Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Κατηχήσεις μεγάλαι

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΙΣΤ΄-Κ΄: Ο πνευματικός πόλεμος και η εγκαρτέρηση

Πραγματεύεται τη δυναμική του νοητού πολέμου, την υπεροχή της μοναχικής υπακοής έναντι άλλων πολιτευμάτων και την αναγκαιότητα της καρτερίας στους κόπους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 4 από 22

ΛΟΓΟΣ ΙϚʹ Κρείττω μοναχῶν μηδένα λέγειν βίον. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Ἐγὼ μὲν τῇ ἀσθενείᾳ κατάκειμαι· καὶ οὐχ οἷος τέ εἰμι κατὰ πρόσωπον ὑμῶν παρίστασθαι καὶ κατηχεῖν ὑμῖν τὸν ἐξουθενημένον μου λόγον· ἀλλ’ ἐὰν ὑμεῖς εὐρωστῆτε καὶ ὑγιαίνητε ἀμφοτέρωθεν, οὐ νοσηλεύομαι, οὐδὲ ἔν τινι ἀνιῶμαι. Ὑμεῖς γὰρ ὡς ἀληθῶς τέκνα μου καὶ ὑγεία καὶ εὐεξία, ἀνάπαυσις καὶ παρηγόρησις, χαρὰ καὶ στέφανος. Μεθ’ ὑμῶν οὖν καὶ εὐζωΐα καὶ εὐημερία ἑορτασμὸς καὶ καύχησις, πλοῦτος καὶ χαρμοσύνη, ἀπόλαυσις καὶ εὐπάθεια. Ὑμῶν δὲ καχεκτούντων, ὅπερ μὴ γένοιτο, κατὰ ψυχὴν, τότε μοι τὸ ἄχθος καὶ ἡ νόσος καὶ ἡ συντριβή.

Διὰ τοῦτο δέομαι καὶ παρακαλῶ· ἀντιβολῶ καὶ ἱκετεύω, δυσωπῶ καὶ προσπίπτω ὡς πατὴρ, μὴ ἄξιος ὢν ὡς ἀδελφὸς, ὡς τέκνον, ὡς δοῦλος ὑμῶν, στήκετε, φέρετε γενναίως· εὐψυχεῖτε, ἀνδρειοῦσθε, ὑψώθητε τῇ διανοίᾳ· μετεωρίσθητε οὐρανίως. Ἴδωμεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τῇ διανοίᾳ καθήμενον ἐπὶ θρόνου δόξης· ᾧ Σεραφὶμ καὶ Χερουβὶμ καὶ πᾶσα ἀγγελικὴ τάξις παρίσταται καὶ λειτουργεῖ μετὰ φόβου καὶ τρόμου· τότε ἀκούσουσι τῆς εὐλογημένης φωνῆς καὶ δεσποτικῆς, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες καὶ μηδενὶ τῶν παρόντων θελχθέντες ἡδέων, μηδὲ καταπιασθέντες ἐν τῇ τερπνότητι τῆς ματαιότητος τοῦ κόσμου. Τότε φησὶν ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος, ἡνίκα ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βοῤῥᾶ καὶ θαλάσσης, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ εἰς χαρὰν ἀνεκλάλητον· ἡνίκα διανέμει τὰς δωρεὰς κατ’ ἀξίαν ὁ βασιλεὺς ἡμῶν καὶ Κύριος. Αἲ, αἲ, ἀδελφοί μου καὶ τέκνα, ἡλίκης καὶ οἵας ἀπολαύσουσι δόξης οἱ τρισμακάριοι καὶ ἅγιοι ἀποτακτίται.

Πάντως μὲν γὰρ οὖν ὅτι ἕκαστος ἐν ᾧ τάγματι εὐηρέστησε τῷ θεῷ, ἀπολήψεται τὰ ἀγαθά· καὶ μεγάλοι μέν εἰσιν οἱ ἐν τοῖς ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς λατρεύοντες τῷ θεῷ· οἱ στυλίται καὶ κιονίται καὶ ἐγκεκλεισμένοι, καὶ εἴ τις ἐν ἄλλῳ βίῳ δοξάζει τὸν θεόν. Ἀλλ’ οὖν γινώσκετε, ἀγαπητοί μου καὶ περιπόθητοι· ὅτι αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ διανομεὺς τῶν ἀπερινοήτων ἀγαθῶν, κατελθὼν ἐπὶ τῆς γῆς, οὐκ ἐρημικὸν ἠσπάσατο βίον, οὐδὲ στυλιτικὸν, οὐδὲ ἐξ ὧν εἰρήκαμεν ἄλλον, τὸν δὲ δι’ ὑποταγῆς ὅρον καὶ κανόνα. Λέλεχε γὰρ ὁ αὐτός·

Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός, καὶ ὅτι. Ἃ ἐγὼ λαλῶ, ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ’ ὁ πέμψας με Πατὴρ ἐντολήν μοι ἔδωκε, τι εἴπω ἢ τί λαλήσω. Διεζώσατο δὲ καὶ λέντιον καὶ ὑπηρετικὸν σχῆμα ἀναλαβὼν ἀπένιπτε τοὺς πόδας τῶν μαθητῶν ἐκμάσσων τῷ λεντίῳ· ὧδε δέ που πάλιν λέλεχεν· Ὅτι ἐγώ εἰμι ὡς ὁ διακονῶν ἐν μέσῳ ὑμῶν. Εἰ δὲ τέκνα μου καὶ ἀδελφοὶ, ὡς ὁρᾶτε ὑποτακτικὸν καὶ τὸ ἡμέτερον ὑπὲρ τὸ τῶν ἄλλων ἁπάντων ἀνεδέξατο πολίτευμα· οὐ χαίρετε; οὐκ ἀγαλλιᾶσθε; οὐ πληροῦσθε ἡδονῆς, καὶ ἐνθουσιασμοῦ; ὅτι τῇ καθομοιώσει τοῦ Κυρίου ἐπιβιοῦτε; Μετὰ τοῦτο ἔστιν ὑμῖν ἄλλό τι μακαρίζειν ἢ καὶ προσεπεμβάλλειν εἰς ἄλλους τρόπους βιώσεως; Μὴ οὖν ὑπὲρ τὸν βίον ὑμῶν εἴπερ ἀκριβῶς αὐτὸν μετέρχεσθε, μακαρίσητε ἄλλον. Διὰ τοῦτο καὶ ἐν τῷ ἁγίῳ Γεροντικῷ, οὐχὶ τῶν τριῶν ταγμάτων τοῦ ἐν ἐρημίᾳ καὶ τοῦ ἐν σθενείᾳ, ὁ ὑποτακτικὸς ὤφθη ἐνδοξότερος φορῶν τὴν Γοργόνην ἐκείνην; Ναὶ λέγω ὑμῖν ἀδελφοί μου, μέγας ὁ βίος ἡμῶν καὶ πανάγιος· καὶ ἐκ παντὸς τρόπου τελειοῦντες τὸν δρόμον ὑμῶν μετὰ Ἀβραὰμ δοξασθήσεσθε, καὶ μετὰ μαρτύρων χορεύσετε, καὶ μετὰ δικαίων κατασκηνώσετε.

