Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Κατηχήσεις μεγάλαι

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΚΑ΄-ΚΕ΄: Ακτημοσύνη, διακονία και υπομονή στις ασθένειες

Εγκωμιάζεται η εκούσια πενία, η ακτημοσύνη και η ακριβής εκτέλεση των διακονημάτων, ενώ παρέχονται πρακτικοί κανόνες για τη διαχείριση της ασθένειας στο κοινόβιο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 5 από 22

ΛΟΓΟΣ ΚΑʹ. Σπεῦδε πρὸς ἔργα Κυριακῆς πλὴν μόνης. ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ, Τοσούτου ὄντος πελάγους διδασκαλίας τῶν θεοπνεύστων πατέρων ἡμῶν καὶ προσφωνήσεως, οὐκ ἐχρῆν ἡμᾶς τὸ καθόλου φθέγγεσθαι, ἀρκούντων ἐκείνων εἰς ὑπόθεσιν τοῖς ἐθέλουσι τῶν ἀκροατῶν ἐπανοίγειν τὰ ὦτα τῶν καρδιῶν. Ἐπειδὴ δὲ ὁμολογεῖται ὠφελεῖσθαι ἐσθ’ ὅτε εἴτ’ ἐκ τῶν παρὰ τῆς ταπεινώσεως ἡμῶν ὑφηγουμένων, φιλίας κλεπτόμενοι, ἤγουν ἐκ τοῦ τὸ οἰκεῖον ἕκαστον πιθανώτερον προηγεῖσθαι εἰς εὔνοιαν, ὡς ἔκτρωμά τι, μᾶλλον δὲ ὡς σκώληξ καὶ παράῤῥιμμα, τολμῶ καὶ ἀποτολμῶ πρὸς ὑμᾶς αὐτοὺς καὶ μόνον διαλέγεσθαι. Τοῦτο μετὰ τῶν ἄλλων δεδιὼς ὅτι τοῖς οἰκείοις πτεροῖς κατὰ τὴν παροιμίαν, ἁλώσιμος γίνομαι, λέγων ἃ οὐ προέπραξα· οὐδὲ ἔχων τὸν λόγον μαρτυρούμενον ὑπὸ τοῦ ἔργου· ὑμεῖς δὲ καλλωπίσατέ με, ὦ τέκνα, καὶ ὑμεῖς ἀνάστητέ μοι εἰς προθυμίαν· πέπεισμαι γὰρ ὅτι ἔστιν ἐν ὑμῖν ζῆλος ἐπαινούμενος.

Ἀγαθὴν γὰρ ἅμιλλαν ἐνδείκνυσθε παρισούμενοι ἀλλήλοις καὶ καλῶς φιλονεικοῦντες ὑπερβαίνειν ἐν τῷ μέτρω τῆς ταπεινώσεως· καὶ τάχα τὰ πατρῶα κατορθώματα καὶ ἐν ὑμῖν ποσῶς διαφαίνεσθε· καὶ ὅτι οὐ ψεύδομαι μαρτυρεῖ αὐτὰ τὰ πράγματα· ἡ ἀληθινὴ ἀποταγὴ τὸ πρῶτον ἀγαθὸν· εἰ γὰρ οὗ ἡ ἀρχὴ ἀδόκιμος τὸ πᾶν ἀπόβλητον, πάντως ὅτι καὶ τὸ ἐναντίον πρόδηλον· ἐποικοδομεῖτε γὰρ ἐπὶ τὸ θεμέλιον τοῦτον, καὶ ἓν θέλημα καὶ μίαν ψυχὴν ὑπὲρ χρυσὸν καὶ ἄργυρον καὶ λίθους τιμίους ἐν τῷ μηδενὶ τῶν ὑπαρχόντων εἰς τὴν κοινὴν ζωὴν εἶναί τι ἀποτεταγμένως ἴδιον· μέχρι ῥαφίδος.

Θαυμαστὰ μὲν γὰρ καὶ ταῦτα· πῶς γὰρ οὐ θαυμαστότερα δὲ ὅτι καὶ σχεδιάζετε τὴν τροφὴν ἡμῶν ὀλιγαρκούμενοι· καὶ τὸ πλεῖον καὶ οἱ πλεῖστοι ὑδροποτοῦντες καὶ ἐν τοῖς τοιούτοις ἐκβιαζόμενοι· ἡμᾶς καὶ ὑπέρτερα ἐγχειρίζεσθαι· πάλιν τὸ ἀτημελὲς τῶν ἐνδυμάτων, καὶ ὅτι οὐκ ἐστὲ ἐκζητοῦντες καὶ ἐπιλεγόμενοι τὰ καλοφόρητα καὶ καινόῤῥαφα, ἀλλ’ ὡς ἔτυχε τὰ εὐτελῆ καὶ πολύῤῥαφα, εἴτε κουκούλια, εἴτε στιχάρια, εἴτε ὑποδήματα· ἐμὲ δὲ κᾀκεῖνα θαυμάζειν ἄξιον, ὅτι τῷ ὄντι λυθέντες τῶν δεσμῶν τῆς προσπαθείας, οὐκ ἀναζητεῖτε καὶ ἀναμνημονεύετε πατέρα ἢ μητέρα, ἢ ἀδελφοὺς, ἢ ἀδελφάς· ὑπὲρ τούτων ἁπάντων ἐχόντων τὸν κύριον καὶ τὴν ἐμὴν ἀναξιότητα.

Ναὶ, ὄντως τέκνα, ναὶ ἐν τοῖς ἴχνεσιν ἐκείνων βαίνετε, καὶ καινοποιεῖτε ἄρτι βίον παρηλλαγμένον πρὸς τὴν παροῦσαν γενεάν· τὸ ἀρχαῖον πολίτευμα ἀναλαμβάνοντες. Καὶ μακάριοι μὲν ἐστὲ ὑμεῖς οἱ ὑπήκοοι τῶν ἐντολῶν.

Τίς δὲ εἰμὶ ἐγὼ ὁ τάλας, ὅτι ἐπικέκλημαι προστάτης καὶ ἀφηγούμενος; Τοίνυν ἵνα μεθ’ ὑμῶν καὶ ἐμὲ περισώσητε· ταύτῃ τῇ σπουδῇ σχολάσωμεν, καὶ ἀπ’ αὐτῆς, τέκνα, μὴ ἀπασχοληθῶμεν, ἀλλὰ δῶμεν βοήθειαν ἀλλήλοις ὃ ᾠκοδομήσαμεν μὴ καταλύσαι, προσθεῖναι δὲ ἐπὶ τῇ οἰκοδομῇ ταύτῃ ἔτι μᾶλλον καὶ μᾶλλον.

Ἐπηγγειλάμην ὑμῖν τῇ προλαβούσῃ, κατηχήσει περὶ τῆς τῶν οὐρανῶν βασιλείας ὑπομνῆσαι· ἰδοὺ, τέκνα μου, ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι κατὰ τὸ γεγραμμένον· βασιλεύετε γὰρ ἐν τῷ θεολήπτῳ βίῳ ὑμῶν, καὶ ὑπερανίστασθε τῷ φρονήματι ἀρχῶν καὶ ἐξουσιῶν καὶ βασιλέων· τὰ ἄνω φρονοῦντες, τὰ ἄνω ζητοῦντες, οὗ ἡ κεφαλὴ ὑμῶν ὁ Χριστὸς, καὶ εἰ καὶ τὰ παραυτίκα θλιπτικὰ συμβαίνει πολλάκις, καὶ τοῦτο σωματικῶς, ἀλλὰ χαρίσεσθε αἰώνια, καὶ μετ’ ἀγγέλων χωρεύεσθε, καὶ μετὰ ἁγίων καὶ δικαίων χοροστατήσεσθε.

