Ἔργον
Θεόδωρος ὁ Στουδίτης – Ἐπιτάφιος εἰς Πλάτωνα
Καταγωγή, νεανικά χρόνια και κοσμική σταδιοδρομία
Αναφορά στην οικογένεια, την ανατροφή μετά την απώλεια των γονέων του σε λοιμό και την ανάρρηση του Πλάτωνα στο αξίωμα του νοταρίου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Καταγωγή, νεανικά χρόνια και κοσμική σταδιοδρομία
Αναφορά στην οικογένεια, την ανατροφή μετά την απώλεια των γονέων του σε λοιμό και την ανάρρηση του Πλάτωνα στο αξίωμα του νοταρίου.
ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ γʹ. Πατέρες μὲν τῷ μακαρίῳ Πλάτωνι Σέργιος καὶ Εὐφημία, ὧν τὸ εὐγενὲς ἐπίσημον, καὶ ὁ τρόπος οὐκ ἀγενέστερος· ἤθεσι χρηστοτέροις ἀναστρεφόμενοι καὶ οἰκουριῶν ἐπιμελείαις τὰ ἐνόντα ὑπὲρ τοὺς πολλοὺς αὔξοντες, καὶ ζηλωτοὶ διὰ ταῦτα συγγενεῦσιν ὑπάρχοντες, οἷς μετὰ τῶν ἄλλων μέγιστον ἐγκώμιον καὶ εὐτεκνίας δώρημα.
Φέρουσι γὰρ ὥσπερ τινὰ εὐθυγενῆ βλαστόν, σὺν δυσὶ θυγατράσι, τὸν νῦν ἐπαινούμενον, οὐδὲ αὐταῖς ἀκλεέσιν ὀφθείσαις, ὧν πολλὰ καὶ καλὰ τὰ διηγήματα, τῆς μὲν ἐν τῷ κοινωνικῷ βίῳ διαπρεψάσης, τῆς ἐξ ἧς καὶ ἡμεῖς, κἂν τῷ μοναδικῷ τάγματι διαλαμψάσης.
Ἐπειδὴ δὲ ἐνέσκηψε κατ’ ἐκεῖνο καιροῦ ὀργὴ οὐράνιος (ἄγει με γὰρ ταύτην δηλῶσαι ἡ ὑπόθεσις), φθορὰν ὅτι μάλιστα ἐπάγουσα πάνδημον, οὐχ ὀλίγαις μὲν ἄλλαις χώραις τε καὶ πόλεσιν μετενδημοῦσα, ὥσπερ τις αἰγυπτιακὴ μάστιξ ἐκ τῆσδε εἰς τήνδε, μάλιστα δὲ τῇ βασιλιζούσῃ Βυζαντίδι, ταύτῃ τοι καὶ καταλύουσι τὸν βίον οἱ ἀείμνηστοι. Οὐκ ἄκαιρον δὲ τάχα, ὠφελείας χάριν, καὶ τὸν τοῦ θανάτου τρόπον ἐπισημᾶναι· γένοιτο γὰρ ἂν τὸ διήγημα ἐκδειματοῦν τὰς ψυχὰς τῶν συνετῶς ἐπαϊόντων.
δʹ. Ἑωρᾶτο ἐξάπινα ἐν τοῖς ἑκάστου ἐσθήμασιν, ἐν βαφίδι ἐλαιώδει, τὸ σημεῖον τοῦ ζωοποιοῦ σταυροῦ κατεστιγμένον, οἷα παρὰ χειρὸς ὡραιογραφούσης, μᾶλλον δὲ ἐπὶ Θεοῦ δακτύλῳ καὶ ὑπέρτερον. Ἐθροεῖτο ὁ ληφθείς, ὕπεισιν οἱ εὐθὺς ὁ θάνατος· αὐθημερὸν τοῦ αὐτοῦ, καὶ νεκρὸν ἐκκομίζοντος, καὶ νεκροῦ ἐκκομιζομένου, δύο ἐπὶ τοῦ αὐτοῦ ἐπισκίμποδος, δισδύο ἐπὶ ζώου ἀχθοφόρου· φόρτοι ἀλλεπάλληλοι δυστυχῶν σωμάτων· θρῆνοι πανταχοῦ περιηχούμενοι καὶ ἐλεεινολογίαι, ἠτόνουν οἱ ἐκκομισταί, ἐσπάνιζον οἱ ἐνταφιασταί, ἐκλείοντο οἶκοι, ἐκενοῦντο ῥεγεῶνες, ἐπληροῦντο πολυάνδρια, διὰ μέσου δυοῖν μηνοῖν, τῆς πολυανθρώπου τε καὶ μυριοίκιδος πόλεως ἐρήμου καὶ ἀοικίστου σχεδὸν εἰπεῖν ἐποφθείσης. Ταῦτα ἐν ἡμέραις Κωνσταντίνου τοῦ δυσσεβοῦς βασιλέως, ὑφ’ οὗ ἡ εἰκὼν τοῦ Χριστοῦ καθυβρίσθη, εἴδωλον πλάνης ὀνομασθεῖσα παρὰ τοῦ λαοπλάνου ἐξαγίστου· μᾶλλον δὲ αὐτὸς Χριστὸς ὁ Θεὸς ἡμῶν ἠτιμώθη, εἴπερ ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει, καθὼς ὁ θεηγόρος ὧδέ πού φησι Βασίλειος. Ταῦτα ἡ κατὰ τῶν ἁμαρτανόντων δικαιοτάτη, ὡς ἄν τις εἴποι, παιδευτικὴ ῥάβδος τοῦ Θεοῦ, τὴν ἄμετρον ἡμῶν κακίαν ἐπιστρεπτικῶς σωφρονίζουσα, καὶ ὁδοποιοῦσα τρίβον σωτηρίας τῇ ὀργῇ αὐτοῦ τοῖς εὐαισθήτως δεχομένοις τὴν νουθέτησιν. Ἐμοὶ δὲ ἐπὶ τὸν Πατέρα μεθαρμοστέος ὁ λόγος.