Τρέχετε οὖν καλῶς λοιπὸν, καὶ μὴ ἔστω ὁ βασκαίνων ὑμῖν διάβολος· μηδὲ ἐγκόπτεσθε· Ἀλείψατε τοὺς πόδας ὑμῶν ἔλαιον καρτερίας, ἵνα τοῖς ψυχικοῖς νεύροις θαλφθέντες ἱκανῆτε πρὸς τὸν δρόμον· ἐνδύσασθε χιτῶνα δικαιοσύνης καὶ ἀγαλλιάσεως· πίνετε ὕδωρ ἁγνείας καὶ σωφρονισμοῦ. Μὴ εἴπητε, Ἕως πότε; ἀκηδιαστῶν γὰρ ὁ λόγος. Οὐ χιλιονταέτεις ἐσμέν.

Βαβαὶ ἐπὶ τῆς παλαιᾶς ἐννακόσια, ἑπτακόσια, τριακόσια, ἑκατὸν τὸ ἔλαττον διέζων ἔτη· καὶ οὕτως Νῶε, καὶ οὕτως Ἐνὼχ, καὶ οὕτως Ἐνὼς, καὶ οὕτως Ἄβελ, καὶ οὕτως Ἀβραὰμ, καὶ οὕτως Ἰὼβ καὶ οἱ λοιποὶ οἱ εὐηρεστηκότες τῷ θεῷ. Καὶ ἄρτι ἐν τῇ καθ’ ἡμᾶς γενεᾷ τὸ πολλοστὸν ζῶν τις, φθάζει εἰς ἑβδομήκοντα ἔτη.

Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν κατὰ τὸν ἅγιον Δαυῒδ ἐν τῷ ἀριθμῷ τούτῳ, ἢ καὶ ὀγδοήκοντα. Βλέπω δὲ ἄρτι ἄωρα νήπια καὶ πρώτῃ ἡλικίᾳ καὶ πρὶν ἡβάσαι, ἢ καὶ ἁπλῶς φέρειν μικρὰν πολιὰν, καὶ παρῆλθε τοῦ βίου. Οὕτως οὖν καὶ ἡμεῖς, ἰδοὺ τέκνα ἀποθνήσκομεν σήμερον· καὶ τοῦτο καθ’ ἑκάστην τιθέντες εὐποιοῦμεν, τὸν πατρικὸν νόμον πορευόμενοι· οὕτως οἱ ἅγιοι ἡμῶν πατέρες ἐτροποφορήσαντο τὰς ὀλίγας ταύτας ἡμέρας. Ἔστω οὖν ἐφ’ ὑμᾶς ἔλεος, εἰρήνη, ἀγάπη, ἀφθονία, ἀζηλία, ἀπερπερία, εὐηκΐα, χρηστολογία, συνασπισμὸς ἀλληλοσυμπάθεια, ταπεινοφροσύνη.

Ἐν τούτοις βιοῦτε· ἐν τούτοις ἀναστρέφεσθε ὑπερευχόμενοι καὶ τῆς ἐμῆς ταπεινώσεως, ἵνα μὴ ἀποῤῥιφῶ εἰς πῦρ ἀτελεύτητον· οὗ φύγοιμεν ἅπαντες ἀξιωθέντες τῆς βασιλείας τῶν οὐρανῶν, ἐν αὐτῷ Χριστῷ τῷ θεῷ ἡμῶν· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις καὶ μεγαλοπρέπεια, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΙΖʹ. Διακονεῖν ἄοκνα ταῖς λειτουργίαις. ΤΕΚΝΑ ΜΟΥ ΠΟΛΥΠΟΘΗΤΑ ΚΑΙ ΑΔΕΛΦΟΙ ΗΓΑΠΗΜΕΝΟΙ, Καθόσον ἐγὼ ὁ ταπεινὸς καὶ μηδαμινὸς ὁ μὴ κατ’ ἀξίαν ὢν ὑμῶν πατὴρ, ἐπιδείκνυμι τὴν παρ’ ἑαυτοῦ δύναμιν εἰς τὸ ἀκουστὰ ὑμῖν γενέσθαι τὰ τῆς θεοφιλοῦς σωτηρίας ὑμῶν κατὰ τοσοῦτον· καὶ ὑμεῖς ἀνοίξατε τὰ ὦτα ἐν παιδείᾳ Κυρίου, καὶ ἐνωτίζεσθε τὰ ῥήματά μου· ἵνα μὴ κατὰ κενῆς λαλῶμεν· καὶ ὡς ἐπὶ χέρσου γῆς ῥίπτοντες τὸν σπόρον, αὐτοὶ μὲν ἡμεῖς οὐδὲν ἀμησόμεθα· μείνοιτε δὲ καὶ αὐτοὶ ἄκαρποι ὡς οὐκ ὄντες γῆ ἀγαθὴ, ἀλλ’ ἀνθηφόρος, τῆς τῶν παθῶν ἀναβλαστήσεως.

Προσεκτέον οὖν πᾶσιν καὶ ἐπισκεπτέον πάντοτε μὲν καὶ ἐν παντὶ καιρῷ, μάλιστα δὲ ἐν ἡμέρᾳ κατηχήσεως. Ὁ γὰρ καιρὸς ἤδη τῆς ἀπωλείας, ἐφεστηκώς ἐστιν, ἡμέραι εὔθετοι, ζωὴ ἔγκαρπος, δρόμος εὐήλατος. Δράμωμεν, σπεύσωμεν εὐαρεστεῖν τῷ Κυρίῳ ἐν πᾶσιν· ἐν ἡμῖν αὐτοῖς ἐστι καὶ ὁ θάνατος καὶ ἡ ζωὴ, ἐν ἀλλήλοις ὦμεν, ἐν ταῖς διακονίαις ταῖς ἑκάστοτε ἀποτεταγμέναις, ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν, ἐν τῇ ἀγαθῇ ἀναστροφῇ ὑμῶν, ἐν τῇ πρὸς ἀλλήλους εἰλικρινεῖ ἀγάπῃ καὶ ἀνεπιφθόνῳ. Ὅπου γὰρ ἡ ἀγάπη, ἐκεῖ ὁ σύνδεσμος τῆς εἰρήνης, καὶ πᾶν φαῦλον ἀποδιώκεται πρᾶγμα· οὗ δὲ μὴ πάρεστιν, ἐκεῖ ἀντεισῆκται τὸ μῖσος, ὁ διάβολος καὶ ἡ λοιπασία τῶν παθῶν· ὅροις οὖν καὶ διατάγμασι διατηρούμενοι, ἐννόμως περιπατήσωμεν, ἀλλὰ μὴ ἀκανονίστως καὶ ἐθελοθρήσκως καὶ ἀδιαφόρως, πονηρῶς καὶ ἀθέσμως.

