῳ Μονοβασίας καὶ Μεθοδίῳ ἡγουμένῳ Τοῖς θεοτιμήτοις καὶ πνευματικοῖς μου πατράσι Ἰωάννῃ τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ Μονοβασίας καὶ Μεθοδίῳ τῷ εὐλαβεστάτῳ ἡγουμένῳ Θεόδωρος ἁμαρτωλὸς μοναχὸς καὶ ἡγούμενος τῶν Στουδίου.
Καλὴν βουλὴν ἐβουλεύσατο ἡ ἐμμελὴς ὑμῶν ἁγιωσύνη, ἀπάρασα τοῦ τῇδε αἱρετικοῦ ψυχοφθόρου κλύδωνος καὶ πρὸς τὸν εὔδιον λιμένα τῆς πασῶν ἐκκλησιῶν πρωτοβαθρούσης εὐθυδρομήσασα, οὐ μᾶλλον τὸ καθ᾽ ἑαυτὴν ἀσφαλισαμένη ἢ τὸ κοινῇ συμφέρον σκοπήσασα θεοβούλως, ὅπερ ἐστὶ τῆς ἀνωτάτω εὐφημίας· τοῦτο γὰρ ἐδήλωσεν ἥ τε ἱερὰ ὑμῶν συλλαβὴ καὶ μὴν καὶ ἡ γλῶσσα τῶν παλινοδησάντων ἀγαπητῶν ἡμῶν υἱῶν.
Ἀλλ᾽ εὐλογητὸς ὁ θεός, ὁ καὶ τὸν λογισμὸν ἐνσκήψας καὶ τὸν τρόπον ὑποθέμενος καὶ εὐμενῶς ὑμᾶς προσδεχθῆναι ἐν τοῖς αὐτόθι εὐοδώσας, εἰ καὶ θάτερος θατέρου προέδραμεν ὡς ἐπὶ τοῦ θεοδόχου μνήματος· καὶ γὰρ χαρᾶς εὐαγγέλια ἄμφω, δι᾽ ὧν οἵ τε τῆς αἱρετικῆς κουστωδίας ἠπράκτησαν ἥ τε ἡμετέρα δέησις τῶν ταπεινῶν εὐμαρεστέρως εἰς τὰ ὦτα τοῦ ἀποστολικοῦ εἰσελήλυθεν καὶ ἐξ ἀμφοῖν ἐτυπώθη τὰ δακτύλῳ θεοῦ ἐν τῇ ἀποστολικῇ καρδίᾳ βεβουλευμένα. ὡς γεραρὸς ὑμῶν ὁ πλοῦς, ὡς εὐκλεὴς ὁ ἀγών, τῶν ἐνταῦθα ἐναθλούντων τιμαλφέστερον τὸ κατόρθωμα ἐργασάμενος, εἴπερ δυοῖν ἀνδροῖν ἡ πάντων σωτηρία κατέπρακται. οὐ κότινος ὑμῖν †ἐξολογικὸς ἀλλ᾽ ὑμνικὸς ἐκ ῥοδωνίας θεοπλόκου στέφανος τῷ ἰχνηλάτῃ τοῦ Προδρόμου, εἴη δὲ εἰπεῖν καὶ συνωνύμῳ, καὶ τῷ ὡς ἀληθῶς Μεθοδίῳ, εἴπερ μέθοδος ἀρετῶν ὠφέλιμος τῇ Χριστοῦ ἐκκλησίᾳ ἡ σὴ πρᾶξις.
Τί οὖν τὸ λειπόμενον, ἴστε οἱ σοφοί, κἂν ἡμεῖς σιγῶμεν· ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν καὶ τηλικοῦτον σωτήριον τῇ ἑαυτοῦ ἐκκλησίᾳ θεὸς τελειώσειεν. διὸ ὑπομνήσκομεν καὶ παρακαλοῦμεν, ὃ πάντως ποιεῖν ὑμᾶς οὐκ ἀγνοοῦμεν, μὴ ὑφεῖτε προσκείμενοι καὶ ἐκλιπαροῦντες ἕως ἂν περαιωθῇ τὰ θεοειδῶς ἐγκεκριμένα τῷ ἁγίῳ πρωτοθρόνῳ· εἰς αὐτὸ γὰρ τοῦτο ἀπεστείλαμεν Εὐφημιανόν, τὸν ἀγαπητὸν ἡμῶν υἱόν, πρὸς τὸ καὶ ἄγγελον γενέσθαι ἀκριβῆ πάντων τῶν ἐνταῦθα πραττομένων. προσειπεῖν ἅπαντας τοὺς ὁμοζήλους καὶ ἁγίους, μάλιστα τὸν σεβασμιώτατόν μου ἀρχιμανδρίτην, ἀξιώσατε· ἐπεὶ καὶ ἡμεῖς περὶ ὑμῶν, εἴ που δυνηθείημεν, εὐαγγελίσασθαι τὰ ἀγαθὰ καὶ προσαγορεῦσαι τὰ εἰκότα σπουδάσομεν.
Πάπᾳ Ἀλεξανδρείας Τῷ τὰ πάντα ἁγιωτάτῳ πατρὶ πατέρων, φωστῆρι φωστήρων, κυρίῳ μου δεσπότῃ μακαριωτάτῳ πάπᾳ Ἀλεξανδρείας, Θεόδωρος ἐλάχιστος πρεσβύτερος καὶ ἡγούμενος τῶν Στουδίου. Ὡς μέγιστον τῇ ἐμῇ ταπεινώσει δῶρον καὶ εὐχῆς τῆς ἀνωτάτω ἔργον διὰ γράμματος ἀξιωθῆναι εἰς ὁμιλίαν ἐλθεῖν τῆς ἀποστολικῆς σου κορυφῆς, οὐ μόνον διὰ τὸ εὐτελὲς τῆς σμικρότητός μου, ἧς καὶ τὸ πρὸς ἴσους γράφειν ἐνδεές, μὴ ὅτι γε πρὸς οὕτω μεγάλην καὶ θείαν κεφαλήν, ἀλλὰ γὰρ καὶ διὰ τὴν ἐν τοσούτῳ μακρυσμῷ πάροδον, τῇ ἐθνικῇ ὅτι μάλιστα εἰργομένην διατειχίσει. ὅμως εὐδοκίᾳ τοῦ ὑπεραγάθου θεοῦ ἐξεγένετό μοι δυοῖν εἵνεκα, ἑνὸς μέν, ὡς ἂν ἣν πάλαι εἶχον ἐπιθυμίαν ὁ ἁμαρτωλὸς ἀποπληρώσω διὰ νοερᾶς προσψαύσεως τῶν ἱερῶν σου ἰχνῶν (οὐδὲ γὰρ ἄλλως ἦν δυνατὸν τὸ καταθύμιον πληρωθῆναι), ἑτέρου δέ, ὃ καὶ μᾶλλον κατεπεῖγον, πρὸς τὸ γνωριμώτερα παραστῆσαι τὰ ἐπελθόντα δεινὰ ἐνταῦθα τῇ θειοτάτῃ σου κορυφῇ ὡς συμπασχούσῃ τοῖς τοῦ ὅλου σώματος τῆς ἐκκλησίας μέλεσιν· ἃ ἐξήκουσται, ὡς οἶμαι, καὶ εἰς τὰ ἔσχατα τῆς οἰκουμένης διὰ τὸ τῆς κακίας περιβόητον.