Ἐκεῖ δὲ πάντων ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμὸς, ἔνθα φῶς ἀπρόσιτον καὶ εὐφροσύνη αἰώνιος· ἀποδέδοται μὲν ὁ περὶ τούτων λόγος οὕτως. Ἐπὶ δὲ ἔτυχε πρὸ τῶν δύο ἡμερῶν ἐπιτιμῆσαι τινὰς ἐξ ὑμῶν, ἀναγκαῖον τὴν τοῦ σφάλματος ὑπόθεσιν καὶ διὰ κατηχήσεως παραστῆσαι· ὅτι τετιμημένη οὖσα ἡ κυρία τῶν ἡμερῶν ἀφοσιοῦσθαι ὀφείλει παρ’ ἡμῶν πνευματικῶς μὲν πρῶτον κατὰ τὸ καθαρῶς προσιέναι ἡμᾶς τοῖς θείοις μυστηρίοις, ἔπειτα καὶ τὸ ἄργους ἐκ τῶν σωματικῶν ἔργων φαίνεσθαι.

Καὶ ὑμεῖς οὐκ οἶδ’ ὅθεν ὑπαχθέντες προφάσεσιν εὐλόγοις, ἀλόγοις, παρεφθείρατε ταύτην. Ὁ μὲν οὖν ὑδροφόρησε ποτίζων τὰ λάχανα, ὁ δὲ μετήνεγκε σῖτον εἰς πλοιάριον, ἄλλος ὅτι ἐπ’ ἀγορασίᾳ ἐστάλη τινῶν πραγμάτων· καὶ ταῦτα οὐκ ἀρεστὰ ἐνώπιον θεοῦ καὶ τῆς ἡμετέρας ταπεινώσεως. Οὐ γὰρ ἀνήκει καθόλου ἀναλαμβάνειν ἡμᾶς ἔργον ἐκτὸς ἀναγκαίας καὶ ἀπαραιτήτου προφάσεως, ἀλλὰ σχολάζειν τῷ θεῷ ἀναγνώσμασιν, εὐχαῖς, ψαλμῳδίας, λειτουργίαις· ὥσπερ καὶ οἱ πατέρες ἡμῶν ἐπεδείξαντο. Καὶ ταῦτα κρατείσθω ἐκ τοῦ δεῦρο ἀσφαλῶς, τοῦ μηδὲ πρόοδον ἀδελφοῦ γίνεσθαι· κρίνατε ὑμεῖς εἰ καλῶς λέγω ἢ οὔ. Οἶδα δὲ ὅτι σύμψηφοί μοι ἐν τούτοις ἐστέ. Φυλαχθείητε οὖν μοι λοιπὸν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΚΒʹ Εἶναι προθύμους πρὸς λοιπὸν τοῦ δρόμου. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Ἡ χάρις τοῦ ἁγίου Πνεύματος προσήγαγεν ἡμᾶς μέχρις ἡμύσεως τῆς σεπτοτάτης τεσσαρακοστῆς ἐν ἀσθενείαις οὐκ ὀλίγαις. Πιστεύω δὲ ὅτι καὶ περιππεύσει καὶ ἐπ’ αὐτῆς τῆς ζωοποιοῦ καὶ φωτοποιοῦ ἡμέρας ἐν ἀφέσει ἁμαρτιῶν καὶ περισσοτέρᾳ βελτιώσει τῆς καλλίστης ὑμῶν προκοπῆς ἐπενέγκῃ ὑμᾶς.

Στραφῆτε γὰρ εἰς τὰ ὀπίσω, καὶ ἴδετε τὸ τῆς καταστάσεως ὑμῶν, ποῦ ποτε ἦν καὶ ὅπου περ νῦν ἀνεπήδησεν· ἅπαξ ψυχὴ ἐπιλαβομένη ἀφορμῆς σωτηρίας, θᾶττον πῶς ἀπεπαισθήτως ὁδεύει καὶ ἄνεισιν ἐπὶ ὑψηλὰ τῶν ἀρετῶν μετεωροποροῦσα τὰ οὐράνια. Οὕτως καὶ ὑμεῖς, τέκνα, ἐπεὶ συνετρέψαμεν ἑαυτοὺς, καὶ ἀπεθώμεθα τὰ δυσκολοῦντα καὶ ἐμποδίζοντα, βεβαδίκαμέν τε καὶ εὐθυπορήσαμεν, καὶ γεγόναμεν ἕτεροι ἄνθ’ ἑτέρων, τὴν εὐταξίαν ἀσπασάμενοι καὶ τὰς ἐντολὰς ἀκριβολογούμενοι, οὐ προσαπωλέσαμεν τὰ καλῶς κτηθέντα· Καί γε εὐφράνθη μου ἡ καρδία, καὶ ἠγαλλίασέ μου τὸ πνεῦμα, ὅτι ἐπλεόνασε τὸ θεῖον ἔργον, καὶ ὤφθη εἰς κρείττονα μοίραν τὸ ἱερὸν ὑμῶν σπούδασμα. Τοῦτο ὅλον οὐ τοῦ τρέχοντος οὐδὲ τοῦ θέλοντος, ἀποστολικῶς εἰπεῖν, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ, δι’ οὗ οἱ ἀνίσχυροι ἐνισχύονται, καὶ οἱ ἀσθενοῦντες περιζώννυνται δύναμιν. Ὦ τέκνα, οὐκ ἀρκεσθῶμεν ἐπὶ τοῖς ἤδη καταληφθεῖσι, νεανιευσώμεθα δὲ καὶ πρὸς τὰ ὑπέρτερα, καὶ ἀνακαινισθήτω ὡς ἀετοῦ ἡ νεότης τῶν ψυχῶν ὑμῶν. Καὶ ἐσώμεθα ἀεὶ προβαίνοντες, καὶ μηδὲν ἡγησώμεθα μέτρον τοῦ καλοῦ καὶ τῆς μεγίστης ἀναβάσεως, ἕως ἂν φθάσωμεν διὰ θανάτου μεταβῆναι ἐκ τῶν προσκαίρων πρὸς τὰ ἀΐδια. Καὶ μακάριοι ὄντως ὑπάρξωμεν, ἀδελφοὶ, προβαίνοντες καὶ προκόπτοντες καὶ τῶν μακαρίων ἁγίων τὸν κλῆρον ληψώμεθα· ἀλλ’ οἷα δόξα καὶ τιμὴ ἐν τῷ οὕτως ὑμᾶς πολιτεύεσθαι.

