Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Κατηχήσεις μεγάλαι

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις Α΄-Ε΄: Το μοναχικό πολίτευμα και ο αγώνας της Τεσσαρακοστής

Η συλλογή των πρώτων πέντε κατηχήσεων προβάλλει την ανωτερότητα του μοναχικού σχήματος και εστιάζει στον αγώνα της εγκράτειας και της κάθαρσης κατά τη Μεγάλη Τεσσαρακοστή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 1 από 22

ΛΟΓΟΣ Αʹ Λάμπειν ὑπερφυῶς τοὺς βίους τῶν πατέρων. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Ἔν τινι ἄλλῳ εἰμὶ ἐν μέσῳ ὑμῶν, ἀλλ’ ἢ ἐν τῷ διεγείρειν ὑμῶν ἀεὶ τὸ πρόθυμον τῆς ψυχῆς, καὶ παρακαλεῖν ἐν τοῖς τῆς εὐσεβείας πόνοις διαμένειν; Χαίρειν οὖν ὀφείλομεν, ὅτι ὑπὸ θεοῦ ἐκλήθημεν καὶ εἰς τὸ ἅγιον σχῆμα ἐλήφθημεν· καὶ χαίρειν τοσοῦτο, ὡς τοὺς κόπους διαλανθάνειν τῆς ἀσκήσεως, καὶ κοῦφον ἡγεῖσθαι πᾶν ὁτιοῦν συμβαῖνον λυπηρὸν κατὰ τὸν ἐνάρετον βίον ἐλπίδι τῶν ἐσομένων ἀπολαύσεως. Οὔτε τοίνυν στρατιωτικῶν ἐγχείρημα, οὔτε πολιτικὸν ὀφφίκιον, οὔτε ταξιαρχικὸν καὶ στρατηγικὸν πρόβλημα, οὐ μὴν οὐδ’ αὐτὸ τὸ περισπούδαστον Ῥωμαίοις βασιλικὸν ἀξίωμα εἱλόμεθα καὶ ἔχομεν· ἀλλὰ τὸ πολλῷ τούτων πάντων μεῖζον καὶ ἀπείρως ὑψηλότερον, τὸ οὐράνιον πολίτευμα· μᾶλλον δὲ, εἰ χρὴ τὸ ἀκριβὲς εἰπεῖν, τὸ ἀληθινὸν καὶ ἀδιάδοχον, καὶ οὐχ ὅσον ἐν ῥήμασι κείμενον, ἀλλ’ ἐν πράγματι· εἰ γὰρ καὶ συμπάσχομεν καὶ συμβασιλεύσομεν αὐτῷ. Τηλικούτης οὖν ἐπιλαβόμενοι ἀρχῆς καὶ ἀρχοντίας, ὦ τέκνα, καὶ ταῦτα δωρεὰν παρὰ θεοῦ, ἀλλ’ οὐκ ἐξ ἡμετέρας σπουδῆς, πόσον χρὴ ἡμᾶς χαίρειν καὶ εὐφραίνεσθαι, εὐχαριστεῖν καὶ προσεύχεσθαι, καὶ πάντα ποιεῖν τε καὶ λέγειν, ὑπὲρ τοῦ ταύτην διασώζειν καὶ ἀνάρπαστον διαφυλάττειν ἐκ τῶν πολυειδῶν καὶ ἀνταρτικῶν ἐπιβουλῶν τοῦ κάτω κοσμοκράτορος;

Διὰ τοῦτο, ἀδελφοί μου, πᾶς ἡμῖν πόνος ἡδὺς καὶ πᾶς ἡμῖν γλυκερὸς κόπος καὶ εὐάνυστος ὑπὲρ τῆς προκειμένης ἐντολῆς γινέσθω· καὶ διὰ ταύτην ὡς τρυφὴ ἡμῖν ἡ ἄσκησις καταλογιζέσθω ὁ τοῦ κόσμου χωρισμὸς, ὡς θεοῦ ἐγγισμός· ἡ τῶν ἡδέων ἀποχὴ, ὡς τῶν ἀγαθῶν μετοχή· ἡ τῆς ἐγκρατείας θλίψις, ὡς εὐρυχωρίας ἀπόλαυσις· ἔστω πάντως ὅτι καὶ ὑδροποτοῦμεν, καὶ ξηροφαγοῦμεν, καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς χερσί· καὶ ἀστατοῦμεν καὶ ἀδημονοῦμεν ἐν τοῖς λογισμοῖς· καὶ φλεγόμεθα καὶ ἀνακαιόμεθα ἐν τοῖς πειρασμοῖς τῆς σαρκὸς, καὶ ἐκκοπτόμεθα τοῖς θελήμασι, καὶ ἀπονεκρούμεθα ἐν τοῖς ἀποστερήμασι, καὶ ὡς ἄφιλοι καὶ ὡς ἀνίδιοι καὶ ὡς ἄγνωστοι καὶ ὡς ἀγενεαλόγητοι τῷ βίῳ. Τί πρὸς ταῦτα; Ὅτι ζωὴ αἰώνιος ἡμῖν πρόκειται, ὦ τέκνα, καὶ βασιλεία οὐρανῶν ἑτοιμάζεται καὶ κληρονομία Χριστοῦ εὐτρεπίζεται, ἀγαθῶν πολλῶν καὶ ἀπερινοήτων ἀπόλαυσις, μεγάλης ἀγαλλιάσεως καὶ ἀθανασίας εὐφροσύνη, δόξης καὶ τιμῆς καταπλούτησις· τῶν ἄλλων ὅσων οὐκ ἐξικανήσει γλῶσσα ἀνθρώπου διαγορεύειν τὴν χάριν καὶ τὸ ἔλεος. Δράμωμεν λοιπὸν εὐτονωτέρως, καὶ μάλιστα οἱ νωθροὶ καὶ δυσήκοοι καὶ βαρυκάρδιοι καὶ φιλογόγγυσοι, καὶ τῇ κατηραμένῃ σύκῳ ἐοικότες, οἱ μὴ διορθώσοισθε· κοπρίας περιβάλλομεν, καὶ οὐδαμοῦ ῥίζωσις· τοῖς λόγοις ποτίζομεν, καὶ οὐδαμοῦ αὔξησις· ἤδη ἡ ἀξίνη, φησὶν, πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται, καὶ τὸ ἑξῆς σιωπήσομαι.

