Καὶ εἰ αὐτὸς ἐπείνασε καὶ ἐδίψησεν ὡδοιπόρησέ τε καὶ κεκοπίακε, πόσον ἡμεῖς ἐν τοῖς τοιούτοις εὑρισκόμενοι νομίσομεν ἐφάμιλλα δεδρακέναι; Καὶ τὸ τελευταῖον, εἰ αὐτὸς ὑβρίσθη καὶ ἐῤῥαπίσθη, ἐμυκτηρίσθη καὶ ἐχλευάσθη, παρεδόθη καὶ ἐκριτηριάσθη, ἐμαστίχθη καὶ ἐσταυρώθη, κατεγελάσθη καὶ ἐξεμυκτηρίσθη, καὶ ὅσα ἄλλα ὑπὲρ ἡμῶν ἤνεγκε, τί ποσὸν καὶ ἡμεῖς δραμούμεθα ἵνα τὸ πολλοστὸν μιμησώμεθα; Δέον ταῦτα ἀδελφοὶ, ἀεὶ ἐνθυμεῖσθαι, καὶ πρὸς αὐτὸν ἀπευθύνεσθαι καὶ ταπεινοῦσθαι σφόδρα· καὶ τὰ κατὰ μίμησιν αὐτοῦ, ἢ φθάσαντα εὐχαρίστως δέχεσθαι, ἢ μὴ φθάσαντα, ἐπιζητεῖν· οἷον, πεῖναν, δίψαν, μυκτηρισμόν, χλευασμὸν, ἐξουδένωσιν, ταλαιπωρίαν, εὐτέλειαν ἐν ἱματίῳ, ἐν ὑποδήματι, ἐν πᾶσι τοῖς ἄλλοις, οἷς ὁ κατὰ θεὸν γνωρίζεται ἄνθρωπος· ὅπως οὕτως. κατὰ μικρὸν προβιβαζόμενοι καὶ ἀναβιβαζόμενοι, οἰκοδομούμενοι καὶ ἀνοικοδομούμενοι, ὑψούμενοι καὶ ἀνυψούμενοι, φθάσοιτε εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Νῦν μὲν εὐμαρῶς διεξερχόμενοι τὰς νηστίμους ἡμέρας, πρὸς δὲ τὸ ἑξῆς ἀνδριούμενοι κραταιότερον τῇ δυνάμει τοῦ Πνεύματος· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ δόξα, κράτος, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.