Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Κατηχήσεις μεγάλαι

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΚΣΤ΄-Λ΄: Η ενατένιση των ουρανίων και το μυστήριο της Γεννήσεως

Εστιάζει στην πνευματική ανατατική θεώρηση των ουρανίων, στην εσωτερική κάθαρση και στη μίμηση της θείας συγκατάβασης με αφορμή το μυστήριο της Γεννήσεως του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 6 από 22

ΛΟΓΟΣ ΚϚʹ. Τὸν νοῦν ἰθύνειν δεξιῶς πρὸς τὸν πόλον. ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ, Ὧδε ὁ νοῦς ἀεὶ· ὧδε ἡ καρδία γρηγοροῦσα εἰς τὸ ἔργον τοῦ θεοῦ, εἰς τὸ σκάμμα τῆς ἀσκήσεως· ἀλλὰ μὴ τῇδε καὶ τῇδε ἀλωμένη ὡς αἰχμάλωτος· μὴ γὰρ τῇ θαλάσσῃ, ἐπιλείπει ὕδωρ, ἢ τῷ ἀναπνέοντι ἀήρ; οὕτω πολλῷ μᾶλλον οὐδὲ ἡμῖν ὀφείλει ἐπιλείπειν ἀγαθὴ ἔννοια ἀποβλέπουσιν εἰς τὸ ἄπειρον πέλαγος τῶν θαυμασίων τοῦ θεοῦ, ἐν οἷς ἐμφιλοχωρῶν ὁ νοῦς, οὐκ ἄγει σχολὴν ἐμματαιάζειν τῷ βίῳ καὶ τοῖς τῆς πονηρίας λογισμοῖς συναναπλέκεσθαι. Φύσει γὰρ ἀεικίνητος ὢν οὐ δύναται ἠρεμεῖν, ἀλλὰ πρὸς ὅπερ ἂν αὐτὸν ἀπευθύνωμεν, ἀνάγκη φέρεσθαι, εἴτε δεξιῶς, εἴτε ἀριστερῶς· καὶ εἰ μὲν δεξιῶς, ἔχει τὰ τοῦ δαυῒδ φθέγγεσθαι· Κύριε ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν. Εἰ δὲ ἀριστερῶς τὸν ἑξῆς στίχον· Ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος. Ἀποστροφὴ γὰρ θεοῦ ἐστὶν ἡ ἐν τοῖς ματαίοις ἐντριβή· καὶ ταραχή ἐστι τῆς ψυχῆς ὀλέθριος, ἡ διὰ πονηρίαν σχολή.

Διόπερ σπουδάσωμεν δεξιῶς αὐτὸν ἀπευθύνεσθαι πάντοτε, καὶ καλὰ θεάματα ὁρᾷν. Τίνα ταῦτα; τὰς ἀγγελικὰς καὶ οὐρανίους δυνάμεις· τὰ ἐκεῖσε ἄῤῥητά τε καὶ ἀμήχανα κάλλη, τὰς φωτοειδεῖς σκηνὰς τῶν ἀποστόλων, τῶν προφητῶν, τῶν μαρτύρων, τῶν ἁπάντων δικαίων, αὐτὸ τὸ οὐράνιον κύτος, τὴν ἡλιακὴν ἀκτῖνα, τὸ σεληνιαῖον φῶς, τὰς τῶν ἀστέρων χοροστασίας, ὅσα ἄλλα ὑπὸ τὴν αἴσθησιν· οὐκ ἵνα ἐν αὐτοῖς ἐναπομείνῃ ἀλλ’ ἵνα δι’ αὐτῶν ἀναθεωρῶν τὸν γενεσιουργὸν τῶν ἁπάντων θεὸν φυλάττῃ τὸ ἑαυτοῦ κάλλος ἀπαράφθαρτον.

Καὶ γὰρ ἐκάλλυνεν ἡμᾶς ὁ θεὸς, κατ’ ἀρχὰς μὲν, ἐν τῷ παραδείσῳ διὰ τοῦ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἀξιώματος. Εἰ καὶ ὅτι μάλιστα διὰ παρακοῆς ἐζοφώσαμεν ἑαυτούς τε καὶ συνεχέαμεν· πάλιν ἐκάλλυνεν ἡμᾶς ἐν τῇ χάριτι διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινίσεως Πνεύματος ἁγίου, οὐ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν. Ἀλλ’ ὅμως κανταῦθα ἠχρειώθημεν, τρίτον ἐκάλλυνεν ἡμᾶς ἐν τῷ τῆς παρθενίας ἐπαγγέλματι χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον τῇ σταυροφόρῳ ζωῇ, ἐπίσης τῷ βαπτίσματι. Τοιγαροῦν μεινάτω ἐν τῷ ἑαυτῆς κάλλει ἡ ψυχὴ ἡμῶν· ὡς ἂν ἀξιωθείη ἀκοῦσαι· Ὅλη καλὴ ἡ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί. Εἰ δὲ καὶ φθάνει μωμεῖσθαι, ἐπειδήπερ ὑπὸ τροπὴν ἐσμὲν καὶ οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὔτε καυχήσεταί τις ἁγνὴν ἔχειν τὴν καρδίαν· ἀλλὰ τοῖς δάκρυσι καθαιρώμεθα· Πλυνεῖς με γάρ φησι, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Καὶ πάλιν·

Λούσασθε καθαροὶ γίνεσθε· ἀφέλετε τὰς πονηρίας τῶν ψυχῶν ἡμῶν. Καὶ μακαρία ἡ οὕτως ἀεὶ καθαίρουσα ἑαυτὴν, ἡ ἀπολελυμένη πάσης σχέσεως, καὶ μόνον τὸν θεὸν καὶ σχέσιν καὶ πόθον καὶ ἔρωτα κεκτημένη· ἡ καθ’ ἑκάστην ἡμέραν προσδεχομένη τὸν θάνατον ἡδέως· ἥξει γὰρ πάντως, καὶ ἀποτίσομεν καὶ ἡμεῖς τὸ ὀφειλόμενον χρέος· ἀλλ’ εἴθε ὁσίως, ἀλλ’ εἴθε δικαίως· ὡς ἂν τὸ λείψανον ἑκάστου ἡμῶν, ἀσπαστὸν εἴη τοῖς ὁρῶσι τοῖς ψαύουσιν, ὡς σκεῦος ἐκλογῆς, ὡς ὅπλον δικαιοσύνης· ἥτε ψυχὴ ἡμῶν ὑπὸ ἁγίων ἀγγέλων προσλαμβανομένη εἰς ζωὴν αἰώνιον.

Ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΚΖʹ. Στέγειν τὰ πάντα πλὴν μετ’ εὐχαριστίας. ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ, Λύχνον καιόμενον ἔχοντες ἐν ἡμῖν τὸ φίλτρον τοῦ κυρίου, καὶ τὸν πόθον τῶν αἰωνίων ἀγαθῶν, ὀφείλομεν ἑκάστοτε ἐπιβάλλειν τὸ τῆς χρίσεως ἔλαιον· ἵνα μήπως ἀποσβεσθεὶς ἐπισκοτάσῃ, καὶ ὡς ἐν νυκτὶ ὧδε κᾀκεῖσε πλανώμενοι, τοῖς πάθεσι κινδυνεύσωμεν.

Τί οὖν τὸ ἔλαιον; ἡ ὑπόμνησις, ἡ ἀνάμνησις, ἡ ἀναλόγησις, ἡ ἀναγνώρισις τῶν προγεγεννημένων, τῶν ἤδη παρισταμένων, καὶ μελλόντων. Ἀναμνησθῶμεν τοιγαροῦν ἡμέρας ἐκείνας τῆς νεότητος ἡμῶν, ἐν αἷς ἦμεν ὡς ἐν σκότει ἐν τῇ ἀγνοίᾳ πορευόμενοι· ἢ ὡς ἐν θαλάσσῃ τοῖς πράγμασι κυμαινόμενοι· καὶ ὅθεν ἡμᾶς ὁ ἀγαθὸς θεὸς ἀνεκαλέσατο, καὶ ἄποθεν ἀνεῤῥύσατο, καὶ ἐκ ποίων καὶ ἡλίκων παθῶν ἀνέσκασε, καὶ χεῖρα ὀρέξας ἀνέστησε, καὶ δραμεῖν ἡμᾶς πρὸς τὸ φωτεινὸν καὶ ἅγιον σχῆμα τοῦτο παρωρμήσατο· πόσων καὶ πηλίκων ἄλλων, συγγενῶν, ἰδίων, ἑταίρων, συνήθων, φίλων, γνωρίμων ἐναπομεινάντων, καὶ μόνων ἡμῶν ὡς ἐξ αἰγυπτιακῆς δουλείας ἐξεληλυθότων, καὶ εἰς τὸ ὑψηλὸν τοῦτο τῆς πολιτείας ὄρος ἀναβεβηκότων, καὶ ἐντεῦθεν ἀποσκοπούντων. καὶ θεωρούντων ὡς ἐν βαθυτάτῳ τινι τόπῳ· πῶς βάλλουσί τε καὶ βάλλονται ὑπ’ ἀλλήλων ἄνθρωποι, μοχθοῦντες εἰκῆ καὶ μάτην· καὶ ἐν τοῖς ἀπολλυμένοις καὶ ἀστάτοις καὶ ῥέουσι μέγαν τινὰ καὶ ἀνένδοτον ἱδρῶτα ἐπιδεικνύμενοι· καὶ εἴθε μέχρι τούτου, ἀλλὰ μὴ εἰς ἀνταπόδοσιν αἰωνίας κολάσεως. Ὑπὲρ οὖν τῆς τοιαύτης μόνης ἀπολυτρώσεως, πόσην καὶ ἡλίκην ὀφείλομεν τῷ θεῷ χάριν εἰδέναι, καὶ ἀνταποδιδόναι αὐτῷ ἀνταπόδοσιν ὑπὲρ ὧν ἡμῖν ἀνταπέδωκεν. Ἡ δὲ ἀνταπόδοσις αὕτη, ἡ ἀποταγὴ ἡμῶν καὶ ἐκ κόσμου ἀποφυγὴ καὶ ἐξ ἰδίων ἀπαγωγὴ· καὶ ἡ ἐν ὑποταγῇ μακαρία ζωή.

Λοιπὸν οὖν ἐγνωκότες τὴν τοῦ θεοῦ δωρεὰν, εὐχαριστήρια προσάγωμεν, καὶ μὴν ἑορτάζοντες διαβιβαζώμεθα τὰς ἡμέρας τῆς παροικίας ἡμῶν· ὑπὲρ τὸν Ἰσραὴλ μᾶλλον ᾄδοντες καὶ ψάλλοντες· ᾌσωμεν τῷ κυρίῳ ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν εἰς ἀπωλείας θάλασσαν;