Διωγμὸς κατείληφεν ἡμᾶς, ὦ μακαριώτατε, καὶ διωγμῶν ὁ βαρύτατος. πάλαι μὲν οὖν Ἀχαάβ, ζητῶν Ἠλίαν τὸν προφήτην, πάντα τόπον ἐμπρῆσαι λέγεται, τοῦ ἐμπρησμοῦ τὸν θυμὸν τοῦ ἀσεβοῦς ὑποφαίνοντος· νυνὶ δὲ ὁ Ἀχααβίτης καὶ τὴν ἀξίαν καὶ τὴν καρδίαν οὐ τὸν Ἠλιοῦ μόνον ἐγγεγραμμένον, ἀλλὰ καὶ τὸν τούτου δεσπότην Ἰησοῦν Χριστόν, τὸν Κύριον καὶ θεὸν ἡμῶν, τὴν Θεοτόκον καὶ πάντα ἅγιον ζητῶν ἐκζητεῖ καὶ εὑρὼν ἐξαφανίζει θυμῷ μεγάλῳ ἐκ πάσης πόλεως καὶ χώρας τῆς ὑπὸ χεῖρα. ἐντεῦθεν θυσιαστήρια κατεσκαμμένα, ναοὶ Κυρίου ἠχρειωμένοι καὶ κατ᾽ οἴκους καὶ καθολικῶς καὶ ἐν ἀνδρῶσι καὶ ἐν παρθενῶσιν, οἱ πάλαι, οἱ νεωστὶ ἐγηγερμένοι· ἐλεεινὸν θέαμα, ὥσπερ ἐξοψισθέντας ἀνθρώπους, τέρατά τινα, οὕτως τὰς τοῦ θεοῦ ἐκκλησίας βλέπειν ἀφῃρημένας τὸν οἰκεῖον κόσμον καὶ ἀμορφώτους καθεστώσας. τίς ἤκουσε τοιοῦτον ἢ ἑώρακεν ἐν τοῖς πάλαι ἀσεβήσασι; τάχα ὁ ἐπικείμενος ὑμῖν Ἄραψ αἰδοῖ χρώμενος φιλοχριστότερον διέξεισιν ἐν τούτῳ, ἀλλ᾽ οὐχ ὁ ἡμέτερος Ταβεήλ· φεῖσαι, Κύριε, καὶ μὴ δῷς τέλεον τὴν κληρονομίαν σου εἰς ὄνειδος. καίει τοὺς ἐν πίναξι χαρακτῆρας, τοὺς ἐν ἱεροῖς ἀναθήμασι, δέλτους τὰς ὑπομνηματιζούσας περὶ αὐτῶν, σκώπτει, κωμῳδεῖ, διασύρει ὡς βδελύγματα, ὡς θεοστυγῆ, τὰ θεοφιλῆ καὶ κόσμου σωτήρια.
Ὤ, τίς οὐκ ἐπιστάξειεν δάκρυον; τίς οὐκ ἀφήσει στεναγμόν, ἐκ βάθους καρδίας ἀναπεμπόμενον; ὁδοὶ Σιὼν πενθοῦσι παρὰ τὸ μὴ εἶναι τοὺς εὐσεβῶς διοδεύοντας. καί γε πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· ἱεραρχεῖν δοκοῦντες καὶ ἱερεῖς, μονασταὶ καὶ μιγάδες, πᾶν γένος καὶ πᾶσα ἡλικία, οἱ μὲν τέλεον ναυαγήσαντες περὶ τὴν πίστιν, οἱ δέ, εἰ καὶ τοὺς λογισμοὺς οὐ καταποντισθέντες, τῇ δὲ αἱρετικῇ κοινωνίᾳ ἐξ ἡμισείας δέει σωματικοῦ θανάτου συγκινδυνεύοντες. πλὴν ὅτι εἰσὶν ὑπολελειμμένοι οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βαάλ, καὶ τοσοῦτοι, ὁπόσοι καὶ ἠρίθμηνται Κυρίῳ· πρὸ πάντων ὁ πρώτιστος, ἡ ἱερὰ ἡμῶν κεφαλὴ καὶ ὁμοταγὴς τῇ τελειότητί σου, ἱεράρχαι καὶ ἱερεῖς Κυρίου, μονασταὶ καὶ μονάζουσαι. τούτων οἱ μὲν ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, οἱ δὲ δεσμῶν καὶ φυλακῆς, ἄρτῳ μετρίῳ καὶ ὕδατι τρεφόμενοι, ἄλλοι ἐξορίαις περιορισθέντες, ἕτεροι ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς ἐνδιαιτώμενοι· ἔνιοι δὲ καὶ παραυτὰ μαστιγωθέντες μαρτυρικῶς πρὸς Κύριον ἐνεδήμησαν. εἰσὶ δὲ οἳ καὶ σακκισθέντες ἐθαλασσεύθησαν ἀωρίᾳ, ὡς σαφὲς γέγονεν ἐκ τῶν τούτους θεασαμένων.
Τί τἆλλα; ἀναθεματίζονται οἱ ἅγιοι ἡμῶν πατέρες, ἀνακηρύττονται οἱ ἠσεβηκότες· τὰ νήπια ἐν τοῖς τῆς ἀσεβείας δόγμασιν ἀνατρέφονται τῷ δοθέντι τόμῳ τοῖς διδασκάλοις. οὐκ ἔστι που καταφευκτήριον σώσματος ἐν οἰκουμένοις· οὐκ ἔστι προέσθαι εὐσεβές τι ῥῆμα, καὶ ἡ θήρα ἐγγύθεν, ὡς φυλάττεσθαι ἄνθρωπον καὶ ἀπὸ τῆς συγκοίτου. μηνυταὶ καὶ πιττακοδόται εἰς αὐτὸ τοῦτο παρὰ τοῦ κρατοῦντος μεμισθωμένοι, ποῦ τίς τι λέγοι ἀπαρέσκον τῷ Καίσαρι ἢ μὴ κοινωνὸν τῇ ἀσεβείᾳ ἢ βίβλον ἔχων περὶ εἰκόνων ἔχουσάν τι λεγόμενον, ἤγουν αὐτὴν εἰκόνα· ἄν τε φυγαδευόμενον εἰσδεχόμενος ἢ τοῖς διὰ Κύριον φρουρουμένοις διακονῶν κἂν φωραθείη, εὐθὺς ἀνάρπαστος, δαρήσιμος, ἐξόριστος, ἐξ οὗ καὶ τοῖς δούλοις οἱ δεσπόται ὑποπίπτοντες δέει μηνύσεως. ἡμῖν πρέπει λέγειν ὅτι οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων οὔτε προφήτης οὔτε ἡγούμενος, οὐ τόπος τοῦ καρπῶσαι ἐνώπιον Κυρίου καὶ εὑρεῖν ἔλεος.
