Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Κατηχήσεις μεγάλαι

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΙΑ΄-ΙΕ΄: Η ποιμαντική ευθύνη και η μοναχική υπακοή

Ποιμαντικές παραινέσεις με επίκεντρο το καθήκον της πνευματικής πατρότητας, την υπομονή των θλίψεων ως καθαρτηρίων μέσων και την προσήλωση στην αληθή υπακοή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 3 από 22

ΛΟΓΟΣ ΙΑʹ. Τῆς ὑποταγῆς θλιβερὰ πάντα στέγειν. Τῆς ὑποταγῆς θλιβερὰ πάντα στέγειν. ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ, Ἀποσιωπῆσαι με πρὸς ὑμᾶς οὐχ οἷον τε, ἀλλ’ αὐτὸν τὸν μηδαμινόν μου λόγον ἀναγκαῖον ἐστὶν ἑκάστοτε προσφέρειν ὑμῖν.

Γέγραπται γὰρ· Ἐπίστηθι εὐκαίρως ἀκαίρως· ἔλεγξον ἐπιτίμησον παρακάλεσον· ἐπεὶ τοίνυν εἰς τοῦτο κείμεθα εἰ καὶ ἀναξίως, δέον τὰ ἐπιβάλλοντα ἡμῖν ἐνεργεῖν· καὶ πῆ μὲν, ἐλέγχειν· πῆ δὲ, ἐπιτιμᾷν· εἶτα καὶ παρακαλεῖν ἐν τῇ δεούσῃ διδασκαλία. Πολυτρόπως γὰρ ἡ σωτηρία ἡμῶν ἐνεργεῖται· καὶ διαφόρῳ λόγῳ καὶ ἀγωγῇ ἰατρεύεται τὰ κατὰ ψυχὴν ἡμῶν πάθη. Διὰ τοῦτο φροντίς μοι καὶ μέριμνα οὐκ ὀλίγη, ἀγὼν καὶ φόβος οὐχ ὁ τυχὼν, ἵνα ὑμᾶς τὸ ποίμνιον τοῦ Χριστοῦ, τὸν ἐκλεκτὸν αὐτοῦ λαὸν, τοὺς ἀγγελικοὺς ἄνδρας, τοὺς φυγάδας τοῦ κόσμου, τοὺς καθαροὺς λατρευτὰς τοῦ Χριστοῦ, τοὺς μεμονωμένους ἀπὸ πάσης ματαιότητος κοσμικῆς, εἴγε καὶ οὕτως βιοτεύομεν, παραστῆσαι τῷ θεῷ μου ἀμώμους καὶ ἀμέμπτους ἐν τελειότητι τῆς κατ’ ἀρετὴν πολιτείας· δέχεσθέ μου λοιπὸν δυσωπῶ εὐμενῶς, ὥσπερ τὰς παρακλήσεις, καὶ τὰς ἐπιτιμήσεις· καὶ δι’ ἐμοῦ καὶ τὰ παρὰ τῶν ἄλλων πρωτευόντων· καὶ ὡς τοὺς οἰκτιρμοὺς, καὶ τοὺς ἐλεγμούς· καὶ ὡς τὰς συμπαθείας, καὶ τὰς αὐστηρίας· καὶ κλίνοντες τὸ οὖς ὑμῶν, προσεκτικῶς δέχεσθε τὰ λεγόμενα· μὴ ὡς ἐν καταφρονήσει, μὴ ὡς ἐν συνηθείᾳ ψιλῇ, μὴ ὡς ῥήματα οὕτως ἁπλῶς λεγόμενα, καὶ εἰς ἀέρα ῥέοντα, ἀλλ’ ὡς ἐκ πόνου ψυχῆς, ὡς ἐκ συνοχῆς καρδίας, ὡς ὑπὲρ ἀγάπης ὑμῶν εἰλικρινοῦς καὶ σωτηρίας.

Ναὶ πιστεύσατε τέκνα, καὶ γὰρ καιομένη ἐστὶν ἡ καρδία μου ἐν ὑμῖν καὶ ζηλοτυπῶ τὴν σωτηρίαν ὑμῶν, καὶ εὔχομαι εὐχὴν τολμηρὰν, τὴν ἀπώλειαν τὴν ἐμὴν ὄψεσθαι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἢ τὴν ὑμῶν ἐκ θεοῦ ἀπόπτωσιν.

Ἀποπέσοιμεν δὲ πῶς ἆρα, ἢ ἐκ τοῦ μὴ κατὰ τὸ ἱερὸν ἡμῶν ἐπάγγελμα βιοτεῦσαι· ὁποῖον δὲ τὸ ἐπάγγελμα, ἴστε· ἅγιον γὰρ καὶ ἀγγελικὸν ὑπάρχει κατὰ τὰς φωνὰς τῶν ἁγίων, μαρτυρικοὺς ἔχον τοὺς στεφάνους τὰς ἀνταποδόσεις ἀθανάτους καὶ αἰωνίους. Περιπατήσωμεν οὖν κατὰ τὸ αὐτὸ δέομαι ὑμῶν, ἀδελφοὶ τιμιώτατοι, καὶ τὴν εὐγένειαν αὐτοῦ μὴ καθυβρίσωμεν, καὶ τὴν δόξαν αὐτοῦ μὴ ἀτιμάσωμεν ἐκ τῆς ἐναντιουμένης διαβιώσεως.