Διὰ τοῦτο ὧδε μοι πάρεστε πάντες, καὶ μία πᾶσιν ἔστω ψυχὴ καὶ καρδία ἡ αὐτή· ἶσον τε τὸ θέλημα· ὡς ἂν εὔτακτοι ὦμεν κατὰ πάντα. Πῶς οὖν ἆρα βιοῦτε, ἀποκρίνασθέ μοι πῶς διεξάγεσθε, πηλίκως ὑποτάσσεσθε· πῶς ὑποτάσσετε οἱ προάγοντες· ἆρα εἰ κατὰ βούλημα Κυρίου ὡς οὐχ αἱρούμενοι τί ἐμπαθῶς ποιεῖν, ἢ καὶ οἱ ὑπακούοντες ὡς ἐκ θεοῦ τὰ ἐντάλματα ἀποπληροῦτε. Εἰ δὲ μὴ οὕτως. ἐλεεινότατον ὄντως ὀλίγαις ἡδοναῖς ἀπώλειαν εὐτρεπίζοντες ἑαυτοῖς· καιρὸς ἀγρυπνίας, καιρὸς βίας, καὶ τοσαύτης, ὡς αἵματα στραγγίσαι· καθὰ ἔδειξεν ὁ τὸν πύελον ἔναιμον ἀφεὶς τῇ γῇ ὅσιός τις τῶν πατέρων. Βία οὖν· καὶ βιαστῶν ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. Βιάζεσθε τοῦτο μὲν, ἐν τῷ κανόνι. Καὶ πῶς; ἵνα ἅμα τοῦ κρούσματος πάντες ὁμοῦ εὐψύχως καὶ ἀγεληδὸν συνέρχησθε· ὡς ὑπὸ ἀγγέλου κληθέντες ὁμιλῆσαι θεῷ, καὶ λατρεῦσαι διὰ τῆς ὑμνωδίας· ἀντιλαβεῖν δὲ οὐ ῥευστὰ καὶ ἐπίκηρα· δωρεὰς δὲ θεοπαρόχους καὶ ζωοψύχους.

Εὔφωνοί τε εὐθὺς γινόμενοι καὶ μιᾷ κραυγῇ σαλπίζοντες τὴν δοξολογίαν Κυρίου τοῦ θεοῦ πρός τε τὰ καθίσματα ἑνωτικοὶ, πρός τε τὰς ἀναγνώσεις διϋπνιστικοὶ, καὶ πρὸς τοὺς ψαλμοὺς καὶ τὰς ᾠδὰς ἐν ἀγαλλιάσει ψυχικῇ περιφωτιζόμενοι· καὶ οὕτως ἐπικερδῶς ψάλλωμεν καταισχύνοντες τὸν διάβολον. Τὸ δὲ ἐναντίον, πρόδηλον· σὺν τούτοις δὲ καὶ τὸ ἐν νήψει ποιεῖσθαι τὴν εὐχὴν· ἵνα καθαροὶ τῷ καθαρῷ θεῷ ὀπτανόμενοι, φωτιζώμεθα μᾶλλον καὶ μὴ σκοτισθώμεθα.

Ἀπέδυσεν ὁ κανὼν, ἡσύχως ἐξίωμεν· καὶ ὁ μὲν, πρὸς τὸ μάθημα ἀπίτω· ἐκεῖ μὴ ἀπόλλων τὸ συναχθὲν ἐκ τῆς ψαλμῳδίας κέρδος, διὰ τῆς ἀργολογίας· ἐπισυνάπτων δὲ καὶ τὴν ἐκμάθησιν τῷ λοιπῷ κέρδει. Ὁ δὲ πρὸς τὴν κοίτην αὐτοῦ εἴπερ θέλοι ἀναπαύσασθαι, μόνον κᾀκεῖ κατασφραγιζόμενος καὶ εὐσχημόνως ἀνακλινόμενος, ἐπιλέγων ψαλμὸν ἐν ἑαυτῷ ἀδολεσχῶν, ὥστε μὴ πειρασθῆναι παρὰ τοῦ πειράζοντος. Φιλοῦσι γὰρ μετὰ τὸν κανόνα οἱ δαίμονες ταράσσειν ἡμῶν τὰς ψυχὰς ἐπειδήπερ κατεπλήξαμεν αὐτοὺς διὰ τοῦ κανόνος· καὶ θέλουσιν ἅπερ καλῶς συνήξαμεν, κακῶς ἀπολέσαι. Διὰ τοῦτο σκοτοῦσι τοὺς λογισμοὺς καὶ ἐξοιστροῦσι τὸ σῶμα ὂν ἤδη καὶ ἐκ τῆς ψαλμῳδίας ἄτονον· καὶ συνδυάσεις πονηρὰς καὶ συγκαταθέσεις ἀποτελοῦσιν, ἔστιν ὅτε καὶ ἐκκρίσεις. Ἀποδεκτικὸς μᾶλλον ὁ ἐγκρατευόμενος καὶ προσασχολῶν ἔτι δὲ ἐκ μελέτης δι’ ἑτέρου πράγματος, καὶ μὴ ταχὺ προσπίπτων τῇ στρωμνῇ αὐτοῦ ἄνευ κατεπείγοντος ὕπνου. Τότε γὰρ καὶ ἀπείραστος διαμένει· μετὰ ταῦτα πρὸς τὴν πρώτην εὐθυκίνητοι καὶ ἀνεπίλειποι οἱ πάντες εὑρισκόμενοι. Τίς γὰρ χρεία μισθὸν ἀπόλλειν καὶ κριματίζειν ἑαυτοῦ τὴν συνείδησιν;

Μετὰ ταῦτα εὐχόμενοι τῷ θεῷ κατευθυνθῆναι ὑμῶν τὸ ἔργον τῶν χειρῶν· καὶ ὁλοτελῆ τὴν ἡμέραν ἀγαθοεργῶς ἐκπληρωθῆναι. Πρόσιτε τοῖς ἔργοις ἄλλος ἀλλαχοῦ ἢ καὶ ὁμοθυμαδὸν ὡς ὑποπίπτουσιν αἱ χρεῖαι, ἀπαρτιζόμενοι· κᾀκεῖ μετὰ τῆς στιχολογίας ἡ ἐργασία· μετὰ τῆς εὐχῆς καὶ καλονοίας ἥτε ἀροτρίασις ἔστω, ἥτε ἀμπελουργία, ἥτε ὀψοποιΐα, εἴτε ἄλλό τι τῶν ἐνεργουμένων· τεταγμένως τὰς ὥρας, κᾀκείνας εὐσυνειδήτως μετὰ τὴν στιχολογίαν.