Ἀσπασώμεθα τοὺς ἄθλους· ἱδρώσωμεν ἐναρέτως· ἁρπάσωμεν τοὺς στεφάνους· κερδήσωμεν τοὺς ἐπαίνους· θησαυρίσωμεν ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· ῥυθμίσωμεν ἑαυτῶν τὸν βίον πρὸς τὸν πατρικὸν ἡμῶν καὶ ἀρχαιόκτιστον· ἰχνηλατήσωμεν αὐτῶν τὰς ἀρετὰς· ἀγαπήσωμεν αὐτῶν τὰ κατορθώματα· ἀπεικονίσωμεν αὐτῶν τὰ πολιτεύματα· οἷος ὁ μέγας καὶ ἀρχηγὸς ἡμῶν Ἀντώνιος καταπαλαίσας πρῶτος τὸν ἀντίπαλον· καὶ ὁδοποιήσας ἡμῖν τὰ ἀσκητικὰ νικητήρια, οἷος ὁ ἀοίδιμος καὶ ἰσάγγελος Ἀρσένιος, τὰ ὑψηλὰ τῶν ἀρετῶν καταλαβόμενος καὶ εἰς δόξαν ἡμῶν προκείμενος· οἷος ὁ ἱεροτελεστὴς καὶ θεῖος Παχώμιος καὶ προπάτωρ ἡμῶν ὀνομαζόμενος· οἷος ὁ θειότατος Ἱλαρίων, ὁ ἑωσφόρου δίκην ταῖς ἀρεταῖς ἀπαστράψας καὶ πρωῒ ἀνατέλλων πάντοτε· οἷος ὁ πανεύφημος καὶ πανάγιος Εὐθύμιος, ὁ τῆς εὐθυμίας ὡς ἀληθῶς ἐπώνυμος· καὶ σὺν αὐτῷ ὁ ἡγιασμένος καὶ ὁσιώτατος Σάβας, οἱ φαεινότατοι λαμπτῆρες τῆς οἰκουμένης· Θεοδόσιός τε ὁ ἱερώτατος καὶ ἀγγελικώτατος καὶ οἱ καθεξῆς. Ἀλλὰ μεταβῶμεν τῷ λόγῳ καὶ ἐπὶ τοὺς ὑποτακτικῶς τελειωθέντας, ἐπεὶ καὶ οἱ προειρημένοι οὐκ ἂν ἐδοξάσθησαν, μὴ προκαταληφθέντες τῷ τῆς ὑποταγῆς χαρίσματι.

Παρακαλεῖ ἡμᾶς τοίνυν πρὸς ἀδιάκριτον ὑποταγὴν, ὦ ἀδελφοὶ, ὡς υἱὸς φωτὸς Δοσίθεος ὁ θεόσδοτος πατὴρ ἡμῶν· στηρίζει ἡμᾶς πρὸς στοργὴν πνευματικὴν Δομετιανὸς ὁ θεοφώτιστος πατὴρ ἡμῶν· θεμελιοῖ ἡμᾶς εἰς ὑπομονὴν ὕβρεων καὶ προσκρούσεων, Ἀββάκυρος ὁ θεοκύρωτος πατὴρ ἡμῶν· ἀποτυποῖ ἡμᾶς πρὸς ταπεινοφροσύνην Ζαχαρίας ὁ πανσέβαστος πατὴρ ἡμῶν. ἀλλοιοῖ ἡμᾶς τὴν καλὴν ἀλλοίωσιν Σιλβανὸς, ὁ πολύδακρυς καὶ πολυταπεινότατος πατὴρ ἡμῶν· στερεοῖ ἡμᾶς πρὸς ἐργασίαν χειρῶν, Ἰωνᾶς ὁ πολυκάματος καὶ τῶν ἐντολῶν κυρίου παραδεισουργὸς πατὴρ ἡμῶν. Ποῦ τοῦ θείου Πετρωνίου τὸ φιλόθεον; ποῦ τοῦ θείου Ἀθρὲ τὸ ταχυήκοον· ποῦ τοῦ ἱεροῦ Μάρκου τὸ θεόγραφον; ποῦ τοῦ θεσπεσίου Παύλου τὸ ἀπλούστατον; ποῦ τῶν ἄλλων καθεξῆς τὸ ἐνάρετον; Οὐ γὰρ ἐξαρκεῖ ἡμῖν ἡ ὥρα τὰ ἑκάστου διεξέρχεσθαι. Οὐκ ἀνανήψομεν πρὸς ταῦτα; οὐ ζηλώσομεν ἐκείνους; οὐ μιμησόμεθα αὐτῶν τὰς πράξεις; καί γε συνεργασώμεθα αὐτοῖς, καί γε ἐκτελέσωμεν, καί γε συνεψώμεθα αὐτοῖς, καί γε ἐκτελέσωμεν καὶ ἡμεῖς, ὅσια καὶ δίκαια· ὥστε καὶ τῆς ἐκείνων δόξης συναπολαῦσαι, καὶ στεφανωθῆναι, καὶ συσκιρτῆσαι ἐν τῇ βασιλεία τῶν οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΛΟΓΟΣ βʹ ΛΟΓΟΣ βʹ Φρίττειν χρεὼν ἅπαντας ὥραν ἐσχάτην. ΤΕΚΝΑ ΜΟΥ ΑΓΑΠΗΤΑ ΚΑΙ ΑΔΕΛΦΟΙ, Ὁ πάντα διοικούμενος ἐν τῇ αὐτοῦ σοφίᾳ παγκάλως καὶ σοφῶς, καὶ καιροὺς καὶ χρόνους διεξάγων, ἐγνώρισεν ἡμῖν καὶ τὰς ἤδη παρούσας ἡμέρας σωτηρίους καὶ ψυχωφελεῖς ὅλου τοῦ παριππεύσαντος ἐνιαυτοῦ· ἀφιερώσεις τινὰς καὶ καθαρτηρίους τῶν ἐπισυμβάντων ἡμῖν ἐξ ἁμαρτιῶν μολυσμάτων. Καὶ χάρις τῷ ταύτας φανερώσαντι καὶ ἐπ’ αὐτὰς καταξιώσαντι φθάσαι. Πάντοτε τοιγαροῦν ὀφείλομεν ἁγνῶς καὶ καθαρῶς πολιτεύεσθαι καὶ πάσῃ ἐντολῇ θεοῦ τετηρημένως ἔχειν· ἐξαιρέτως δὲ ἄρτι. Καιρὸς οὖν καθάρσεως, καθαρῶμεν· καιρὸς ἐγκρατείας, ἐγκρατευσώμεθα, μὴ μόνον ἐν βρώματι· τοῦτο γὰρ οὐκ ἀρκετόν· ἀλλ’ ἐγκρατευσώμεθα μὴ φιληδονεῖν ἐν τῇ καρδίᾳ· μὴ αἰσχρουργεῖν ἐν ταῖς ἀνατυπώσεσι τῶν προλήψεων· μηδὲ φθονεῖν τῇ τοῦ ἀδελφοῦ εὐδοκιμήσει· μηδὲ ὀργίζεσθαι, ἢ παροξύνεσθαι πρὸς τὸν πλησίον· μηδ’ αὖ ἀχαλίνωτον ἔχειν τὴν γλῶτταν, καὶ ὡς ἂν βούληται τρέχειν· ἀλλ’ ἐχέτω μὲν αὕτη ὅρους, καὶ καιρὸν καὶ ποσότητα τὰ προσήκοντα ὁμιλεῖν· μενέτω δὲ, καὶ ὁ ὀφθαλμὸς ἀμέτοχος πορνικῶν διαβλεμμάτων· ἡ δὲ ἀκοὴ τεθυρωμένη, μόνα ἐνωτιζομένη τὰ ἁρμόδια καὶ φίλα θεῷ.