Βιώσωμεν οὖν κατὰ μίμησιν τῶν ὁσίων πατέρων ἡμῶν, πολιτευσώμεθα κατ’ ἴχνος τῆς ἀρετῆς αὐτῶν· τοῦτο δὲ δι’ ὑπομονῆς κραταιᾶς καὶ εὐψυχίας θεοσεβοῦς κατορθοῦται· ἵνα καὶ τὸν λοιπὸν τῆς ζωῆς ἡμῶν χρόνον ἐνέγκωμεν, καθυποτασσόμενοι τῷ Κυρίῳ.

Οὐ γὰρ ἡμῖν τοῖς ἀμαρτωλοῖς, φυλάττοντες τὴν ἁγνείαν τοῦ σώματος ὑμῶν ἄσπιλον ὡς νυμφαγωγηθεῖσαν Χριστῷ ὑπακούοντες καὶ ταπεινούμενοι ἐν μιμήσει τοῦ ὑπὲρ ἡμῶν μέχρι θανάτου, θανάτου δὲ σταυροῦ ἑαυτὸν ἐκδεδωκότος, αὐτοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς ἐκάλεσεν ἡμᾶς ἀπὸ σκότους εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς τῆς ἀσκήσεως, ὃς ᾖρε τὰ παραπτώματα ἡμῶν· καὶ πάλιν ἐκ φιλανθρωπίας διὰ τῆς ἐπενδύσεως τοῦ ἁγίου σχήματος.

Μηκέτι οὖν λοιπὸν ἐν νυκτὶ τῶν παθῶν πορευσώμεθα· μηκέτι παραβάται νόμου γενοίμεθα· μηκέτι πλημμέλειαν πλημμελήσωμεν τινὰ ἣν ἀπηρνησάμεθα· ἀλλ’ ἐν θερμῇ διαθέσει, ἐν ἐπιθυμίᾳ τῶν μελλόντων ἀγαθῶν, διαμείνωμεν τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν. Ἐμπορευώμεθα τὰς ὑπολειπομένας ἡμέρας τῆς παροικίας ἡμῶν, φέροντες τὰ παρόντα γενναίως οἷαπέρ εἰσιν· εἴτε κατὰ τοὺς ἀοράτως, πολεμοῦντας ἡμᾶς, εἴτε κατὰ τοὺς ὁρατῶς προσφερομένους ὑμῖν ἀδελφοὺς ἐν λόγοις πληκτικοῖς, ἐν ἐξουδενώσεσιν, ἐν ἀτιμίαις, ἐν ἀφορισμοῖς.

Ταῦτα γάρ εἰσι τὰ καθαρτήρια τῆς ψυχῆς φάρμακα· ταῦτα τὰ αὐχήματα τῶν ἀληθινῶν ὑποτακτικῶν· αὗται αἱ προκοπαί. Δι’ αὐτῶν σχεδὸν τίς εἰς τὸ ἀκρότατον τῆς ἀρετῆς συντόμως ἀναβαίνων, διασώζεται· τὰ γὰρ ἐναντία τῶν προῤῥηθέντων, οἷον ὑπερηφανίαι, παρακοαὶ, ὕβρεις, ἔχθραι, φόνοι, λοιδορίαι, ἔριδες, ἀνυποταξίαι, αὐτάδειαι, περπερίαι, κόροι, πλησμοναὶ, φιλοσαρκίαι, φιλοκοσμίαι, γέλωτες, στρηνιασμοὶ, παῤῥησίαι, ἀπείη καὶ ἐννοεῖν ἐν ὑμῖν. Ἐν τούτοις γὰρ οἱ ἁλόντες, υἱοὶ σκότους καὶ διαβόλου, καὶ υἱοὶ ἀπειθείας καὶ ἀνομίαις ἀναγορεύονται, οὐκ εὐδοκεῖ Κύριος ὁ θεὸς ἐν τούτοις· οὐ κατοικεῖ τὸ Πνεῦμα τὸ ἅγιον ἐν ψυχαῖς αὐτῶν.

Ἐπὶ τίνα, γάρ φησιν, ἐπιβλέψω· οὐχὶ ἐπὶ τὸν πρᾷον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους; Μὴ ἐπὶ τὸν αὐθάδη καὶ ὑπερήφανον καὶ ἀλαζόνα. Καὶ ποῦ ἐλευσόμεθα φησὶ, καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν· δηλαδὴ καὶ ἡ ἁγία Τριὰς, οὐχὶ εἰς τὴν πιστὴν καρδίαν καὶ τηροῦσαν τοὺς θείους λόγους; μὴ εἰς τὴν ἄπιστον καὶ ἐνδοιάζουσαν καὶ ἀκατάστατον;

Καὶ ἐν ποίοις ἐστὶν ἐν μέσῳ ὁ Χριστὸς, οὐχὶ ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι ἐπὶ τῷ ὀνόματι αὐτοῦ, μὴ ὅπου συνέδρια ἐπὶ τὸ αὐτὸ δύο τριῶν, πονηρὰ βουλευομένων ἀσωτίας καὶ ἀποδράσεως, καὶ εἴ τινος ἄλλου πονηροῦ σκέμματος; Οὐδαμῶς· ἀλλ’ ἐκεῖ ἐστιν ὁ ἐνεργῶν ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας σατανᾶς.

