Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Κατηχήσεις μεγάλαι

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΛΑ΄-ΛΕ΄: Μίμηση των Πατέρων και καθημερινή μνήμη θανάτου

Προβάλλεται το ασκητικό υπόδειγμα των αρχαίων Πατέρων και τονίζεται η σημασία της διαρκούς μνήμης του θανάτου και της εγρήγορσης ενώπιον του Κριτηρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 7 από 22

ΛΟΓΟΣ ΛΑʹ. Ἐν τῷ κυκλοῦν ὄφλημα πατέρων βίους. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Πρὸς τὰς συμβαινούσας ἡμῖν θλίψεις καὶ δυσχερείας σχεδὸν εἰπεῖν καθ’ ἑκάστην ἡμέραν· εἰ ἑώρων σωματικῶς, εἶχον ἂν πάλαι ἐξατονῆσαι καὶ δοῦναι ἄλλῳ τὰς ἡνίας τῆς προστασίας. Ἐπεὶ δὲ πρὸς θεὸν ὁ ταπεινός μου νοῦς ἀναβλέπει, δι’ ὃν καὶ ὑμεῖς κέκλησθε ἐνταῦθα, κἀγὼ παρέδωκα ὑμῖν ἐμαυτὸν, οὐκ ἀπευδοκῶ κἂν ἀνευδόκητός εἰμι· οὐδὲ ἀπολέγομαι κἂν ἄλογός εἰμι, οὐδὲ ἀπογινώσκω, κἂν ἀπεγνωσμένος εἰμὶ· ἀλλ’ ἐπείγομαι καὶ συγκαίομαι, καὶ συνθλίβομαι καὶ συντρίβομαι, καὶ πάντα ἑτοίμως ἔχω παθεῖν τοῦ Χριστοῦ δυναμοῦντος ἕνεκεν ὑμῶν τῶν ποθητῶν μου· μᾶλλον δ’ ἀληθὲς εἰπεῖν, δι’ αὐτὸν τὸν κύριόν μου καὶ δεσπότην. Εἰ γὰρ αὐτὸς ὁ κτίσας τοὺς σύμπαντας αἰῶνας κατεδέξατο δι’ ἐμὲ (τοῦτο δὲ ἑκάστῳ ἀφαρμόζει), καὶ εἵλετο τῷ τῆς οἰκονομίας μυστηρίῳ πειρασθῆναι; ὀνειδισθῆναι, σταυρωθῆναί τε καὶ λογχευθῆναι καὶ τεθνάναι, τί μὴ ὑποστήσομαι, μᾶλλον δὲ τί ὑποστησόμεθα συμβουλευτικῶς; Ἀλλὰ θλίψεις, ἀλλὰ στενοχωρίας, ἀλλὰ τοῦτο, ἀλλ’ ἐκεῖνο.

Καὶ γὰρ ἂν καλῶς πραγματευσώμεθα καὶ γρηγορήσωμεν καὶ διασπουδάσωμεν, κερδανούμεθα τὰ ἀθάνατα καὶ αἰώνια. Ἐὰν δὲ ῥαθυμήσωμεν καὶ ἀποκνήσωμεν, θησαυρήσομεν ὀργὴν ἐν ἡμέρᾳ κρίσεως καὶ ἀποκαλύψεως θεοῦ. Ὦ ποῦ ποτέ εἰσιν αἱ ἁγίαι ψυχαὶ ἐκεῖναι; Ὦ ποῦ ποτὲ ἀπέλιπεν ὁ κατ’ ἐκείνους πόθος καὶ δρόμος;