Ναὶ, τέκνα μου ἀγαπητὰ καὶ παρακαλῶ· καταρτίζετε ἑαυτοὺς ὄργανον, ψαλτήριον τερπνὸν τοῦ ἁγίου Πνεύματος· τὰς χεῖρας ὑμῶν φυλάξασθε ἀπὸ φαυλότητος· μὴ ἅπτεσθε τὰ πρὸς ἡδονὴν, μὴ μαλακίζεσθε ὅλως, εἰρηνικοὶ ἐστὲ πρὸς ἀλλήλους.

Εἰ δὲ ὅτι ὀχληρὸς ἡ πανσέβαστος τεσσαρακοστὴ κατὰ τὸ σῶμα, μὴ οὖν ἐν τούτῳ δυσθυμήσητε· ὑπομείνατε δὲ μικρὸν καὶ ὡς ἐν ἕξει γενόμενοι, ἀβαρεῖς ἔσεσθε μάλιστα καὶ τῆς πρώτης ἑβδομάδος παρεξιούσης ἀρκετὸν ἡμῖν, ὅτι καὶ ἄρτου καὶ ὕδατος καὶ ἄλλων τινῶν ἐν ἀπολαύσει γινόμεθα· οἱ γὰρ πατέρες ἡμῶν οἱ τρισμακάριστοι ὡς διαγινώσκετε, ἄτροφοι παρὰ μικρὸν διέζων· καὶ ὁ μὲν εἷλκεν ὅλον τὸν τῆς τεσσαρακοστῆς χρόνον ἄσιτος· ὁ δὲ, ἑβδοματιαῖον· ἄλλος ὑπερθέσιμον· ἕτερος τριήμερον· εἰ δὲ καὶ καθημέραν μικρόν τι ἀπεγεύετο. Ἡμεῖς οὖν τὸ καθεκάστην καὶ οὐκ ἐν μονοειδεῖ βρώματι· καὶ ἐν τῇ ταπεινώσει ἡμῶν μνησθείη ἡμῶν ὁ Κύριος οἶδ’ ὅτι· θέλει γὰρ τοῦτο τὸ μικρὸν, καὶ λογίζεται ὡς τὸ ἔργον τοῦ μεγάλου Ἀντωνίου· κοινοβιακῶς γὰρ ζῶμεν, καὶ τὴν βασιλικὴν πορευόμεθα ὁδὸν, ἣν ὑπὲρ πάσας προέκριναν οἱ πατέρες· φυλάσσεσθε οὖν μοι ἐν τῷ κρυπτῷ τῆς ψυχῆς ἐργαστηρίῳ πάντοτε σῶοι· μὴ καταπράξητέ τι εἰς ὄλεθρον καὶ ἀπώλειαν τῶν ψυχῶν ὑμῶν, τέκνα μου. Ναὶ φοβηθῶμεν τὸν ἀνακαλύπτειν μέλλοντα τὰ κρυπτὰ τοῦ σκότους, καὶ ἀποδιδόντα ἑκάστῳ, οὐχ ὑπὲρ τῶν πράξεων μόνον, ἀλλὰ καὶ λόγων καὶ ἐννοιῶν ψιλῶν· τὸ φοβερώτερον δὲ, ὅτι καὶ ὑπὲρ τῶν κατὰ ἄγνοιαν πλημμελημάτων· καὶ τίς ὑποστήσεται ὀργὴν θυμοῦ αὐτοῦ; καὶ τίς ἱκανὸς ἀθωωθῆναι ἐναντίον αὐτοῦ; τίς οὖν μὴ δράμῃ;

τίς δὲ μὴ ἐγρηγορήσει ἀποῤῥίπτων τὸ νωθρῶδες αὐτοῦ καὶ ὑπνῶδες τῆς ῥᾳθυμίας; Ἄνω ἐγείρεσθε· ἡ νὺξ παρῆλθε· διηύγασεν ἤδη ἡ τῆς μελλούσης καταστάσεως ἡμέρα· μὴ καταλάβῃ ὑμᾶς ἀνετοίμους ὁ θάνατος, καὶ δώσει πληγὴν ἀθεράπευτον καὶ αἰώνιον.

Ἐγὼ οὖν ὁ τάλας καὶ παντὸς ἀνθρώπου, μᾶλλον δὲ καὶ μόνος κολάσεως πάσης ἄξιος, φοβοῦμαι καὶ δέδια καὶ τρέμω τὴν ἐκ τοῦ σώματος διάζευξιν, τὴν τῶν ἁγίων ἀγγέλων παρουσίαν· καὶ πῶς ὑπερνήξομαι τὸν ἀέρα τόνδε· πῶς καὶ συνάρω λόγον μετὰ τοῦ, κοσμοκράτορος, ὡς γέγραπται ἐν τῷ τοῦ ἁγίου Ἀντωνίου βίῳ. Ὦ τῆς ἐμῆς ἀσθενείας· τί μοι μένει, καὶ πῶς ἀσωτεύω καθημέραν ῥέγχων καὶ νυστάζων ταῖς ἁμαρτίαις; Τίς δὲ καὶ ἡ ὑπάντησίς μοι ἔσται ἡ πρὸς τὸν θεὸν καὶ κριτὴν τῶν ἁπάντων καὶ Κύριον; καὶ οἵοις ὀφθαλμοῖς αὐτὸν καταθεάσομαι τὸν τῷ βλέμματι αὐτοῦ καταξηραίνοντα τὰς ἀβύσσους, καὶ τῇ ἀπειλῇ τήκοντα τὰ ὄρη; Κᾀκεῖ τί ἀπολογήσομαι; τίνα συνήγορον λήψομαι; πῶς κατακαλέσω τὸν μηκέτι παρακαλούμενον; πῶς κατακάμψω δάκρυσι πικροῖς τῆς καρδίας καὶ ἐλεεινολογίαις καὶ ὀλοφυρμοῖς τὸν ἀμείλικτον κατὰ τὴν δικαιοσύνην αὐτοῦ. Οὐαί μοι, οὐαί μοι, ἀδελφοί μου, ὅτι ἐγὼ τὸ ἐμαυτοῦ ἀπεντεῦθεν ὁρῶ, ἀπηνέωμαι· μόνη δέ μοι ἐλπὶς καὶ οὐκ ἀπόγνωσις, ἡ τοῦ πνευματικοῦ μου πατρὸς εὐχὴ σὺν τῇ ὑμετέρᾳ μακαρίᾳ.