Ὁ λόγος ὑμῶν, ὡς πολλάκις λέγομεν, ἐν τοῖς καθήκουσι πράγμασιν, εἰ σωματικὰ εἶεν· εἰ δὲ πνευματικὰ τοιαῦτα· ἢ περὶ τροπαρίου, ἢ περὶ ἄλλου τινος κατορθώματος. Ζηλοῦτε ἀλλήλων τὰ χαρίσματα· ἔχει γὰρ ἕκαστος, καὶ ἐν ᾧ ἀπολιμπάνεται, εὑρίσκεται δι’ ἀδελφοῦ αὐτοῦ κτώμενος. Ἐκεῖθεν οὖν ὡς μέλισσα ἀγαθὴ φιλεργάτις ἔστω, καὶ ἀνθομολογήτρια.

Πάντες φίλοι μου ἐστὲ, πάντες τέκνα μου, πάντες ἐρασταὶ, καρδία, νοῦς, χαρὰ, εὐδοκία, ἀγαλλίασις στέφανος, καύχημα, δύναμις, σῶσμα· κᾂν οὐκ εἰμὶ ἄξιος τοὺς λόγους τούτους διαγορεύειν· πάντας γοῦν ὑμᾶς θέλω σώζεσθαι, πάντας ἀνδραγαθεῖν, εὐδοκιμεῖν, κᾂν ἄσωτός εἰμι· καθαίρεσθαι, ὑψοῦσθαι, καί γε ἐλπίδας ἔχω εἰς τὸν Κύριον ἡμῶν καὶ θεὸν, δι’ ὃν πάντες συνεληλύθαμεν ἐπιτοαυτὸ εἰς τὸν τόπον τοῦτον, ὅτι καὶ γίνεσθε καὶ γενήσεσθε εὐχαῖς τῶν ἁγίων πατέρων ἡμῶν. Ἡ ῥᾳθυμία ἀπέστω· ἡ ὀκνηρία διωκέσθω. Γενώμεθα δὲ θερμοὶ πρὸς θεὸν, καὶ φερέπονοι πρὸς τὴν ἄσκησιν· καὶ μηδὲν ἡμᾶς ἀποτειχίσοι τοῦ πόθου τοῦ θεοῦ· μηδὲ νηστεία, μηδὲ ἀγρυπνία, μηδὲ ψύχος, μηδὲ κρυμὸς, μηδὲ θάλπος, μηδὲ ὕβρις, μηδὲ σπάνις χρειῶν· ἀλλὰ πάντα δεύτερα ἡγούμενοι, πρόκριτοι σχῶμεν τὴν σωτηρίαν ἡμῶν· μιμνησκόμενοι, πῶς ὁ θεὸς ἡμῶν καὶ δεσπότης δι’ ἡμᾶς τὰ προειρημένα ἔπαθε, καὶ τὰ ἄλλα πάντα τὰ ἐπώδυνα. Ποταπὴ δὲ ἰσότης δούλου πρὸς δεσπότην; Ὅμως ἀγαθὸς ὢν ὑπὲρ ἀγαθότητα δέχεται τὴν μικρὰν ἡμῶν πρόθεσιν· καὶ τοῖς ὑπομένουσιν αὐτὸν ἐγγύς ἐστι, κατὰ τὸ γεγραμμένον, καὶ τοῖς ζητοῦσιν αὐτὸν εὑρετικὸς πάρεστι.

Καὶ κρούσωμεν, καὶ ἀνοίξει· καὶ ἐπιμείνωμεν, καὶ εἰσδέξεται ἡμᾶς, καὶ εἰσάξει εἰς τὴν χαρὰν αὐτοῦ τὴν ἐπουράνιον, καὶ εἰς τὸν νυμφῶνα τὸν ἀχειροποίητον τῆς βασιλείας τῶν οὐρανῶν. Μικρά μού ἐστι καὶ οἰκτρὰ καὶ ἡ λαλιὰ καὶ ἡ πολιτεία· καὶ οὐκ ἔχω ὅπως ἐξείπω τὰ μεγαλεῖα τοῦ θεοῦ, καὶ τὴν ὑπερβάλλουσαν αὐτοῦ εἰς ἡμᾶς ἀγαθότητα· καὶ ὁποίως μέλλει τιμᾷν καὶ δοξάζειν τοὺς εὐαρεστήσαντας αὐτῷ, ἀλλὰ καὶ κολάζειν αἰώνια τοὺς ἀπειθήσαντας αὐτῷ. Βοῶ ὑμῖν, καὶ παριστῶ ὑμῖν μάρτυρας τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τοὺς ἁγίους ἀγγέλους· μὴ ἀμελήσητε τῆς σωτηρίας ὑμῶν· μὴ παρίδητε μίαν καὶ μόνην ἐντολήν· μὴ περιπατήσητε ἐν σκότει ἀνεξαγγελσίας· μὴ λαθροφαγήσητε, μὴ συμπλακῆτε ἡδοναῖς, καὶ ἅψησθε ξίφους πρὸς τὰς ἑαυτῶν ψυχὰς, τὸ πῦρ λέγω τῆς παῤῥησίας, μηδὲ μέχρι τῶν οἰκείων μελῶν· ταῦτα γὰρ Χριστοῦ εἰσὶ καὶ τίμια. Μὴ κακολογήσητε ἀλλήλους· μὴ μηνιάσητε ἐπιπολύ· μὴ καταφρονήσητε χρόνια· μὴ ἀποδίδωτε κατὰ ἀντὶ κακῶν· μὴ ζητεῖτε φιλαρχίαν· μὴ ἐπιποθήσετε κλήρων τάξεις ἀκαίρως, καὶ διὰ τοῦτο συμβολοκοπεῖτε ἐν τοῖς οἰκείοις λογισμοῖς.

Ἀλλὰ πάντα εὐεξάγγελτα ἔχοντες, ἰάθητε καὶ ὑγιαίνετε, καὶ δίδοιτε τὴν εὐπείθειαν· τοῦτο γάρ ἐστι καὶ ἱερατεία, καὶ λειτουργία, καὶ θέωσις. Πολλοὶ δὲ καὶ ἱερεῖς καὶ ἱερουργοὶ καὶ ἱεράρχαι καὶ προφῆται καὶ θαυματουργοὶ ἴσως ἀπενεχθήσονται εἰς κόλασιν ἀτελεύτητον.

Ἀκούομεν γὰρ τοῦ Κυρίου λέγοντος· Ὅτι πολλοί μοι ἐροῦσιν, ὅτι οὐ τῷ σῷ ὀνόματι τὰ καὶ τὰ πεπράχαμεν; καὶ ἀκούσουσιν, ὅτι οὐκ οἶδα ὑμᾶς· ἀποχωρεῖτε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ ἐξώτερον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.