Χαρὰ αὐτοῖς ἦν καὶ εὐφροσύνη σωματικὴ θλίψις, καὶ δόξα καὶ μεγαλωσύνη ἄκρα ἡ ταπεινοφροσύνη· ἔρως καίων φλέγων ἀνενδότως τὸ φίλτρον τοῦ κυρίου ἐπιθυμία ἀκόρεστος· οὐ τὸ οἰκεῖον θέλημα ἐκπληρῶσαι, ἀλλὰ τοῦτο πανσθενεὶ μὴ ποιῆσαι ἔφεσις ἀνεκδιήγητος οὐ τὸ ἄρχειν, ἀλλὰ τὸ ἄρχεσθαι καὶ ὑποτάσσεσθαι ἕως γήρους. Ποῦ μὴ ἡ γηραλέα καὶ μακαρία κεφαλὴ ἐκείνη, ἡ ἐν τῇ τραπέζῃ παρασταθεῖσα μέχρις ἐγέρσεως Οἶδας ὁ ἀναγινώσκων· ποῦ μοι ὁ πολυπείραστος ἐκεῖνος μαργαρίτης τῆς ὑπακοῆς κατὰ τριακονταετίαν; Ποῦ μοι ὁ τίς δε καὶ τίς δε· ὡς γὰρ χορεία ἀστέρων περίεστί μοι τῇ διανοίᾳ πᾶσα ἡ ἱεροσύλλεκτος πληθὺς ἐκείνη.

Τίς ἔσχε τὴν ὑπακοὴν ἀνυπόκριτον καὶ ἐδοξάσθη ἐν τάχει; Δράμωμεν ταῖς ἐννοίαις, τέκνα, ἐπὶ τὸ ἐκείνου μοναστήριον· ἴωμεν ἐπὶ τὰ τοῦ μεγάλου Παχωμίου. συστήματα. Βλέψωμεν τὸν ἀοίδιμον Ἰωνᾶν, Πετρώνιον τὸν τρισόλβιον, Θεόδωρον τὸν ἡγιασμένον. Εἶτα πορευσόμεθα ἐπὶ τὸ τοῦ ἀοιδίμου Θεοδοσίου ἁγιαστήριον· ὀψόμεθα κἀκεῖσε Βασίλειον τὸν ἀείζωον, Ἀέτιον τὸν θαυμάσιον, τὸν δεῖνα καὶ τὸν δεῖνα, Κἀκεῖθεν ἀπελευσώμεθα πρὸς τὸ τοῦ θεσπεσίου Θεοκτίστου σεμνεῖον, πρὸς τὸ τοῦ παναγίου Ἐυθυμίου καὶ Σάβα ἐργαστήριον, καὶ ἁπλῶς συντόμῳ λόγῳ, τὰ ἐν τοῖς ἄνω χρόνοις καὶ μέσοις καὶ τελευταίοις· πῶς καὶ πόσον καὶ ποταπῶς ἠγωνίσαντο εἷς ἕκαστος τὸν ἀγαθὸν αὐτοῦ δρόμον.