Μὴ οὖν ἁλισκέσθω ἀδελφοί μου ἔν τινι τῶν τοιούτων παραπτωμάτων· ἀλλ’ εἰ καὶ ὑπήχθη, θᾶττον ἀνορθούσθω, δεχόμενος ὡς ἰατήρια τῆς ψυχῆς, τὰ ἐπιτίμια τοῦ σφάλματος. Ναὶ δέομαι καὶ παρακαλῶ πάντας ὑμᾶς, συνέλθετε εἰς ἀλλήλους εἰρηνικῶς καὶ θεοπρεπῶς· ὁμονοήσατε καὶ ὁμοφρονήσατε τὰ πρὸς σύνεσιν καὶ εὐστάθειαν ἐν Κυρίῳ· Ἔσεσθε ἄνδρες ἐπιθυμιῶν τοῦ Πνεύματος· ἔσεσθε συναγωγὴ Κυρίου, ἄθροισμα ἀγγελικὸν, ἐπαινουμένη συναγωγή· ζηλωταὶ τῶν ἐντολῶν τοῦ Κυρίου, ἀλλήλους παραθήγοντες ἐν τοῖς καλοῖς, προτρέχοντες ἐν τῇ ταπεινοφροσύνῃ, προλαμβάνοντες ἐν τῇ ὑπακοῇ, ἄμαχοι, ἀφιλένδεικτοι, ὁσιοπολίτευτοι, καρτερικοὶ, ἔμφρονες, θεοδίδακτοι, ἵνα τοιαύτῃ πολιτείᾳ λειτουργήσαντες τὰ ἐνταῦθα, ἐν τῷ μέλλοντι αἰῶνι ἀπολάβοιτε τὰς αἰωνίους ἀναπαύσεις, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ παντοκράτορι Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΛΟΓΟΣ ΙΒʹ. Θεῷ καθαρὰς διδόναι τὰς ἐγγύας. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Καλὸς λαὸς ἐστὲ, ἐάν πέρ ἐστιν ὁ στρατηγῶν ἐν Κυρίῳ· καὶ κάλλιστον ποίμνιον ἐστὲ, εἴπερ ἐστὶν ὁ διεξάγων ὑμᾶς ποιμὴν ἄριστος.

Ἐγὼ δὲ τὸ τοιοῦτον ὕψος, ὅτι οὐράνιον, καὶ τὸ τῆς ἐμῆς ἀσθενείας, ὅτι σαθρὸν καὶ εὐκαταγώνιστόν ἐστιν εἰδὼς, περίφοβός εἰμι, σύντρομος, ἰλλιγγιῶ τὸ βάθος τῆς ἐν αὐτῷ σοφίας καὶ δυνάμεως καὶ ἐπιστήμης· Τίνι λοιπὸν, πατέρες μου, χρήσομαι βοηθῷ; τίνι συνεργῷ;

Ποῦ ἀποβλέψομαι; ἐν τίνι ἀναπαύσομαι· στενά μοι οὖν πανταχόθεν· βίος οὐδαμοῦ· λόγος οὐδαμοῦ· Ἐξέλιπον λοιπὸν οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐλπίζειν με ἐπὶ τὸν θεόν μου· ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου αἱ ἐμαὶ ἁμαρτίαι. Οἴεσθέ με ἴσως βαττολόγον, ἐπεὶ καὶ εἰμὶ, καὶ ἐπίδειξιν ποιεῖσθαί τινα· μὴ γένοιτο, μηδὲ οὕτως ὑπολαμβάνοιτε· Τὰ περισσὰ τῆς καρδίας ἀναγγέλλουσι τὰ χείλη. Ταῦτα δὲ εἴρηκα, ἵνα εἰδότες ὡς οὕτως εἰμι ἀσθενὴς καὶ ἐν τοιούτῳ κόπῳ καὶ διαγωνίᾳ, συναντιλαμβάνοισθε καὶ συναγωνίζοισθε, καὶ συναμιλλοῖσθε, καὶ συντρέχοιτε, καὶ γίνοισθέ μοι ὑπερασπισμὸς σωτηρίας, καὶ σθένος καὶ κράτος ἀμαχώτατον.

Τί οὖν ἐστιν ὃ ζητῶ; μᾶλλον δὲ ὃ ζητεῖ καὶ ἀπαιτεῖ ὁ δεσπότης πάντων καὶ θεὸς ἐξ ὑμῶν, ἀλλ’ ἢ τὸ καλῶς ὑποτάσσεσθαι καὶ τὸ ἀδιάκριτον τῆς ὑποταγῆς, μέχρις αἵματος· καὶ τὸ ἀκίνητον τῆς βεβαιωμένης, καὶ κεκυρωμένης κατενώπιον τῶν ἁγίων ἀγγέλων αὐτοῦ ὁμολογίας ὑμῶν καὶ διαθέσεως. Οἴδατε γὰρ ἃ ὡμολογήσατε, καὶ οἷα ὑπέθεσθε, καὶ μεθ’ οἵων λογίων καὶ ὑποσχέσεων ἕνα ἕκαστον ὑμῶν ἀπεκειράμην καὶ προσήγαγον θεῷ, καὶ ἐφώτισα καὶ οἱονεὶ ἐβάπτισα τὸ δεύτερον βάπτισμα τοῦτο, καὶ ἐνέδυσα τὸν χιτῶνα τῆς ἀγαλλιάσεως καὶ σωφροσύνης· λύσας τὰ ἄλυτα πταίσματα ἐπ’ ἐλπίδι τοῦ ἄνω τὸν θεὸν λύειν τῇ ἐμῇ κάτω ταπεινῇ λύσει· καὶ δήσας τὰ ἄῤῥητα συντρίμματα ἐπ’ ἐλπίδι τοῦ ἄνω τὸν θεὸν δεσμεῖν, τῇ ἐμῇ κάτω ἐλεεινῇ συνδεσμήσει.