Ἐμοῦ ἱερεύς; ἐμοῦ θύτης; ἐμοῦ τελετής; ἐμοῦ μύστης; ἐμοῦ θεός; Τολμᾷ γὰρ καὶ μέχρι τούτου ὁ λόγος προβῆναι, εἴπερ μὴ παρέργως ἀκούομεν, τὸ, Ἐγὼ εἶπα θεοὶ ἐστὲ, καὶ υἱοὶ ὑψίστου πάντες. Ὁ καθαρὸς ὢν ἐν ἐξαγγέλσει πρὸς τὴν ταπείνωσιν ἡμῶν καὶ ταπεινὸν κτώμενος φρόνημα, ὑποκάτω δὲ πάσης ἑαυτὸν περικρατῶν κτίσεως· καὶ ὁ μὴ ζητῶν πλεῖον παρ’ ὃ ἔλαβε παρὰ τῆς ταπεινώσεώς μου, οὗτος ἐστι, κᾂν μὴ δοκῇ τοῖς πολλοῖς, ὁ ὑψηλότερος πάντων καὶ πρῶτος. Ὁρᾷν δὲ τὰς οἰκονομίας καὶ διαλογίζεσθαι· ἢ ὅτι τὸν μὲν οὕτως διέταξα, τὸν δὲ, ἄλλως· καὶ τὸν μὲν, ἐν τῷδε ἐκλήρωσα· τὸν δὲ, ἐν ἄλλῳ παρέστησα, οὐκ ἀσφαλὲς ὑμῖν, οὐδὲ πρεπωδέστατον.

Κύριος οὖν ὁ θεὸς, ὁ ἐξάγων ἄξιον ἐξ ἀναξίου· ὁ ἀπὸ κοπρίας ἀνυψῶν πένητα· ὁ διδοὺς ταπεινοῖς χάριν καὶ σύνεσιν· καὶ περιζωννύων δύναμιν τοῖς ἀσθενέσι, καταρτίσαι ὑμᾶς, εἰρηνεύσαι, βραβεύσαι, εὐζωήσαι, διακρατήσαι ἐν πᾶσιν εἰς ἔργον τέλειον, εἰς ἐντολῶν ἐκπλήρωσιν, εἰς θείαν εὐαρέστησιν, εἰς ἀγγέλων μίμησιν, εἰς βασιλείας οὐρανῶν κληρονομίαν· ἵνα πάντες ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι αἶνον τῷ θεῷ ἀναπέμψωμεν, ἐν ἡμέρᾳ ἀτελευτήτῳ, ἐν ᾗ ἐστι πάντων τῶν εὐφραινομένων ἡ κατοικία καὶ ἡ ἀγαλλίασις, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν· μεθ’ οὗ τῷ Πατρὶ δόξα ἅμα καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΙΗʹ. Πλήττειν τὸν ἐχθρὸν ἀγγελίας κρυφίων. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ, Τοῖς κατὰ σάρκα στρατευομένοις, ἐφόσον ἐνεστείκει ὁ τοῦ πολέμου καιρὸς, οὐδεμία ἄνεσις ἀμεριμνίας· φαρέτραι δὲ καὶ ἀσπίδες καὶ θυρεοὶ καὶ δόρατα καὶ ἀκμαὶ σιδήρων, καὶ εἴτι ἄλλο τῶν ὁπλομαχικῶν ἑτοιμάζεται· ἔτι τε πορεῖαι ἡμεριναὶ, πολλαὶ δὲ παννύχιοι, παραφυλακαὶ, καὶ ταῦτα μετὰ δίψης ἔστιν ὅτε καὶ πείνης καὶ μάλιστα ὅταν ἡ τοῦ πολέμου προσβολὴ παρίσταται. Τῶν γὰρ συγκρούσεων καὶ λογχευμάτων καὶ ἐκτρώσεων καὶ αἱματεκχυσιῶν ἄλλος λόγος. Ἐπὰν δὲ οἴκαδε ἀπανιῶσι λυθέντος τοῦ πολέμου καὶ τοῦ φωσατεύματος, εἰρήνης ἔμπλεως καὶ χαρᾶς καὶ ἀναπαύσεως ὁ καιρὸς αὐτοῖς· καὶ τῶν ἀθλητικῶν ἀνδραγαθημάτων προκείμενα ἔπαθλα, καὶ δωρεαὶ βασιλικαί. Αὐτὸ τοίνυν καὶ ἐφ’ ἡμῖν διαγνωστέον, ὦ ἀδελφοί· ἐπὶ πόλεμον γὰρ καὶ ἐπὶ παρατάξεως οὐχὶ καὶ ἡμεῖς ἐσμὲν ἆρα; καὶ λέγω ὑμῖν καὶ ὑπερτέρως· τὰ γὰρ ὅπλα οὐ σαρκικὰ, καθὼς ὁ θεῖος Παῦλος ἀγορεύει, ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων· καὶ πολέμιος ὁ ἀλιτήριός ἐστι διάβολος, πάσας τὰς ὑπ’ αὐτοῦ ἀποστατικὰς δυνάμεις κατενεχθείσας ἐξ οὐρανοῦ εἰς στρατολογίαν φερόμενος.

Οὐκ οὖν ἀναπαύσεως, οὐδὲ ἀμεριμνήσεως ἡμῖν ὁ παρὼν καιρός· ἀλλὰ χρὴ ἡμᾶς φράξασθαι τῇ νοητῇ πανοπλίᾳ, καὶ τὴν μάχαιραν τοῦ πνεύματος ἀναλαβεῖν, πολεμῆσαί τε, καὶ τρόπαια νικητικὰ ἀναδήσασθαι· καὶ ὅτε τὸ τοῦ πολέμου ἡμῶν εὐσθενὲς γνωρισθῇ, τότε λύσῃ τὸν ὡς ἀληθῶς πολέμων. Ναὶ ἀνακαλέσεται ἐκ τῆς παραυτίκα ξενιτείας καὶ παροικίας εἰς τὴν ἀληθῶς κατοικίαν καὶ ἐλευθερίαν τῆς βασιλείας τῶν οὐρανῶν. Τοῦτο οὖν ὁ νόμος, τοῦτο οἱ προφῆται, ἀπόστολοί τε, καὶ διδάσκαλοι γράφουσι, καὶ τοῦτο ἡμῖν προεξένησεν ἡ τοῦ ἀρχιπάτορος ἀβουλία, καὶ ὁ τοῖς πικρᾶς γεύσεως γλυκασμός.