Διὰ τοῦτο ταῦτα ἐπεβοησάμεθα οἱ ἀνάξιοι τῇ ἁγίᾳ σου ψυχῇ ὡς ἀπὸ στόματος πάντων τῶν ἀντεχομένων τῆς ἀληθείας, εἰς ἀντίληψιν καὶ συμπάθειαν ἡμῶν ἐκκαλούμενοι αὐτήν· οἴδαμεν γὰρ ὅτι, κἂν μὴ οἷόν τε ἐπικουρεῖν ἄλλως, ἀλλά γε τῇ τῶν εὐχῶν βοηθείᾳ μέγα παρέξει ἡμῖν ἐν τοῖς ἀναγκαιοτάτοις τὸ ὄφελος, εὐμενῆ τὸν θεὸν ἔχουσα. ἵνα δὲ γνοίη ἐκ μέρους οἷα τὰ ἀσεβῆ δόγματα τῶν ἀθέων, συναπέστειλα τοῖς γράμμασι καὶ ταῦτα ἐν τετραδίοις· ἃ καὶ ἔδοξα ὁ ἀμαθὴς ἀνατρέπειν, προτραπεὶς παρὰ εὐσεβῶν. αἰτῶ δὲ ὑπὸ τῆς θείας σου μεγαλονοίας ἐπισκεφθῆναι καὶ τὸ ἐλλιπὲς ἀνορθωθῆναι καὶ συγγνώμην τῶν ἐπωφλημένων δέξασθαί με, λαμβάνεσθαί τε εἰς μνήμην ἐν ταῖς θεοκλινέσιν αὐτῆς προσευχαῖς ὡς ἀχρεῖον τέκνον.
Πατριάρχῃ Ἱεροσολύμων Τῷ τὰ πάντα ἁγιωτάτῳ πατρὶ πατέρων, φωστῆρι φωστήρων, κυρίῳ μου δεσπότῃ πατριάρχῃ Ἱεροσολύμων, Θεόδωρος ἐλάχιστος πρεσβύτερος καὶ ἡγούμενος τῶν Στουδίου. Τίς ἀναγγελεῖ Ἀβραὰμ ὅτι Σάρρα θηλάζει; φησί που ὁ ἱερὸς λόγος· καὶ τίς ἐμοὶ τῷ ἀναξίῳ εὐαγγελίσοιτο, ὅτι μου τὸ ταπεινὸν γράμμα εἰς ἱερὰς χεῖρας φθάσειεν τῆς ἀποστολικῆς ὑμῶν μακαριωτάτης κορυφῆς; ὅμως πιστεύω ὅτι γενήσεται· οὐ γὰρ ἀλόγῳ ἐπιθυμίᾳ, ἀλλ᾽ ἀναγκαίᾳ ὑποθέσει κινηθεὶς ὁ ἁμαρτωλὸς ἐτόλμησα καὶ τὸ γράμμα ἀποστεῖλαι καὶ τὸν ἐπιστοληφόρον Διονύσιον τὸν ποθεινότατον ἀδελφὸν συνεκπέμψασθαι, πιστὸν ὄντα καὶ δυνατὸν ὅσα ἐλλείπει τῇ ἐπιστολῇ ἀφ᾽ ἑαυτοῦ ἐξηγορῆσαι.
Τοιγαροῦν ὡς ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι πρῶτον μὲν ὁ ταπεινὸς κατασπάζομαι τὰ θεοβαδῆ αὐτῆς ἴχνη (τοῦτο γὰρ ἐμοὶ εὐλογία τε καὶ ἁγιασμός), ἔπειτα ὡς πρὸς αὐτῆς ἐπιτραπεὶς ἄπειμι ἐν τοῖς σεβαστοῖς τόποις· προσπτύσσομαι τὸ θεῖον ἔδαφος, οὗ τὰ θεῖα ἴχνη βέβηκεν, τὸ ζωοποιὸν μνῆμα, ἐφ᾽ ᾧ τὸ πανάγιον σῶμα τοῦ θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κατετέθη, τὸν χῶρον τοῦ ἁγίου Κρανίου, ἐν ᾧ ἐσταύρωται ὁ Κύριος τῆς δόξης. μέτειμι ἀλλαχοῦ· ὁρῶ τὴν ἁγίαν Βηθλεέμ, προσκυνῶ τὴν θείαν φάτνην ὑπὲρ τὴν στάμνον τὴν χρυσῆν, ἐν ᾗ οὐ μάννα, ἀλλ᾽ ὁ τῆς ζωῆς ἄρτος τέθειται. καὶ μὴν βλέπω τὸ ἅγιον ὄρος, οὗ ἡ θειοτάτη μεταμόρφωσις, τὸ τῶν ἐλαιῶν ὄρος, ἀφ᾽ οὗ ἀνέπτη πρὸς οὐρανοὺς ὁ τῶν ὅλων Κύριος, τὴν ἁγίαν Γεσσημανῆ, ἐφ᾽ ᾗ ὁ τάφος τῆς πανσεβάστου δεσποίνης ἡμῶν Θεοτόκου, τοῦτο κἀκεῖνο, ἵνα μὴ μακρὸν ἀποτείνοιμι λόγον. ὤ, πῶς καὶ ἀπ᾽ αὐτῆς μόνης τῆς ἐπιμνήσεως ἁγιασμοῦ ἐστι μετάληψις· ὤ, πηλίκων καὶ φρικτῶν σεβασμάτων ἡ τῆς σῆς μακαριότητος ὑπάρχει κορυφή. σὺ πρῶτος πατριαρχῶν, κἂν πεντάζοις τῷ ἀριθμῷ· οὗ γὰρ ὁ ἐπίσκοπος τῶν ψυχῶν καὶ τῶν ὅλων ἀρχιερεὺς καὶ ἐγεννήθη καὶ ἔδρασε τὰ θεουργὰ πάντα καὶ ἔπαθεν καὶ τέθαπται καὶ ἀνέστη καὶ ἔζησε καὶ ἀνελήφθη, ἐκεῖ δῆλον ὅτι τὸ ὑπεραῖρον ἁπάντων ἀξίωμα.
