Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Ἐπιτάφιος εἰς Πλάτωνα

Θεόδωρος ὁ Στουδίτης

Η σύγκρουση για τον μοιχοζεύκτη, εξορία και τελική αποκατάσταση

Η νέα σύγκρουση για την ευλογία του παράνομου γάμου, η συνοδική δίκη, οι σκληρές εξορίες της αδελφότητας και η τελική εκκλησιαστική ειρήνευση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 9 από 10

λδʹ. Ἐπειδὴ δὲ ἀπεβίω ὁ τηνικαῦτα θεῖος πρόεδρος, ζητεῖται ψῆφος πατριαρχήσοντος, καὶ τὰ ψηφίσματα ἐπὶ πολλοὺς οἱ πολλοί, ὡς ἕκαστος εἶχε κατὰ φιλίαν ἢ ἀλήθειαν· ζητεῖται καὶ παρὰ τοῦ Πατρός, οὐχ ὑπὸ τῶν τῆς ἱερωσύνης μόνον ἐγκρίτων, ἀλλ’ ἤδη καὶ πρὸς αὐτοῦ τοῦ βασιλεύοντος. Τί οὖν ἔδει, ὢ πρὸς τῆς ἀληθείας αὐτῆς; Οὐχὶ τὸν τοσαῦτα ὑπὲρ τοῦ καλοῦ ἐναθλήσαντα καὶ ἠκριβωμένου βίου τοῖς πᾶσι νόμον προκείμενον, ἀψευδῶς εἰπεῖν τὴν ἐνοῦσαν αὐτῷ διάθεσιν, πρὸς τὸ κοινῇ συμφέρον σκοποῦντα; Οὐ, φασὶν οἱ τὰ ἐκείνου σκώπτοντές τε καὶ διαγελῶντες, ἀλλ’ ἢ τὴν ἄγνοιαν προβαλέσθαι, ἢ τοῖς ἐπιζητήσασι παραχωρῆσαι τὸ ψήφισμα· ἔστιν δέ, τὸ μὲν πρότερον ψεῦδος, τὸ δὲ δεύτερον ὑπόκρισις, καὶ ἀμφότερα ἀπόπτυστα. Ὁ μὲν οὖν τὴν ψῆφον ἔστειλεν, τὸ δὲ ἐφ’ ὅτῳ, παρῶ λέγειν· ἐπέστειλε δ’ ὅμως ὡς ὑπὸ Θεῷ μάρτυρι. Καὶ οἱ μὲν ἀσμένως ἐδέξαντο, οὐκ οἶδ’ ὁποίῳ τρόπῳ βεβαιώσαντες τὸ γράμμα, ὁ δὲ λαβὼν ἀπεσείσατο, μετακυλίσας ὡς ἐν κύβῳ τὰς ψήφους.

λεʹ. Καὶ ὁ μὲν (ἐπειδὴ χρεία κεφαλῆς προϊσταμένης ἕκαστον τῶν μελῶν τὸ καθ’ ἑαυτὸ εἰσοίσειν) πρός τινα τῶν ὁμοσχήμων, ἀγχιστέα δὲ τοῦ Καίσαρος, μὴ εὐλαβηθεὶς τὴν ἔξοδον διὰ τὸ κοινῇ συμφέρον, νύκτωρ ἄπεισιν, καὶ φθεγξάμενος τὰ εἰκότα, οἴκαδε θᾶττον ἐπάνεισιν· ὁ δὲ μαθὼν ἐξεμάνη, καὶ μικρὸν λωφήσας ὅσον εἰς πέρας ἀγαγεῖν τὸ βεβουλευμένον, αἴρει σὺν ἡμῖν τὸν πατέρα, καὶ εἴκοσι πρὸς τέσσαρσιν ἡμέραις θέμενος ἐν στερεᾷ φυλακῇ, οἴκοι ἐπανελθεῖν ἀφίησιν. Ὅσα γὰρ ἐξύβρισε κατὰ τοῦ ἀνδρός, μᾶλλον δὲ κατ’ αὐτῆς τῆς ἀληθείας θυμομαχῶν, καὶ συνταράσσων τὴν ἀδελφότητα, καὶ τοὺς μὲν φρουρῶν, τοὺς δὲ ἕλκων εἰς κατηγορίας, εἰ καὶ ῥίψασπις ἐν πᾶσι γέγονε καὶ ἀξιογέλαστος, τί δεῖ καὶ λέγειν, ἅτινα παρασκευὴ ἦν τῆς τυρευομένης αὐτῷ πονηρίας καὶ οἱονεὶ προεισόδιος ἀνομία, παίδευμα δὲ κατὰ τὴν ἐκείνου φληνάφειαν τῆς δοκούσης προπετείας; Βραχὺς ὁ χρόνος καὶ ἡ τῆς κακώσεως ἐπιφορά, τὸ δὲ αἴτιον, Ἰωσὴφ ὁ μοιχοζεύκτης, τὸ ἐγκόλπιον κακόν, ὁ τῆς Ἐκκλησίας τάραχος, οὗ, ἐπειδὴ ὡς ἰὸν ὄφεως κανονικῶς τὴν κοινωνίαν πεφεύγαμεν, ἀπειλαὶ παρὰ τοῦ Καίσαρος, ἐπὶ ξυροῦ οἱ ἐνιστάμενοι.

