Ἐγὼ ὁρῶ, ὅτι παρεξῆλθε τὸ σχῆμα τοῦ κόσμου τούτου ἀφ’ ἡμῶν· ἄλλο γὰρ ἐσμὲν, παρ’ ὃ εἰσὶν οἱ λαϊκοὶ, ξένην τινὰ περιβεβλημένοι στολὴν καὶ πολιτείαν· ἄζυγες, ἀκτήμονες, ἄκληροι, ἄσχετοι, μᾶλλον δὲ ἄσαρκοι· οἱ γὰρ ἐν σαρκὶ ὄντες, φησὶν, ἀρέσαι θεῷ οὐ δύνανται· ἐσταυρωμένοι τῷ κόσμῳ. Ἐπεὶ οὖν ὁ ἀνῃρημένος ἡμῖν βίος τηλικοῦτος, ἀξιολόγως τὰ τοῦ τηλικούτου βίου γνωρίσματα ἐπιφέρωμεν· ἵνα κυριολέκτως, καὶ μὴ ψευδονύμως ὃ ἐσμὲν, κεκλήμεθα· καὶ ἐσόμεθα ἔτι ὑπήκοοι, εὐσύστροφοι, εὐκίνητοι, θεόφοβοι, χρηστόφρονες, εὐλαβεῖς, ἀπαῤῥησίαστοι, φιλάλληλοι, ἄφθονοι, ἄμαχοι, ἀπέρπεροι, φιλήσυχοι, φιλεργοὶ, ἐξαγορευτικοὶ, εὐπειθέστατοι, ὑπομονητικοὶ, εὐχάριστοι, ἐν τοῖς κατὰ πᾶν ὁτιοῦν διδομένοις ὑμῖν, εἴτε βρώμασιν εἴτε πόμασιν, εἴτε ἐνδύμασιν, εἴτε ὑποδήμασιν, καὶ εἴτι ἄλλο σύνεστιν, ἵνα εὖ πράττοντες, κληρονόμοι τῆς ἐπιθυμουμένης καὶ ἐπιζητουμένης ἡμῖν βασιλείας οὐρανῶν γενώμεθα· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.