Χαίρει ὁ δεσπότης τῶν ἁπάντων ὁρῶν ὑμᾶς· συγχαίρουσιν οἱ ἅγιοι πάντες, καὶ συνευφραίνονται, κροτοῦσι, καὶ στεφανοῦσιν ὑμᾶς οὐρανόθεν· ὡς γὰρ ἡμεῖς τοὺς ἐν σταδίῳ τρέχοντας σωματικοῖς ὀφθαλμοῖς θεώμεθα· οὕτως ὁ θεὸς καὶ καὶ πᾶς ἀγγελικὸς χορὸς καὶ τῶν ἁγίων δῆμος τὰ καθ’ ἡμᾶς βλέπει καὶ δοκιμάζει ἑκάστοτε.

Δράμωμεν οὖν, ἀδελφοὶ λοιπὸν, τῷ ὄντι δράμωμεν ἐν τῷ μεγάλῳ διαύλῳ τούτῳ τῆς ἀπὸ γῆς εἰς οὐρανὸν φερούσης ὁδοῦ· νικήσωμεν τὸν ἀντίπαλον, τύψωμεν αὐτὸν, συμπλακῆναι πειρώμενον· ἀποσοβήσωμεν πόῤῥω διὰ τῆς ἀνδρικῆς ἡμῶν διεγέρσεως. Δειλός ἐστιν, ἀσθενὴς, εὐκαταφρόνητος· διὰ τοῦτο βοᾷ ὁ Ἀδελφόθεος Ἰάκωβος· Ἀντιστῆτε τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ’ ὑμῶν. Ἐγγίζατε τῷ θεῷ καὶ ἐγγιεῖ ὑμῖν. Μὴ στραφῶμεν εἰς τὰ ὀπίσω τὸ καθόλου· οὐ γάρ ἐστιν ἰδίωμα τῶν σφοδρῶς τρεχόντων· μὴ χλιαροπατήσωμεν. Οὐ γάρ ἐστι γνώρισμα τῶν νικᾷν σπευδόντων· ἀλλὰ γεγυμνωμένοι καὶ τοῖς πράγμασι καὶ τοῖς θελήμασι, καὶ ἄνω πως εἰς τὸν οὐρανὸν βλέποντες ἀποπεραιώσωμεν τὸν δρόμον ἡμῶν· ἵνα καὶ ἡμῖν ἐξῇ λέγειν σὺν τῷ Παύλῳ. Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα, λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος. Ἄλλοι κατ’ ἄλλο, καὶ ἕτεροι ἑτέρως ἐκλάμψουσιν ὡς ὁ ἥλιος πρὸ προσώπου τοῦ θεοῦ· ἡμεῖς δὲ τὸ ἀποστολικὸν τὸ σχῆμα ἔχοντες περὶ τὰς τῶν ἀποστόλων σκηνὰς εὑρεθησόμεθα, ὡς λογίζομαι.

Διὸ σκιρτᾶτε, καὶ γάννυσθε, καὶ πληροῦσθε πνεύματι ἀγαλλιάσεως· καὶ μακαρία ἐκείνη ἡ ψυχὴ ἡ κόρον μὴ λαμβάνουσα ἐπὶ τῷ θείῳ φίλτρῳ· καὶ τῇ ἐπιθυμίᾳ τῶν μελλόντων καὶ τῇ ἀποταξίᾳ τῶν παρόντων. Ὅταν οὖν. ἀπολαύοιτε τῶν ἀγαθῶν ἐκείνων, τότε μου μνημονεύσετε τῶν ταπεινῶν λόγων, εἰς ὅσην ἔσχον, καὶ ἐφόσον ὀναίμην ὑμῶν ἐν κυρίῳ· καὶ καθόσον ἠράμην ὑμᾶς διαφέρειν ἐν θείᾳ δόξῃ· τότε δι’ ἐμὲ τὸν μόνον ὄψεσθε κολαζόμενον, μηδὲν τῶν καλῶς λεγομένων πράξαντα· ἀλλ’ ἐὰν εὔχησθε, δύνασθέ με σῶσαι τὸν ἄσωτον ἴσως. Ἐν τούτοις μὲν, ταῦτα. Αὐτὸς δὲ ἀδελφὲ οἰκονόμε ἐν κρίσει τὰ πράγματα καὶ τοὺς λόγους εἰδὼς καὶ ἔχων ἔργον· ὑμεῖς τε οἱ πρωτεύοντες καὶ οἱ διακονοῦντες· εἶτα δὲ καὶ ὁ λοιπὸς λαὸς, ὡς ποίμνιον Χριστοῦ εὐπειθῶς ἀγόμενοι καὶ ἐπιβάρως τοῦτο ἔχοντες· καὶ μᾶλλον εὔνοιαν ἡμῖν λογιζόμενοι τῆς ταπεινῆς ἡμῶν φωνῆς ἀκούετε· καὶ ἐπὶ νομὰς ζωηφόρους ἀναπαύεσθε καὶ ἐκτρέφεσθε· καὶ μηδεὶς ἤτω ἐν ὑμῖν ἀῤῥωστῶν τῇ ψηχῇ, ἢ χωλαίνων νοητῶς, ἢ ἀπολλύμενος ψυχικῶς, ἢ λυπούμενος σατανικῶς, ἢ ἀποκρυπτόμενος καὶ ἀφιδιαζόμενος ἁρπαστικῶς· ἀλλὰ πάντες εἰς τὰ λεῖα καὶ φωτεινὰ, εἰς τὰς χώρας τὰς καθαρὰς καὶ συνάγεσθε καὶ ἀναπαύεσθε, διεγείρεσθε, καὶ κοιταζέσθε.

Καὶ Χριστὸς ὁ θεὸς ἡμῶν φρουρῶν φρουρήσοι, καὶ φυλάττων φυλάξοι τοῦ μηδένα ὑμῶν γενέσθαι θηριάλωτον, ἢ κατάβρωμα, ἢ ὀπισθόρμητον· ὅτι αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΛΟΓΟΣ ΚΓʹ. Σπεύδειν πρὸς ἄθλους ἀνεπιστρόφῳ δρόμῳ. ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ, Καλόν ἐστι τὴν εὐεργεσίαν θεοῦ μὴ ἀποκρύπτειν· ἀλλὰ ἀναγγέλλειν καιροῦ καλοῦντος, ἣν ἐφ’ ὑμᾶς ἄρτι καθορῶ, ὅπως καὶ ἐκ τούτου μᾶλλον προθυμότεροι γενώμεθα. Ἤδη γὰρ διὰ τῆς ἐπιτοαυτὸ ὑπομνήσει, καὶ τῇ καθ’ ἑκάστην ὡς εἰπεῖν ἡμέραν διαλαλήσει γεγόνατε εἰς προκοπὴν πνευματικὴν καὶ εἰς ἕξιν ἀγαθὴν καὶ εἰς σπουδὴν θεοφιλῆ· καὶ ὅτι ἀληθὲς ὃ λέγω καὶ ὑμεῖς ἀφ’ ἑαυτῶν μαρτυρεῖτε· μαρτυρεῖ καὶ ἡ ἀλήθεια· μαρτυρῶ δὲ καὶ ἐγὼ ὁ τάλας κουφισμὸν δεξάμενος τῶν ἀλγεινῶν· καὶ ὡς ἐν γαλήνῃ ἐκ τῆς πολλῆς φροντίδος ἐπὶ τὸ ἡσυχαστικὸν τῆς εὐταξίας ὑμῶν καταντήσας, καὶ ἀγαλλιώμενος τῇ ψυχῇ καὶ ὄντως ἀψευδὴς ὁ λόγος, ὅτι πᾶσα παιδεία πρὸς τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι’ αὐτῆς ἐγγεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης· ἀλλ’ οὐκ ἐμὸν τὸ κατόρθωμα, οὐδὲ ἐξ ἐμῆς ἐπιμελείας, οὐδ’ ἐξ ἐμῆς ἐπιπονήσεως, θεοῦ τὸ δῶρον, ὑμῶν ἡ προθυμία, ἐπικουρία πατρική.