Ἐπεὶ δὲ οὕτως λελυτρώμεθα, χρεία ἄρτι καλῶς, ἡμᾶς τὴν ἔρημον τοῦ βίου διαβιβάζεσθαι πειθηνίους τε εἶναι, καὶ φιληκόους, ὑπομονητικούς τε καὶ μακροθύμους, φιλάγνους τε καὶ φιλεντόλους· ἀλλὰ μὴ κατὰ τὸν παλαιὸν λαὸν γογγυστάς τε καὶ ἀνηκόους, φιλοσάρκους τε καὶ φιληδόνους, αὐθάδεις τε καὶ ἀντιλόγους καὶ κατ’ αὐτοῦ τὸν νομοθέτην ἀντάρτας, μιμνησκομένους οἱονεὶ κρεῶν καὶ λεβήτων, κρομύων τε καὶ σκορόδων αἰγυπτιακῶν, ἅτινά εἰσι τὰ δυνάμει θεοῦ ἀποσταγέντα καὶ ἀπαρνηθέντα ἡμῖν. Μὴ οὖν οὕτως μηδαμῶς παρακαλῶ, ἀλλ’ ὡς λαὸς τοῦ θεοῦ ἅγιος ἐσόμεθα· ἀπαραπίκραντος, εὐήκοος, εὐμετάφορος, ὅπου καὶ ἡνίκα καὶ ὅτε καὶ ὅθεν βούλεται, διὰ τῶν συμβαινουσῶν καὶ ἀποδεικνυμένων ἐντολῶν αὐτοῦ, ἀγόμενοι καὶ περιαγόμενοι καὶ περιποιούμενοι καὶ φέροντες τὰ τῆς ὁδοῦ λυπηρά. Κὰν λεῖψις βρώματος, κἂν σπάνις πόματος, κἂν ἄλλο τι τῶν εἰωθότων καὶ ἐὰν οὕτως πεποιθότες ὦμεν ἄγγελος θεοῦ ἡμῶν προπορεύσεται, καὶ κύριος ὑπὲρ ἡμῶν πολεμήσει τὰ πάθη ὡς ἀλλόφυλα ἔθνη, καὶ εἰσελευσόμεθα οὐκ εἰς γῆν Ἀμωῤῥαίων καὶ Χαναναίων καὶ Φερεζαίων καὶ Ἐυαίων, ἀλλ’ εἰς τὴν γῆν ἐκείνην τῶν πρᾳέων καὶ δικαίων, καὶ εἰς γῆν ῥέουσαν μέλι καὶ γάλα· καὶ ἀθάνατον καὶ ἀκόρεστον, καὶ κατακληρονομήσομεν πάντα τὰ ἐν ἐπαγγελίαις ἀγαθά· συμβασιλεύοντες τῷ δεσπότῃ Χριστῷ.

Βλέπετε οὖν, ἀδελφοὶ, τὰ προκείμενα ἡμῖν ἀνταποδοτήρια· σύνετε τὰ ἑτοιμαζόμενα ἡμῖν ἀπολαυστήρια· καὶ μὴν καὶ τὰ ἀντικείμενα τοῖς ἀτημελῶς βιοῦσι κολαστήρια καὶ τιμωρητήρια. Καὶ τί πέπονθεν ὁ δυσήκοος ἐκεῖνος λαὸς ἐννούμενοι· καὶ εἰς ὅ τι οἱ εὐήκοοι ἀντεπεισέρχονται, καὶ δράμωμεν, καὶ διώξωμεν ἐν πολλῇ προθυμίᾳ, ἐν ἀκαταγωνίστῳ ὑπομονῇ ἐπικρατοῦντες τὰς διακονίας ἡμῶν ἱερῶς, ὡς υἱοὶ τοῦ Καὰδ καὶ τοῦ Μεραρῆ, τὰ ἅγια σκεύη ἐκεῖνα· καὶ αἴρωμεν τὴν σκηνὴν τῆς διαθήκης κυρίου, τὸν εὐαγγελικὸν αὐτοῦ νόμον ἀνολιγώρως. Μηδεὶς οὖν ἀνήκοος, μηδεὶς γογγυστὴς, μηδεὶς ψιθυριστὴς, μηδεὶς κατάλαλος, μηδεὶς παῤῥησιαστὴς, μηδεὶς ψευδολόγος· μηδεὶς γελωτοποιὸς· μηδεὶς ζηλοπαθὴς, μηδεὶς φθονοποιὸς, μηδεὶς ἀεργὸς, μηδεὶς συκοφάντης, μηδεὶς ἐν μηδενὶ μωμούμενος τὴν ἁγίαν πολιτείαν· ἀλλὰ πάντες πανσθενεὶ πάντα τὰ ἀρεστὰ τῷ θεῷ πράττοντες· ἵνα ἐν τούτοις ἐπιτελέσαντες τὸν καλὸν ἀγῶνα, τὸν τῆς δικαιοσύνης στέφανον ἀναδησώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΛΟΓΟΣ ΚΗʹ. Ζητεῖν ξένην γέννησιν ἐνθεεστέραν. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Ἀνεῤῥωσάμην ἤδη τῆς ἀσθενείας μου εὐχαῖς ἡμῶν· ἀλλὰ διὰ τὸ μὴ προσβλαβῆναί με αὖθις οὔτε διανυκτερεύω, οὔτε κατὰ πρόσωπον ὑμῶν ὁμιλῆσαι ἔκρινα τανῦν· ἔχοντες δὲ τὸν νοῦν ὑμῶν πεφωτισμένον ἐκ τῆς ἑκάστοτε γινομένης ὑμῖν προσευχῆς καὶ ἀκροάσεως τῶν τε θείων ἀναγνωσμάτων, καὶ μέν τοι καὶ ψαλμῳδίας τῆς ἐν ἑκάστῃ ὥρα, αὐτοὶ ἑαυτοὺς κατηχήσατε καὶ συνετίσατε, καὶ συνεισβάλετε ἐν ταῖς καρδίαις ἡμῶν λόγους καὶ τρόπους τῆς πρὸς θεὸν εὐαρεστήσεως. Ἰδοὺ οὗν καὶ ὁ καιρὸς τῆς τοῦ Χριστοῦ ἡμῶν γεννήσεως.

Καὶ τίς ἄξιος τῆς εἰλικρινοῦς κοινωνίας τοῦ μυστηρίου; Ἁγνείας γὰρ εὐθὺς ἐξαστράπτει λαμπηδών. Ἐκ παρθένου γὰρ ὁ κύριος τίκτεται· ταπεινοφροσύνης ἀνατέλλει ἥλιος· ἐν φάτνῃ γὰρ ἀλόγων ὁ δημιουργὸς τῶν ὅλων καὶ Λόγος τοῦ ἀνάρχου Πατρὸς κατατίθεται· ἀγάπης διαλάμπει φωστὴρ· διὰ γὰρ φιλανθρωπίαν ὁ βασιλεὺς τῶν ὅλων ὡς παιδίον ὑπομάζιον τῇ Θεοτόκῳ μητρὶ διαβλέπεται, ἐπιβουλεύεται, φυγαδεύεται, τὰ ἄλλα πάντα πάσχων, φέρει· ἵνα ὅπερ ἐδημιούργησε πλάσμα ἐξ ἀπειθείας πεσὸν πάλιν ἀνασώσηται.