Ἀλλὰ περὶ μὲν τούτων τοσαῦτα πόθῳ καὶ τρόμῳ τετόλμηταί μοι λαλῆσαι, ἐπὶ δὲ τὸ ἕτερον τρέψομαι ἀπάγγελμα. διωγμὸς ἡμᾶς κατείληφεν, ὦ μακαριώτατε, καὶ διωγμῶν ὁ ἑλληνοειδέστατος· ἐπεὶ γὰρ ᾔσθετο ὁ σατανᾶς ἐν προθύροις εἶναι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλλου θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μείζους τῶν αἱρέσεων ἀνάπτει τὰς φλόγας, προεισόδια τῆς τοῦ Ἀντιχρίστου παρουσίας. τί τοῦτο; τὴν πάλαι ἐπὶ Λέοντος καὶ Κωνσταντίνου διεγερθεῖσαν ἀσέβειαν καὶ μανεῖσαν ἐπὶ πολὺ καὶ ῥαγεῖσαν θείᾳ ἐπιτιμήσει, αὖθις ἄρτι ὁ ὁμώνυμος καὶ συνώνυμος τῇ ἀσεβείᾳ κρατῶν ἀνενεώσατο, καὶ τοσοῦτον, ὡς ἀποκρύψαι τὴν ἐκείνων λύτταν. διώκει τὸν Χριστὸν ἐγγεγραμμένον σὺν μητρὶ καὶ θεράπουσι καὶ οὗ ἂν εὕροι καθαίρει, φλέγει· ἐντεῦθεν θυσιαστήρια κατεσκαμμένα, ἱεροὶ ναοὶ ἠμαυρωμένοι, σκεύη ἱερὰ ἐμπεπρησμένα· οὐκ ἔστιν ὅ τι μὴ ἐλλέλειπται μέρος τῆς ὑπ᾽ αὐτὸν βασιλείας ἐαθὲν ἀκαθαίρετον, ἀλλ᾽ εἴ πως εὑρεθείη τις ἐγκεκρυφὼς σεπτὴν εἰκόνα ἢ δέλτον, περὶ αὐτῆς λεκτόν τι ἔχουσαν, ἀνάρπαστος εὐθύς, μάστιξι καταξαινόμενος καὶ πᾶν ἄλλο δεινὸν ὑφιστάμενος. ἐντεῦθεν δείματα καὶ τρόμοι καὶ ἐκστάσεις περὶ πάντα ἄνθρωπον, ὡς καὶ χαίρειν λέγειν ἀδελφῷ ἀδελφὸν καὶ φίλῳ φίλον ἐκτρέπεσθαι. σύνοδος κυροῦσα τὴν πάλαι ἀσεβεστάτην καὶ καταθεματίζουσα τὴν ὀρθόδοξον.
ἱερεῖς ἠφρονεύσαντο καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν, ἀλλὰ τὸ τῷ Ἀχαὰβ δόξαν συνεκρότησαν. πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, πλὴν ὀλίγων κομιδῇ· τίνων τούτων; ἐπισκόπων τε καὶ ἡγουμένων, μοναζόντων τε καὶ μοναζουσῶν, αὐτοῦ τε χάριτι θεοῦ τοῦ κορυφαιοτάτου ἡμῶν ἀρχιερέως· ὧν οἱ μὲν ἐμαστίχθησαν, ἄλλοι ὑπερωρίσθησαν, ἔνιοι δὲ καὶ παραυτὰ τῶν ποινῶν πρὸς Κύριον ἐξεδήμησαν, ἀθλητικὸν στέφανον ἀράμενοι.
Τί τὰ τῆς βλασφημίας; κωμῳδεῖται ἡ σεπτὴ καὶ φρικτὴ εἰκὼν Χριστοῦ ὡς βδέλυγμα ἐρημώσεως, ὡς εἴδωλον πλάνης· οὕτως πᾶσα ἄλλη δεσποινική, ἁγιωτική. ἄρτι, φησί, καθαρὰ καὶ ἀμώμητος πίστις, ἄρτι, φησί, Κύριος ἐλάλησεν εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν ἐπ᾽ αὐτόν. ὡς ἤδη ἀρθείσης τῆς εἰρήνης, ἀφ᾽ οὗ Χριστὸς ἔφη, εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν μέχρι τοῦ δεῦρο, καὶ ἐρρυπωμένης οὔσης τῆς ἐκκλησίας αὐτοῦ, ἣν ὁ ἱερὸς Παῦλος βοᾷ μὴ ἔχειν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾽ εἶναι ἁγίαν καὶ ἄμωμον, οἱ μὲν τέλεον περὶ τὴν πίστιν ἐναυάγησαν, οἱ δέ, εἰ καὶ τοῖς λογισμοῖς οὐ κατεποντίσθησαν, ὅμως τῇ κοινωνίᾳ τῆς αἱρέσεως συνόλλυνται. ἀλλὰ γὰρ καὶ αὐτοὶ οἱ κατὰ νοῦν ὀρθοδοξοῦντες τῇ ἐπιμονῇ τοῦ διωγμοῦ ἰλιγγιῶσι περὶ τὴν ἀλήθειαν, ὥσπερ οἱ ὑπὸ τρικυμιῶν θαλάσσης ἀπειρίᾳ πλεύσεως σκοτούμενοι. ἐλεεινὰ τὰ πάντα ἡμῖν καὶ ὀδυρμῶν ἄξια. παραστέλλονται ψαλμῳδίαι ἀρχαιοπαράδοτοι, ἐν αἷς περὶ εἰκόνων ᾄδεταί τι, ἀντᾴδεται τὰ νέα δόγματα, ἀσεβῆ εἰς προῦπτον κείμενα, ἄλλα τοῖς παισὶ πρὸς τῶν διδασκάλων παραδιδόμενα· καὶ μεταστοιχείωσις τῶν πάντων ἀθεωτάτη.
ἐγενόμεθα κυρίως εἰπεῖν ὡς Σόδομα καὶ Γόμορρα κατὰ τὰς ἁμαρτίας ἡμῶν καὶ ἡ καταιγὶς τῆς αἱρέσεως κορυφουμένη κορυφοῦται ὁσημέραι, καὶ ὁ διαναστήσων Χριστὸν τὸν θεὸν ἡμῶν ἐπιτιμῆσαι τῇ πονηρᾷ ταύτῃ θαλάσσῃ οὐχ εὕρηται.