Καὶ ἵνα τι λοιπὸν ἐγὼ ὁ ἄχρηστος εἰς τοὺς ἑτέρων πόνους εἰσερχόμενος γάννυμαι καὶ ἐπιτέρπομαι· ὅλως ἐν ἐμοὶ ὑμεῖς, κἀγὼ ἐν ὑμῖν, καὶ ἀμφοτέρων τὸ κατόρθωμα ἀμφοτέροις λελόγισται. Δῴη δὲ κύριος ὁ φοβερὸς ἐν δυνάμει καὶ κραταιὸς ἐν ἰσχύϊ, καὶ ἀπὸ τῆς δεῦρο νεκρωθῆναι καὶ διερευνήσει τῶν ἁγίων αὐτοῦ ἐντολῶν. Καὶ ὑμᾶς, τέκνα μου, ἐπὶ ὑποταγῇ ἀδιασπάστῳ καὶ ὑπακοῇ ἀνυποκρίτῳ καὶ πίστει ἀνυπερθέτῳ διαφυλάττων διαφυλάξειε, μᾶλλον καὶ μᾶλλον ἐναρέτους ἀποδεικνύων καὶ σπουδαίους ἀποφαίνων· χωροῦντας πρὸς πάντα τὸν πνευματικὸν ἀγῶνα ἀνδρείως καὶ θαρσαλέως πρὸς θλίψιν, πρὸς στενοχωρίαν, πρὸς ἀδολεσχίαν, πρὸς ταλαιπωρίαν, πρὸς πεῖναν, πρὸς δίψαν, πρὸς πάντα τὰ λοιπὰ μακάρια ἀσκητικὰ, ὅπως ἀήττητοι ἀποφανθέντες δέξασθε τὸν τῆς ὑπομονῆς στέφανον ἐν τῇ ἡμέρα τῆς μισθαποδοσίας τοῦ δικαιοκρίτου.

Οὕτως καλῶν ὑμῶν τὸ ἐμπόρευμα, ἀδελφοὶ, φθαρτὰ γὰρ καταλιπόντες καὶ ὑμεῖς, τὰ ἄφθαρτα ἀπολήψεσθε· γονέων ἀποστερηθέντες τὸν κύριον πατέρα ἐκτήσασθε· ἀδελφῶν ἀπαλλιωθρέντες τῶν ἁγίων σύσκηνοι ἔσεσθε, γένος ἐκλεκτὸν, βασίλειον ἱεράτωμα, ἀντὶ τῆς ἐνεγκαμένης καὶ θρεψαμένης, ἡ ἄνω πόλις ὑμῖν πατρὶς διαγέγραπται, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεὸς, ὡς γέγραπται· ἀντὶ οἰκίας ἐπικήρου καὶ καταλυομένης, αἱ τῶν ὁσίων καὶ δικαίων αἱ σκηναὶ, ἀντὶ δόξης κενῆς καὶ τιμῆς ἀπολλομένης, τὸ θεῖον καὶ ἰσάγγελον ἀξίωμα· ἀντὶ δωροφορίας καὶ εὐπαθείας σωματικῆς ἡ ἀπόλαυσις τῶν αἰωνίων ἀγαθῶν· ἀντὶ ἀποταγῆς καὶ θελημάτων ἐκκοπῆς ἡ μετὰ μαρτύρων ἀγαλλίασις· ἀντὶ μονώσεως καὶ ξενώσεως συγγενικῆς ἡ ἀγχιστεία τῶν ἁγίων ἁπάντων. Τί λοιπὸν ῥαθυμοῦμεν; τί καταπίπτομεν; οἵ τινες καὶ σκυθρωπάζομεν;

Εἴπωμεν ἕκαστος σὺν τῷ θείῳ Δαυΐδ· Ἵνα τί εἶ περίλυπος ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με. Ἔλπισον ἐπὶ τὸν θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ. Εἴ περ γὰρ πάσχομεν διὰ τῆς ἀσκήσεως καὶ συμβασιλεύσομεν αὐτῷ μαρτυρίου στέφανοί εἰσι κἀνταῦθα· ἐπεὶ καὶ στάδιον ἀθλήσεως ἀνηγόρευται τὸ κοινοβιακὸν σύστημα. Τί λοιπὸν μακάριος ὁ ὑποτακτικός;

Τί θεσπέσιος ὁ ἐξαγγελτικός; τί ὁσιώτατος ὑπομονητικός; τί θεομακάριστος ὁ πιστὸς καὶ ἀμετάθετος ἐν ταῖς ἐντολαῖς. Διὸ, ἀδελφοί μου, μὴ ἀποπνεύσωμεν, μὴ ἀποκλίνωμεν, μὴ δυστροπήσωμεν, μὴ ὀπισθοποδήσωμεν, μὴ συναπομείνωμεν, μὴ δῶμεν νῶτα, ὦ στρατιῶται, ὦ συνοδοιπόροι, ὦ συμμετανάσται·

Σάρκες εἰσὶ, μὴ φεισώμεθα, ὡς ὁ λόγος· ὀλιγοστὸς ὁ χρόνος, βραχυμερὴς ὁ βίος, κᾂν περὶ τὰ ἑβδομήκοντα ἢ ὀγδοήκοντα ἔτη ἐκταθῇ ἡμῶν ἡ ζωὴ, εἰς οὐδέν ἐστι πρὸς τοὺς ἀπείρους αἰῶνας. Προϊέμεθα, παρακαλῶ, ὀβολὸν καὶ ἀντέχομεν μυριάκις. Προϊέμεθα χρόνον βραχὺν, καὶ κτησόμεθα χρόνους ἀπείρους· ὑπενέγκομεν ὡρινὸν κόπον, καὶ ἀποληψόμεθα ἀπεράντους ἀναπαύσεις. Κλαύσωμεν ἵνα γελάσωμεν τὸ μακάριον γέλως· ἀϊδίως θρηνησόμεν διὰ τὸν πόθον τοῦ Χριστοῦ, ἵνα σκιρτήσωμεν εὐφροσύνας ἀτελευτήτους. Ναὶ, ἀδελφοί μου παρακαλῶ. Ναὶ εὐπροσωπήσωμεν κατέναντι Κυρίου παντοκράτορος. Γενώμεθα ὀνομαστοὶ ἐπὶ γῆς καὶ ἐν οὐρανῷ συνεπόμενοι τοῖς πατράσιν. Ὑπομνήσωμεν ἀλλήλους ἐν τῷ μέλλοντι αἰῶνι, οὐκ ἐγκληματικῶς, οὐδὲ ὀδυρματικῶς, ἀλλ’ εὐφραντικῶς μᾶλλον καὶ περιχαρῶς καὶ μακαριστικῶς· ὅτε αἱ τῶν βεβιωμένων ἀντιδόσεις, ὅτε ὁ κριτὴς ἐπὶ θρόνου δόξης αὐτοῦ κάθηται, μυριάδων παρεστηκότων αὐτῷ, καὶ χιλίων χιλιάδων λειτουργούντων αὐτῷ ἁγίων ἀγγέλων, καὶ πάσης τῆς κτίσεως συμπαρούσης· ὅτε αἱ φοβεραὶ ἀποφάσεις, ὅτε ἡ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων παράστασις δηλοποιήσει· τοὺς μὲν μετὰ δόξης καὶ τιμῆς προσιόντας εἰς τὰ ἄνω βασίλεια καὶ χορεύοντας αἰώνια· τοὺς δὲ μετ’ αἰσχύνης καὶ ἀτιμίας εἰσβαλλομένους εἰς τὰ ἀτελεύτητα κολαστήρια, ὅπου τὸ πῦρ οὐ σβεσθήσεται, φησὶ, καὶ ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει.