Ἰδοὺ τοίνυν γνωστὸν ὑμῖν, ὦ ἀδελφοὶ, τὸ στάδιον καὶ τὸ πολεμικόν. Ἐγκράτεια οὖν ἀνδρείως καὶ γενναιοφρόνως χρησώμεθα· πόλεμος γάρ ἐστι καὶ ὁ τῆς γαστριμαργείας· πόλεμος καὶ ὁ τῆς πορνείας· πόλεμος καὶ ὁ τῆς πολυϋπνίας, ὡσαύτως καὶ ὁ τῆς ἀργολογίας καὶ περπερείας, ὁ γελοιασμοῦ, καὶ εἴ τινος ἄλλου πάθους ἀκαθάρτου. Ὁ τοίνυν ἐνιστάμενος καὶ μὴ ἐνδιδοὺς, ἀλλὰ καταπολεμῶν καὶ καταγωνιζόμενος διὰ τῆς ἐξαγγελτικῆς μεθοδείας καὶ τῆς ὑπομονητικῆς παντευχίας νικᾷ καὶ ὑπερισχύει, καὶ ὡς τοῦ κυρίου ὁπλομάχος, στεφάνου δόξης ἀμαραντίνου ἀξιωθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Δέομαι οὖν λοιπὸν ὑμῶν, ὦ ἀδελφοὶ, ὦ συστρατιῶται πνευματικοὶ, μὴ δῶμεν νῶτα, μὴ ἀβουκοληθῶμεν, μὴ ἀπολιγωρήσωμεν βάλλοντες τοὺς ὑπεναντίους, μὴ καταπτήξωμεν τὰ ἀσθενῆ αὐτῶν δήγματα καὶ φόβητρα. Μεγάλα οὖν καὶ φρικτὰ ἐπανατείνεται ποιεῖν, καὶ τοῖς προσέχουσιν ἕωλα καὶ σκιώδη τυγχάνει. Οὐ τοίνυν αὐτός ἐστιν ὁ κατὰ τοῦ μεγάλου καθηγητοῦ ἡμῶν Ἀντωνίου κινούμενος, ποτὲ μὲν ὡς ὄφις ἕρπων κατ’ αὐτοῦ, πῇ δὲ ὡς λέων ἢ ὡς λύκος, ἢ ὡς ἄλλο τι τῶν ἑρπιστικῶν καὶ ἰοβόλων θηρίων;

Καὶ τί τὸ παρὰ τοῦ νεανικοῦ ἀνδρὸς ἀπηλέχθη, σκότος καὶ ὀλίσθημα καὶ ἠφάνισται ταῖς προσευχαῖς αὐτοῦ μακράν. Ὅταν καὶ ἡμῖν ὑποβάληται τοιαῦτα καὶ ἀνεγείρη ὄρη λογισμῶν καὶ κρημνοὺς παθῶν ἐπιδείκνυσιν, οὐ χρεία φόβου. Σφραγῖδι δὲ σημειωσώμεθα ἑαυτοὺς τοῦ ζωοποιοῦ σταυροῦ ἐν εἰρηνικῇ καταστάσει, κᾀκεῖνος ἐκβέβληται. Ἐν τῷ οὖν παρόντι καιρῶ, ὡς εἴρηται, ὑπομονῆς χρεία, ἀδελφοί· ὑπομείνωμεν, ἀγωνισώμεθα.

Εἷς οὖν ἕκαστος ὑμῶν βλεπέτω ὅπως καὶ ὅπη περιπατεῖ, καὶ εἰ κατὰ τὴν ταπεινὴν ἡμῶν ἐντολὴν, εἰ κατὰ τὸν κοινοβιακὸν κανόνα, εἰ κατὰ τὴν ἐκκοπὴν τοῦ θελήματος. Εἰ γὰρ ἐν τούτοις ἐστι χαίρων οὐ χαίρει, ἐσθίων οὐκ ἐσθίει, πίνων οὐ πίνει, καθεύδων οὐ καθεύδει· ἐν τῷ κόσμῳ ὢν ὑπὲρ τὸν κόσμον ἐστίν· ἐν τῇ πόλει καὶ ὡς ἐν ἐρημίᾳ ὑπάρχει· καὶ οὕτως μὲν ταῦτα· μεσιτεὸν δὲ ἐφ’ ἕτερα.

Ἐν ταῖς ἀπὸ τοῦ κανόνος ἐκβάσεσιν ἢ τῆς ἑστιάσεως, ἢ ἄλλης, τινὸς ἡμερινῆς ἢ νυκτερινῆς λειτουργίας, παρακαλῶ μὴ γινέσθωσαν θόρυβοι καὶ ἀπρεπεῖς ὁμιλίαι. Ἀποτέτακται οὖν τῷ λαλοῦντι ὅτε δεῖ λαλεῖν· ὁ δὲ καθεὶς σιγείτω.

Τί οὖν ἀπόλλετε τὴν τῆς σιωπῆς γλυκότητα; Τί μὴ τὸ κοκούλιόν σου εἶ κεκαλυμμένος; Τί μὴ αἰρεῖς ψαλμὸν, καὶ θᾶττον ἀπίῃς πρὸς τὴν διακονίαν σου; Ἀγαθὴ ἡμέρα ἐξ ἀπαρχῶν αὐτῆς γίνεται· Τὸ πρωῒ παραστήσομαί σοι, φησὶ, καὶ ἐπόψει με. Πρωῒ οὖν ἄρχου ἀποκτενεῖν τοὺς ἁμαρτωλοὺς τῆς γῆς, καὶ τὴν καταστηματικήν σου ἕξιν ἀναλάμβανε, καὶ ἕξεις τὸ τῆς ὅλης ἡμέρας διάστημα κατὰ θεόν. Κόψατε τοίνυν τὸ ἀνατείνειν τὰ ὄμματα καὶ ἀναιδῶς ἐν ὑμῖν αὐτοῖς βλέπειν, μάλιστα ἐν τοῖς λειοπροσώποις· ὅτι βλάβαι πονηραί.

Αὐτὸς γὰρ ἐγὼ ἀπ’ ἐμαυτοῦ ἐπίσταμαι, ὅτι τίκτονται. Προσέχετε τοῦ μὴ ἐμβάλλειν τὰς ἐξωτικὰς συντυχίας· μή τε οἱ διακονοῦντες ἔνδον τοῦ μοναστηρίου, μή τε οἱ ἄλλοι διὰ τῆς ἀναμνήσεως τῶν προτέρων. Καὶ ἐπὶ πᾶσι ὁμονοεῖτε, καὶ πνευματικῶς ἀγαπᾶτε ἀλλήλους· σύνδεσμος ἀῤῥαγὴς ἐν ἀλλήλοις γινόμενοι·

Ὁ πατήρ μου, φησὶ, καὶ ἡ μήτηρ μου ἐγκατάλιπέ με, ἀλλ’ ὁ κύριος προσελάβετό μου. Αὐτὸς οὖν ὁ θεὸς καὶ πατὴρ ἡμῶν καὶ μήτηρ καὶ ἀδελφός. Ἄξιοι γίνεσθε· καὶ σὺν αὐτῷ ἡτοίμασται ὑμῖν ἡ ἀπόλαυσις τῶν αἰωνίων ἀγαθῶν καλῶς διατελοῦσι τὸν βίον, ἐν αὐτῶ Χριστῷ τῷ θεῶ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΙΘʹ. Προσχεῖν ἀπειλαῖς νουθεσίαις πατέρων. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Ἐπειδὴ ἔργον μοι καὶ διακονία ὁ λόγος τῆς κατηχήσεως, οὐκ ὀκνητεόν, οὐδὲ ἀμελητέον ταύτης τῆς διακονίας· μᾶλλον δὲ καὶ μᾶλλον ἐπεικτέον καὶ μεριμνητέον· τὸ μὲν, ἵνα ὑμεῖς οἱ ἐκλεκτοὶ τοῦ θεοῦ, ἔχητε τὰ πρὸς ὑπόμνησιν καὶ παράκλησιν καὶ διέγερσιν εἰς σωτηρίαν ψυχῆς· τὸ δὲ, ἵνα κᾀγὼ ὁ τάλας τὴν ἐμαυτοῦ ταλαίπορον ψυχὴν ἀνυπεύθυνον διατηρήσω ἐκ τῆς τῶν ὀφειλόντων καταγγέλσεως, κᾂν ἀνικανῶ δεόντως τοῦτο πράσσειν.