Τοιγαροῦν οὐκ ἔστιν ἕτερον λουτρὸν οὐ διαῤῥηγμός· ποῦ μοι λοιπὸν πρὸς ταῦτα οἱ ἄκαιροι διαλογισμοὶ καὶ ἄκριτοι κρίσεις, καὶ ἄλογοι λόγοι καὶ ἀσύμφοροι ἐπιθυμίαι παρὰ τὰ δεδογμένα καὶ κεκανονισμένα ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, διὰ μεσιτείας ἡμῶν αὐτῶν τῶν προεχόντων καὶ διασκέψεως. Ὁ μὲν οὖν ἐπιθυμεῖ νηστείαν ὡς βούλεται· ὁ δὲ ἡσυχίαν ὡς τέρπεται· ἕτερος εὐμάθησιν ὡς αἰρετίζεται· ἄλλος ἀξίωμα ὡς φιλερίζεται· εἶτα τὰ γνωμικὰ θελήματα, εἶτα τὰ μερικὰ ἐπιθυμήματα, καὶ ἐκ τούτου διάλυσις τοῦ παντός.

Μὴ, ἐπὶ τούτῳ συνήλθετε, τέκνα μοῦ; Μὴ, διὰ τοῦτο ὡμαδεύθητε, μεμέρισται ὁ Χριστός; ὡς τὰ θεῖα λόγια· ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε; Τούτοις γὰρ παρεοίκασιν οἱ συμφοραζόμενοι ταῖς ἰδίαις ὀρέξεσι· καὶ μὴ πρὸς ἓν βλέποντες καὶ ἓν σκοποῦντες τὸ παρὰ τῆς ταπεινώσεώς μου μετὰ πολλῆς διασκέψεως ἀποφανερούμενον. Οὐ στύλος, οὐδὲ κίων, οὐ λάκκος, οὐκ ὄρος, οὐκ ἄντρον, οὐκ ἐρημίαι, οὐχὶ ὀπαὶ γῆς, οὐ λόχμαι, οὐχ ἡ μετὰ θηρίων διαγωγή, οὐχ ἡ μετὰ ἑνὸς καὶ δύο συμβίωσις, οὐχ ἡ μετὰ πέντε καὶ δέκα διάζησις, οὐχὶ ἐσωτικὸν κάθισμα, οὐδὲ ἐξωτικὸν, οὐκ ἀστικὸν, οὐκ ἐγχώριον, οὐχ Ἁγιοπολιτικὸν, οὐ Ῥωμαϊκὸν, οὐκ Αἰγυπτιακὸν, οὐ Κωνσταντινοπολιτικὸν, οὐκ ἄλλο οὐ μικρὸν οὐ μέγα, οὐ ταπεινὸν, οὐχ ὑψηλὸν, οὐκ ἐπαινετὸν, οὐδὲ θαυμαστὸν ἐκζητῶν ἐκζητεῖ παρ’ ἡμῶν ὁ θεὸς, ἢ θέλων θέλει· ἀλλ’ ἢ μόνον εἰς ὃ ἐκάλεσεν ὑμᾶς κοινόβιον. Οὐ τολμῶ εἰπεῖν καὶ εἰς ὃν ἔδωκεν ὑμῖν ποιμένα, διὰ τὸ ἡμῶν ἀνάξιον καὶ πολυαμάρτητον· καὶ ἵνα ἐν αὐτῷ ζῆτε καὶ μένητε καὶ ἐστὲ πολιτευόμενοι εἰς δόξαν τοῦ προσκυνητοῦ αὐτοῦ ὀνόματος. Τοῦτο γὰρ τὸ μέγα σημεῖον, καὶ τοῦτο τὸ ὡς ἀληθῶς θαυματουργίας ἔργον· μᾶλλον δὲ τὸ ὄντως μαρτύριον, καὶ ἀθλητήριον τῶν τιμίων ὑμῶν ψυχῶν.

Εἰ δὲ πειράζεσθε, οὐ θαυμαστόν· ἀλλὰ φεύγετε τὸ μὴ κατακυριεύεσθαι ἐκ μικρᾶς παραδοχῆς καὶ καταφρονήσεως· καὶ βάλλετε κάτω τὰς κεφαλὰς τῶν ψυχῶν ὑμῶν συγκλίνοντες καὶ τὰς τοῦ σώματος· καὶ ταπεινώθητε ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ· καὶ τῶν τοιούτων λόγων καὶ λογισμῶν πρόνοιαν μὴ ποιεῖσθε εἰς ἀρέσκειαν τοῦ διαβόλου τοῦ ἀντάρτου τοῦ Κυρίου. Ἀλλ’ εἰς τὸ ἐπιμένειν μέχρι τέλους, εἰς τὸ ὠφελεῖν τὸν πλησίον, εἰς τὸ πλεονεκτεῖν τῇ ταπεινοφροσύνῃ, εἰς τὸ ὑπερτερεῖν ἐν ἀγάπῃ, μὴ εἰς τὸ φανητιᾷν, μὴ εἰς τὸ αὐθαδειάζεσθαι, μὴ εἰς τὸ ἄνω αἴρειν τὴν ὀφρῦν καὶ ὑψαυχενεῖν ἀγερώχως· μὴ εἰς τὸ φιλοπρωτεύειν, καὶ φιλοδοξεῖν· μὴ εἰς τὸ σοβαρεύεσθαι καὶ περπερεύεσθαι· μὴ εἰς τὸ ἐρίζειν καὶ διαμάχεσθαι καὶ νικᾷν ἐν ταῖς διαλέξεσι· μὴ εἰς τὸ σοφίζεσθαι ἀσόφως, καὶ λογομαχεῖν ἀχρησίμως ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Καὶ τίς σοφὸς καὶ φιλάξει ταῦτα, καὶ συνήσει τὰ ἐλέη Κυρίου; ἐγὼ γὰρ μόνον λαλῶ ἀεργὸς ὑπάρχων ἐν πᾶσι·

Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφῦν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ὑμῶν εἰς ἑτοιμασίαν τοῦ εὐαγγελίου τῆς εἰρήνης· καὶ ἔστω κατευοδῶν καὶ διασώζων ὑμᾶς Κύριος ὁ θεὸς, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΙΓʹ. Φρονεῖν ταπεινὰ, καὶ τοὺς εὐτάκτους βλέπειν. ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ, Πρὸς τοὺς ἀναπτομένους ἡμῖν πολέμους ἐντεῦθεν καὶ ἐντεῦθεν, ἐκεῖνο ἔχω λέγειν· Ἐδόθη ἡμῖν ὄντως σκόλοψ τῇ σαρκὶ, ἄγγελος Σατὰν, ἵνα μὴ ὑπεραιρώμεθα, ἵνα μὴ φυσιώμεθα, ἵνα μὴ ἀλαζονευώμεθα· ἀλλὰ μᾶλλον παιδευόμενοι ταπεινώμεθα, καὶ ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ καταφεύγωμεν, ὡς οὐκ ἐνόντας ἄλλως διασώζεσθαι. Ὅταν δὲ διὰ πάσης σπουδῆς ὑποτάξωμεν τὸ ἀνυπότακτον φρόνημα, καὶ γνῶμεν ἑαυτοὺς, ὅτι ὅλως διόλου ἐσμὲν ταλαίπωροι, μηδὲν κατορθοῦν δυνάμενοι δίχα βοηθείας θεοῦ, μεσιτείᾳ τοῦ καθοδηγοῦντος, ὅστις ἂν εἴη, τότε συγκαταβήσεται περὶ τὴν κάμινον τῶν παθῶν ἡμῖν ἄγγελος, ὥσπερ τοῖς περὶ τὸν Ἀζαρίαν καὶ ἐκτινάξει τὴν φλόγα τῆς ἐπιθυμίας ἐκ τῆς καρδίας, καὶ ἐμποιήσει ἐν ταῖς ψυχαῖς ἡμῶν ὡς πνεῦμα δρόσου διασυρίζον, τὸ τῆς ἁγνείας δῶρον. Διάτοι τοῦτο, ταπεινώμεθα κατὰ τὸ φρόνημα ἡμῶν· κάτω τὰ ὄμματα, ὑποπιπτέτω ὁ λόγος, ἡττάσθω ἡ διάλεξις, καὶ ἐγγὺς τὸ ἔλεος τοῦ φιλανθρώπου θεοῦ· μηδεὶς ἄπιστος, μηδεὶς δόλιος· μηδεὶς σκολιός· μηδεὶς τοῖς χείλεσιν εὐλογείτω τῇ δὲ καρδίᾳ αὐτοῦ πόῤῥω ἀπέχει ἀπ’ ἐμοῦ, ὥσπερ ἐστὶν ὁ ἰδιόῤῥυθμος καὶ αὐτοσύνετος, μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος κατὰ τὸν ἀπόστολον· μηδεὶς περιπαρήτω τῷ τῆς παῤῥησίας πτώματι· καὶ ἐμπέσῃ εἰς βάθη κακῶν καὶ ἀποτίσει ποινὰς αἰωνίας.

Ὅλως φωτεινοὶ γένοισθε, ὅλως εἰλικρινεῖς, ὅλως γνήσιοι υἱοί· ὡς τέκνα, ὡς ἀδελφοὶ, ὡς συγκληρονόμοι, περιπατήσωμεν· μὴ καταδεχόμενοι τὰς εἰς ἀλλήλους βλάβας, μηδὲ τὰς νεωτερικὰς ἀταξίας, ἀλλ’ ὡς ἐπὶ πᾶσι καὶ νῦν.