Κοινωνία τοίνυν τοῦ μυστηρίου ἡ κατὰ τὰ προλεχθέντα, κατὰ τὸ δυνατὸν ἀνθρώπῳ, μίμησις αὕτη ἐστίν. Ἔστω πᾶς οὖν λοιπὸν ὁ θέλων κοινωνὸς γενέσθαι Χριστοῦ, πρῶτον ἁγνὸς, δεύτερον ταπεινόφρων, εἶτα ἀγάπης δημιουργός· λοιδορούμενος καὶ μὴ λοιδορητικός, πάσχων. καὶ μὴ ἀπειλητικός, πάντα στέγων, πάντα ὑπομένων, μὴ ἔχων τὸν τοῦ Ἡρώδου φθόνον, μὴ τὸ ψυχοκτονητικὸν πάθος, μηδὲ τὴν ἰουδαιόφρονα ἀπιστίαν καὶ ἰδιογνωμοσύνην·

Καιρὸς τοίνυν γεννήσεως τέκνα ἠγαπημένα· δυνατὸν ἡμᾶς διὰ τῆς μεταποιήσεως ἀναγεννηθῆναι πρὸς τὴν ἐνθεωτέραν ζωὴν· ἐὰν δι’ ἀμελείας ἀποῤῥαθυμήσας νωθρὸς καὶ παρειμένος γέγονας πρὸς τὰς σωματικάς σου κινήσεις, καὶ εἰς τὰς ψυχικάς σου ἐργασίας, ἀντιλογῶν ἀφηνιάζων, δουλοπρεπῶς κλέπτων τὴν ἁμαρτίαν, καὶ οἷον ἀποτεθνηκὼς ἐν κακίᾳ, πάλιν διὰ συλλήψεως φόβου θεοῦ, καὶ ἐννοίας τῶν ἀποκειμένων φοβερῶν κριτηρίων, ἀναγεννήθητι, ἐλθὲ εἰς φῶς, αὔξησον τὴν καλὴν ἡλικίαν, καὶ γενοῦ συνηλικιώτης Χριστοῦ, ἀπελαύνων τοὺς πονηροὺς λογισμοὺς, ὡς τοὺς χριστοκαπήλους ἐκ τοῦ ἱεροῦ ὁ κύριος. Εἶθ’ οὕτως λαμβάνεις λόγον σοφίας καὶ συνέσεως, καὶ καθ’ ὁδὸν ἀνιῶν ἐπὶ τὰ λελεώτερα ἀξιῶσαι καὶ τὸν πειραστὴν διάβολον ῥίψαι· καὶ μέν τοι καὶ εἰς κριτήριον ἀχθῆναι καὶ ῥαπισθῆναι· τοῖς πολλοῖς τρόποις τοῖς καθ’ ἑκάστην ἡμέραν ἐπιγινομένοις τῇ ἀδελφότητι, καὶ οἷα ξίφεσί τε τισὶ καὶ καλάμοις τὴν κάραν τυφθῆναι καὶ σταυρωθῆναι, καὶ φθάσαι καὶ ἐπ’ αὐτοῦ τοῦ θανάτου τῆς παντελοῦς ἐκκοπῆς καὶ νεκρώσεως τῶν οἰκείων ἐφέσεων καὶ θελήσεων. Οὕτως ἐστὶ τὸ συσταυρωθῆναι Χριστῷ καὶ συντεθνᾶναι· ὁ δὲ συσταυρούμενος καὶ συνδοξασθήσεται, ὁ συνταπτόμενος, καὶ συναναστήσεται· καὶ ὁ συμπεπονθὼς, καὶ συμβασιλεύσει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Κατὰ τοῦτο οὖν καὶ ὑμεῖς τῶν ἀποκειμένων ἀγαθῶν ἀπολαύσετε, εἴπερ ἐπιμένοιτε ζέοντως καὶ ὁλοπροθέως ἐν τῇ ὁδῷ τοῦ θεοῦ πορευόμενοι, καὶ ἀφιέντες τὰς παρατροπάς.

Ἀλλ’ εἰσί τινες ἐξ ἡμῶν ἐυεπηρέαστοι, οὓς κύριος ὁ θεὸς ἕλξειεν εἰς τὸ μέτρον, ἵνα μηδεὶς ἀπόπεμπτος τῆς βασιλείας τῶν οὐρανῶν γένηται. Φείσασθε τὰς θορυβοποιοὺς ἕξεις, συνέρχεσθε ἐπιτοαυτὸ, ἀλλ’ ἡσύχως· καὶ λαλοῦντε, ἀλλὰ μὴ πολλά. Καὶ ταῦτα δὴ χρηστῶς, καὶ γλυκέως, καὶ ἐπιτηδείως, καὶ ὠφελίμως. Γινωσκέτω ἕκαστος τὴν ἰδίαν τάξιν· μὴ ὢν γλῶσσα, σιγάτω· ὢν δὲ χεὶρ, ἐργαζέσθω· εἰ δὲ ποῦς, βαδιζέτω· ὁ ἀσθενῶν, ὑπερετείσθω· ὁ δὲ ἀνακομισθεὶς ἐγειρέσθω καὶ διακονείτω. Μὴ πάντες ἐπὶ τὰ προπόματα καὶ προγεύματα· μὴ πάντες ἐπὶ τὴν οἰνοποσίαν· μὴ πάντες τὰ ἑαυτῶν, ἀλλὰ τὰ ἑτέρου, κατὰ τὸν Ἀπόστολον, ἕκαστος διωκέτω. Ἀλλ’ οὐχ οὕτως τινὲς· ἐπεὶ οἱ πολλοὶ εἰς τὰ ἔργα ἔξω ἔμελλον τρέχειν καὶ ἀστενοχώρητοι οἱ κελλαρίται, καὶ τὰ μαγειρεῖα οὐκ ὀχλητικὰ· καὶ οἱ οἰκονομοῦντες οὐ πολυφρόντιδες καὶ πολυαπολόγητοι· τοὐναντίον δὲ οὐ φθάνει ἀναπνεῖν ὁ οἰκονομῶν, ἑνὶ ἑκάστῳ ἀπολογούμενος, ὁ κελλαρίτης τὸ αὐτὸ, ὁ ὀψοποιὸς περιστοιχιζόμενος ἐκ τοῦ πλήθους· οἱ τῶν ἔργων ἐπιστατοῦντες, ζητοῦντες καὶ μὴ εὑρίσκοντες τοὺς συνεργαζομένους.