Πιέζει γὰρ καὶ φοβεῖ μου τὴν ψυχὴν, ἡνίκα ἀκούω τοῦ θείου διδασκάλου τῆς οἰκουμένης Παύλου, ὧδέ που φάσκοντος· Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων· οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ. Ἂν οὖν κᾀγὼ ὁ ταλαίπωρος κατὰ τὸ ἐνδεχόμενόν μοι τὰ δέοντα μὴ ἀναγγείλω ὑμῖν καὶ διαγορεύσω, πῶς ἵνα ἐκφεύξωμαι τοῦ ἀπαραιτήτου κρίματος τῆς σιωπῆς;

Διὰ τοῦτο, σύγγνωτε, καὶ ἐν τῇ προτέρᾳ κατηχήσει ἐλεγκτικῶς πρὸς ὑμᾶς διεξῆλθον, κατηγορῶν καὶ κωμῳδῶν τοὺς τινάς. Οὐχ ἵνα λυπήσω ἀλόγως, μὴ γένοιτο· οὐδ’ ἵνα ἐκπληρώσω οἰκεῖον πάθος, μὴ ὑπολάβοιτε· ἀλλ’ ἵνα καταφοβήσω καὶ καταρτίσω καὶ βελτιώσω ὁ ἀκατάρτιστος καὶ ἀβέβαιος· πλὴν ὅτι ὁ ζῆλος ἐπὶ τούτῳ καὶ προθυμία ἐξ ἀγάπης καὶ φειδοῦς τῆς περὶ ὑμᾶς σωτηρίας.

Τοιγαροῦν τέκνα μου ἀκούοντες, ἀκούετε· καὶ συνιέντες συνιεῖτε τίνα τὰ παρὰ τῶν ἁγίων λεγόμενα καὶ ἐντελλόμενα ὑμῖν· ταῦτα γὰρ αὐτὰ εὐτελῶς πως καὶ ἀναξίως κατατολμῶμεν ἐν ταῖς κατηχήσεσιν ὑποβάλλειν· ὑπομιμνήσκοντες καὶ διευκρινοῦντες ὑμῖν τὰ ἑαυτοῖς καὶ ἡμῖν ὅσια. Τί δὴ οὖν λέγουσι, καὶ τί ἐμβοῶσιν ὑμῶν καθεκάστην ταῖς ἀκοαῖς, ἐκ δυοῖν τὸ παρὸν ὑπομνήσω· ὁ μὲν γὰρ ἀπειλῶν τάδε φησί· Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε κλέπται, οὔτε μέθυσοι, οὔτε λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν θεοῦ οὐ κληρονομήσουσι.

Καὶ πάλιν ἀλλαχοῦ· Πᾶσα πικρία καὶ θυμὸς, καὶ ὀργὴ, καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν σὺν πάσῃ κακίᾳ. Γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ θεὸς ἐχαρίσατο ἡμῖν; Ὁ δὲ προσκαλούμενος, τοιαῦτα φησί· Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς. Καὶ ἑτέρωθι· Εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει, εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις. Τοίνυν, τέκνα καὶ ἀδελφοὶ, ταῖς ἀπειλαῖς ἀσφαλισώμεθα καὶ τὰς διδασκαλίας ἐνστερνισώμεθα· καὶ δεῦτε ἐπὶ τὸ αὐτὸ προσκυνοῦντες προσκυνήσωμεν, καὶ προσκλαύσωμεν αὐτῷ ὑπὲρ τοῦ παρελθόντος βίου, ὑπὲρ τῶν καθημέραν ὀφλισκομένων ἡμῖν ἐν γνώσει τε καὶ ἀγνοίᾳ, ἔργων, λόγων, ἐνθυμημάτων· καὶ εἰσέλθωμεν εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις καὶ ἐν δοξολογίαις, ἀλλὰ μὴ ἐν αἰσχροννοίαις καὶ δυσμενείαις καὶ παρακοαῖς καὶ ὑψηλοφροσύναις.

Γογγύζει, φησὶ, τίς, ἁμαρτία αὐτῷ ἐστι· μὴ δὲ γογγύζωμεν, μὴ δὲ ἀφηνιάζωμεν, μὴ δὲ αὐτοβουλῶμεν, μὴ δὲ οἰηματιζώμεθα ὥς τινες. Ἐσμὲν γὰρ γῆ, καὶ σποδὸς, καὶ τέφρα καὶ κόνις, καὶ μάλιστα οἱ λογιζόμενοι ἐν ἀφροσύνῃ ἑαυτοὺς ἐνδόξους εἶναι κατά τε σωματικὴν καὶ πνευματικὴν ἐργασίαν.