Ἀλλὰ γενοῦ ἡμῖν εἷς τῶν δώδεκα ἀποστόλων, ὦ μακαριώτατε, διύπνισον τὸν ἀκοίμητον ὀφθαλμόν, οἰκονομικῶς καθεύδοντα, ὅτι ἀπολλύμεθα τέλεον. εἴ πως καὶ ἄλλως ἐστί τι φάρμακον βοηθείας, ἰατρεῦσαι τοὺς ἠσθενηκότας ὡς ἐπιστήμων ἐπείχθητι. ναί, δεόμεθα, ἁγιώτατε, ἀντιβολοῦμεν, παρακαλοῦμεν· σοῦ ἐσμεν μέλη, ἐπεὶ οἱ πάντες πιστοὶ σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. ἐπίτρεψον καὶ τοῖς ἄλλοις ἁγίοις πατράσιν ἡμῶν χεῖρα πρεσβευτικὴν ὀρέξαι, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς ἔλεος εἴη παρὰ θεοῦ. τούτου δὴ χάριν τὸ γράμμα, καὶ ὁ γραμματηφόρος πρὸς πάντων τῇ προθέσει ἀπεσταλμένος, εἰ καὶ παρ᾽ ἡμῶν μόνων τῶν ἐλαχίστων, ἀναπληρούντων τὸ ἐκείνων πρόσωπον. ἵνα δὲ γνοίη ἐκ μέρους ἡ κορυφαιότης σου οἷα τὰ τῶν ἀθέων δόγματα, συναπέστειλα τοῖς γράμμασι ταῦτα ἐν τετραδίοις, ἃ καὶ ἔδοξα ὁ ἀμαθὴς ἀνατρέπειν, προτραπεὶς ὑφ᾽ ἑτέρων. αἰτῶ δὲ παρὰ τῆς σῆς θεοσοφίας ἐπισκεφθῆναι καὶ τὸ ἐλλιπὲς ἀνορθωθῆναι, συγγνώμην τε τῶν ἐπωφλημένων δέξασθαί με, οὐ μὴν ἀλλὰ καὶ τὸν σύνδουλον ἡμῶν ἀδελφὸν συγκροτηθῆναι πρός τε διάδοσιν τῶν ἐν οἷς ἐπεστείλαμεν ἑτέρων ἁγίων προσώπων ἐπιστολῶν καὶ δή, θεοῦ θέλοντος, εἰς ἐπιστροφὴν παλινοδίας αὐτοῦ τῶν ἐνταῦθα.
Εἰς τὴν λαύραν τοῦ Ἁγίου Σάβα Τῷ θεοτιμήτῳ, ἠγαπημένῳ καὶ πνευματικῷ μου πατρί, κυρίῳ καθηγεμόνι τῆς περιβοήτου λαύρας τοῦ παμμάκαρος ἁγίου πατρὸς ἡμῶν Σάβα, καὶ τοῖς ὑπ᾽ αὐτῇ ὁσίοις μου πατράσι Θεόδωρος ἐλάχιστος πρεσβύτερος καὶ ἡγούμενος τῶν Στουδίου.
Χαρά μοι μεγάλη καὶ δόξης περιβολὴ τῷ ἀναξίῳ, ὅτιπερ ἠξίωμαι εὐτελές μου γραμματεῖον ἀποστεῖλαι ἐν τόπῳ ἁγίῳ, ἐν σκηναῖς ὁσίων τῆς ὑμετέρας περιποθήτου πατρότητος. ἐπειδὴ γὰρ τῇ τοῦ σώματος παρουσίᾳ οὐχ οἷόν τε ἦν παραγενέσθαι με πρὸς τὰ ἴχνη ὑμῶν καὶ ἰδεῖν τὸ ἅγιον τέμενος, τὴν ἱερὰν περιοχὴν ὑμῶν, ἣν ἐγὼ ὁ ταπεινὸς ὡς πόλιν θεοῦ δι᾽ αἰδοῦς ἔχων εἰμί, εὐδόκησεν ὁ ἀγαθὸς θεὸς διὰ τῆς τοῦ γράμματος ἐπισκοπῆς τὸ καταθύμιόν μου πληρῶσαι τοῦ ἁμαρτωλοῦ. καὶ δὴ ὡς παρὼν πρὸ τῶν ποδῶν ὑμῶν καὶ περιπτύσσομαι ὑμᾶς τῷ ἁγίῳ πόθῳ καὶ προσκυνῶ τὸ θεῖον ἔδαφος, ἐν ᾧ τὸ ἐκλεκτὸν σκεῦος τοῦ θεοῦ τεταμίευται, τὸ φῶς τῶν μοναζόντων, ὁ λαμπτὴρ τῆς οἰκουμένης, ὁ τοῦ νοητοῦ Φαραὼ καταποντιστὴς καὶ τοῦ ἁγίου ἔθνους καθηγητής, ὁ τῆς ἁγίας γῆς ἐγκρατὴς καὶ τῶν θείων μονῶν κληροδότης. συνασπάζομαι καὶ τὰς λοιπὰς σεβασμίας θήκας, ἐφ᾽ αἷς τὰ ἱερὰ σώματα τῶν ὁσίων, οἷς ὁ πλοῦτος τῶν ἀρετῶν ἐν νυκτὶ τοῦ τῇδε βίου ἄστροις ἐοικὼς θεοφαέσιν. ὁρῶ τὸν χῶρον, ἐφ᾽ ᾧ ὁ στῦλος τοῦ πυρὸς τῷ στύλῳ τῶν ἀρετῶν ὦπται, ἡ πρὸς τοὺς ἀοράτους ἐχθροὺς νικηφόρος πάλη, τὸ τῆς θαυματουργίας δρᾶμα, τοῦτο κἀκεῖνο ποικιλλόμενον ταῖς κατὰ καιρὸν ἐνεργείαις τοῦ Πνεύματος.
ὤ, πόσα μοι ὁ πόθος ἐπιβάλλει λέγειν καὶ ὁ τρόπος εἴργει τοῦ μὴ εἰς ἄμετρον ἐκπεσεῖν τὴν ἐπιστολήν· ὤ, πόσων ἀγαθῶν πράξεων σύμβολα καὶ ὑπομνήματα ἐν ὑμῖν, μονονουχὶ καὶ ὑπὸ θέας αὐτῆς δυνάμενα παρακαλεῖν ψυχὴν εἰς ἐπίδοσιν ἀρετῆς.