Ἀλλὰ ταῦτα μὴ γενηθήτωσαν, ἵνα μὴ ἔλθωσι βαρέα ἐπιτίμια ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας. Σύνετε μὴ πῦρ ἔλθη οὐρανόθεν· τὸ δὲ πῦρ, οὐ τοιόνδε ὁρᾶς, οὐ ξύλοις συνιστάμενον, ἀλλὰ κατὰ ψυχὴν ἐνεργούμενον. Ἐξ οὗ τι γενήσεται καὶ συμβήσεται, οἴδασιν οἱ ἀπαίδευτοι κατ’ ἐμέ. Περιαθρήσω, καὶ περιάξω, καὶ περικρατήσω, καὶ περικρατήσω καὶ περισφίγξω τοὺς πάντας ὑμᾶς, ἵνα μὴ θεὸς παραπικραίνηται, καὶ μάλιστα ἐν τῇ πόλει ταύτῃ κατοικούντων ἡμῶν. Αὐτὸς δὲ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δώσει ὑμῖν πνεῦμα προθυμίας, πνεῦμα ἐνεγέρσεως, πόθου οὐρανίου, ζήλου πνευματικοῦ, σπουδῆς πατρικῆς· καὶ φωτίσει ὑμᾶς, φωτὶ γνώσεως· καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΚΘʹ. Ζηλοῦν ἑκοντὶ νηπίων ἀκακίας. ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ, Τὴν ἑορτὴν ἤδη ἑορτάσαμεν τῶν γενεθλίων τοῦ Χριστοῦ καὶ τὰ εἰκότα ἀπεπληρώσαμεν εὐφρανθέντες καὶ ἀγαλλιασάμενοι ἐν ταῖς θείαις ὑμνωδίαις καὶ ταῖς ἱεραῖς ἀναγνώσεσι, καὶ οὐδὲν παρὰ τὸ εἰκὸς γέγονε χάριτι Χριστοῦ· ἀλλὰ καὶ εἴ τι σωματικὸν πρὸς παράκλησιν καὶ τοῦτο μετὰ εὐταξίας καὶ τῆς καθηκούσης συμμετρίας. Δεδώκαμεν δὲ καὶ τὸ ἄγιον σχῆμά τινι τῶν ἀδελφῶν, καὶ χαρὰ γέγονε ἐν οὐρανῶ. καθὼς γέγραπται. Οὕτως ἤδη τὰ πάντα χαρίζεται ἡμῖν ὁ κύριος πλουσίως καὶ μεγαλοδώρως. Καὶ τί ἀνταποδώσωμεν τῇ ἀγαθότητι αὐτοῦ ὑπὲρ ὧν ἀνταποδίδοσιν ἡμῖν, ἢ τὸ μιμεῖσθαι αὐτὸν καθ’ ὅσον οἷόν τε. Βλέπετε, τέκνα καὶ ἀδελφοὶ, τί γέγονε; καὶ ἐξ οἵου ὕψους θεότητος εἰς οἷον ταπεινώσεως μέτρον καθῆκεν ἑαυτῷ. Θεὸς γὰρ ὢν καὶ κύριος τοῦ παντὸς δούλου μορφὴν ἀνάλαβε, κυηθεὶς ἐκ τῆς ἁγίας θεοτόκου, καὶ ὡς βρέφος ἐσπαργανώθη καὶ ὡς παιδιὸν ἐγαλακτοτροφήθη. Καὶ ταῦτα ταπεινῶς καὶ εὐτελῶς, ὑπὸ γὰρ σπήλαιον ἐτέχθη, καὶ ἐν φάτνῃ ἀνακλήθη, καὶ τὸ ὁρώμενον κατὰ μικρὸν ηὐξήθη, καὶ ἐκ τοῦ παιδὸς τελεῖ εἰς μειράκιον, καὶ οὕτως εἰς ἄνδρα τέλειον· ὅτε καὶ καταδέχεται βαπτίσασθαι, πηγάζων ἡμῖν τῆς ἀναγεννήσεως τὸ λύτρον. Τὰ γὰρ ἑξῆς μεταληπτέα· λέγω δὴ τὴν παράδοσιν, τὰ ζωοποιὰ αὐτοῦ πάθη, τὴν σταύρωσιν, τὸν θάνατον, τὴν τριήμερον ἀνάστασιν.

Τοῦτο οὖν ὅλον, ὡς οἴδατε, δι’ ἡμᾶς γέγονεν, ἵνα καὶ ἡμεῖς ἐφ’ ὅσον οἷον τε παραζηλοῦμεν αὐτόν.

Ἐπεὶ οὖν ὁ ἀσωμάτως ἐκ πατρὸς πρὸ αἰώνων γεννηθεὶς, δι’ ἡμᾶς ὕστερον ἐνσωμάτως ἐκ τῆς ἁγίας Παρθένου ἐτέχθη, γεννηθῶμεν καὶ ἡμεῖς, οἱ πρότερον σωματικῶς, ὕστερον πνευματικῶς, κοινῶς μὲν οἱ πάντες ἐπὶ τοῦ ἁγίου βαπτίσματος, ἰδίως δὲ οἱ ἀπομονάζοντες διὰ τοῦ ἁγίου σχήματος. Διὸ ὀφείλομεν, τέκνα, καὶ νηπιάζειν, καὶ μάλιστα οἱ νεωστὶ σχηματισθέντες καὶ παιδίων μιμεῖσθαι ἀφελότητα· ἵνα ἐάν τις παροξύνῃ, ἢ παραπλήξῃ ἢ ὀνειδίσῃ, μὴ εὐθὺς θηριώμεθα, ἀναλογιζόμενοι τὴν σωματικὴν νεότητα, ἢ τυχὸν τὸ γῆρας, ἢ τὰ ἄλλα, ἢ ὅτι ἐπετροπεύσαμεν, ἢ ὅτι ᾠκονομήσαμεν, ἢ ἐπολιταρχήσαμεν, ἢ ἐδεσποτεύσαμεν, ἢ ἐκτητορεύσαμεν, ἤ τι τοιοῦτον. Ἐπεὶ οὔπω ἐγεννήθημεν κατὰ Χριστὸν, ἀλλ’ ἐν πᾶσι καὶ κατὰ πάντα ὑποτασσόμενοι τοῖς πνευματικοῖς γονεῦσιν. Ὁ γὰρ τὰ πάντα ὑποτάσσων τῷ λόγῳ τοῦ προστάγματος αὐτοῦ, ὑποτάσσετο, ὑποταγῆς μέτρα καὶ εὐπειθείας ἀποπληρῶν πρὸς τὴν τεκοῦσαν· τὸ γὰρ ὅτι ὀνειδίζετο καὶ ὑβρίζετο ἀκούων παρὰ τῶν δυσμενεστάτων γραμματέων καὶ φαρισέων δαιμόνιον ἔχειν, καὶ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλειν τὰ δαιμόνια, καὶ υἱὸν τοῦ τέκτονος, καὶ ὅσα ἄλλα ἐπονείδιστα, τί δεῖ καὶ λέγειν; Ὁπότε καὶ ἐμπτυόμενος καὶ ῥαπιζόμενος, σταυρούμενός τε καὶ προσηλούμενος καὶ λογχευόμενος, οὐδὲ φωνὴν ἠφίει, ἢ μόνον εὐχαριστήριον καὶ εὐκτήριον.

