ψυχὴ ἀκυρίευτος ἐκ παθῶν, ὅλη ἐστιν ἐλευθέρα, ὅλη θεοειδὴς, ὅλη δεσπόσυνος, ὅλη φωτοειδὴς, ὅλη ἀγαλλιωμένη, εὐπρόθυμος, εὐπρόσιτος, θεοσύναπτος, θεοσύγκρατος, οὐράνιος λέγουσα ὡς δούλοις ταῖς φυσικαῖς ἐνεργείαις ἡνίκα δέον ἐστί· τόδε ποίησον, καὶ ποιεῖ· καὶ τῷ ἄλλῳ πορεύου, καὶ πορεύεται ἐν εἰρήνῃ. Ἀλλ’ οὐχ ὡς ἀνδραποδισθεῖσα καὶ δουλωθεῖσα καὶ κρατηθεῖσα ὑπὸ τῶν τυράννων παθῶν, ἥ ἐστιν ὁρᾷν πολλὰ καὶ δεινὰ πάσχουσαν ἑλομένην ἔνθεν καὶ ἐκεῖθεν εἰς δουλείαν παντὸς πάθους πάσης πράξεως βδελυρᾶς· προστασσομένη γὰρ ποιεῖ τὰ κελευόμενα παρὰ τῷ δαίμονι, καὶ εἴθε ἑνὶ, ἀλλὰ μὴ πολλοῖς, δεσπόζει αὐτοῖς ὁ τῶν ἡδονῶν, ὁ τοῦ φθόνου, ὁ τοῦ μίσους, ὁ τῆς ἔριδος, ὁ τῆς κοιλιομανίας ὁ τοῦ θυμοῦ, ὁ τῆς ὑπερηφανίας, ὁ τοῦ ψεύδους, ὁ τῆς κλοπῆς, ὁ τῶν ἄλλων πάντων, ὧν τὰ ὀνόματα τίς ἂν καταριθμήσοιτο, καὶ ὡς ἕκαστος ἐπιγινώσκει, ἐξ ὧν δηλοῦται ὧνπέρ ἐστιν ὑποχείριος; Ἐν τούτοις ἐλεεινὴ ἡ ψυχὴ παναθλία, ἡ ζωὴ αὐτῆς, ὅλη δυσειδὴς, σκοτεινὴ, ἀφεγγὴς, ἀλαμπὴς, ἄθεος, ἄμορφος, δυσείμων, καὶ τὸ ὅλως μισητὴ ὁρᾶσθαι ὑπὸ τῶν εὐφρονούντων.