λϛʹ. Καὶ πῶς ἂν ἐν ὀλίγαις συλλαβαῖς τὸ πλῆθος τῶν τηνικαῦτα ὑπαρχθέντων δι’ ὅλου ἔτους, φοβήτρων τε καὶ ἀποστροφῶν, ἀγώνων τε καὶ πειρασμῶν, διηγήσαιμι; Οἶδε ταῦτα ὁ παθών, ὁ ἐγγὺς τοῦ παθόντος ἱστάμενος. Τέλος, στρατιωτικὴ φάλαγξ τὴν μονὴν κύκλῳ ἀσφαλῶς περιστοιχήσασα, ὡς μηδὲ γρῦξαι ἢ προκύψαι τινὰ ὅλως παραχωροῦσα. Ἔσωθεν φόβοι, ἔξωθεν πτόησις, ἀπειλαὶ παραπεμπόμεναι, καὶ τοὺς παραπεμφθέντας ἀφίημι λέγειν αἰδοῖ τοῦ σχήματος. Φεῦ τῆς τοῦ καιροῦ φορᾶς! Οὐδεὶς σχεδὸν τοῦ ῥεύματος ἀνώτερος, οὐδεὶς ὁ τὰ ὀρθὰ συμβουλεύων καὶ ἐπαλείφων τὰ θεῖα· ἀγαπητὸν εἰ μὴ καὶ πολὺ συμπνέον ... τὴν ὀργὴν τοῖς κρατοῦσι, καὶ τό γε ἐλεεινότερον, τῶν ὁμοταγῶν. Πέρας, ἵν’ ἐν συντόμῳ τὸ πᾶν παραστήσω, ἁρπαγὴ ἐκ μέσου τῆς ἀδελφότητος νυκτίωρος, καὶ μετὰ τὴν ἁρπαγὴν κάθειρξις, καὶ μετὰ κάθειρξιν συνόδου ἡμέρα, καὶ ἐπὶ ταύτης σὺν τρισὶν ὑπὸ στρατιωτικῆς χειρὸς ὁ πατὴρ παριστάμενος ὡς κακοῦργος. Ἐλεεινὸν θέαμα, γέροντα φοράδην ἐξ ἀσθενείας ἀγόμενον σὺν τῇ ἁλύσει, ἣν ἐν τῷ ποδὶ καθηλωμένος ἐπεφέρετο, καὶ ἀφ’ ἑτέρου εἰς ἕτερον ὦμον ὥσπερ τι ἄγος μεταριπτούμενον.

λζʹ. Αἰαί, συνοδικῆς εὐταξίας κατάστασις! Οἰοὶ χριστιανικῆς βασιλείας ὑπόληψις! Τί ταῦτα τῶν πάλαι λῃστρικῶς συνεδρευόντων, ἢ ἄλλως αἱρετικῶς βασιλευσάντων ἐλλειπέστερα; Καί, ἵνα ὥσπερ τινὰ παιδιὰν τὰ ἐν μέσῳ παραδράμοιμι, πληροῦν δυνάμενα συγγραφῆς μέτρον, κυροῦται ἐξορίᾳ καὶ περιορίζεται ὁ πατὴρ ἐν μιᾷ τῶν πρὸς τῷ ἄστει νήσων, ὥσπερ καὶ ὁ ἡμέτερος ἀδελφὸς ἐν ἑτέρᾳ δυσχερεστάτῃ, μετὰ τοῦ περιορισμοῦ καὶ τῆς φυλακῆς κραταιᾶς οὔσης. Ὢ τῆς τῶν πραγμάτων φορᾶς! Τῶν μοναστῶν οἱ μιγάδες φιλανθρωπότεροι γεγόνασι, καὶ τῶν κριτῶν οἱ ἀκροαταὶ κρίσιν δικαίαν ἐξοίσειν οὐκ ἐδεδίεισαν· πρόδηλον γὰρ ἦν τὸ παρανομούμενον.