Ὁμοιοτρόπως οὖν, τέκνα καὶ ἡμεῖς εἴπερ καὶ θέλομεν εὑρεῖν τὴν ζωὴν καὶ τὸ φῶς ἀληθινὸν πορευσώμεθα· πάντα φέροντες, πάντα στέγοντες, μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμηθῆ ἡ διακονία τοῦ ἔργου ἡμῶν· ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς εὐπιστίας· ἐν ᾧ δυνήσεσθε σβέσαι τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα· ἄμαχοι καὶ ἀφιλένδεικτοι διαμένοντες, χαίροντες καὶ συγχαίροντες τῇ ἀλλήλων εὐδοκιμήσει, συναρμολογούμενοι ἐν μιᾷ συμπνοίᾳ τοῦ πνεύματος, ὡς ἕν τι σῶμα Χριστοῦ· εὐχόμενοι καὶ ὑπὲρ τῆς δυστήνου μου καὶ ταλαιπώρου ψυχῆς· ἵνα ὁ θεὸς τῆς εἰρήνης χορηγήσῃ πνεῦμα δυνάμεως εἰς τὸ ἰσχύειν διεξάγειν ὑμᾶς κατὰ τὸ βούλημα αὐτοῦ, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΛΒʹ. Φωτῶν ἑορτὴ μὴ πάθει σκοτιστέον. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Πάλιν προεόρτιος ἡ κατήχησις ἀπὸ τῆς τῶν γενεθλίων τοῦ Χριστοῦ εἰς τὴν τῶν Ἐπιφανείων ἡμέραν καταντήσασα οὐ σχοῦσα μὲν, οὐδὲ ἔχουσά τι πρὸς ἀξίαν. Οὐ λέγω τῶν θείων πανηγύρεων· τοῦτο γὰρ ἁγίων καὶ θεοφόρων ἔργον· ἀλλὰ τῆς ἡμῶν προσηκούσης ὑπομνήσεως. Πλὴν καὶ τοίνυν καταβλητέον ἡμῖν τὸ εἰς δύναμιν. Ἐδιδάχθημεν οὖν πρότερον τὸ Χριστοῦ γενέθλιον· ὅτι ὁ Χριστὸς ἐφανερώθη ἐν σαρκὶ, ὤφθη ἐν κόσμῳ· ἦλθε γὰρ εἰς τὰ ἴδια, κᾂν οἱ ἴδιοι αὐτὸν οὐκ ἐδέξαντο πάντες· ἡμεῖς δὲ ἐπεὶ ἐδεξάμεθα αὐτὸν· καὶ γὰρ τοῖς τῆς πίστεως ὀφθαλμοῖς καὶ εἴδομεν ἐν σπηλαίῳ τεχθέντα παρθενικῶς τε καὶ ἀπερινοήτως ἐκ τῆς προφήτιδος· καὶ προσεκυνήσαμεν ἐν πνεύματι καὶ ἀληθείᾳ, καὶ σὺν ἀγγέλοις τὴν τῆς εὐδοκίας αὐτοῦ ὑμνολογίαν ἀνεπέμψαμεν· ἐλάβομεν ἐξουσίαν τέκνα θεοῦ γενέσθαι· ὡς ὁ θεῖος εὐαγγελιστὴς βοᾷ· ἀποῤῥίψαντες τὰ ἐκ σαρκὸς καὶ αἵματος καλύμματα τῶν παθῶν, εἰς τὸ τὰ ἱερὰ αὐτοῦ Ἐπιφάνεια θεάσασθαί τε καὶ ἀποδύσασθαι. Ἄπεισιν ὁ Λόγος πρὸς τὴν Φωνήν.

Καιρὸς γὰρ ἧκε τῆς τελειώσεως· μέχρι γὰρ τῆς δεῦρο τριακονταετίᾳ ὑποτάσσεται ἀνθρωπίνως τοῖς γονεῦσι, τυπῶν ἡμῖν τὸ ὑποτακτικὸν· καὶ τοῦτο ὡς βούλει, εἶτε φυσικῶς λαβεῖν, εἶτε πνευματικῶς, ὁ νυμφίος πρὸς τὸν νυμφαγωγὸν, ὁ δεσπότης πρὸς τὸν δοῦλον, ὁ ἐνσώματος θεὸς πρὸς τὸν ἔνσαρκον ἄγγελον. Ὑπέξεισι γὰρ ἄρτι ὁ Ἰωάννης ἐκ τῆς ἐν ἐρήμῳ διαγωγῆς, ὅλος θεοφορούμενος καὶ πατροκινήτως διδασκόμενος ἑτοιμᾶσαι τὰς ὁδοὺς Κυρίου, εὐθείας ποιῆσαι τὰς τρίβους αὐτοῦ· κατασκευάσαι λαὸν περιούσιον. Ἐπεὶ δὲ ταῦτα ἐγεγόνει διὰ τοῦ ἐν μετανοίᾳ βαπτίσματος, ὑπαντᾷ τὸν Ἰησοῦν ἄρτι ὁ Ἰωάννης ἐρχόμενον, καὶ ἀνακράξει· Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Ἐπιζητεῖ ὁ Χριστός μου. πρὸς αὐτοῦ βάπτισμα· θάμβους πληροῦται ὁ Ἰωάννης· καταπείγει αὐτὸν ὁ δεσπότης εἰς ὑπακοὴν· ἀναδύεται καὶ ἀναβάλλεται ὁ ὑπηρέτης τὰ θεοπρεπῇ ἐκπληρῶσαι.