Ἐπεὶ πάρεστι τὸ γενέθλιον τοῦ δεσπότου ἡμῶν καὶ προστάτου, τοῦ ἁγίου προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, καὶ μέλλουσιν ἤδη ἀπὸ ἑσπέρας οἱ κληθέντες πατέρες καὶ ἀδελφοὶ παραγίνεσθαι, εὕρωσιν ἡμᾶς εὐκαταστάτους· ἴδωσιν ἡγιασμένους, γνώσκουσιν ἡμᾶς ἀπροσκόπους· καὶ τοῦτο πῶς; Ἵνα ἕκαστος καθὼς διετάχθη ἐν τῇ διακονίᾳ αὐτοῦ παραμένων χρησιμεύσῃ, ῥυθμίζων ἑαυτὸν ἐν πάσῃ ἀγαθῇ πράξει· καὶ λαλῶν προσηκόντως, καὶ σιωπῶν εὐστόχως, καὶ ψάλλων προθύμως· καὶ ὑπουργῶν ἐνδυναμωμένως. Βλέπετε γὰρ ἵνα ἐν τῇ ψαλμῳδίᾳ συναθροιζόμενοι πάντες ἀνελλιπῶς, καλῶς χοροστατήσωμεν, καὶ συμφωνήσωμεν, καὶ ἀνακρουσώμεθα τὰ θεοτερπῆ ἄσματα τοῦ Προδρόμου· καὶ ἁπλῶς κατά τε τὴν ὑπουργίαν τῆς τραπέζης. Ταύτην τὴν μίαν ἡμέραν παρακαλῶ καὶ δέομαι ὑπὲρ τὰς λοιπὰς χαρίσασθαί μοι εὐκατάστατον, εὐαπόδεκτον, ἵνα δοξασθῇ ὁ θεὸς διὰ τοῦ ἔργου ὑμῶν ἐν τῇ ὠφελείᾳ τῶν ὁρώντων· ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΙΔʹ. Γραφὰς ἐρευνᾷν τὰς θεοπνεύστους χρέος. ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ, Τί ἡ παροῦσα κατήχησις; Ἵνα στῶμεν γενναίως περιζωσάμενοι τὴν ὀσφῦν ἡμῶν ἐν ἀληθείᾳ, καὶ ὑποδησάμενοι τοὺς πόδας ἡμῶν ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἀναβλέποντες, ἀνασκοποῦντες, τὰ ἄνω ζητοῦντες, περὶ τὰ οὐράνια καταγινόμενοι, περὶ τὴν φροντίδα τῆς ἀπολογίας, περὶ τὴν ἔξοδον τοῦ σώματος, περὶ τὴν ὑπάντησιν τοῦ κριτοῦ, περὶ τῶν θείων βίβλων, ἰχνηλατοῦντες τοὺς βίους τῶν ἁγίων, εἴτι καλόν. εἴτι χρήσιμον, ἐκστηθίζοντες· ἐν ᾧ ἔχοντες καὶ ταῦτα προβαλλόμενοι ὡς βολίδας κατὰ τοῦ ἐχθροῦ, μὴ φιλαυτικῶς, μηδὲ κενοδοξικῶς· αὐτὸ γὰρ τοῦτο καθ’ ἡμῶν ἐργαζόμεθα· ἀλλ’ ἐνθέως καὶ ὠφελίμως καὶ ταπεινοφρόνως· Εἴτις ἐν πάθεσιν ἐνοχλεῖται, μὴ ἀκηδιάτω, μηδὲ καταπιπτέτω, Ἐγγὺς γὰρ Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν, καὶ ψυχὴ ζητοῦσα εὑρήσει αὐτόν. Μόνον στηκέτω, στεναξάτω, δακρυσάτω, ἐπαράτω τὰς χεῖρας εἰς τὸν οὐρανὸν, τυψάτω τὸ στῆθος· ἐπιλογισάσθω τὴν αἰσχύνην τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος, ἀλλὰ καὶ τὴν ἐν ἑαυτῷ καὶ τὴν ἐν ἀνθρώποις θριαμβευομένην· καὶ ἐντεῦθεν ἀνακοπτέσθω, ἐντεῦθεν στηριζέσθω.

Τί γὰρ γέγραπται; Υἱὲ μὴ ὀλιγώρει παιδείας Κυρίου· μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται. Καὶ πάλιν ἐν ἑτέρῳ· Μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· δοκιμάζει ἡμῶν τὸν πόθον, εἰ ἐπιμένομεν πρὸς αὐτὸν, ὁ Κύριος· καὶ εἰ μὴ προκρίνομεν τῆς ἀγάπης αὐτοῦ τὴν μυσαρὰν πρᾶξιν, τὴν ὀλεθρίαν καὶ θανάσιμον, τὴν γλυκόγευστον καὶ πικρόληκτον, τὴν μᾶλλον μαχαίρας διστόμου χολωδεστέραν καὶ τιμωρητικωτέραν καὶ οὐχ ὡς δείκνυσιν ὁ ἀλάστωρ ἐστὶ τὰ πράγματα· φῶς δεικνύει καὶ κεῖνο σκότος ἐστὶν, ἀγάπην τῷ δοκεῖν πνευματικὴν ὑποσπείρει, κἀκεῖνο μῖσος πάμμισόν ἐστι.

Σὺ οὖν στρατιῶτα Χριστοῦ, μὴ ἀγνόει τὰ νοήματα αὐτοῦ, μηδὲ τὰ μηχανήματα αὐτοῦ· εἰ ζωὴν ἐφίεσαι, ἐκζήτει τὸ φῶς· ὅτι ὁ θεὸς καὶ ἡ ἐντολὴ αὐτοῦ· τεκμαίρου οὖν ἐκ τῆς καταστάσεως τῆς ἑαυτοῦ ψυχῆς, τίς ὁ παραγενόμενος· ἡμέτερος ἢ τῶν ὑπεναντίων;