Ὅμως οὖν διαναστῶμεν ἔτι καὶ ἔτι· καὶ πρὸς πᾶν ὁτιοῦν εὐάρεστον θεῷ ἐπειχθῶμεν, φέροντες τὰ παρόντα γενναίως, χαίροντες τοῖς ἐλπιζομένοις· καταφρονείσθω καὶ σῶμα, καὶ κόπος, καὶ ὀνειδισμὸς, καὶ παραπληκτισμὸς, καὶ λιμαγχόνησις, καὶ ἀτονία ἔργου, καὶ τἆλλα πάντα· ἂν οὕτω βιώσωμεν, ἂν οὕτω καὶ ἡμεῖς οἱ πανάθλιοι ὑπομιμνήσκωμεν, εὖ οἶδ’ ὅτι σωθησόμεθα καὶ χορεύσομεν ἐν οὐρανοῖς τὴν ἄλυτον χορείαν, ἐν τῇ εὐφροσύνῃ τῶν ἀπ’ αἰῶνος εὐαρεστησάντων τῷ Χριστῷ. Ῥήξατε τὸ ῥαθυμῶδες, ἐπιχαρεῖς δὲ ἐστὲ καὶ διωμαλισμένοι, γαληνόψυχοι, ἐλαφροκάρδιοι, ἀλληλοβοήθητοι, ἀμέριμνοι, ἀναδολέσχητοι· ἔχετε γὰρ ἡμῶν τὴν ταπείνωσιν ἐπὶ πᾶσι κανόνα.

Καὶ τίς ἡ χρεία μεριμνᾷν καὶ τυρβάζειν περὶ πολλά; μερίδα δὲ ἀγαθὴν ἐκλέγεσθαι συμβουλεύω τὸ κατακούειν τοῦ ταπεινοῦ ἡμῶν λόγου. Σώζεισθε τέκνα μου ἐν Κυρίῳ, καὶ ἀγαλλιᾶσθε ἐν τῷ φόβῳ αὐτοῦ· ἐκμανθάνετε τὸν κανόνα, διεκστηθίζετε τὰ ἐνταλθέντα· ἀγαθαῖς διηγήσεσι συμμετριάζετε ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα, καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ Γʹ Σὺν ἐγκρατείᾳ τὴν ταπείνωσιν φέρειν. ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ, Τί καλὴ ἡ ἐγκράτεια καὶ ἡ δι’ αὐτῆς ἐπιφαινομένη εὐταξία ἐν τῇ ἐργασίᾳ τῶν θείων ἐντολῶν; ἴδετε γὰρ οἷα καὶ ἡλίκα τὰ παρόντα· ἐπειδὴ γὰρ περιήχθημεν εἰς ταύτας τὰς ἱερὰς ἡμέρας τῆς θείας τεσσαρακοστῆς, ὡς ἐν λιμένι γαληνῷ ἀποφυγόντες ἔκ τινος κλύδωνος τῶν προτέρων ἡμερῶν, ἡσυχίαν ἄγομεν, εἰρηνικὴν κατάστασιν, ἀθόρυβον διαγωγὴν, ἐπιμέλειαν ἐν παραστάσει, ψαλμῳδίας ἐγρήγορσιν, ἐπὶ προσευχῇ νῆψιν, τήν τε δίαιταν ἀποίκιλον καὶ ἀπέριττον, τἆλλα ὅσα συντείνει εἰς σωτηρίαν ψυχῆς· οὔτε γὰρ εἴσοδοι γίνονται προσώπων κοσμικῶν, οὔτε ἔξοδοι ἀφ’ ἡμῶν πρὸς αὐτούς. Ἐντεῦθεν οὖν βούλομαι πρὸς ὑμᾶς τὴν κρίσιν τοῦ καλοῦ λαμβάνοντας ἐν ἕξει πως γενέσθαι τῆς ζωῆς πρὸς τὸν ἑξῆς χρόνον, ἀπεχομένους τῶν τῆς κακίας τρόπων, καὶ μὴ πρὸς πέντε ἢ δέκα ἡμέρας ἡ ἐνάρετος διαγωγή· εἶθ’ ὕστερον καταμελοῦντες τοῦ καλοῦ εὑρεθῶμεν, ἃ ᾠκοδομήσαμεν πάλιν ἀποστολικῶς καταλύοντες·

Μηδαμῶς, ὦ ἀδελφοὶ, μηδ’ οὕτως ἐσμεν εὐπερίτρεπτοι, ὥστε στρέφεσθαι ἡμᾶς εὐχερῶς ὑπὸ τῆς τοῦ πειράζοντος διαβουλήσεως· ἀλλὰ στέργωμεν καὶ ἐμμένωμεν τοῖς προκατορθωθεῖσιν, ἐπιβολὰς ποιούμενοι τῶν καλῶν ἔργων τῆς εὐπραξίας· εἰδότες οὐ τὸ ἐν ὀλίγῳ χρόνῳ εὐβιῶσαι ἀρκετὸν εἰς σωτηρίαν, ἀλλὰ τὸ διὰ πάσης τῆς ζωῆς ἡμῶν ἐπιτεταμένως ἔχεσθαι τῆς σωτηρίας. Τοιοῦτος γὰρ καὶ ὁ πειράζων· οὐ νύκτωρ οὐ μεθημέραν ἐῶν ἡμᾶς τῆς καταδρομῆς τοῦ δολίου ἐνέδρου τῆς ἀπωλείας· πολλὰς ἱστῶν τὰς καθ’ ἡμῶν παγίδας, μυρία πέμπων τὰ κατὰ τῆς ψυχῆς τόξα, τοὺς γαργαλισμοὺς, τοὺς ἐμπυρισμοὺς τῶν ἡδονῶν, τὰς τρικυμίας καὶ ἀντιπνεύσεις τῶν πειρασμῶν· συνταράσσων τὸ κύτος τῆς διανοίας, ὡς ἐπὶ θαλάσσης τινός· ὥστε εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοι, ἕκαστον λέγειν, παραβραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου· ἐκ τοῦδε ὑποστέλλεται, καὶ εἰς ἕτερον μεθίσταται· ὑποκρύπτει τὸ βέλος τῆς ἐπιθυμίας πρός τινα καιρὸν, καὶ τὸ τῆς κενοδοξίας προβάλλεται φάρμακον· πυρώσας ἔνθεν τῇ ὀξυχολίᾳ, ἐκεῖθεν τοῦ φθόνου τὴν βολίδα ἀφίησι· καὶ ὅλως πανταχόθεν πολὺν κονιορτόν ἐστιν ἐπεγείρων τῇ ταπεινώσει ἡμῶν.

Ἔχει γὰρ ἀκόρεστον τὴν τῆς καταλύσεως ἡμῶν ἐπιθυμίαν· ἀντάρτης γάρ ἐστι τοῦ δεσπότου τῶν ἁπάντων θεοῦ· καὶ μαίνεται ὁρῶν ἡμᾶς ἀνερχομένους εἰς τὴν οὐρανίαν ἀρχὴν, ἐξ ἧς αὐτὸς δι’ ὑπερηφανίας ἀποπέπτωκεν.