Ἀλλ᾽ ὁ μὲν πρῶτος λόγος ἐχέτω ταῦτα, εἰ καὶ ἐνδεέστερον τῆς ἐπιθυμίας· ἐφ᾽ ἕτερον δὲ μετελεύσομαι ὀδυρτικόν, οὐ περιχαρῆ, δι᾽ ὃν καὶ ὁ πρότερος ὑφωρμήθη μοι ὑπάρξαι. ὀργὴ θεοῦ ἡμᾶς κατέλαβεν, ὦ πατέρες ἁγιώτατοι, διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγείσης τῆς ἀγάπης, ὡς ὁ Κύριος εἴρηκε, διωγμὸς ἑλληνοειδής, χαλεπώτατος λίαν. ἀπηλάθη τῆς αὐλῆς ὁ ἀρχιποιμὴν ἡμῶν, διεσκορπίσθη τὰ Χριστοῦ πρόβατα· λύκοι βαρεῖς εἰσεφθάρησαν ἐν τῇ ποίμνῃ καί γε μονιὸς ἄγριος κατενεμήσατο αὐτήν. τί τοῦτο; πάλιν ἐνταῦθα ἠτιμάσθη ἡ σεπτὴ εἰκὼν τοῦ θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τῆς Θεοτόκου, παντὸς οὑτινοσοῦν ἁγίου. διὰ τοῦτο ποιμένες ἠφρονεύσαντο καὶ οὐχ ὅτι τὸν Κύριον, προφητικῶς εἰπεῖν, οὐκ ἐξεζήτησαν (ἧττον γὰρ ἂν ἧν τὸ ἀσέβημα), ἀλλ᾽ ὅτι συνήχθησαν ἰουδαϊκῶς κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ, ἀποδοκιμάσαντες αὐτοῦ τὴν ἁγίαν εἰκόνα τῆς τε αὐτοῦ μητρὸς καὶ τῶν θεραπόντων.
Διὰ τοῦτο θυσιαστήρια ἅγια ἠφανίσθη καὶ ναοὶ Κυρίου ἠμαυρώθησαν ἐν πάσῃ πόλει καὶ χώρᾳ τῆς τῇδε ἐξουσίας, εἰς πένθος προκείμενοι τοῖς ὁρῶσι, τὸν οἰκεῖον κόσμον τῆς θείας εὐμορφίας ἀφῃρημένοι· διὰ τοῦτο ἱερὰ σκεύη ἀναχωνευόμενα καὶ ἐσθὴς θεία πυρὶ παραδιδομένη σὺν τοῖς ἐν πίναξι χαρακτῆρσι καὶ βίβλοις, ἐν οἷς τι λεκτὸν περὶ εἰκόνων· διὰ τοῦτο γελᾶται τὸ μέγα τῆς οἰκονομίας μυστήριον καὶ βδέλυγμα κέκληται (ὃ καὶ φρίττω λέγων) τὸ σωτηριόκοσμον ὁμοίωμα Χριστοῦ, μᾶλλον δὲ Χριστὸς σὺν μητρὶ καὶ θεράπουσιν, εἴπερ ὡς τῇ τιμῇ καὶ τῇ κλήσει ταὐτὸν ἀμφότερα, εἰκὼν καὶ πρωτότυπον· διὰ τοῦτο ἐξερευνήσεις καὶ ἐκζητήσεις καὶ κατ᾽ ἄνδρα καὶ κατ᾽ οἶκον, καὶ φόβοι καὶ ἀπειλαί, μὴ ὑπολειφθῆναι ἀνάλωτον τῇ αἱρέσει τινὰ μηδ᾽ αὖ πᾶσαν εἰκόνα· διὰ τοῦτο ἱερεῖς ἀνομοῦντες καὶ μοναχοὶ ἀμόναχοι κατὰ τῶν ὁμοσχήμων φερόμενοι, φοιτηταὶ κατὰ τῶν ἡγουμένων, ἆθλον τῆς ἀποστασίας τὴν προεδρίαν κομιζόμενοι, καὶ ὁ τὰ πλεῖστα μανεὶς κατὰ Χριστοῦ πλείους καὶ τιμὰς ἠξιωμένος· διὰ τοῦτο μάστιγες, δεσμοί, φυλακαί, λιμοκτονήσεις, ἐξορίαι, θάνατοι ἐπὶ τοὺς ἐνισταμένους. οὐκ ἀρχιερωσύνη τοῖς ἀσεβέσιν αἰδέσιμος, οὐ πολιὰ οἰκτειρήσιμος, οὐκ ἄσκησις εὐσεβείας, οὐκ ἄλλο τι τῶν φειδοῦς ἀξίων· εἷς νόμος, τὸ τοῦ Καίσαρος θέλημα, καὶ μία σπουδή, ἅπαντας ἐν τούτῳ ἁλῶναι.
αἱ ἐρημίαι τοὺς διαπεφευγότας ἔχουσιν, αἱ πέτραι καὶ τὰ σπήλαια τοὺς διασεσωσμένους. ὤ, πῶς ὡμοιώθημεν πελεκᾶνι ἐρημικῷ· ὤ, πῶς παρεδόθημεν εἰς χεῖρας, τοῖς ὀδοῦσι τῶν ἀσεβῶν, καὶ τὰ πλείω παρῆκα διὰ τὸ προσκορές.
Ἀλλὰ στενάξατε ἐφ᾽ ἡμᾶς, ὦ συμπαθέστατοι, ὡς σύσσωμοι, ὀρέξατε χεῖρα πρεσβευτικὴν ὡς φιλάδελφοι. τῶν αὐτόθι χείρονα τὰ ἡμέτερα βαρβαρίζεται. ὡς Σόδομα ἤδη γεγόναμεν καὶ ὡς Γόμορρα ἤδη ὡμοιώθημεν. διὰ τοῦτο τοιγαροῦν καὶ ἐπεβοησάμεθα τῇ ἁγιωσύνῃ ὑμῶν οἱ ταπεινοὶ ὡς ἐν ἑνὶ στόματι τῶν πάντων ἀδελφῶν καὶ συμπασχόντων· ἴσμεν γὰρ ὅτι ἰσχύει ἡ δικαία ὑμῶν δέησις ἐνεργουμένη, ὡς ἂν τῷ ἐξιλασμῷ αὐτῆς κοπάσῃ ἡ θραῦσις τῆς αἱρετικῆς ῥομφαίας, τοῦ Κυρίου εἰς εἰρηνικὴν ὀρθοδοξίαν ἐπανάγοντος καὶ τὴν καθ᾽ ἡμᾶς ἐκκλησίαν. ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς, ὦ σεβάσμιοι, ἐκ μέρους, οἷα τὰ ἀσεβῆ δόγματα τῶν ἀθέων, συναπέστειλα τοῖς γράμμασι ταῦτα ἐν τετραδίοις, ἃ καὶ ἔδοξα ὁ ἀμαθὴς ἀνατρέπειν, προτραπεὶς παρὰ εὐσεβῶν. αἰτῶ δὲ ὑπὸ τῆς θείας ὑμῶν ἀγχινοίας ἐπισκεφθῆναι καὶ τὸ ἐλλιπὲς ἀνορθωθῆναι καὶ συγγνώμην τῶν ἐπωφλημένων δέξασθαί με, λαμβάνεσθαί τε εἰς μνήμην ἐν ταῖς θεοκλινέσιν ὑμῶν προσευχαῖς, καὶ μὴν καὶ συντάττεσθαι ὡς ἔσχατον πάντων μέλος ἐν τῷ πληρώματι τῆς ἁγίας ὑμῶν ἐκκλησίας.
