Ἐπεὶ οὖν ὁ ἀσωμάτως ἐκ πατρὸς πρὸ αἰώνων γεννηθεὶς, δι’ ἡμᾶς ὕστερον ἐνσωμάτως ἐκ τῆς ἁγίας Παρθένου ἐτέχθη, γεννηθῶμεν καὶ ἡμεῖς, οἱ πρότερον σωματικῶς, ὕστερον πνευματικῶς, κοινῶς μὲν οἱ πάντες ἐπὶ τοῦ ἁγίου βαπτίσματος, ἰδίως δὲ οἱ ἀπομονάζοντες διὰ τοῦ ἁγίου σχήματος. Διὸ ὀφείλομεν, τέκνα, καὶ νηπιάζειν, καὶ μάλιστα οἱ νεωστὶ σχηματισθέντες καὶ παιδίων μιμεῖσθαι ἀφελότητα· ἵνα ἐάν τις παροξύνῃ, ἢ παραπλήξῃ ἢ ὀνειδίσῃ, μὴ εὐθὺς θηριώμεθα, ἀναλογιζόμενοι τὴν σωματικὴν νεότητα, ἢ τυχὸν τὸ γῆρας, ἢ τὰ ἄλλα, ἢ ὅτι ἐπετροπεύσαμεν, ἢ ὅτι ᾠκονομήσαμεν, ἢ ἐπολιταρχήσαμεν, ἢ ἐδεσποτεύσαμεν, ἢ ἐκτητορεύσαμεν, ἤ τι τοιοῦτον. Ἐπεὶ οὔπω ἐγεννήθημεν κατὰ Χριστὸν, ἀλλ’ ἐν πᾶσι καὶ κατὰ πάντα ὑποτασσόμενοι τοῖς πνευματικοῖς γονεῦσιν. Ὁ γὰρ τὰ πάντα ὑποτάσσων τῷ λόγῳ τοῦ προστάγματος αὐτοῦ, ὑποτάσσετο, ὑποταγῆς μέτρα καὶ εὐπειθείας ἀποπληρῶν πρὸς τὴν τεκοῦσαν· τὸ γὰρ ὅτι ὀνειδίζετο καὶ ὑβρίζετο ἀκούων παρὰ τῶν δυσμενεστάτων γραμματέων καὶ φαρισέων δαιμόνιον ἔχειν, καὶ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλειν τὰ δαιμόνια, καὶ υἱὸν τοῦ τέκτονος, καὶ ὅσα ἄλλα ἐπονείδιστα, τί δεῖ καὶ λέγειν; Ὁπότε καὶ ἐμπτυόμενος καὶ ῥαπιζόμενος, σταυρούμενός τε καὶ προσηλούμενος καὶ λογχευόμενος, οὐδὲ φωνὴν ἠφίει, ἢ μόνον εὐχαριστήριον καὶ εὐκτήριον.