Βαβαὶ τῆς φοβερᾶς ἀκοῆς· Φεῦ τῆς πικροτάτης ἀγγελίας, ἧς ἐγὼ μόνος ὑπόδικος ἔσομαι κατὰ τὰς ἁμαρτίας μου. Ὑμεῖς δὲ τρέχοντες τὸν καλὸν ἀγῶνα, χαίρετε ἀποσκοποῦντες τὸ βραβεῖον τῆς ἄνω κλήσεως, ἕως ἂν φθάσητε εἰς καιρὸν τελειώσεως καὶ τῆς ἐκ τῶν ἐντεῦθεν μεταναστάσεως ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΛΟΓΟΣ ΚΔʹ. Πίστιν κατ’ ἐχθρῶν ὡς ὅπλον προβλητέον. ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ, Πορευόμενοι πορεύεσθε τὴν ὁδὸν ὑμῶν ἐν εἰρήνῃ· καὶ χαίρω ὁρῶν ὑμᾶς ἐπὶ τοιαύτῃ καταστάσει· ἀλλ’ ἐπειδὴ στρατιῶται ἐστὲ Χριστοῦ· στρατιώτου δὲ ἴδιον τὸ τὰ πόλεμον μελετᾷν, τήν τε πανοπλίαν κατηρτισμένην ἔχειν καὶ ἐμπαράσκευον πρὸς τὴν ἐκ καιρῷ συμβουλὴν τῶν ἐναντίων, ἴδετε πῶς ἐστὲ ἡτοιμασμένοι, πῶς δὲ ὅπλα ὑμῶν τὰ πνευματικὰ οἷον ἠκονημένα καὶ κεκαθαρμένα καὶ ἐστιλβωμένα· ἡ ῥομφαία τῆς ὑπακοῆς, ὁ θώραξ τῆς πίστεως, ἡ περικεφαλαία τῆς σωτηρίου ἐλπίδος, ὁ θυρεὸς τῆς ταπεινοφροσύνης, ἡ φαρέτρα τῶν ἀγαθῶν λογισμῶν· καὶ μέν τοι καὶ τὸ οἴχημα, ἤγουν τὸ τίμιον σῶμα, καθάπερ τις ἵππος καλῶς γεγυμνασμένος· μήτε πολυσαρκῶς, ἐπειδὴ ἄχρηστος πρὸς τοὺς δρόμους, μήτε λίαν κατισχνώμενος, ἐπειδὴ ἀργὸς πρὸς τὰς κινήσεις, καλῶς φέρων τὸν χαλινὸν τοῦ θείου φόβου, ὡς ἂν μὴ ἔξω φέρηται τῆς ἡνιοχίας· μηδ’ αὖ καταβάλοι τὸν ἐπιβάτην νοῦν ἀπαιδευσίας σκιρτήμασι.

Τοιούτους ἡμᾶς βούλεται ὁ λόγος εἶναι, ἐπειδὴ καθεκάστην ὁ πόλεμος, καθ’ ὧραν ἡ μάχη, κατὰ ῥοπὴν τὰ τόξα. Τίς οὖν ἐν ὑμῖν ἀριστεύς; τίς ἰσχυρός; τίς πολεμιστής; κόπτων τοὺς ὑπεναντίους λογισμοὺς ἐν χιλιάσι καὶ μυριάσι, καὶ πρῶτον γε τὸν ὑπερήφανον νοῦν κατασπάσας ὡς τὸν Γολιὰθ ἐκεῖνον ὁ θεῖος Δαυΐδ. Ἐξ οὗ τί γενήσεται; Τροπὴ τῶν πνευμάτων τῆς πονηρίας, τῶν πολυμόρφων καὶ ποικίλων παθῶν τῆς ἁμαρτίας· τοῦτο γάρ ἐστι τὸ πρῶτον τῶν κακῶν καὶ τελευταῖον δι’ οὗ ἐκπέπτωκεν ἐκ τῶν οὐρανίων ἀψίδων καὶ τῆς ἀγγελικῆς λαμπροφορίας ὁ νῦν πειράζων ἡμᾶς δράκων, ἐξ οὗ ὥσπερ ἐκ τίνος ῥίζης ἔφυ τὰ μυρία βλαστημάτων.

Ἀγωνιστέον οὖν καὶ πολεμητέον πρὸς ἕκαστον τῶν ἐπιβαλλόντων ἡμῖν, ἐπειδὴ ἄλλῳ ἄλλος πεποίωται πάθει, καὶ ἄλλος ἄλλως τοξεύει ὁ σοφιστὴς τῆς κακίας ὄφις· προστίθειται ὁ μὲν τῇ πορνείᾳ, ἕτερος τῇ γαστριμαργίᾳ, ἄλλος τῇ ἀκηδείᾳ, ἄλλος τῷ φθόνῳ, ἕτερος τῇ κενοδοξία, ἄλλος τῇ ὀργῇ, ἕτερος τῇ ἀπιστίᾳ, ἄλλος τῇ ἀποδράσει, ἕτερος τῇ φιλαυτίᾳ, ἄλλος τῇ ἀργίᾳ, ἕτερος τῇ δυσμενείᾳ. Ταῦτα πάντα ἓν καὶ τὸ αὐτὸ ἐνεργεῖ πνεῦμα τὸ σατανικόν. Καὶ πολὺς πρὸς ταῦτα ἀγὼν, παντάχοθεν ὁ ὀφθαλμὸς, ἑκατέρωθεν ὁ σκοπὸς, κύκλωθεν ὁ περιφραγμὸς, ὡς ἃν μὴ εἰσέλθῃ, μὴ χειρώσηται, μὴ κτείνῃ καὶ ἀπολέσῃ ἀντιπολεμητέον. Ἐστὶ λαβεῖν ἅπαξ καὶ δοῦναι δεκάκις πληγῆναι μικρὸν καὶ πλῆξαι καιρίαν, ὁ κατὰ σῶμα τιτρωσκώμενος ἰατρείας χρῄζει· ὡσαύτως καὶ ὁ κατὰ πνεῦμα· ἰατρεία δὲ, ἡ δι’ ἐξαγορεύσεως ἐπιτιμία, καὶ πάλιν ἐπὶ τὸν πόλεμον ἐξιτέον. Ὁ κατὰ σῶμα νικῶν ἓν εἴληφε στέφος· ὁ δὲ κατὰ πνεῦμα μυρία, τὰ βραβεῖα ὥστε καθ’ ἡμέραν οἱ στέφανοι, καθεκάστην τὰ ἔπαθλα. Καὶ μακάριοι ἐστὲ ἐφ’ ὅσον ἐνίστασθε καὶ οὐ καταπίπτετε· ἐνισχύετε καὶ οὐ κατολιγωρεῖτε, μέχρις ἂν ὁ πόλεμος διαλυθείῃ διὰ τῆς ἐκ τῶν ἐνταῦθα ὑμῶν μεταστάσεως.