Ὅσης οὖν καὶ ἡλίκης λοιπὸν φροντίδος καὶ ἐνστάσεως χρεία, ἐπιμελείας καὶ ἀγῶνος, δρόμου καὶ κόπου συντόνου, ἵνα τὸν τοιοῦτον καὶ τηλικοῦτον δράκοντα νικήσωμεν; Ἀλλὰ θαρσεῖτε λέλεχεν ὁ Κύριος, ἐγὼ νενίκηκα τὸν κόσμον· καὶ αὐτοῦ νικήσαντος, ἡμεῖς ἐσμὲν διὰ τῆς ἁγίας αὐτοῦ σαρκώσεως, οἱ κατ’ αὐτοῦ τὸ κράτος λαβόντες. Πάλιν γὰρ ἐπιβοᾷ· Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων· καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· ὥστε πατῶμεν αὐτοῦ τὰς ὁρμάς, τὰς πολυμόρφους ἡδονάς. Πῶς δὲ τοῦτο ἔσται, ἀλλ’ ἢ ἐκ τοῦ μιμεῖσθαι τὸν νενικηκότα; μίμημα δὲ ἐκείνου καθὼς αὐτός φησι περὶ ἑαυτοῦ· Μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· ταπεινοφροσύνην τοιγαροῦν καὶ πρᾳότητα ἀναληψόμεθα. Εἰ γὰρ αὐτὸς ὁ τῶν ἁπάντων βασιλεὺς καὶ δεσπότης, ὁ φύσει μόνον δεδοξασμένος καὶ ὑπεράγαθος ταπείνωσιν εἵλετο, ὑπήκοος γενόμενος τῷ θεῷ καὶ πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, τί εἴπωμεν ἡμεῖς, ἢ ὅσον γε ταπεινούμενοι ἐξομοιωθησόμεθα. οἱ φύσει εὐτελεῖς καὶ ταπεινοὶ καὶ ὑποδούλιοι τῷ κτίστῃ· καὶ εἰ αὐτὸς ἐξενίτευσεν ἐξ οὐρανῶν καταβὰς ἐπὶ τῆς γῆς, πόσον ἡμεῖς ξενιτεύσαντες τῶν οἰκείων, λογιούμεθα ἀπέχειν τοῦ διαστήματος;

Καὶ εἰ αὐτὸς ἐνηπίασε καὶ ἐγαλακτοτροφήθη, αὐξήθη τε καὶ τὰ ἔννομα ἐτέλει ὑποταττόμενος τοῖς γονεῦσιν, ὡς γέγραπται, ἡλίκον ἡμεῖς νηπιάζοντες τῇ κακίᾳ καὶ ὑποτασσόμενοι τοῖς ἡγουμένοις ἡμῶν, δόξομεν ἐξισοῦσθαι;

Καὶ εἰ αὐτὸς ἐπείνασε καὶ ἐδίψησεν ὡδοιπόρησέ τε καὶ κεκοπίακε, πόσον ἡμεῖς ἐν τοῖς τοιούτοις εὑρισκόμενοι νομίσομεν ἐφάμιλλα δεδρακέναι; Καὶ τὸ τελευταῖον, εἰ αὐτὸς ὑβρίσθη καὶ ἐῤῥαπίσθη, ἐμυκτηρίσθη καὶ ἐχλευάσθη, παρεδόθη καὶ ἐκριτηριάσθη, ἐμαστίχθη καὶ ἐσταυρώθη, κατεγελάσθη καὶ ἐξεμυκτηρίσθη, καὶ ὅσα ἄλλα ὑπὲρ ἡμῶν ἤνεγκε, τί ποσὸν καὶ ἡμεῖς δραμούμεθα ἵνα τὸ πολλοστὸν μιμησώμεθα; Δέον ταῦτα ἀδελφοὶ, ἀεὶ ἐνθυμεῖσθαι, καὶ πρὸς αὐτὸν ἀπευθύνεσθαι καὶ ταπεινοῦσθαι σφόδρα· καὶ τὰ κατὰ μίμησιν αὐτοῦ, ἢ φθάσαντα εὐχαρίστως δέχεσθαι, ἢ μὴ φθάσαντα, ἐπιζητεῖν· οἷον, πεῖναν, δίψαν, μυκτηρισμόν, χλευασμὸν, ἐξουδένωσιν, ταλαιπωρίαν, εὐτέλειαν ἐν ἱματίῳ, ἐν ὑποδήματι, ἐν πᾶσι τοῖς ἄλλοις, οἷς ὁ κατὰ θεὸν γνωρίζεται ἄνθρωπος· ὅπως οὕτως. κατὰ μικρὸν προβιβαζόμενοι καὶ ἀναβιβαζόμενοι, οἰκοδομούμενοι καὶ ἀνοικοδομούμενοι, ὑψούμενοι καὶ ἀνυψούμενοι, φθάσοιτε εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Νῦν μὲν εὐμαρῶς διεξερχόμενοι τὰς νηστίμους ἡμέρας, πρὸς δὲ τὸ ἑξῆς ἀνδριούμενοι κραταιότερον τῇ δυνάμει τοῦ Πνεύματος· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ δόξα, κράτος, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ Δʹ Ἀκηδίας πόῤῥωθεν ἄττειν ἐν κόποις. Ἀκηδίας πόῤῥωθεν ἄττειν ἐν κόποις. ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ, Ὥσπερ ἕκαστος ὑμῶν ἀπαιτούμενός ἐστι τὸ τῆς οἰκείας διακονίας ἔργον, οὕτως κἀγὼ χρεωστῶ ὑμῖν τὸν τῆς κατηχήσεως λόγον· εἴθε δὲ τοιοῦτον εὐπόρουν, ποικίλον καὶ διάφορον, ὡς δύνασθαι πᾶσι προσφυῆ εἶναι καὶ ἁρμόδιον διὰ τῆς χάριτος τοῦ Χριστοῦ. Πολλοὶ γάρ εἰσιν ἐν ὑμῖν, ἀδελφοί μου, οἱ χρήζοντες παρακλήσεως, οἱ ἐπιδεεῖς παραμυθίας, οἱ χρήζοντες στηριγμοῦ, ἄλλοι ὑπομνήσεως, ἕτεροι διορθώσεως, καὶ μέν τοι τινὲς ἐλεγμοῦ, καὶ ἄλλοι ἐπιτιμίου, καί τινες συγκαταβάσεως· ἔνιοι δὲ ἀτιμίας καὶ ἀδοξίας· πολλῶν γὰρ ὄντων καὶ διαφόρων τῶν ἠθῶν, ἀναλόγως καὶ ὁ διδασκαλικὸς τρόπος ὀφείλει γίνεσθαι· ᾧ γὰρ τρόπῳ οὗτος θεραπεύεται, ἕτερος τυχὸν βλάπτεται· καὶ δι’ οὗπερ ἄλλος εὐαρεστεῖται, συμβαίνει τὸν ἕτερον καταλύεσθαι· καὶ καθ’ οἷον λόγον τις οἰκοδομεῖται, συμβαίνει τὸν ἕτερον ζημιοῦσθαι· ὅθεν οὐ μικρὰ ἡ διακονία μου· ἀλλὰ τῷ ὄντι χαλεπὴ καὶ δυσάνηστος· χρήσομαι δὲ αὐτῇ, χειραγωγούμενος ταῖς εὐχαῖς τῶν ἁγίων πατέρων ἡμῶν· καὶ οὐδ’ αὐτῆς ἀμελήσαιμι ἕως ἐμπνέω· μοχθήσω δὲ καὶ ἀγωνίσομαι τοὺς κυρίους μου καὶ πατέρας μου, ὑπομιμνήσκειν τὰ δέοντα.