Ἀφίημι τὸ βαλανίον ἐκεῖνο, ἐφ’ ᾧ ὁ κρατῶν διὰ φάλαγγος στρατιωτικῆς ἐκ τῆς μονῆς ἀθροίσας πᾶσαν τὴν ἀδελφότητα, καὶ πειρώμενος ὑποκλίνειν ἕνα ἕκαστον πρὸς τὸ σφῶν θέλημα, ἀπετύγχανεν τῶν ἐλπίδων, ᾐσθεὶς τοῦ οἰκείου κράτους κραταιοτέρους εἶναι τοὺς τῷ θείῳ νόμῳ ἐπερειδομένους. Παρίημι τὰς ἐν τοῖς σεμνίοις φυλακάς, καὶ τοὺς φρουράρχους ἡγουμένους, πλείω τῶν ἐπιταγμάτων ἐνίους κακοῦντας τοὺς καθειργμένους. Παραδραμεῖ μοι τὰ μετέπειτα, ἡνίκα ἀπαγωγαὶ καὶ μεταγωγαί, διωγμοὶ καὶ ἐξετασμοί, διαχωρισμοί τε αὖ καὶ ἀφορισμοί, ἀπειλαί τε καὶ ὀργαί, ἐρωτήσεις τε καὶ ἀνταποκρίσεις, καὶ ὁ ἐν πάσῃ τῇ πόλει κωδωνισμός, μή τίς που κρύπτοιτο λαθὼν τῶν ἀδελφῶν, ὡς καὶ εἰς ὀπὰς τῆς γῆς δέει τῶν διωκτῶν τινα διασωθῆναι.

ληʹ. Καὶ ταῦτα ὑπὲρ τίνος; (Πάλιν γὰρ ἀναλαμβάνειν ἐκπλήξει τὸ δρᾶμα περιπονοῦμαι). Ἵνα ὁ στεφανώσας τοὺς μοιχωμένους παρὰ τὸ Εὐαγγέλιον, κατὰ ἀντίθεσιν τοῦ Προδρόμου, ὡς οἰκονομίαν σωτήριον τῇ Ἐκκλησίᾳ πεποιηκὼς ἀθωωθῇ ἱερουργεῖν, καὶ οἱ τοῦτον μὴ προσιέμενοι εὐαγγελικῶς, ἔκνομοι καὶ ἠλλοτριωμένοι!

Ὢ διώκτου πικροῦ, Χριστιανοῦ προσηγορίαν ἔχοντος, καὶ Χριστοῦ νόμους καταπατεῖσθαι ζέοντος! Τί οὕτω μέμηνας, βαρυκάρδιε καὶ ἀπηνέστατε, σὺν τῷ ὁμοτρόπῳ σου σκύμνῳ; Οὐκ οἶσθα, ὅτι πρὸς ἀηττήτους νόμους Θεοῦ παραστήσῃ, οὓς οὐδεὶς βασιλευσάντων νενίκηκε, μὴ ὅτι γε καὶ προσκρούσας αὐτοῖς ὡς σύ, περιφανῶς ἀπώλετο;

λθʹ. Ἀλλ’ ὤ! πῶς ἀπήγετο ὁ τοῦ Θεοῦ θεράπων! ἐπ’ αὐτὸν γὰρ ἐπανίημι. Πάλιν μεθοριζόμενος, καὶ πάλιν διασπώμενος ὑπὸ δυοῖν τε σκηριπτόμενος, διὰ τὸ μὴ ἰσχύειν ἔτι προβαίνειν, ἑλκόμενος αὖ τε καὶ περισυρόμενος, καὶ θρῆνον ἐμποιῶν τῆς ἀδίκου πράξεως καὶ αὐτοῖς τοῖς ἀναισθήτοις λίθοις. Βοάτω ταῦτα ὁ τοῦ περιβοήτου μάρτυρος Μάμαντος χῶρος· γραφέτω ταῦτα ἡ φρουρήσασα, μετὰ τὴν πρώτην τοῦ ἀδελφοῦ φρουράν, τὸν τῆς εὐσεβείας φρουρὸν ὀξεῖα νῆσος. Φεῦ τῆς ἀναλγήτου καρδίας, τῶν, οὐκ οἶδ’ ὅπως εὐπρεπῶς εἴποιμι, στρατιομονάχων φυλάκων! Ἔθεντο τὸν δίκαιον μονώτατοι ὡς ἐν λάκκῳ κατωτάτῳ ἔν τινι κέλλῃ, τετρυχωμένον ἤδη τῷ γήρει καὶ τῇ νόσῳ βαλλόμενον· εἴασαν ὑφ’ ἑνὶ δούλῳ, οἱ δοῦλοι τῶν κάτω καὶ τοῦ Καίσαρος, τὸν ὅσιον ἅπαξ τῇ ἡμέρᾳ ἢ δὶς ὑπηρετεῖσθαι.