Πάτερ, γάρ, φησιν, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν αὐτῶν, οὐ γὰρ οἴδασί τι ποιοῦσι. Ἰδοὺ οἱ θέλοντες σώζεσθαι μιμνησκέσθωσαν τὰ τοιαῦτα ἐξ ὀλίγου πῶς, εἴπερ συγκληρονόμοι τῶν ἁγίων αἱροῦνται γενέσθαι. Βλέπετε οὖν λοιπὸν δὴ πάντες μὲν, μάλιστα δὲ οἱ ἀποκαταρθέντες ἄρτι, πῶς μέλλεσθε ἑαυτοὺς διαφυλάττειν εὐλαβεῖς καὶ εὐθέτους καὶ εὐηκόους ἐν ἅπασι, μὴ ἀλλοιούμενοι ἐκ τῆς καλῆς ἀλλοιώσεως, μηδὲ μωμούμενοι τὸ καθαρὸν ἡμῶν ἐπάγγελμα. Εἰ δὲ οἱ ἀρτιπαγεῖς οὕτως, πόσῳ γε μᾶλλον οἱ προβεβηκότες χρεωστοῦμεν ἀσφαλεῖς καὶ ἀκράδαντοι εἶναι, τυποῦντες δι’ ἑαυτῶν καὶ τοὺς κατωτέρους, καὶ φωτίζοντες διὰ τῆς ἀγαθῆς πολιτείας; Οὐδὲ γὰρ διὰ τοῦτο προηγοῦνται λύχνοι ἵνα σκοτίζουσι, ἀλλ’ ἵνα φαίνωσι· οὐδὲ διατοῦτο προπορεύονται ὁδῆται ἵνα πλανῶσι, ἀλλ’ ἵνα σώσωσιν. Εἰ δὲ ἐναντία τῶν ἐναντίων εἰσὶν, ὅπερ ἀπείη ἐφ’ ὑμῖν λέγεσθαι, διατοῦτο προσέχετε ἀπὸ κεφαλῆς ἕως ποδῶν, οἱ τῶν διακονιῶν, οἱ τῶν ἐξουσιῶν, μή τι γίνεται κατὰ πρόσκλησιν, κατὰ περιφρόνησιν, κατ’ ὄχλασιν, ἀλλ’ ἐν ἅπασιν οἱ πάντες θείως καὶ τερμῶς τὰ τοῦ θεοῦ τελῶμεν καὶ συντελῶμεν, ἵνα θεραπεύηται Χριστὸς δι’ ἡμῶν τῶν ἁμαρτωλῶν, ἵνα δοξάζηται, ἵνα χαίρῃ. Ἐπεὶ δὲ οἱ ἅγιοι ἄγγελοι αὐτοῦ, ἐπεὶ καὶ οἱ ἅγιοι πάντες, μάλιστα οἱ πατέρες καὶ ὁμόσχημοι καὶ ὁμοταγεῖς ἡμῶν.

Καλὸν δέ ἐστι μηδὲ τοῦτο ἀποκρύψαι, ὅτι καὶ ἡ ταπείνωσίς μου μᾶλλον καὶ μᾶλλον ἀναπαυομένη ἐστὶν εἰς τὴν ἁγιοσύνην ὑμῶν· ὅτι κάλλιστα καὶ εὐθύνεσθαι ἤρξατο, ὅτι εὐτακτεῖ, ὅτι οὐ διαμάχεται, ὅτι γαληνιᾷ.

Ἀλλ’ ἐκ θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἐμοῦ· ἐξ ὑμῶν αὐτῶν τῆς ἀγαθῆς προθέσεως, ἀλλ’ οὐκ ἐξ ἀμελείας μου. Δοίη δὲ ὑμῖν κύριος ὁ θεὸς ἔτι καὶ ἔτι δύναμιν καὶ κραταίωσιν καθαίρεσθαι καὶ ὑψοῦσθαι καὶ βελτιοῦσθαι καὶ λαμπρύνεσθαι· ἵνα λαμπῆτε ὡς φωστῆρες ἐν κόσμω, ἵνα εὐωδιάζητε τὴν εὐωδίαν τοῦ Πνεύματος, ὡς τὰ ὡραῖα φυτὰ τοῦ παραδείσου· ἵνα πυκάζετε ὡς ῥόδα ἀμάραντα τοῦ ἁγίου θυσιαστηρίου. Ναὶ παρακαλῶ καὶ δέομαι ὑμῶν ὅσον ὅσον ἐπειχθησόμεθα, ἐπιγνώμεθα ἐπιδραμούμεθα πρὸς ἁρπαγὴν τῆς βασιλείας τῶν οὐρανῶν, πρὸς ἀπόλαυσιν τῶν αἰωνίων ἀγαθῶν, πρὸς ἀνάπαυσιν τῆς ἀϊδίου μακαριότητος· ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ Λʹ. Σαρκὸς πυρώσεις ἐγκρατείᾳ σβεννύειν. ΠΑΤΕΡΕΣ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Ὁ μὲν σκοπὸς τῆς κατηχήσεως πρὸς ψυχικὴν σωτηρίαν ἡμῶν τε καὶ ἐμοῦ τοῦ ἀθλίου καταγίνεται. Οὐκ οἶδα δὲ εἰ τὸ ἔργον μου εὐαπόδεκτον τῷ Κυρίῳ διὰ τὸ μὴ κατ’ ἀξίαν πάντως προϊέναι. Εἴθε δὲ εὐπόρουν βίον καὶ λόγον τὸν δυνάμενον καταρτίσαι τὴν ἑκάστου ψυχὴν εἰς μέτρον τελειότητος, πλὴν οὐκ ἀπευδοκῶ, ἀλλὰ καὶ πάλιν, ἐπὶ τοῖς αὐτοῖς εἰμὶ ἀνασκαλεύων ὑμῶν τὸν ἐγκείμενον σπινθῆρα τῆς ἐπιποθουμένης βασιλείας τῶν οὐρανῶν, εἰ ἄρα γε καὶ δυναίμην.