Πάντες οὖν εὐδοκίᾳ θεοῦ τῶν σωζόμενόν ἐστε, καὶ πάντες ἐπὶ τῷ σωθῆναι ἐληλύθατε· καὶ πάντων ὑμῶν οὐδὲν ἄλλο τὸ ζήτημα, ἢ τὸ σωτηρίας ἐπιτυχεῖν· ἀλλ’ ἐπεὶ διάβολός ἐστι παντὶ ἀγαθῶ ὑπεναντίος, πειραζόμεθα οἱ πολλοὶ, ὡς οὐ βουλόμεθα· τοὺς μὲν γὰρ ταῖς ἡδοναῖς φλογίζει συλλαμβανόμενος εἰς ἐπικουρίαν τὴν ἔμφυτον ὄρεξιν τῆς νεότητος· τοὺς δὲ τῇ φιλαρχίᾳ καταβάλλει, δι’ ἣν καὶ αὐτὸς ἐκ τῶν ὑψίστων κατέπεσε· τοὺς δὲ ἀμελείᾳ χαυνοῖ καὶ ἀκηδίᾳ δεσμεῖ, καὶ ἄγεται, ὡς βούλεται καὶ ὅπη βούλεται· ἀπιστίᾳ παραλύει καὶ ἰδιοῤῥυθμίᾳ παραλαμβάνων, παρασκευάζει ἔκτοπα πράττειν· καὶ ἵνα τι ἓν καθ’ ἓν λέγω, δι’ ὧν ὑποσκελίζειν ἡμᾶς πειρᾶται καθεκάστην ἡμέραν πρὸς αὐτὸ τοῦτο παριστάμενος καὶ ἀναμένων τὴν κατάλυσιν ἡμῶν· ἀλλ’ ἐπιτιμήσει αὐτῷ Κύριος ὁ θεὸς, ὁ εἰπὼν τῇ θαλάσσῃ σιώπα πεφίμωσο· καὶ ἀποσκορακίσει αὐτὸν πόῤῥω που ἀφ’ ἡμῶν. Τοῦτο δὲ γίνεται, ἐάν περ εἰς ἑαυτοὺς γενοίμεθα, καὶ ἀναλογισώμεθα τὸν πρῶτον σκοπὸν τῆς ἐνταῦθα ἡμῶν ἐλεύσεως· πᾶσαν γὰρ θλίψιν καὶ στενοχωρίαν μέχρι θανάτου ὑπὸ μάρτυρι θεῷ καθωμολογήσαμεν ὑποστῆναι.

Διὰ τοῦτο ἀποῤῥίψατε πάντες τὰ πάντα· οἱ ἀθυμοῦντες τὴν ἀθυμίαν, οἱ φιλαρχοῦντες, τὴν φιλαρχίαν, οἱ ἀκηδιῶντες τὴν ἀκηδίαν, οἱ φιληδονοῦντες τὴν φιληδονίαν, οἱ ὑπερηφανευόμενοι τὴν ὑπερηφανίαν, οἱ κενοδοξοῦντες τὴν κενοδοξίαν, οἱ παῤῥησιαζόμενοι τὴν παῤῥησίαν, οἱ ἀτακτοῦντες τὴν ἀταξίαν, οἱ πολυλογοῦντες τὴν πολυλογίαν, οἱ φιλοκοσμοῦντες τὴν φιλοκοσμίαν, οἱ φιλοσαρκοῦντες τὴν φιλοσαρκίαν· οἱ συλλυπούμενοι τὴν ἄλογον λύπην· εἰ δὲ καὶ φθονεῖ τίς, τὸν φθόνον· εἰ ἐρίζει, τὴν ἔριδα· εἰ μάχεται, τὴν μάχην· εἰ ἀργεῖ, τὴν ἀργίαν· ταῦτα καὶ τὰ τοιαῦτα τοῦ σκότους ἔργα, τῆς κακίας εἴδη, τοῦ πονηροῦ θελήματα καὶ εὑρήματα· τὰ δὲ τοῦ ἀγαθοῦ θεοῦ ἡμῶν, ἡ εἰρήνη, ἡ πρᾳότης, ἡ ταπείνωσις, ἡ ὑπακοὴ, ἡ ἀφθονία, ἡ πίστις, ἡ ἐλπὶς, ἡ εὐταξία, ἡ προσοχή· ταῦτα τοῦ φωτὸς ἔργα, ταῦτα τὰ τῆς δικαιοσύνης ἔπαθλα· τὰ τῶν ἁγίων κατορθώματα· εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος· παρακαλῶ ὑμᾶς διὰ τὴν ἀγάπην τοῦ Κυρίου, ἀνανήψατε οἱ κεκαρωμένοι τοῖς τοιούτοις πάθεσι· γρηγορήσατε οἱ καθεύδοντες τοῖς τηλικούτοις προσκόμμασιν.

Εἰ θέλομεν οὖν ζῆσαι καλὴν ζωὴν, καὶ εἰ ἀγαπῶμεν ἰδεῖν ἡμέρας ἀγαθὰς, ἀκούσωμεν τοῦ λέγοντος· Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν· καὶ ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν. Καὶ ποῦ οἱ ὀφθαλμοὶ Κυρίου, ἀλλ’ ἢ ἐπὶ τοὺς φοβουμένους αὐτόν;

Ποῦ δὲ τὸ παρωργισμένον πρόσωπον τοῦ Κυρίου, ἀλλ’ ἐπὶ τοὺς ποιοῦντας κακὰ τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν· ὅλον τὸ ἑξῆς τοῦ ψαλμοῦ νουθεσίαν ἡμῖν ἀρίστην ὑποδείκνυσιν, εἰ θέλομεν προσέχειν· καὶ τοῦτο μὲν, οὕτως.