Θαρσεῖτε οὖν τέκνα καὶ ἀδελφοὶ, θαρσεῖτε· θεὸν ἔχομεν βοηθὸν, ἐπίκουρον τῆς ζωῆς ἡμῶν ἄγγελον, ἀντίληψιν παρὰ τῶν ἁγίων, ὧν τὰ ὀνόματα ἐπικαλούμεθα· ὅπλον ἀήττητον τὸν τύπον τοῦ σταυροῦ τοῦ Χριστοῦ· αὐτὴν τὴν πατρικὴν πίστιν, τὴν τῶν ἐπαγγελμάτων ἡμῶν πεποίθησιν, τὴν τῶν ἀδελφῶν σύμφραξις. Οὐ φοβηθησόμεθα ἀπὸ τῶν μυριάδων λαοῦ τῶν κυκλούντων ἡμᾶς ἀοράτων ἐχθρῶν. Οὐ κάμψωμεν γόνυ τῇ βαὰλ τῶν ἡδονῶν, οὐ προησόμεθα τὴν σωφροσύνην ἡμῶν, ἣν ἐνυμφεύσατο ὁ κύριος ἐν ἁγιασμῷ· οὐ ποιήσωμεν τὰ μέλη ἡμῶν πορνείας καὶ ἀκαθαρσίας σκεύη διὰ τῆς εἰς ἀλλήλους ὀλεθρίου παῤῥησίας, ὄντα Χριστοῦ μέλη τοῦ ἀχράντου καὶ ἀθανάτου νυμφίου· οὐκ εἰσδεξιόμεθα σύμβουλον τὸν ὄφιν ἐκσκορακίσαι ἡμᾶς τοῦ παραδεισιακοῦ κοινοβίου βουλόμενον· οὐκ ἀνοίξωμεν θύραν τοῖς κλέπταις δαίμοσι συλῆσαι ἡμῶν τὸν τῆς ψυχῆς θησαυρὸν καὶ αἰχμαλωτισθῆναι εἰς Ἀσσυρίους λογισμοὺς καὶ Βαβυλωνίας δουλίας. Τί καλὸν μένειν ἡμᾶς ἐν τῇ πόλει, ἣν κύριος ὁ θεὸς ᾠκοδόμησεν ἡμῖν διὰ τῶν ποικίλων ἀρετῶν; τί μακάριον ἀδούλωτον τὸ τῆς ψυχῆς ἀξίωμα κεκτῆσθαι ἀπὸ τῆς δουλοπαθοῦς ἁμαρτίας;

ψυχὴ ἀκυρίευτος ἐκ παθῶν, ὅλη ἐστιν ἐλευθέρα, ὅλη θεοειδὴς, ὅλη δεσπόσυνος, ὅλη φωτοειδὴς, ὅλη ἀγαλλιωμένη, εὐπρόθυμος, εὐπρόσιτος, θεοσύναπτος, θεοσύγκρατος, οὐράνιος λέγουσα ὡς δούλοις ταῖς φυσικαῖς ἐνεργείαις ἡνίκα δέον ἐστί· τόδε ποίησον, καὶ ποιεῖ· καὶ τῷ ἄλλῳ πορεύου, καὶ πορεύεται ἐν εἰρήνῃ. Ἀλλ’ οὐχ ὡς ἀνδραποδισθεῖσα καὶ δουλωθεῖσα καὶ κρατηθεῖσα ὑπὸ τῶν τυράννων παθῶν, ἥ ἐστιν ὁρᾷν πολλὰ καὶ δεινὰ πάσχουσαν ἑλομένην ἔνθεν καὶ ἐκεῖθεν εἰς δουλείαν παντὸς πάθους πάσης πράξεως βδελυρᾶς· προστασσομένη γὰρ ποιεῖ τὰ κελευόμενα παρὰ τῷ δαίμονι, καὶ εἴθε ἑνὶ, ἀλλὰ μὴ πολλοῖς, δεσπόζει αὐτοῖς ὁ τῶν ἡδονῶν, ὁ τοῦ φθόνου, ὁ τοῦ μίσους, ὁ τῆς ἔριδος, ὁ τῆς κοιλιομανίας ὁ τοῦ θυμοῦ, ὁ τῆς ὑπερηφανίας, ὁ τοῦ ψεύδους, ὁ τῆς κλοπῆς, ὁ τῶν ἄλλων πάντων, ὧν τὰ ὀνόματα τίς ἂν καταριθμήσοιτο, καὶ ὡς ἕκαστος ἐπιγινώσκει, ἐξ ὧν δηλοῦται ὧνπέρ ἐστιν ὑποχείριος; Ἐν τούτοις ἐλεεινὴ ἡ ψυχὴ παναθλία, ἡ ζωὴ αὐτῆς, ὅλη δυσειδὴς, σκοτεινὴ, ἀφεγγὴς, ἀλαμπὴς, ἄθεος, ἄμορφος, δυσείμων, καὶ τὸ ὅλως μισητὴ ὁρᾶσθαι ὑπὸ τῶν εὐφρονούντων.

Μὴ δὴ οὖν τὸ ἀξίωμα ἡμῶν καταβάλωμεν, ὦ τέκνα, μηδὲ τὴν ἐλευθερίαν ἡμῶν ἀπεμπολήσωμεν· δεσπόται τυγχάνοντες μὴ γενώμεθα δοῦλοι· μὴ θώμεθα τὸ φῶς ἡμῶν σκότος· μὴ μεταβάλωμεν τὸ κάλλος ἡμῶν εἰς ἀμορφίαν· μὴ στρέψωμεν τὸ πρόσωπον ἡμῶν ἀπὸ θεοῦ ἐπὶ τὸν χαρακτῆρα τῆς κακίας· μὴ ἀπεκδυσώμεθα τοὺς φωτεινοὺς χιτῶνας τῶν ἀρετῶν ἐνδιδισκόμενοι τὰ μεμελανωμένα ῥάκια τῶν ἀνομημάτων· μὴ χρηματίζοντες υἱοὶ τοῦ θεοῦ, χρηματίσωμεν τέκνα διαβόλου, φωτὸς ἔκγονα γεγενημένοι, μὴ φανῶμεν σκότους ἐκτρώματα. Εἰ γὰρ ταῦτα σωματικῶς λαμβανόμενα πονηρὰ καὶ δύσχρηστα, πόσω γε πνευματικῶς οὐκ ἐλεεινὰ καὶ παγχάλεπα καὶ λεγόμενα καὶ νοούμενα; Ἀλλὰ τίς φρονῶν δουλείαν αἱρεῖται τυγχάνων δεσπότης; Ἀλλὰ τίς υἱοθεσίαν ἔχων θεοῦ, γέννημα διαβόλου φιλεῖ καλεῖσθαι; Ἀλλὰ τίς ῥίπτων τὴν ἄῤῥητον εὐγένειαν τῆς ἀρετῆς ἕλοιτο δυσγένειαν ἀναλαμβάνεσθαι τῆς ἐμπαθοῦς ζωῆς;