Ἐὰν μὲν ἀτάραχόν σου τὴν ψυχὴν διαφυλάττῃ ἀμαθαλητὸν, ἀῤῥενωπὸν, ἀνολίγωρον τῶν οὐρανίων θεωριῶν, τοῦ φόβου τῶν μελλόντων, τῆς ἐπιθυμίας τῶν ἀποκειμένων ἀγαθῶν, εὖ ἂν ἔχοι. Ἄνοιξον αὐτῷ τὰς πύλας τῆς καρδίας, εἴσδεξαι, συνεστιάθητι, συνοίκησον, συνδείπνησον αὐτῷ, ἵνα σε θρέψῃ μᾶλλον πρὸς μείζονα ἔφεσιν θεοῦ τε καὶ τῶν θείων. Εἰ δέ σου τοὺς ὀφθαλμοὺς πρὸς σάρκα καὶ αἷμα κεχῃνότας πρὸς τὸ παρὸν ἡδὺ ἐξοιστρῶν καὶ οἷον ἀναπαφλάζων σου τὴν ψυχὴν τῷ ἐμπυρισμῷ τῶν ἡδονῶν· φεῦγε, στῆθι πόῤῥωθεν, δίωξον τὸν δράκοντα. Ἦλθεν ἵνα ἐν μιᾷ καιροῦ ῥοπῇ καταβάλῃ σου τοὺς πολυετεῖς καμάτους, τὰς ἀθλητικὰς ἐνστάσεις, τὰς ἐν πολλοῖς δάκρυσι καὶ εὐχαῖς ἀνδραγαθίας· ἥκει ἵνα σε τὸν στρατιώτην τοῦ Χριστοῦ παρανάλωμα δείξῃ μιᾶς καὶ βραχείας ἡδονῆς· παρεγένετο ἵνα τὸν ἀριστέα κεράσας ἓν ψυχροῦ ποτήριον φαρμακοποσίας ἡδονῆς, θανατώσῃ εἰς αἰῶνα. Καὶ ταῦτα οὐχ ὡς ἀπαθὴς γράφω, ἀλλ’ ὡς πειρασθεὶς, μᾶλλον δὲ ὡς πολυπαθὴς καὶ ὡς ἐξ ὧν ἀναγινώσκω, συνεπίσταμαι· καὶ ὡς ἐξ ὧν δεδίδαγμαι παρὰ τοῦ πατρός μου, καὶ ἀκήκοα παρὰ πολλῶν κατανοῶ. Αὐτοὶ δὲ χάριτι Χριστοῦ παρ’ ἑαυτοῖς τὸν ὠφελήμονα λόγον ἐξευρίσκοντες, δύνασθε καὶ ἄλλους ὠφελεῖν· πλὴν ὅτι πρὸς τὸ κοινῇ συμφέρον, πρός τε ἐμαυτῷ. Καὶ αὐτὸς εἴ τι λέγω, λέγοιμι· καὶ εἴτι γράφω γράφοιμι.

Χρείαν γὰρ μᾶλλον ἐγὼ πρὸς ὑμῶν ἔχω νουθεσίας τέκνα· πνεῖ γὰρ μᾶλλον περισσοτέρως ἐπ’ ἐμὲ ὁ Σατανᾶς, εἴπερ ἔργον τοῦ πολεμοῦντος, τὸν στρατηγὸν καταβαλεῖν πρῶτον, εἶθ’ ὕστερον ἀκάματον αὐτῷ τὸ στρατόπεδον ἑλέσθαι. Διὰ τοῦτο παρακαλῶ, δέεσθε καὶ εὔχεσθε ὑπὲρ τῆς ἐμῆς ταλαιπωρίας, ἵνα σῶόν με ὁ Κύριος, καὶ ἀνώτερον διατηρήσῃ παντὸς πάθους τὸν παντοπαθῆ.

Περὶ δὲ τῆς ἀσθενείας τῆς ταλαιπώρου σαρκός μου, μᾶλλον ὑγιαίνω· οὔπω δὲ λαμβάνω τοιαύτην ῥῶσιν, πρὸς τὸ δύνασθαί με εἰς ὃ ἐπιθυμεῖ ἡ ψυχή μου καὶ χρεωστῶ διαγενέσθαι ἐν μέσῳ ὑμῶν. Καὶ τοῦτο λελύπημαι σφόδρα, ἐγκοπὴν ὑμῖν τάχα διδούς.

Ἀλλ’ ὑμεῖς διὰ τὸν Κύριον ἀνέχεσθέ μου τῆς ἀσθενείας καὶ συγκροτεῖτέ με τοῖς κατ’ ἀρετὴν ὑμῶν αὐχήμασι, τὸν ταλαίπωρον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΛΟΓΟΣ ΙΕʹ. Ἕκαστον εὐχάριστον εἶναι Κυρίῳ. ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ ΠΝΕΥΜΑΤΙΚΑ, Ἀκούομεν τοῦ θείου Δαυῒδ διαῤῥήδην βοῶντος καὶ ἀνακράζοντος· Ὁ θεὸς ἐμφανῶς ἥξει, ὁ θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται· καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα· καὶ ὅσα ἑξῆς ἐπιφέρεται. Διὰ τοῦτο φοβηθῶμεν τρομάξωμεν, εὐτρεπισθῶμεν, ἑτοιμασθῶμεν, γρηγορήσωμεν ὅτι ὁ Κύριος ἐγγὺς, καὶ λόγον ἀπαιτησόμεθα, καὶ εὐθύνας εἰσπράξει εἴπερ κατ’ ἐμὲ γένηταί τις ἁμαρτωλός. Καιρὸς τοιγαροῦν καὶ ὧρα θέρους, ἀποθερίσωμεν ἀφ’ ἡμῶν αὐτῶν τὰ πάθη διὰ ξίφους ὑπακοῆς, ὡς διὰ τῆς δρεπάνης τοὺς στάχυας· μὴ ἀνατείλῃ ἐν τῇ καρδίᾳ ἡμῶν τὰ πονηρὰ σπέρματα.