Εἰς τὴν λαύραν τοῦ Ἁγίου Χαρίτωνος Τῷ θεοτιμήτῳ, ἠγαπημένῳ καὶ πνευματικῷ μου πατρί, κυρίῳ καθηγεμόνι τῆς μεγίστης λαύρας τοῦ παμμάκαρος ἁγίου πατρὸς ἡμῶν Χαρίτωνος, καὶ τοῖς ὑπ᾽ αὐτῇ ὁσίοις μου πατράσι Θεόδωρος ἐλάχιστος πρεσβύτερος καὶ ἡγούμενος τῶν Στουδίου.
Ἐπειδὴ παρ᾽ ἐλπίδα ἡ ἐπίτευξις τῶν γραμμάτων, θαυμαστικῶς βοήσομαι· ‛πόθεν μοι τοῦτο, ἵνα ἀξιωθῶ ὁ εὐτελὴς ἐπιστεῖλαι ὑμῖν, τοῖς ἁγίοις μου πατράσιν;‚ ἰδοὺ γὰρ ὡς κατείληφεν ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν ὁ χαλεπώτατος διωγμὸς οὗτος, οὗ ἡ ἀκοὴ πάντως μέχρι καὶ ὑμῶν ἔφθασεν. ἐσκόπουν καὶ ἀνηρεύνων ὁ ταπεινός, πῶς καὶ δι᾽ οὗτινος προσώπου δυνηθείην ἀποδύρασθαι καὶ πρὸς ὑμᾶς τοὺς ἁγίους τὰ συμβάντα ἡμῖν δεινά, οὐκ ἄλλου τινὸς ἕνεκεν ἢ τοῦ εἰς συμπάθειαν ἐκκαλέσασθαι ὑμῶν τὰς ἁγίας ψυχὰς ἀντιλαβέσθαι ἡμῶν διὰ τῶν προσευχῶν, συμπάσχειν δῆλον ὅτι εἰδότων κατὰ τὴν ἀποστολικὴν διδασκαλίαν, εἴπερ ἐσμὲν οἱ πάντες σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. καὶ ὡς ἤδη ταῦτα ἐνενόουν, ἐπέστη ἀθρόως καὶ ὁ γραμματηφόρος, ἐκ τῶν αὐτόθι ἥκων, καὶ οὗτος υἱὸς ἐμὸς ἐν πνεύματι καὶ λίαν πιστότατος. πῶς οὖν οὐκ ἔμελλον ὁ ἁμαρτωλὸς ἐκπλαγῆναι ἐπὶ τῷ ἑρμαίῳ, πῶς δὲ οὐκ ἀνθομολογήσασθαι Κυρίῳ τῷ θεῷ μου τὰ εἰκότα;
Ἀλλὰ πρὶν ἐξειπεῖν τὰ ὀδυνηρά, τὸν πρὸς ὑμᾶς μου πόθον ἀφοσιώσομαι ὁ ταπεινός. χαίρετε, ὦ μακαριώτατοι πατέρες, οἱ τῆς ἁγίας γῆς οἰκήτορες, τὸ χρυσοῦν γένος, οἱ τὴν πίστιν δοκιμώτατοι καὶ τῶν παθῶν πανδαμάτορες· χαίρετε, ἡ περιβόητος ὁμήγυρις Χριστοῦ, οἱ ἐργάται τῶν ἐντολῶν Κυρίου καὶ τῆς ἐν παραδείσῳ διαίτης τὴν θεοειδῆ ζωὴν μιμούμενοι· χαίρετε, ἡ τοῦ θεοῦ πόλις ἐκλεκτή, εἴπερ ἐν μέσῳ ὑμῶν Κύριος, διὰ τῆς τῶν ἀγαθῶν ἔργων ἀναλήψεως θεραπευόμενος. ἐβουλόμην ὄψει ὑπολαβεῖν τὴν θείαν ὑμῶν περιοχὴν καὶ προσάψασθαι τῶν ἱερῶν ὑμῶν ἰχνῶν, ἰδεῖν τὸ ἅγιον τέμενος, προσκυνῆσαι τὸ θεῖον ἔδαφος, ἕκαστα κατασκοπῆσαι, ποῦ ὁ ἅγιος τοῦ θεοῦ, ὁ φερωνύμως χαρίτων πεπληρωμένος, ἐνήθλησε μαρτυρικῶς τε ὁμοῦ καὶ ἀσκητικῶς, πῇ δὲ τὸ ἱερὸν αὐτοῦ σῶμα τεταμίευται, ὁ ὄντως θησαυρὸς τῶν ἀρετῶν, ὁ τῆς ἐρήμου πολίτης καὶ τῆς οἰκουμένης λαμπτήρ, οὗ τὸ ἔντιμον σπέρμα οὐκ ἐκλέλοιπεν οὐδὲ ἐκλείψειεν ἕως συντελείας τοῦ αἰῶνος. εἴθε εἶδον ταῦτα καὶ περιεπτυξάμην τὸν χοῦν ὡς ἔμψυχον· ὤφελον ἀπήχθην καὶ ἐν ταῖς λοιπαῖς θήκαις τῶν ὁσίων, ἀπ᾽ αὐτῆς μόνης ὄψεως ἁγιαζόμενος.
Ἀλλ᾽ ἐπεὶ ταῦτα ἐξ ὀλίγου μοι ὕμνηται, φέρε διηγήσωμαι καὶ τὰ ὀδύνης ἔμπλεα. ἀνέστη βασιλεὺς ἕτερος, φησί που τὸ ἱερὸν γράμμα, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ. τοιοῦτος δὴ οὖν ὁ ἡμέτερος Φαραώ, ὦ ἁγιώτατοι, οὐ τὸν Ἰωσὴφ ἀγνοῶν, ἀλλὰ τὸν ἀγοράσαντα αὐτὸν δεσπότην ἀρνούμενος· δῆλον γὰρ ὡς ὁ ἀθετῶν αὐτοῦ τὴν εἰκόνα αὐτὸν ἀθετεῖ, οὕτω καὶ τὴν Θεοτόκον καὶ πάντα ἅγιον ἠθέτησεν. οὐ γὰρ ἔφερεν, φύσις ὢν ἀρνητική, μὴ οὐχὶ τῇ κεφαλῇ συμπεριελεῖν καὶ τὰ μέλη πάντα, ἵνα μόνη ἡ αὐτοῦ εἰκὼν ἐμφανίζηται Ναβουχοδονοσορικῷ δόγματι. ἐντεῦθεν ἐρήμωσις πασῶν τῶν ἐκκλησιῶν τοῦ θεοῦ, ἀφανιζομένης πανταχοῦ πάσης σεπτῆς εἰκόνος· ἐντεῦθεν ἔμπρησις ἱερῶν ἀναθημάτων, ἐν οἷς εἰκών, καὶ βίβλων, ἐν αἷς περὶ αὐτῆς τι λεκτόν· ἐντεῦθεν τὰ τῆς ἀσεβείας χειρόγραφα ἀπαιτούμενα καὶ ἡ μέθεξις τῆς ἀθέου κοινωνίας διὰ πολλῆς ἐκζητήσεως καὶ ἐρεύνης, ὡς μὴ ὑπολειφθῆναι ἀνάλωτον πάντα ἄνθρωπον· δυοῖν γὰρ θάτερον ἀνάγκη, ἢ προσκυνῆσαι τῇ εἰκόνι τῇ χρυσῇ ἢ τῇ πονηρᾷ φλογὶ τῶν βασάνων ὑποβληθῆναι. καὶ ὅμως εὐαρίθμητοι οἱ ἀκαμπεῖς. τίνες οὗτοι; ὁ ἱερὸς ἡμῶν πατριάρχης, ἱεράρχαι τε καὶ ἱερεῖς, μονασταὶ καὶ μονάζουσαι· οὐδὲ γὰρ ἡ πόρνη ὄψις ᾐδέσθη καὶ μέχρι τούτων τὰς μάστιγας ἐπαφεῖναι.