Πῶς οἴει τὸν πρόδρομον ἐν μεταιχμίῳ δύο παθῶν γενόμενον· τὸ μὲν πρὸς ὑπακοὴν συνωθούμενον· τὸ δὲ πρὸς συναίσθησιν τῆς οἰκίας ἀναξιότητος ἀντωθούμενον· ἐνενόει γὰρ, ὡς εἰκὸς, καὶ ἐφθέγγετο τοιαῦτα. Πῶς τελετάρχου σχῆμα ὑποδύσομαι ὁ βραχὺς ἐγὼ καὶ ἀτέλεστος, καὶ σὲ τὸν παντέλειον θεὸν τελεταρχήσω; Πῶς ἅψομαι κορυφῆς τοῦ κλίναντος οὐρανοὺς καὶ καταβάντος· τοῦ μετροῦντος τὰ ὄρη σταθμῷ, καὶ τὰς νάπας ζυγῷ, καὶ πᾶσαν τὴν γῆν σπιθαμῇ; Πῶς καταδύσω ἐν τοῖς ὕδασι, καὶ γυμνὸν ἴδοιμι τὸν ἀπερίληπτον καὶ περιβάλλοντα τὸν οὐρανὸν ἐν νεφέλαις; Ἀλλ’ ὅμως ὁ Χριστός μου;

Οὕτω πρέπων ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην. Ὦ τῆς μεγάλης συγκαταβάσεως τὴν ἐσθῆτα ἀπαμφιέννυται, εἰς τὸ ῥεῖθρον κάτεισι, βαπτίζεται. Καὶ ἡ μὲν θάλασσα, ὡς ὁ ἱεροψάλτης Δαυῒδ, εἶδε καὶ ἔφυγε, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς κατῆλθεν· ἡ δὲ φωνὴ πατρόθεν ἐπιμαρτυροῦσα· Οὗτός ἐστι ὁ υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα. Εἶτα ἄνεισιν ἐκ τοῦ ὕδατος ὁ Χριστὸς καὶ φωστὴρ καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν. Ὢ μακαρίας χειρὸς τῆς ἁψαμένης τῆς κεφαλῆς, δι’ ἧς κεφαλὴ πάντων τῶν προφητῶν ἀγορεύεται. Ὢ παλάμης παμμεγέθους, κρατησάσης κάραν τοῦ ἐν οὐρανῷ καὶ γῇ καὶ τοῖς πᾶσιν ἀχωρήτου. Ὢ ἱερέως θεοχειροτόνητος, καὶ πάντων ἱερέων ὑψηλοτέρου, θεὸν καταξιωθέντος ἐν σαρκὶ βαπτῖσαι!

Πῶς φῶς ἔλαμψε ἀνίσχοντος ἐκ τοῦ ὕδατος τοῦ ἡλίου τῆς δικαιοσύνης κατὰ τὴν τῇδε ἡμέραν καὶ ἀνοηθῶς καὶ αἰσθητῶς. Γήθει καὶ ἀγάλλεται καὶ φαιδρύνεται ἥ τε γῆ Ζαβουλὼν καὶ Νεφθαλεὶμ, ἥ τε Γαλιλαία τῶν ἐθνῶν, καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου, μᾶλλον δὲ πᾶσα ἡ οἰκουμένη.