Ἐγὼ ὁρῶ, ὅτι παρεξῆλθε τὸ σχῆμα τοῦ κόσμου τούτου ἀφ’ ἡμῶν· ἄλλο γὰρ ἐσμὲν, παρ’ ὃ εἰσὶν οἱ λαϊκοὶ, ξένην τινὰ περιβεβλημένοι στολὴν καὶ πολιτείαν· ἄζυγες, ἀκτήμονες, ἄκληροι, ἄσχετοι, μᾶλλον δὲ ἄσαρκοι· οἱ γὰρ ἐν σαρκὶ ὄντες, φησὶν, ἀρέσαι θεῷ οὐ δύνανται· ἐσταυρωμένοι τῷ κόσμῳ. Ἐπεὶ οὖν ὁ ἀνῃρημένος ἡμῖν βίος τηλικοῦτος, ἀξιολόγως τὰ τοῦ τηλικούτου βίου γνωρίσματα ἐπιφέρωμεν· ἵνα κυριολέκτως, καὶ μὴ ψευδονύμως ὃ ἐσμὲν, κεκλήμεθα· καὶ ἐσόμεθα ἔτι ὑπήκοοι, εὐσύστροφοι, εὐκίνητοι, θεόφοβοι, χρηστόφρονες, εὐλαβεῖς, ἀπαῤῥησίαστοι, φιλάλληλοι, ἄφθονοι, ἄμαχοι, ἀπέρπεροι, φιλήσυχοι, φιλεργοὶ, ἐξαγορευτικοὶ, εὐπειθέστατοι, ὑπομονητικοὶ, εὐχάριστοι, ἐν τοῖς κατὰ πᾶν ὁτιοῦν διδομένοις ὑμῖν, εἴτε βρώμασιν εἴτε πόμασιν, εἴτε ἐνδύμασιν, εἴτε ὑποδήμασιν, καὶ εἴτι ἄλλο σύνεστιν, ἵνα εὖ πράττοντες, κληρονόμοι τῆς ἐπιθυμουμένης καὶ ἐπιζητουμένης ἡμῖν βασιλείας οὐρανῶν γενώμεθα· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ Κʹ. Μὴ βαρυθυμεῖν πνευματικοῖς ἐν πόνοις. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Βραχυτάτη οὔσης τῆς νυκτὸς, καὶ τῆς ὥρας ἐπιδεομένης μετὰ τὴν ψαλμῳδίαν ἀναπαύσεως, ὡς ὀχληρὰ δοκεῖ εἶναι ἡ κατήχησις· ἀλλ’ οὖν μετὰ τῶν ἄλλων καταδέχεσθε καὶ παρακαλῶ· ἐν ὀλίγοις ῥήμασιν ὑπομιμνήσκουσαν περὶ τῆς ἀσκήσεως ἡμῶν, ἐν ᾗ ἐκλήθημεν, καὶ δι’ ἧς ἀφείθημεν τῶν προτέρων ἁμαρτημάτων· καὶ ὑπὲρ ἧς ἀγωνιζόμεθα καὶ τληπαθοῦμεν καθ’ ἑκάστην ἡμέραν. Στενὴ γάρ ἐστιν ὡς ἀληθῶς ὁδὸς καὶ τεθλιμμένη, κατὰ τὸν λόγον τοῦ κυρίου, πρὸς τὴν πλατεῖαν καὶ εὐρύχωρον καὶ τοὺς πολλοὺς ἀπάγουσαν εἰς ἀπώλειαν· ἀλλ’ οὖν ὅτι ζωῆς αἰωνίου ἐπαγγελίαν ἔχει. Χαιρώμεθα τοίνυν, τέκνα μου, καὶ προθυμώμεθα, καὶ τὴν καλὴν ἅμιλλαν πρὸς ἀλλήλους προσαμιλλώμεθα, ὡς ἐπὶ σταδίου τρέχοντές τε καὶ νικῶντες τὸν ἀντίπαλον, ἵνα τὸν τῆς δικαιοσύνης στέφανον κομισώμεθα ἐν τῇ ἡμέρᾳ τῆς ἀνταποδώσεως·

Διὰ τοῦτο τὰ βαρέα ὡς εὔχρηστα, καὶ τὰ λυπηρὰ ὡς περιχαρῆ, καὶ τὰ στερητικὰ ὡς ἐπιτευτικὰ, καὶ τὰ ἀτιμαστικὰ ὡς τιμητικὰ, καὶ τὰ ὀνειδιστικὰ ὡς ἐγκωμιαστικά· ἡ ὑποταγὴ ὡς ἐπιτυχία ἀρχῆς, ἡ ὀλιγοδεΐα ὡς πολυτροφία, ἡ ὑδροποσία ὡς οἰνοποσία, ἡ βραδυφαγία ὡς ταχυφαγία· εἴ τις οὖν ἄλλη περίσταται ἀσκητικὴ ἄθλησις. Ἐν τούτῳ γὰρ τὸ μαρτύριον ἡμῶν καὶ ἡ ἀποκαραδοκία, καὶ ἡ ἐλπὶς τῶν μελλόντων ἀγαθῶν. Καὶ μὴ ὅτι πρὸς τὸ παρὸν λυπεῖ καὶ ἐκτήκει τὰς καρδίας ἐποκλάσωμεν καὶ ἐπολιγωρήσωμεν ἀντιβολῶ· ἀλλ’ ὅτι πρὸς τὸ μέλλον υἱοθεσίαν ἡμῖν ταμιεύεται καὶ βασιλείαν οὐρανῶν καὶ ἀθανασίαν, ἀντισχώμεθα, ἀνταγωνισώμεθα, καὶ εἰσαεὶ καινοποιώμεθα μόχθους ἐπὶ μόχθοις καταβαλλόμενοι καὶ ἀγῶνας ἐπὶ ἀγῶσι, καὶ σπουδὰς ἐπὶ σπουδαῖς, καὶ ὑπακοὰς ἐπὶ ὑπακοαῖς, καὶ ἐκκοπὰς θελημάτων ἐπὶ ἐκκοπαῖς, καὶ ἐπιτιμίας ἐπὶ ἐπιτιμίαις, προσευχάς τε ἐπὶ προσευχαῖς, καὶ ἀγρυπνίας ἐπὶ ἀγρυπνίαις, καὶ μελέτας, ἐπὶ μελέταις θείας, καὶ δάκρυα ἐπὶ δάκρυσι, καὶ ἔρωτας ἐπὶ ἔρωσι θείοις καὶ οὐρανίοις.

Τοιοῦτος καὶ τηλικοῦτος ὁ μακάριος βίος ἡμῶν· ἠλλοιωμένος καὶ ἐπῃρμένος τῶν παραυτίκα· ξένος τις καὶ ἀλλόζωος ὑπὲρ τοὺς φρονοῦντας τὰ ἐν κόσμῳ καὶ ὑπὸ σαρκὸς διοικουμένους· καὶ ὑπὲρ τὰ μέλλοντα τῶν τῇδε ἀντιποιουμένους· οἷοι δὲ ὑμεῖς, τέκνα μου καὶ ἀδελφοὶ, πρὸς τὸ καταλιπεῖν κόσμον καὶ τὰ ἐν κόσμῳ, γονεῖς καὶ ἀδελφοὺς καὶ τέκνα καὶ πᾶσαν περιουσίαν βίου· ἑτοίμως ἔχοντες ὑπὲρ τῆς εἰς τὸν κύριον ἀγάπης καὶ ταλαιπωρεῖσθαι καὶ περιοδυνᾶσθαι, καὶ ἕλκεσθαι, καὶ περιφέρεσθαι, μυκτηρίζεσθαί τε, εἰ συμβῇ, καὶ χλευάζεσθαι, καὶ μὴν καὶ τύπτεσθαι καὶ στρεβλοῦσθαι καὶ μελοκοπεῖσθαι καὶ ἀποθνήσκειν.

Διὰ τοῦτο πολὺς ὁ μισθὸς ὑμῶν ἐν τοῖς οὐρανοῖς θησαυρίζεται· καὶ διὰ τοῦτο μετατιθέμενοι ἐκ κόσμου εἰς θεὸν ἄπιτε· καὶ χωριζόμενοι τῆς ἐπικήρου ζωῆς, εἰς ζωὴν ἀτελεύτητον μεταβαίνετε· ἐὰν ἄρα μέχρι τέλους τὸ δοκίμιον ὑμῶν τῆς ὑποταγῆς ἐπιδείξησθε ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίω ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.