Ἐν ταῖς ἡμέραις δὲ ταύταις, οὐκ ὀλίγοι τῶν ἀδελφῶν ἀσθενοῦσιν· ἔστι γὰρ ὁ καιρὸς νοσερός. Βοηθήσωμεν οἱ ὑγιαίνοντες τοῖς κάμνουσιν· οἱ δὲ ἀσθενοῦντες, τὴν παιδείαν Κυρίου, ὡς σωτήριον δεξώμεθα· καὶ ὑπομονητικῶς φέρωμεν, καὶ εὐχαρίστως ἀποδεχώμεθα τὰ διδόμενα ὑμῖν· ἡνίκα δ’ ἂν ἀφεθῶμεν τῆς νόσου, μὴ εἰκῆ καὶ μάτην περιφερώμεθα, ἀλλ’ ἐν τοῖς ἔργοις ὑμῶν παριστάμεθα· οὐ γάρ εἰσιν ἐν ἡμῖν δοῦλοι ἀργυρώνητοι εἰς αὐτὸ τοῦτο τὸ τῆς δουλείας σχῆμα ἀφωρισμένοι· ὅπερ ἡ ἁμαρτία προεξένησε καὶ ὁ ἀπόστολος παρεχώρησε τοῖς κατὰ κόσμον· ἀλλ’ ἡμεῖς ἑαυτῶν δοῦλοι τε καὶ δεσπόται, δουλεύοντες καὶ δουλευόμενοι· ὥστε προσέχειν ὀφείλει τις ἵνα μᾶλλον δουλεύῃ καὶ μὴ δουλεύηται ἀκαίρως. Οἶδεν οὖν ὁ Κύριος ἕκαστον ὑμῶν καὶ τὸ ἔργον αὐτοῦ καὶ τὴν διακονίαν· οἶδεν οὖν τίνος ἐγένετο, καὶ ὅστις ἦν πρότερον, καὶ ὅπως ἦν ἐν τῷ κόσμῳ, καὶ πῶς ἐστιν ἄρτι, καὶ πῶς βιάζεται καὶ ὑπομένει· καὶ τίσι συνηρίθμηται· καὶ πόσος ἐστὶν ἐν στάσει καὶ οἵους ἔχει προηγουμένους· καὶ μεθ’ ὧν ἑστιᾶται καὶ συναναστρέφεται καὶ καθεύδει· καὶ οἵοις κέχρηται ἱματίοις καὶ ὑποδήμασι· καὶ πρὸς ταῦτα πάντα ὁ ἀκριβὴς ζυγοστάτης ὁ δίκαιος ἐξισωτὴς, ὁ ἁλάθητος ὀφθαλμὸς, ἀποδώσει καθὼς γέγραπται ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Λοιπὸν μηδεὶς ἀθυμείτω· μηδεὶς ἕτερόν τι λογιζέσθω παρ’ ὃ λογίζεσθαι χρή.

Θεῷ γὰρ πεφανερώμεθα, ἀλλὰ καὶ παραστησόμεθα ἐνώπιον τοῦ φοβεροῦ καὶ φρικτοῦ αὐτοῦ κριτηρίου, ὅτε τῶν βεβιωμένων ἡμῖν ἀποτίννυμεν λόγον· ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ, καὶ προσκύνησις σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ Εʹ Ἀπευχαριστεῖν καὶ φιλεῖν εὐταξίαν. ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ, Καλῶν ὑμᾶς πρὸς κατηχήσεις, ἤθελον ποικίλον καὶ διάφορον ἔχειν τὸν λόγον· ἵν’ ὡς ἐπί τινος ἄλλου ἑστιάτορος παρετίθουν ὑμῖν πανδαισίαν δαψιλῆ πλουσίως, δυναμένην τρέφειν τὰς ἱερὰς ὑμῶν ψυχὰς· ἀλλ’ ἐπεὶ εἰμὶ πένης μόλις γε καὶ ἄρτον ὑμῖν καὶ ὕδωρ βραχύτατον, ταῦτα τὰ ὀλιγοστὰ ῥημάτια παρατίθημι.

Δέχεσθε οὖν παρακαλῶ τὸ ἐλλεῖπον ἐν τῇ πολυπροθεσίᾳ λογιζόμενοι· χαίρω οὖν μεγάλως καὶ ὑπεραγάλλομαι ἐν ταῖς κατὰ θεὸν ὑμῶν προκοπαῖς καὶ διαβιώσεσιν· ἐν τῇ ὁμοψύχῳ ὑμῶν διαγωγῇ καὶ ὑπεξαγωγῇ τῶν ὑποτακτικῶν τληπαθημάτων. Καὶ ὅτι οὕτως ἐν ὀνόματι Κυρίου θεοῦ ἡμῶν συνήχθημεν ἐπιτοαυτὸ πλείονες αἱρούμενοι οὐχ ἁπλῶς καὶ ὡς ἔτυχεν, ἀλλ’ εὐσταθῶς καὶ θεοπρεπῶς ἐν τῇ ἰχνηλατήσει τῶν ἁγίων καὶ μακαρίων ἡμῶν πατέρων, μὴ διαιρούμενοι ταῖς γνώμαις, μηδὲ ἐθελοθρησκοῦντες ταῖς ἐπιθυμίαις, μηδὲ μεριζόμενοι ταῖς σαρκικαῖς σχέσεσι, μηδὲ κατατεμνόμενοι ταῖς ἰδιοκτημοσύναις, ἀλλ’ ἐν ἑνὶ καὶ τῷ αὐτῷ πνεύματι συμβιβαζόμενοι καὶ συναριθμούμενοι, καὶ πρὸς μίαν ὡς ἀληθῶς ἐπιθυμίαν καὶ πρὸς μίαν ἔφεσιν δουλεύειν καὶ εὐαρεστεῖν Κυρίῳ, ὡς ἐν ταύτῃ τῇ ἀγγελικῇ καὶ κοινοβιακῇ ζωῇ. Τοῦτο οὖν ὅλον Χριστοῦ τὸ δῶρον, τῆς Θεοτόκου ἡ χάρις, τοῦ Προδρόμου καὶ τοῦ Θεολόγου τῶν μεγάλων ἡμῶν δεσποτῶν ἡ εὐεργεσία· ὑμῶν αὐτῶν καλῶς βουλευσαμένων καὶ πτερωθέντων θείῳ πόθῳ καὶ ῥαγέντων κόσμου καὶ ἀναπετασάντων ἐκ τῶν χαμαιζήλων πραγμάτων ὡς εἰς οὐρανὸν αὐτὸν τῇ καλοβουλίᾳ.

Μακαρία οὖν ἡ ἱερὰ ὑμῶν πρόθεσις μακαριωτέρα ἡ θεοκίνητος ἀναχώρησις· ὁλομακάριστος ἡ τηλικαύτη ἐπιβίωσις· εἴπω τί καὶ ἕτερον· Μακάριοι καὶ οἱ τεκόντες ὑμᾶς· καὶ αἱ κοιλίαι αἱ βαστάσασαι ὑμᾶς. Καὶ οὐκ ἔξω τοῦ εἰκότος, διότι γραφικῶς σπέρμα ἐσχήκασιν ὑμᾶς ἐν Σιὼν καὶ οἰκείους ἐν Ἱερουσαλήμ.

Καὶ γὰρ οὐκ ὀλίγον κᾀκείνοις πρόσεστι τὸ χαίρειν ἐφ’ ὑμῖν, ἡνίκα μάλιστα ἀκούουσι καὶ μανθάνουσι τὰ περὶ ὑμῶν εὖ ἔχειν διὰ τῆς θείας καὶ ἐναρέτου καὶ ὑπομονητικῆς ὑποταγῆς ὑμῶν· ἐπεὶ καὶ ἁγιάζεται ἡ ὀσφὺς αὐτῶν διὰ τῆς ἱερᾶς ἀπαρχῆς ὑμῶν· καὶ οὐκ ἔστιν οὑτινοσοῦν οἰκία μὴ δεχομένη φωτισμὸν κατανυκτικὸν καὶ διὰ μόνης τῆς πρὸς τὸν οἰκεῖον ὑπομνηματίσεως.