Πρὸς ταῦτα δοξάσωμεν, πρὸς ταῦτα φωτισθῶμεν καὶ ἡμεῖς φῶς γνώσεως, καὶ οἷον τῇ θεωρίᾳ γενόμενοι κατὰ τὸν Ἰορδάνην, ἴδωμεν τὸ μέγα φῶς τὸν Χριστὸν ἡμῶν βεβαπτισμένον, καὶ προσπτυξώμεθα τὰ ἐν τοῖς ὕδασι ἴχνη αὐτοῦ ἀκατάληπτα· καὶ μηκέτι πρὸς τὸ σκότος ἐπιστρέψωμεν τῆς ἁμαρτίας· ἀλλὰ συνίωμεν καὶ συμβαπτισθῶμεν αὐτῷ.

Ἔξεστι γὰρ τὸ καθ’ ἡμέραν, εἰ βουλόμεθα, τῷ τῶν δακρύων βαπτίσματι λέγω· τὸ γὰρ καθαρτήριον καὶ ἀείφωτον. Οἴκοθεν ἡμῖν τὰ νάματα, ἔχομεν καὶ ἡμεῖς Ἰορδάνην τῷ τῆς κατανύξεως ῥείθρῳ φωτιζόμενοι· τὸ καθ’ ἑκάστην συνεπώμεθα κἂν εἰς τὸ ὄρος ἀνέλθοι, συνανίωμεν αὐτῷ· κἂν πειράζεται ὑπὸ τοῦ διαβόλου τὸν πειραστὴν ἑλεῖν βουλόμενος, συμπειρασθῶμεν αὐτῷ πρὸς μικρὸν, ἵνα εἰς ἀγῶνας ἀνενόχλητοι διαμείνωμεν· κἂν νηστεύῃ ὡς ἄνθρωπος τεσσαρακονθήμερον, τῷ ἐφημερησίῳ κανόνι, ἢ καὶ τῷ ὑπερημερησίῳ ἐν καιρῷ συννηστεύσωμεν αὐτῷ ἵνα τρυφήσωμεν τὰ ὑπὲρ ἔννοιαν ἀγαθὰ ἀϊδίως. Οὐκ ἐτέρφθη ὁ Χριστὸς τῷ εἴδει πασῶν τῶν ὑποδειχθεισῶν βασιλειῶν τῆς γῆς πρὸς τοῦ σατανᾶ· μηδ’ ἡμεῖς καταθελχθῶμεν τοῖς τερπνοῖς τοῦ παρόντος βίου, ἢ καὶ ταῖς τῆς παρούσης πόλεως περικαλλίαις καὶ ἀπατωσύναις. Καὶ ἐν τούτῳ οὔτε πεσούμεθα, οὔτε προσκυνήσομεν τῷ Σέραπι.

Οὐκ ἠπατήθη ὁ Χριστὸς ἡμῶν εἰπεῖν τοὺς λίθους ἄρτους γενέσθαι· μή τί γε καὶ ἡμεῖς, ὡς ὑποβάλλει ὁ δράκων τὰ πονηρὰ ἢ ἐν τῇ καρδίᾳ ἢ ἐν τῇ γλώσσῃ, φθεγγοίμεθα. Ἀλλ’ εἴπωμεν θεολέκτως· Ἄπελθε ὀπίσω μου σατανᾶ· ἂν οὕτως ἀποκρουσώμεθα αὐτὸν, καὶ οὕτω ποιήσωμεν, οἰχήσεται καὶ ἀφανισθήσεται· μᾶλλον δὲ καταρρηθήσεται· καὶ ἄγγελοι ὀφθήσονται διακονούμενοι, καὶ συγκαταβησόμεθα τῷ Χριστῷ, καὶ εἰς μαθητὰς αὐτοῦ ταχθησόμεθα, καὶ τῇ ἀπαθείᾳ περίδοξοι ἐσόμεθα, ὡς φῶτα τέλεια ἐν κόσμῳ, ἐν αὐτῷ Ἰησοῦ Χριστῷ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΛΓʹ. Μὴ λαθροφαγεῖν, μηδὲ κρύπτειν πταιστέα. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Ἐπαχθὴς μὲν ἡ ἀσθενεία, ἐφ’ ἧς πεπέδημαι νῦν καὶ τὰ μέλη καὶ τὴν γλῶτταν· ἀλλ’ ἵνα μὴ διακόψω τὴν συνήθειαν· καὶ λυπήσω τινὰς ὑμῶν τῇ στερήσει· ἄλλως τε καὶ διὰ τὸ τὰ ἐγκάρδιά μου ἐκλαλοῦντά με λαμβάνειν τινὰ ῥαστώνην, ἤχθην τοῦ λαλεῖν.