πῶς ἂν ἐναργῶς παραστήσαιμι τὰ θλίψεις, τὰς φυλακάς, τοὺς δεσμούς, τὰς λιμοκτονήσεις, τὰς ἐξορίας, τὰς ἐπαγωγάς, τοὺς θανάτους (ἐπεὶ καὶ μέχρι τοῦδε ἡ πεῖρα), τὰς ἐν ὄρεσι φυγαδείας, τὰς ἐν σπηλαίοις καὶ ὀπαῖς τῆς γῆς κατακρύψεις;
Ἀβδιοὺ ὁ προφήτης, ἔτι ὢν τριστάτης Ἀχαάβ, τῆς Ἰεζάβελ φονώσης, λέγεται κατακρύψαι υἱοὺς τῶν προφητῶν ἀνὰ πεντήκοντα εἰς δύο σπήλαια, οὓς καὶ διέτρεφεν· ἐνταῦθα δὲ εἰ φωραθείη τις καὶ μόνον ἕνα κεκρυφώς, ἐν κινδύνῳ μεγάλῳ, ἀλλὰ γὰρ κἂν κρύβδην, φεύγων τὴν ἀσεβῆ κοινωνίαν, ἢ εἰκόνα φρουρῶν ἢ βίβλον περιέχουσαν τὰ κατ᾽ αὐτήν. σιγᾷ τὰ τῶν εὐσεβούντων ἔνδον στόματα, ἀνεῖται βλάσφημος γλῶσσα, κωμῳδεῖται τὸ μέγα τῆς οἰκονομίας μυστήριον. ἄρτι, φησί, Κύριος ἐλάλησεν εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ, καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν ἐπ᾽ αὐτόν, ὁ ἐν ἀρχῇ φήσας τοῖς οἰκείοις μαθηταῖς· εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. ἄρτι, φησίν, ἤρθη ἐκ μέσου βδελύγματα ἑλληνικῆς πολυθεΐας, τοῦ ἀποστόλου ἀρχῆθεν βοῶντος, οὐδὲν εἴδωλον ἐν κόσμῳ· ἄρτι, φησί, κεκάθαρται ἡ ἐκκλησία, ἣν πάλαι ἀπέφηνεν ὁ αὐτὸς ἀπόστολος μὴ ἔχειν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾽ εἶναι ἁγίαν καὶ ἄμωμον· ἄρτι, φασί, τὸ φῶς ηὔγασε τοῖς χριστιανοῖς, ἐνισχημένοις ζόφῳ ἀγνοίας, οἷς ἄνωθεν καὶ ἀπ᾽ ἀρχῆς Χριστὸς ἔφησεν, ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. ὁρᾶτε, ἀδελφοὶ ἅγιοι, τὴν ἀποστασίαν, ἣν δεῖ πρῶτον ἐλθεῖν, καθά φησιν ὁ ἀπόστολος; ἤδη ἐν ὀφθαλμοῖς ἡμῶν ὁρῶμεν τὰ εἰσόδια τοῦ Ἀντιχρίστου.
ἐκλελοίπαμεν, παρανηλώμεθα· ἐξέλιπεν φυσητήρ, ἀπελήλαται πᾶσα ἐλπὶς ὅσον κατὰ ἄνθρωπον.
Ἀλλὰ στενάξατε ἐφ᾽ ἡμᾶς, ὦ συμπαθέστατοι, ὡς σύσσωμοι, ὀρέξατε χεῖρα πρεσβευτικὴν ὡς φιλάδελφοι. τῶν αὐτόθι χείρονα τὰ ἡμέτερα βαρβαρίζεται. ὡς Σόδομα ἤδη γεγόναμεν καὶ ὡς Γόμορρα ἤδη ὡμοιώθημεν. διὰ τοῦτο τοιγαροῦν καὶ ἐπεβοησάμεθα τῇ ἁγιωσύνῃ ὑμῶν οἱ ταπεινοὶ ὡς ἐν ἑνὶ στόματι τῶν πάντων ἀδελφῶν καὶ συμπασχόντων· ἴσμεν γὰρ ὅτι ἰσχύει ἡ δικαία ὑμῶν δέησις ἐνεργουμένη, ὡς ἂν τῷ ἐξιλασμῷ αὐτῆς κοπάσῃ ἡ θραῦσις τῆς αἱρετικῆς ῥομφαίας, τοῦ Κυρίου εἰς εἰρηνικὴν ὀρθοδοξίαν ἐπανάγοντος καὶ τὴν καθ᾽ ἡμᾶς ἐκκλησίαν. ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς, ὦ σεβάσμιοι, ἐκ μέρους, οἷα τὰ ἀσεβῆ δόγματα τῶν ἀθέων, συναπέστειλα τοῖς γράμμασι ταῦτα ἐν τετραδίοις, ἃ καὶ ἔδοξα ὁ ἀμαθὴς ἀνατρέπειν, προτραπεὶς παρὰ εὐσεβῶν. αἰτῶ δὲ ὑπὸ τῆς θείας ἀγχινοίας ὑμῶν ἐπισκεφθῆναι καὶ συγγνώμην τῶν ἐπωφλημένων δέξασθαί με, λαμβάνεσθαί τε εἰς μνήμην ἐν ταῖς θεοκλινέσιν ὑμῶν προσευχαῖς, καὶ μὴν καὶ συντάττεσθαι ὡς ἔσχατον πάντων μέλος ἐν τῷ πληρώματι τῆς ἁγίας ὑμῶν ἐκκλησίας.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.