Ἀλλὰ τίς ἀπὸ πλούτου πνευματικοῦ εἰς πενίαν ζητεῖ σαρκὸς φθάσαι; Ἀλλὰ τίς προαιρεῖται τὴν βασιλείαν οὐρανῶν ἀπολέσαι, κερδαίνων πῦρ καὶ σκότος καὶ τὰς αἰωνίους ἄλλας βασάνους; Οὐ σωφρόνων τὸ πρᾶγμα, οὐ λογισμὸν ἐχόντων τὸ δρᾶμα. Τίνων δὲ ἀλογίστων καὶ ἀναισθήτων. Ὡς ὄφελον τοὺς οὕτω πράττοντας οὕτω γενέσθαι, ἢ κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ κρισθέντας ἐπὶ κληρονομίᾳ τῶν αἰωνίων ἀγαθῶν καταχῆναι διὰ τῆς ἀλόγου φιλοπαθείας, εἰς ταμεῖα ᾅδου κρίσεως αἰωνίου; Ἀλλὰ ἀνανήψωμεν οἱ μὴ νήφοντες, εἴ πέρ τις νυστάζει· ἀναβλέψωμεν οἱ μὴ ἀκούοντες εἴ πέρ τις κωφεύει· ἀναλάβωμεν τὰς δυνάμεις ἡμῶν, εἴ πέρ τις ὑπεχάλασε τοὺς τόνους τῆς εὐανδρίας· μοχθήσωμεν διώξωμεν, ὡς ἂν διὰ τοῦ εὖ πράττειν ἡμᾶς ἐν ἕξει τοῦ καλοῦ γενόμενοι μεθ’ ἡδύτητος καὶ εὐμαρείας, πράττωμεν τὰ θεῖα καὶ σωτήρια.

Καὶ ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν, πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΚΕʹ. Φέρειν νοσοῦντας εὐχαρίστως τὰς νόσους. Φέρειν νοσοῦντας εὐχαρίστως τὰς νόσους. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Οὐκ ἐκ τοῦ ἅπαξ, ἢ δὶς, ἢ πολλάκις κατηχεῖν ὑμῖν ἀρκοῦμαι, ἀλλ’ ἤδη μοι τοῦτο ἔργον ἀδιάλειπτον, ὑπομιμνήσκειν καὶ νουθετεῖν καὶ παρακαλεῖν, προθυμεῖσθαι εὐαγγελίζεσθαι ὑμῖν τὰ ἀγαθὰ καθότι ἐστὲ ἐν τοῖς ἀγῶσι τῆς εὐσεβείας τὸν ἀσκητικὸν καὶ μακάριον διανύοντες βίον· καὶ γοῦν, ἔτι μακροτολμήσατε, ὑπομείνατε καὶ καρτερήσατε τὰς ἐπερχομένας ἐπηρείας ἀοράτους τε καὶ ὁρωμένας ἐκ δαιμόνων τε καὶ ἐξ ἀνθρώπων.

Τίς οὐκ οἶδεν ὅτι πολύαθλος ἡμῶν ἐστιν ὁ βίος; τίς οὐ μαρτυρεῖ ὅτι πολύθλιπτος ἡμῶν ἐστιν ὁ δρόμος; ἔνθεν οἱ καθημερινοὶ ἡμῖν ἐπανίστανται πόλεμοι· ἐκεῖθεν οἱ προγεγονότες ἡμᾶς τυραννοῦσιν ὄλεθροι· καὶ τὰ ἐκ τῶν ἀδελφῶν συμβαίνοντα, καὶ ὄλεθροι· καὶ τὰ οἱονεὶ ποντοποροῦμεν τὸ μέγα τοῦτο καὶ βαρύτατον τοῦ κόσμου πέλαγος· τὸ ἱστίον τῆς ἐλπίδος πετάσαντες καὶ πρὸς τῶν οὐρανῶν φερόμενοι. Ἀλλ’ εὔξασθε ἵνα πρῶτον μὲν ὁ κυβερνήτης ὑμῶν θεία δυνάμει καὶ εὐχαῖς, ἀνοίξῃ τοὺς ὀφθαλμοὺς τῆς διανοίας, καὶ βλέπων βλέψῃ, καὶ γρηγορῶν γρηγορήσῃ καλῶς ἀπευθύνειν καὶ πηδαλιουχεῖν τὸ σκάφος ὑμῶν πρὸς τὸν τῆς ζωῆς λιμένα. Ἔπειτα ὑμεῖς χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι διαπεραιοῦντες τὸν βίον τοῦτον οὕτως πολυμόχθως, ζωὴν αἰώνιον κληρονομήσετε. Πρὸς οὐδὲν οὖν ὀφείλομεν ἐνδοιάζειν, ἐγκόπτεσθαι καὶ ἐγκρατεῖσθαι, ἀλλ’ εὐθύμως καὶ προθύμως καὶ εὐσθενῶς, ἐμβιβάζεσθαι καὶ ἀναλαμβάνεσθαι ἐκεῖνα, δι’ ὧν ἐστι τὸν δράκοντα διάβολον καταπατεῖν καὶ τὰς ἐντολὰς τοῦ κυρίου ἐκπληροῦν.

Νέος εἶ ἀρτιφώτιστος; σπεῦσον καὶ δίωξον τὸ ταπεινὸν καὶ ὑπήκοον, ἵνα ταῖς καλαῖς ἀρχαῖς κατὰ μικρὸν ἀναβιβάζῃ εἰς τελειότητα· προβεβηκὼς ἐν τῷ σχήματι τυγχάνεις; ὡς τῇ ἀρετῇ προέχων καὶ μὴ ὡς τῷ βαθμῷ γνωρίσθητι, ἵνα ὡς ἀληθῶς ἔργῳ καὶ λόγῳ πρῶτος λογίζῃ.

Ταῦτα δὲ λέγω, ἐπειδῆ καταμανθάνω ἀδολεσχίας ἐν ὑμῖν καὶ ἔριδας γίνεσθαι, ταραχάς τε καὶ παροξυσμοὺς, καὶ ἀγανακτήσεις· ἀλλ’ οὐκ ἐν πᾶσιν· ἐρωτῶ δὲ, ἀδελφοὶ, καὶ ἐξ ὧν αἰτιῶν γεγένηνται; Οὐδαμόθεν ὡς ἔγωγε νομίζω; ἀλλ’ ἢ ἐκ τοῦ μὴ ἔχειν τὸ ἔργον τῆς ταπεινώσεως. Παρακαλῶ οὖν ὑμᾶς ὡς φησὶν ὁ ἀπόστολος· μὴ παιδία γίνεσθαι ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε· μηδὲ ἀδολεσχεῖτε εἰς οὐδὲν χρήσιμον· μηδὲ θέλοντες στῆσαι τῶν λόγων ῥητορεύετε καὶ μωρολογεῖτε τὸ καὶ τὸ ἐπιφέροντες καὶ καταιτιαζόμενοι. Τίς ἐστι φησὶν ἄνθρωπος ὁ θέλων ζωὴν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; αὐτὸς ὁ ἐρωτήσας, καὶ ἀνταποκρίνεται.