Τοσούτου καὶ τηλικούτου ὄντος ὑμῖν τοῦ ἀγαθοῦ, καὶ ἡλίκης καὶ τηλικαύτης προσούσης ὑμῖν τῆς μεγαλοδωρεᾶς· καὶ οὔπω λέγω τῆς μέλλοντι αἰῶνι εὐζωΐας καὶ ἀῤῥήτου ἀνταποδόσεως· πῶς οὐκ ἔστι μοι χαίρειν τῷ ταπεινῷ καὶ ἁμαρτωλῷ; καὶ πῶς οὐκ ἐπιθυμητὸν τοῦ προθυμεῖσθαι παντοίοις ἔργοις καὶ λόγοις εἰς ἐπιμονὴν τῶν καλῶς θησαυριζομένων καὶ οἰκοδομουμένων ταῖς ἱεραῖς ὑμῶν ψυχαῖς; Ναὶ τοιγαροῦν χαίρω καὶ ἀγάλλομαι· ἀλλ’ ὅσον τὸ χαίρειν, τοσοῦτον ἀνάπαλιν καὶ ὁ φόβος καὶ ὁ τρόμος μοι πρόσεστιν. ἵνα μὴ ἐξ αἰτίας τῶν πολλῶν μου ἁμαρτιῶν, ὑπεισέλθοι τις ἀταξία ἐπανατρέπουσα τὰ πολλοῖς πόνοις καὶ μόχθοις καὶ ἀγῶσι στηριχθέντα καὶ κτηθέντα ὑμῖν.

Καὶ ὁ μὲν πρῶτος λόγος, κατὰ κοινοῦ· ἐπεὶ καὶ πρὸς τὸν καθέκαστον, ὅπως μή τις ἰδιογνωμάζῃ καθ’ ἑαυτὸν, μηδὲ ἀτονῇ ἀπὸ τῶν ἀσκητικῶν ἀγώνων, μηδὲ σαλεύῃ τοὺς πόδας ἐκ τῆς καθ’ ὑπομονὴν στερεᾶς πέτρας τῆς ἀληθινῆς πρὸς τὸν καθηγούμενον πίστεως· μηδ’ ὁπωσοῦν ἄλλως ὑποδέξηται τὸν ὄφιν τὸν πολυκέφαλον, τὸν δόλιον καὶ ποικιλότροπον εἰς ἐξαπάτησιν ἁμαρτίας τῆσδε, κατὰ τόνδε ἢ τόνδε τὸν τρόπον, ἐν τῇ τῇδε ἢ τῇδε δικαιοῤῥημοσύνῃ καὶ προφασιλογίᾳ· πολύτεχνος γὰρ ὁ τῆς ἁμαρτίας εὑρετὴς, ὁ ὁ τῶν κακῶν σπορεὺς, ὁ πικρὸς σοφιστὴς, ὁ τοῦ θεοῦ ἀντάρτης, ὁ τῶν ἀγγέλων κατήγορος, ὁ ἐξ οὐρανῶν ἀπολισθήσας, ὁ εἰς γῆν ὡς ἀστραπὴ καταπεσὼν, ὁ εἰς τὸν παράδεισον εἰσεληλυθὼς κλέπτης, ὁ τὸν προπάτορα ἡμῶν Ἀδὰμ· φεῦ τῆς ἀβουλίας, ἐξαπατήσας ὁ ἔκτοτε καὶ μέχρι τοῦ δεῦρο πολυειδῶς καὶ ἀλλεπαλλήλως τὸ γένος καταμερίσας καὶ διαστήσας εἰς γλώσσας καὶ φυλὰς ἐθνικὰς ἀπιστίας καὶ ἀθεΐας, καὶ αὐτό γε τὸ χριστιανικόν, τὸ μὲν, γὰρ εἰς αἱρέσεις πονηρὰς, τὸ δὲ, εἰς πράξεις ἀθέσμους καὶ μυσαρὰς, καὶ εἰς ταὐτὸ φερούσας ἀπωλείας ὄλεθρον οὐ παύεται ἀδελφοὶ ὑποφέρειν· οὗτος καὶ ἡμᾶς πειρᾶται τοξεῦσαι καὶ τρῶσαι καὶ θανατῶσαι τοῖς τῆς ἁμαρτίας βέλεσι.

Καὶ μάλιστά γε οἴδατε οἷον ἀγῶνα κέκτηται καὶ πόλεμον ἄσπονδον κατὰ τὸ πατρικῶς ἀποκαλυφθὲν ἡμῖν, εἰς τὸ ἅγιον ἡμῶν τάγμα, καὶ εἰς τοὺς καλῶς ἀγωνιζομένους, ὅτι περίδοξον νίκην καὶ μέγα τρόπαιον τὴν πτῶσιν τοῦ μοναχοῦ, παρὰ τῶν ἀποστατικῶν αὐτοῦ δυνάμεων εἰσδέχεται. Διὰ τοῦτο, τέκνα καὶ ἀδελφοὶ, δυσωπῶ παρακαλῶ, νουθετῶ, ἀσφαλῶς περιπατεῖτε, πάντοθεν περιπεφραγμένοι, ἑκατέρωθεν ἐνοπλισμένοι· ὁλοτελῶς τεθωρακισμένοι, ἐν μηδενὶ διδόντες χώραν εἰσόδου αὐτῷ θανατικῆς· τοῦτο δέ ἐστι κατορθῶσαι, ἐκ τῆς ἀγαθῆς πεποιθήσεως καὶ ἀκλινοῦς ὁμολογίας ἐξαγορεύσεώς τε παντοδαπῆς, ταπεινώσεώς τε καὶ ὑπακοῆς ἀνυποκρίτου τε, καὶ μακροθυμίας ἀνολιγώρου. Ναὶ ναὶ ἀντιβολῶ καὶ δέομαι ὑμῶν, διὰ τὸν θεὸν, διὰ τὴν ἀνταπόδοσιν, διὰ τὴν ζωὴν καὶ χαρὰν ἐκείνην· ἢ διὰ τὴν ἐναντίωσιν· λέγω δὴ διὰ τὸ πῦρ τὸ ἐξώτερον καὶ τὰ μυρία βασανιστήρια· ἔτι καὶ ἔτι καθυπομείνωμεν, ὑποδράμωμεν, εὐθυπορήσωμεν, διεξέλθωμεν, ἀντιστῶμεν, διελάσωμεν, καταφθάσωμεν ἐκπεράσωμεν, ἀποπληρώσωμεν τὸ πέλαγος τὸ μέγα τοῦ αἰῶνος τούτου· ὅπως διὰ ὁσίου θανάτου ἀμειψώμεθα τοὺς ἀμαραντίνους στεφάνους τῆς δικαιοσύνης· τὰ τῆς ἀθανασίας ἔπαθλα· τὰς μακαρίας τῆς αἰωνίου ζωῆς ἀνεκδιηγήτου ἀναπαύσεις, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.