Σπείρωμεν ἐν δάκρυσιν, ἵνα ἐν ἀγαλλιάσει θεριοῦμεν· ὃ γὰρ σπείρῃ ἄνθρωπος τοῦτο καὶ θερίσει κατὰ τὸ γεγραμμένον. Εἴθε ἀδελφοί μου ἀπονεκρώσομεν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς· εἴθε ἀποθάνωμεν τῇ ἁμαρτίᾳ· εἴθε τὴν ἀγαλλίασιν τῆς ἀπαθείας ἐν ἑαυτοῖς περιφέρομεν· ὡς Ἰακὼβ, φησὶν, ἄπλαστος ἐν τῷ οἴκῳ αὐτοῦ, οὕτως ἡμεῖς ἐν τῷ μοναστηρίῳ ἀκεραιότητι καὶ ἀκακίᾳ διαζήσωμεν. Μακάριος ἀνὴρ ὃς καθ’ ἑκάστην ἡμέραν ὡς λίθος ἅγιος κυλίεται ἐν μέσῳ τῶν ἀδελφῶν, προφητικῶς εἰπεῖν· ὃς διαφαίνεται σὺν τοῖς ἄλλοις ἐσθίων καὶ πίνων καὶ κοιμώμενος· κρυπτῶς δὲ ἀεὶ τὸν θεὸν βλέπων καὶ φαντασιούμενος τὰ ἐκεῖσε· προορῶν τὸν θάνατον καὶ διὰ τοῦτο ἀποτρεπόμενος τῶν παθῶν. Εἴτι δὲ καλὸν καὶ εἴτι τερπνὸν καὶ φίλον θεῷ εἰσβάλλων ἐν τῇ ἑαυτοῦ ψυχῇ, μνήμην ἁγίου κατορθώματος βίου, θεωρίαν οὐρανίας διαγωγῆς, ὕμνον καὶ δοξολογίαν, εὐχὴν τυχὸν, Κύριε ἐλέησον· καὶ Δόξα σοι ὁ θεός· ἢ Εὐχαριστῶ σοι Κύριε· ἢ Τί σοι ἀνταποδώσω, ὑπὲρ ὧν πεποίηκάς μοι, ἀπὸ πελάγους τῶν ἀμαρτιῶν μου ἀναῤῥυσάμενος καὶ ἐνεγκὼν εἰς τὴν ἁγίαν σου ἐπίγνωσιν.

Ὅσα σοι ἡμάρτηκα μολύνας ἑαυτὸν καὶ ἀχρειώσας, καὶ ἀπέπλυνάς με διὰ τοῦ σχήματος. Ὅσα μετὰ ταῦτα παρωλίσθησα ἐν λόγῳ ἢ ἔργῳ, διὰ τῆς ἐξαγγέλσεως παρεχώρησάς μοι· καὶ νῦν Κύριε εὐεργετεῖς καθ’ ἑκάστην, καὶ οὐκ ἐᾷς με ὑπὸ τοῦ ἐνοχλοῦντος τέλεον καταπίπτεσθαι· ἀλλὰ μικρὸν ὑποπίπτοντι, καὶ χεῖρα μοι ὀρέγεις, καὶ πάλιν ἀνιστᾷς ἐπιλέγων· Ἔγειραι υἱέ μου, καὶ μὴ ὀλιγώρει παιδείας Κυρίου. Χαρίζῃ εὐψυχίαν καὶ καρτερίαν· ἀτονῶ πρὸς ἔργα καὶ ἀπευδοκῶ· καὶ ἰσχυροποιεῖς ἀπροσδόκητα· οὐ δοκῶ πρὸς τὸν πόλεμον τοῦ νύσσοντος σφοδρῶς πάθους ἀντισχεῖν πρὸς ὥραν μίαν, καὶ παρεβίβασας ἡμέρας καὶ καιροὺς καὶ ἐνιαυτούς.

Καὶ τί ἆρα σοι ἀνταποδώσω; Ποτήριον σωτηρίου λήψομαι· τοῦτο δέ ἐστιν ἀδελφοί μου τὸ θῦσαι ἑαυτὸν μέχρις αἵματος ἐν τῇ αὐτῇ εὐαρεστήσει. Ἀλλ’ οἷα φλυαρῶ ἐγὼ ὁ ἄσωτος; κατ’ ἐμαυτοῦ τὰς ἀποφάσεις ἀποφέρων; Ὁ γὰρ ταῦτα φιλοσοφῶν, πάντοτε πίπτω καὶ κατάκριτος γίνομαι· ὅμως δι’ ὑμᾶς ἀναγκάζομαι διαγορεύειν ὑμῖν τὰ ὀφειλόμενα. Σώζοισθέ μοι τέκνα μου πολυπόθητα, φυλάττοισθέ μοι ἀδελφοί μου πνευματικώτατοι· εἷς δι’ ἑνὸς παραθήγετε ἀλλήλους ἐν τοῖς πνευματικοῖς, ἀποστυγοῦντες πᾶν ὅτι πονηρότατον, εἰσοικειούμενοι ὅτι ἂν θεοφιλέστατον. Ὦ ἀδελφοὶ, ὦ τέκνα; ὦ πατέρες, δράμωμεν, δράμωμεν. Δίαυλος μέγας, ἕως καιρὸς πάρεστι πρὶν ἐπιδύσει ὁ τῆς ζωῆς ἡμῶν ἥλιος· ἵνα ἐκεῖ ὀψόμεθα τὸ φῶς τὸ ἀπρόσιτον, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν εἰς αἰῶνα αἰῶνος ἐξαστράπτοντα καὶ καταλάμποντα ἀθανασίαν τοῖς αὐτὸν ἠγαπηκόσιν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.