Παῦσον φησὶν τὴν γλῶσσαν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον· ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθὸν· ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν. Πόθεν τὰς καλᾶς ἡμέρας καὶ τὴν ἀτάραχον ζωὴν διῆγεν ὁ ἅγιος Δοσίθεος; Πόθεν ὁ τρισμακάριστος Δωρόθεος, ὁ ἀείμνηστος Ἀκάκιος, καὶ ἡ σύμπασα αὐτῶν ὁμήγυρις; Ἀλλ’ εἰ μή τι τολμηρὸν λέγω· πόθεν οἱ τινὲς τῆς συνοδίας ἡμῶν οἵ τε νῦν καὶ μεταστάντες διήλθοσαν μακαρίως καὶ ἁγίως καὶ ἀμερίμνως καὶ ἀταράχως;

Οὐκ ἐκ τούτου; οὐκ ἐκ τοῦ μηδὲν ἡγεῖσθαι ἑαυτὸν ἕκαστος, ἕτοιμον εἶναι πρὸς ὑπόπτωσιν παντὸς πράγματος; ἀλλ’ ἐμοὶ, ἵνα μὴ εἴπω ὑμῖν, ἡ κενοδοξία, καὶ ἡ αὐτοθελησία, καὶ ἡ φιληδονία προϊστάμενοι, οὐκ εὖ οὔτε τὸ εὐζωῇν, οὔτε τὸ εἰρηνεύειν, οὔτε τὸ ἐν ἀφελότητι καὶ ἀκακίᾳ διεξέρχεσθαι ἀγαθῶς τὰς ἐπικνήρους καὶ ὀλίγας τοῦ αἰῶνος τούτου ἡμέρας. Ὅστις οὖν ταράσσεται καὶ ἄχθεται ἑαυτὸν μεμψέσθω, καὶ μὴ τὸν πλησίον· ὅστις οὖν θέλει εὐθυπορῆσαι καὶ εὐνοῆσαι ψυχικῶς καὶ σωματικῶς, μηδὲν ἐκδικείτω τῶν οἰκείων ἐφέσεων· καὶ παύσουσιν αἱ λύπαι καὶ κατασιγάσουσιν αἱ θλίψεις, καὶ θῆρες ἄγριοι, κατὰ τὸν Ἰὼβ, τῷ τοιούτῳ εἰρηνεύσουσιν οὐχ ὅτι οἱ ὁμότροποι καὶ ὁμοδίαιτοι ἀδελφοί.

Διὰ ἱματίου τοίνυν οὐχ οἵου βουλόμεθα ἔνδυσιν· καὶ διὰ ὑποδήματος κεκομμένου, καὶ διὰ μαντίου οὐχ οἵου θέλομεν, περιβολὴν, καὶ διὰ διακονίας ὑπαλλαγὴν, καὶ διὰ προόδου ἐκκοπὴν, καὶ διὰ παραπληκτισμὸν ὑπομονὴν, καὶ διὰ ἐπιτιμήσεως ἐπιφορὰν, καὶ διὰ τοῦτο καὶ δι’ ἐκεῖνο τῶν μικρῶν τούτων, ἵν’ εἴπω καὶ μεγάλων καὶ εὐτελῶν, καὶ πολυτελῶν, ἡ βασιλεία τῶν οὐρανῶν ἡμῖν πρόκειται.

Ἀγωνισώμεθα οὖν, ἀδελφοί μου, ἀγωνισώμεθα ἕως πάρεστιν ἡμῖν ἰσχὺς, θεραπεύειν τὸν κύριον· καὶ μακάριος, ὃς τὴν διακονίαν αὐτοῦ ὡς τοῦ θεοῦ ἐποπτευόντος καὶ τελεῖ καὶ ἀποπληροῖ. Ἄρτι τοίνυν ὁ καιρὸς νοσώδης καὶ πολλοὶ τῶν ἀδελφῶν πεπτώκασιν· ἀνδρίζου λοιπὸν ὁ νοσοκόμων· ὁ καιρὸς ἦλθε τῆς ἐργασίας σου· σύναξον ὑπὲρ χρυσίον καὶ λίθους τιμίους, τοὺς τῆς νοσοκομίας μισθούς· καὶ ὑμεῖς οἱ νοσηλευόμενοι τοὺς τῆς ὑπομονῆς καρπούς. Μὴ ζητεῖτε πλέον τῶν διδομένων, ἵνα μὴ σὺν τῇ σαρκὶ καὶ τὴν ψυχὴν ἀσθενῆτε.

Τί δὲ οὕτως ἐστὲ οἱ μὲν ἀπαίδευτοι καὶ τοῦ ἰατροῦ παραγενομένου πάντες ἐπιτρέχετε, πάντες διερωτᾶτε, πάντες ὑποδεικνύετε τὰ μέλη, τὰ πάθη, τὰ νοσήματα· οὐκ αἰδεῖσθε ἀπὸ προσώπου τοῦ κοσμικοῦ; εἴθε μὴ δὲ ὅλως εἰσῄει ἐνταῦθα. Εἶτα ἐπειδὴ ἀναγκάζομαι διὰ τὸ θεράπευσθαι, τί μὴ φυλάσσετε τὴν τάξιν ὑμῶν καὶ διὰ τοῦ νοσοκόμου ὑποβάλλετε τὸ παριστάμενον, καὶ πάντως ἡ χρεία γενήσεται· ἀλλ’ ἡ ἀταξία αὕτη εἰς ἕτερα ἐκβάλλει ἡμᾶς βλαβερά. Μὴ οὕτως τέκνα, μηδαμῶς ἔτι γένηται· μηδὲ πάλιν τὴν ἀσθένειαν εἰς ἀφορμὴν ἀργίας λαμβάνετε· μετὰ τὴν ἀνακομιδὴ περιερχόμενοι εἰκῆ καὶ μάτην· μηδέ ἐστε ἀκρατεῖς, καὶ ἐκ τούτου νοσεῖτε διδόντες κόπον τοῖς ὑγιαίνουσιν· ἀλλὰ καὶ ὑμεῖς οἱ εὐρωστοῦντες διὰ τὸν κύριον καὶ τὴν φιλαδελφίαν ὑπομείνατε, τέκνα· καὶ συνυπουργήσατε καὶ βαστάξατε τὸ βάρος τῶν ἀδυνατῶν καὶ παρελάσωμεν καὶ τὸν μῆνα τοῦτον, καὶ μετέλθωμεν καὶ εἰς ἄλλον ἐνιαυτὸν μεταβιβαζόμενοι ἐν πνευματικωτέρᾳ ἀγωγῇ· ἵνα τὸν κύκλον τῆς ζωῆς ἡμῶν διερχόμενοι ἐν σεμνότητι καὶ βίῳ χρηστῷ τοὺς στεφάνους τῆς ζωῆς ἀναδησώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίω ἡμῶν· ᾧ ἡ δόξα, καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.