Ἠντιβόλει ὁ γέρων μετακομίζεσθαι πρὸς ἀναγκαίαν χρείαν τοῦ σώματός [τι], καὶ ὁ δυσμενὴς ὠνείδιζεν· ᾔτει τῶν κατὰ τὴν ἀσθένειαν ἐπιτηδείων, καὶ ὁ δύστροπος κατ’ αὐτοῦ τὴν θύραν ἔκλειεν· καὶ ταῦτα ὑφιστάμενος, ἀνεξάρνητος τῆς καλῆς ὁμολογίας, ἧς ὡμολόγησεν ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων. Ἐπειδὴ δὲ ἐκ τῆς τοιαύτης καθείρξεως νοσηλεύεσθαι αὐτὸν ἐπιθανάτιον ἀκήκοεν ὁ Καῖσαρ, μετάγει ἐν τῷ Βυζαντίῳ μαλαχθεὶς τὴν ἀτεράμονα καρδίαν, καὶ ἐνεγκὼν παρασκευάζεται, ἐπανορθοῦν δῆθεν τὸ κακῶς γεγενημένον.

Ἀλλ’ ἐπειδὴ οὐκ ἀπὸ ὀρθῆς γνώμης ὁ σκοπός, οὐδὲ εἰς πέρας ἄγει τὴν πρόθεσιν. Τὸν μὲν γάρ, ἐπὶ πολὺ μετεωρισθέντα τῇ ἀπονοίᾳ, ἡ κραταιὰ χεὶρ τοῦ Θεοῦ εἰς Σκύθας ἐκτοπίσασα, ἐκεῖσε πανστρατεὶ ὤλεσεν, διήγημα φοβερὸν καὶ λάλημα φρικτὸν ταῖς μετέπειτα γενεαῖς κριμάτων ἀνεφίκτων τῆς ἑαυτοῦ σοφωτάτης οἰκονομίας ἐγκαταλείψασα, τὸν δὲ σὺν ἡμῖν ῥοπὴ τῶν τηνικαῦτα εὐσεβῶς βασιλευσάντων, εἰς τὴν οἰκείαν πάλιν ποίμνην ἀποκαταστήσασα, ὁμολογητὴν ἑαυτοῖς ἀναδείκνυσιν.

μʹ. Καὶ τοῦτο πῶς; οὐδὲ γὰρ παραλιπεῖν ἄξιον. Φροντίδι τῶν ἐπισκηπτόντων τὰ καθ’ ἡμᾶς, εὐνοϊκῶς τε ἢ καὶ ἀντιθέτως, ἤρθη ἐκ μέσου τὸ σκάνδαλον, δι’ οὗ καὶ ἡ διαφορὰ πρὸς τὸν ἱεραρχοῦντα· ἐδυσώπησαν οἱ κρατοῦντες, ἀπελογήσατο ὁ ἁγιώτατος πατριάρχης πάντα τὰ γεγενημένα ἐξ ἐπιεικείαις εἶναι τοῦ βασιλεύσαντος. Τηνικαῦτα ἡ σύμβασις καὶ ἡ πρὸς αὐτὸν ἀφοσίωσις, ὅτι μηδὲ φίλον Θεῷ ἄλλο τι, ὡς τὸ τῆς εἰρήνης καὶ ὁμονοίας καλόν, ἐπὰν ἡ ὁμόνοια οὐ διαφωνία πίστεως, οὐδὲ ἐντολῆς Θεοῦ παράβασις, οὐδ’ οὐ μὴν κανόνος ἀθέτησις, ὡς ἡ παροῦσα δέδεικται, ὅσον τὸ καθ’ ἡμᾶς, τοῖς νοῦν ἔχουσι, τὰ διὰ μέσου χαίρειν ἐάσαντας, ὡς ὁμότροπα τοῖς πάλαι ἐπὶ τῶν θεοφόρων Πατέρων συμβεβηκόσι, καὶ ὡσαύτως οἰκονομικῶς παρεωραθεῖσιν, μᾶλλον δὲ ὡς τῆς τούτων ἀκριβοῦς ἐξετάσεως ἐν τῷ μέλλοντι αἰῶνι τῷ ἀδεκάστῳ κριτῇ ταμιευομένοις.