Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Ἑρμηνεία τῆς θείας λειτουργίας τῶν προηγιασμένων

Θεόδωρος ὁ Στουδίτης

Η τάξη της ακολουθίας έως την πρόσκληση για θεία κοινωνία

Η αλληλουχία των ιερατικών πράξεων και ευχών, περιλαμβάνοντας την είσοδο των Τιμίων Δώρων και τη μυστική ύψωση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 2 από 3

Τοίνυν ὁ ἱερεὺς τὴν ἱερατικὴν ἐνδυόμενος στολήν, τὸ τρισάγιον ὁλοκλήρως φθεγγόμενος, καὶ τὸ τῆς ἡμέρας τροπάριον, σὺν τῷ Ἱλάσθητί μοι, ὁ Θεός, τῷ ἁμαρτωλῷ, ἐπιλέγων τρίτον, καὶ τὴν εὐχὴν τοῦ θυμιάματος λέγων ἐνώπιον τῆς θείας τραπέζης ἐφίσταται, καὶ σταυροειδῶς θυμιῶν ἐκφωνεῖ· οὐχὶ τὸ Εὐλογημένη ἡ βασιλεία ἀνακηρύττει, ὡς νίκης τρόπαιον καὶ αὐθεντίας ἀπροσωπολήπτου, ἀλλ’ Εὐλογητὸς ὁ Θεὸς λέγων, ὡς ταπεινότητος σύμβολον καὶ ἱκετηρίας ἀπαραθραύστου· τὸ δὲ προφητικὸν ἐκεῖνο προοίμιον παρὰ τῶν ἀδελφῶν κηρύττεται, καὶ ὁ ἱερεὺς τὰς εὐχὰς ἐπιλέγει τοῦ λυχνικοῦ· τέλος δὲ κἀκείνων καὶ τούτων λαβόντων, τὴν συναπτὴν σὺν τῇ ἐκφωνήσει ἐπιτελεῖ· καὶ ὁ ἑτοίμως ὁ ἀναγνώστης τὸν τῶν ἀναβαθμῶν κανόνα ἐναρξάμενος, ὁ θεῖος οὗτος μυσταγωγὸς τὸν νʹ ἀνὰ στόμα διεξιών, τὸν προηγιασθέντα ἄρτον ἐν τῇ προθέσει διακοσμεῖ ἀνελλιπῶς· εὐθὺς δὲ εἰς ἓν ἕκαστον ἀντίφωνον τῶν ἀναβαθμῶν, μικρὰν αἴτησιν ἐκφωνεῖ· τοῦ δέ γε ψαλμοῦ παρὰ τοῦ Ψάλτου ἠχουμένου, τὸ ἱερατεῖον ὅλον σὺν τῷ ναῷ ἐπιθυμιᾷ· καὶ τῶν τροπαρίων ψαλλομένων μετὰ τὴν δόξαν, ἡ εἴσοδος χωρὶς τοῦ Εὐαγγελίου μετὰ θυμιατοῦ λέγεται, καὶ τῶν ἀναγνωσμάτων ἀναγινωσκομένων, οἱ ἀδελφοὶ ἐφιζάνουσι. Μετὰ δὲ τὴν τούτων συμπλήρωσιν, τὸ Κατευθυνθήτω ὁ ἱερεὺς ᾄδει μετὰ τῶν συνηνωμένων αὐτοῦ στοίχων, τῶν ἀδελφῶν τὸ γόνυ κλινομένων, ὃ καὶ ἐν ταῖς εὐχαῖς τοῦτο γίνεται.

Μετὰ γὰρ τὴν τῶν θείων δώρων εἰσόδευσιν, ἑτοίμως αἱ θύραι κεκλείσκονται· ὁ δὲ ἱερεὺς τῷ ἀνωτάτῳ πέπλῳ, ὃ καὶ ἀέρα οἶδεν ὁ λόγος καλεῖν, τὰ δῶρα ἐπικαλύπτει· ἐν δέ γε τῇ τῆς ὑψώσεως ὥρᾳ, οὐ μέν τοι αἴρει τὸ πέπλον, ἀλλ’ ἀπὸ κάτωθεν τούτου, τὸν ἄρτον ὑψῶν, λέγει· Τὰ προηγιασμένα ἅγια· εἶθ’ οὕτως ὁ ἀὴρ αἴρεται. Ἔκ τε τῶν τοιούτων καὶ ἑτέρων ὑποδειγμάτων μυστικὴ θυσία ἀνακηρύττεται, καὶ ἄρτι τετελειωμένη ὡσαύτως καὶ προηγιασμένη τελετή, ἔκ τε τῆς ἐπιφοιτήσεως τοῦ σταυροῦ καὶ τοῦ ἁγίου αἵματος ἡνωμένη. Εἶτα καὶ τῶν ἀδελφῶν προσκαλουμένων μεταλαβεῖν, Μετὰ φόβου Θεοῦ λέγων καὶ πίστεως καὶ ἀγάπης· τύπον ἄρα θεῖον ἐν τούτῳ τῆς θείας καὶ ζωοποιοῦ Τριάδος ὑποδεικνύων ὁ λόγος· φόβον λέγων τὴν θείαν καὶ ἀρχίφωτον τοῦ Πατρὸς δόξαν· πίστιν, τὸν μονογενῆ καὶ συνάναρχον Λόγον· ἀγάπην δέ, τὸ ἀγαθὸν καὶ πανάγιον Πνεῦμα.