εʹ. Καταλιμπάνεται τοιγαροῦν ἔρημος γονέων σὺν τοῖς ὁμαίμοσι, κομιδῇ παῖς τυγχάνων, ὃς προσληφθεὶς ὑφ’ ἑνὶ τῶν συγγενῶν, καὶ εἰς ἡλικίαν ἡβῶσαν ἀναχθείς, ἀνθεῖ μὲν εὐθύς, ὥσπερ τι ἔρνος εὐθύβλαστον, ἡ ἀκμὴ τῆς νεότητος τὴν καλλίστην σύνεσιν, ἥπερ δυσκατόρθωτος τοῖς ὀρφανίᾳ ἠγμένοις, οὐκ ἔχουσι τὸν ἴσα γονέων ἐπιστατοῦντα. Καρποφορεῖ δέ, ταῖς παρ’ ἑαυτοῦ σπουδαῖς τε καὶ φιλοζηλίαις, τὴν παίδευσιν τῆς νοταρικῆς μεθόδου, ὡς οὔπω τις τῶν καὶ πατρικαῖς ἐπιμελείαις προμηθευομένων, συζυγοστατῶν τε αὐτῷ προσειληφότι θείῳ τὰ βασιλικὰ χρήματα. Καὶ τοσοῦτον φανεὶς ἐνταῦθα περιδέξιος, ὡς ὄνομα μόνον ἔχειν ἐκεῖνον τῆς ἀρχῆς, τὸν δὲ τὸ ἔργον γνωρίζεσθαι, καὶ διὰ ταῦτα ἐπίσημον μὲν εἶναι ἐν τοῖς βασιλικοῖς ταμιεύμασιν, ἀσπαστὸν δὲ τοῖς ἄρχουσι, γνώριμόν τε καὶ αὐτῷ τῷ Καίσαρι.
ϛʹ. Οὕτω δὲ διαφαινόμενος, οὐ ταῖς ἀκαθέκτοις ὁρμαῖς τῆς νεότητος προὔδωκε τὸν νοῦν, ὡς ἄν τις τῶν ἀφέτων τε καὶ ῥηξιφρόνων, ἀλλ’ οἷά τις ἄριστος πωλοδάμνης αὐτὸς ἑαυτῷ γιγνόμενος, ἀπείχετο μὲν ἀσυνέτων, συνήπετο δὲ πεπαιδευμένοις, τῷ τιμαλφεστέρῳ συνταττόμενος, ἀλλ’ οὐχὶ τῷ ἀτιμοτέρῳ συνερχόμενος, καὶ τῷ καθ’ ἡλικίαν προέχοντι παραζευγνύμενος, ἀλλ’ οὐχὶ τῷ νεοπαγεστέρῳ συνδιαιτώμενος, καὶ πρὸς τὸ ἄναντες, κἀκ τῶν ἔξωθεν τιμῶν, τὸ τῆς ψυχῆς εὐγενές, λεληθότως πως ὁδοποιούμενος. Οὔ τί που συμπόταις καὶ συσσίτοις ἑαυτὸν ἐπιδιδοὺς κατὰ κοινὴν φιλοτησίαν, ὡς εἴ τις τῶν νεανιευομένων ἐν εὐωχίαις, οὐδ’ οὐ μὴν κύβοις καὶ μέθαις καταναλίσκων τὴν οὐσίαν, οἷα τὰ τῶν μαστροπῶν· σχολαῖς δὲ ἐπιπόνοις ἐφεστὼς τῇ ζυγοστασίᾳ, κἀντεῦθεν πλοῦτον ἑαυτῷ συναθροίζων, καὶ τοσοῦτον αὔξων, ὡς ἄλλην συστήσασθαι περιουσίαν, παρὰ τὴν γονικὴν κληρονομίαν ἱκανωτάτην οὖσαν. Τοῦτο δὲ οὐκ ἂν προσεγεγόνει, εἰ μὴ αὐταρκείᾳ συνετηρεῖτο ἐν πᾶσι, δι’ ἧς καὶ σωφροσύνῃ ἐκαλλωπίζετο ὁ φιλόκαλος, καὶ φρονήσει ἠγλαΐζετο ὁ μειλίχιος, πόρρω βάλλων τὰς νεωτερικὰς ἐπιθυμίας, αἷς οἱ ἁλόντες οὐ μόνον τὰ οὐκ ὄντα προσλαμβάνονται, ἀλλὰ καὶ τὰ ἐνόντα κενοῦν εἰώθασιν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.