Τίς δὲ ὁ λόγος, ἵνα γρηγορῶμεν, τέκνα, καὶ νήφωμεν καὶ γινώσκωμεν τὰ ἑαυτῶν μέτρα; Τί ἦμεν τὸ πρότερον, καὶ τί γεγόναμεν διὰ τοῦ σχήματος; Οὐκ ἀπὸ σκότους πρὸς τὸ φῶς ἀνεβλέψαμεν; οὐκ ἐκ Σοδόμων πρὸς τὸ τῆς σωτηρίας ἡμῶν ὄρος ἀπεσώθημεν;

Οὐκ ἀπὸ πελάγους ἁμαρτημάτων εἰς λιμένα ζωῆς διεσώθημεν; Κοινῶς δὴ ἀναλογισώμεθα ὅποσα καὶ πηλίκα ὠφελήσαμεν ἐνώπιον Κυρίου παντοκράτορος, καὶ ὅσης ἀπηλαύσαμεν εὐεργεσίας καὶ χάριτος· ἄρτι λοιπὸν οὐ τῆς τυχούσης ἐπιμελείας χρεία, ἵνα μὴ πρὸς τὸν αὐτὸν παλινδρομήσωμεν βόθυνον· καὶ βαρύτερον τὸ κρῖμα κατὰ κεφαλῆς ἡμῶν ἐπιγραψώμεθα.

Διὸ παρακαλῶ, στήκετε ἑδραῖοι καὶ ἀμετακίνητοι εἷς ἕκαστος ὑμῶν ἐν τῷ κανόνι τῆς ἀσκήσεως, ἐν τῇ καθημερινῇ σπουδαιολογία ὑμῶν. Οἴδατε οἷα βάλλων κατατοξεύει ἔνδοθεν καὶ ἔξωθεν· περιστατῶν ἡμᾶς ἐπικίνδυνα καὶ ὀλέθρια τοὺς γαργαλισμοὺς, τὰς πυριφλέκτους κινήσεις, τὰς ὀλλυμένας ἡδονὰς, τὸν τιναγμὸν καὶ ἀνατιναγμὸν, τὸν ἐν τούτοις τῆς καρδίας τάραχον, καίων καὶ φλέγων τὰ πάθη, καὶ χαλδαϊκῶς εἰπεῖν νάφθαν καὶ πίσσαν καὶ στυπεῖον καὶ κληματίδα τὰς πρηστηριώδεις ἐννοίας ὑποβάλλων καὶ ὑποκαίων τὴν κάμινον περὶ πήχεις τεσσαράκοντα ἐννέα κατὰ τὸ δὴ λεγόμενον. Τίς οὖν ὁ ἐκφευξόμενος; Τίς ὁ μὴ προσκυνῶν τῇ εἰκόνι χρυσῇ καὶ κάμψας γόνη τῇ Βαάλ; Τίς ὁ λέγων, τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας, οὐ προσκυνοῦμεν· ἀλλ’ ἐκεῖνος, ὃς φυλάσσει ἑαυτὸν ἁγνὸν καὶ τῇ ἐξαγορευτικῇ συμμαχίᾳ κατασβεννύων αὐτὴν καὶ ἀποτεφρῶν τέλειον κἂν ὁσάκις ἀνάπτῃ τῆς ἡμέρας. Ὧδε γὰρ καὶ ἡ βάσανος τῆς νίκης, καὶ μακάριός ἐστιν, ὅτι σὺν τοῖς τρισὶ τῆς ὁμολογίας καὶ ἀθλήσεως τὸν στέφανον ἀπολαμβάνει.

Τίς δὲ μέθοδος καὶ ὅπως ἀνταγωνισόμεθα; Προσβάλλει ἐκεῖνος τὸν λειὸν τῆς ἡδονῆς, ἡμεῖς ἀνιστορήσωμεν τὴν ἐπιθυμίαν τῶν μελλόντων ἀγαθῶν. Ἀνάπτει τὸ πάθος, ἡμεῖς αἰδοίμεθα τὸ νοερὸν ἡμῶν τῆς ψυχῆς, ὡς κατ’ εἰκόνα θεοῦ· ἡ καὶ τὸ τῆς γεέννης πῦρ ὁ ὑπολήψεται τοὺς τὰ τοιαῦτα πράσσοντας, καὶ ἁπλῶς οἵοις τρόποις ἁλισκόμεθα, φυλακὴν παρατηρήσωμεν. Φύγωμεν τὰς περιέργους πρὸς ἀλλήλους θέας, καὶ εἰς ἡμᾶς αὐτοὺς βλέπωμεν, καὶ κατανοῶμεν τὸ τεφρῶδες τῆς οὐσίας. Ἴδωμεν οὖν, ἀδελφοὶ, τί ἐσμὲν, καὶ τί μετ’ ὀλίγον ἐσόμεθα, οὐκ ἆρα σκώληξ καὶ σαπρία καὶ εἰδεχθές τι θέαμα; Ὄψει σαὐτὸν, ἀδελφὲ, ἐγκύψας τῷ μνήματι· διὸ διάσχωμεν τὸ κάλυμμα τῆς ἀγνοίας καὶ τῆς ἐπισκοτήσεως τοῦ νοῦ. Βλέψωμεν ὑψηλῶς τὰ πράγματα, βίου τὸ εὐπερίτρεπτον καὶ εὐμετακίνητον· καὶ ὀνειρῶδες καὶ διατρέχον, καὶ τὸ ἐν οὐδενὶ ἐπίμονον· καὶ ὡς ἂν εἴποι τις τὴν παλιῤῥοίαν τοῦ εὐρίπου τούτου.

Χθὲς ἐφάνη ἐκεῖνος ὑψηλὸς καὶ ἐν ἀξιώματι, πλούσιος καὶ περίβλεπτος, τρυφῶν καὶ τὰ πρῶτα μῦρα χριόμενος· καὶ ἐπὶ στιβάδος ὑψηλῆς ἀναπίπτων· πολύς τε ὢν κατὰ τὸν ἀπολλύμενον καὶ ῥέοντα πλοῦτον· βρίθων τε ἐν ἀνδραπόδων ἀγέλαις καὶ ἐπαιρόμενος· ἐν πολλῇ τῶν ἄλλων περιουσίᾳ μεγάλα καυχώμενος· καὶ σήμερον ὑπὸ σκίμποδος φερόμενος καὶ τάφῳ παραπεμπόμενος, μηδὲν ὧν ἐκέκτητο συνάρας, ἢ τὰς πράξεις, ἃς διετέλεσεν ἐν βίῳ, καὶ ὀδυρμὸς ἐπὶ τὸν εὐφραινόμενον, καὶ κοπετὸς ἐπὶ τὸν ἐξυμνούμενον.

Τὸ αὐτὸ ἐπὶ βασιλεῦσιν, ἐπὶ μικροῖς τε καὶ μεγάλοις, ἐπὶ πᾶσι τοῖς περὶ τὰ ἐνταῦθα ἐπτοημένοις καὶ δοκοῦσιν εἶναί τι τὰ ὄντως ἀπολλύμενα. Ἡμεῖς δὲ τούτων πάντων ἐῤῥύσθημεν χάριτι τοῦ καλέσαντος ἡμᾶς θεοῦ· καὶ εἰς τὴν ἀκλυδώνιστον ζωὴν πάρεσμεν ἐν τῇ αὐτῇ αὐλῇ αὐτοῦ, ἐν τῇ ποίμνῃ, ἐν τῇ μελέτῃ τῶν ἐντολῶν καὶ προσταγμάτων αὐτοῦ, διὰ τῆς ἀναγνώσεως καὶ ἐντεύξεως τῶν θείων γραφῶν· καθ’ ἑκάστην μετὰ τῶν ἁγίων πάντων συνδιατρίβοντες.

Πῆ μὲν τῷ Μωσεῖ συλλαλοῦμεν; πῆ δὲ τῷ Παύλῳ τῷ τῶνδε πατρὶ καὶ τῶνδε διδασκάλῳ, καὶ ἀρχιποίμενι, εὐαγγελιστῇ καὶ ἱστοριογράφῳ; καὶ ὡς ἀληθῶς οὐράνιος ἐστὶν ἡ καθ’ ἡμᾶς διαγωγή τε καὶ πολιτεία· Ἴδετε, ἀδελφοί μου καὶ τέκνα, ἡ καλλίστη ζωὴ, καὶ τὰς ἀποδόσεις τῆς αἰωνίου μακαριότητος ἔχουσα, εἰ δὲ οὐ τρυφῶμεν καὶ λιπαίνομεν ἑαυτοὺς ὡς χοίρους ἐν ἡμέρᾳ σφαγῆς· εἰ δὲ οὐ πηδῶμεν καὶ σκιρτῶμεν καὶ ἀνακαγχάζωμεν· εἰ δὲ οὐ συνουσιαζώμεθα, ἶσα καὶ κτηνῶν, καὶ γαυριῶμεν ὡς ἐπὶ ἵππων, καὶ φιλοκάλοις ἐσθήμασιν εἰ δαινόμεθα ὡς παμφόλυγες, καὶ ματαιοφρονοῦμεν ἶσα καὶ μειρακίων παιζόντων.

Τοῦτο ὑμᾶς μὴ καταπιεζέτω, μηδὲ ἀποκναιέτω· ἀλλὰ καὶ μᾶλλον προθυμώμεθα καὶ πενθῶμεν καὶ σκυθρωπάζωμεν ἐπὶ τοὺς τὰ τοιαῦτα ἐνεργοῦντας. Ὑπεμνήσαμεν περὶ τοῦ ἑνὸς πάθους· εἴπωμεν δὴ καὶ τὰ ἄλλα. Ὑπακοὴν ἐξασκεύητε, τέκνα μου, πρωτολόγως, τὴν ἀφθονίαν μεταδιώκετε, τὴν ἀγογγυσίαν περικαλλωπίζεσθε, τὸ ἐργάζεσθαι νυκτὸς καὶ ἡμέρας μὴ κατοκνεῖτε, ἀλλήλοις χαριζόμενοι τὰ ὑπὸ θεοῦ δεδωρημένα ὑμῖν προτερήματα· ταπεινοφρονοῦντες ἐν ἅπασι, τοῖς λυπουμένοις συναλγοῦντες καὶ ὀρέγοντες χεῖρα ὁ ἐγγὺς τῷ πέλας, ὁ μείζων, τῷ μακροτέρῳ, ὁ ἶσος, τῷ παραπλησίῳ. Θέλω ὑμᾶς καὶ χαίρεσθαι καὶ συλλαλεῖν μετ’ ἀλλήλων καὶ συμπαρηγορεῖσθαι, ἀλλ’ οὖν καὶ ἀναπαύεσθαι τῇ σαρκὶ, καὶ παρακαλεῖσθαι μέτρια· μόνον ἐν προσοχῇ, μόνον προσηκόντως, καὶ ἐφόσον ἄξιον, καὶ ὅσον ἡ δύναμις, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.