Οὐκ οἶδα εἰ μὴ αὐτοὶ ἀπεχθάνεσθε καὶ τὰ ὦτα ἀποβύσσετε· οὔπω δὲ τοῦτο ἐλπίζω διὰ τὸ φιλεῖν με ὑμᾶς καὶ ἐπαισθάνεσθαι καὶ ἀντιποθεῖσθαι ἀφ’ ὑμῶν. Ἐγὼ ὁμολογῶ ὑμᾶς ἔχειν τὴν ψυχὴν, καὶ διάνοιαν, καὶ χαρὰν, καὶ στέφανον, καὶ ἐλπίδα, καὶ προσδοκίαν, καὶ εὐπραγίαν, καὶ σωτηρίαν. Καὶ οὐδὲ αὐτή με πιέζει ἡ νόσος εἴπερ αὐτοὶ εὐθυμεῖτε καὶ εὐδοκιμεῖτε· εἴπερ αὐτοὶ ὑγιαίνετε καὶ εὐκαταστατεῖτε· εἴπερ αὐτοὶ βδελύσσεσθε τὰ ἐν κόσμῳ καὶ ἀγαπᾶτε τὰ ἐν οὐρανῷ· εἴπερ αὐτοὶ ἀποζεύγνυσθε τῶν σαρκικῶν σχέσεων, καὶ συνδέδεσθε τῇ ἀγάπῃ τοῦ θεοῦ. Ναὶ, ναὶ, παρακαλῶ ὑμᾶς, τέκνα μου, οὕτως περιπατεῖτε, οὕτως βουλεύεσθε, οὕτως διαζῆτε, ὡς ὄντες καὶ μὴ ὄντες ἐν τῷ κόσμῳ τούτῳ, ὡς κτώμενοι καὶ μὴ κατακτώμενοι τὰ ἐνταῦθα· ὡς ἤδη ἐν σαρκὶ ὄντες πλέον δὲ ὑπὸ Πνεύματος ἀνηγμένοι. Εὐλογητὸς κύριος ὁ πλουτίζων ὑμᾶς ἐν ἀρεταῖς, ὁ ἐπὶ τοσοῦτον πλῆθος συζῇν ὑμᾶς κατὰ μίμησιν τῶν ἐν ταῖς Πράξεσιν ἀναγορευομένων ἁγίων ἀνδρῶν εὐδοκῶν.

Καὶ ὑμεῖς οὖν ἐστὲ, εἰ θέλοιτε, φῶς τοῦ κόσμου, ἅλας ζωτικὸν, χωρὸς ἀγγελικὸς, μέρις κυρίου, οὐρανὸς ἐπίγειος, ὥσπερ καὶ ἤκουσα τινὸς ἡγουμένου ἐγκωμιάζοντος ὑμᾶς Μόνον μὴ καταπέσητε, μὴ φιλοσαρκήσητε, μὴ φιλοϊδιάσητε, ἵνα τὰ μέλλοντα κερδήσητε.

Καὶ εἰ μὲν οἱ πατέρες ἡμῶν σαρκὶ καὶ αἵματι ἔζων ἡδονεύοντες ἐκραιπάλων, ἐψευδολόγουν ἐσυκοφάντουν, καλῶς ἂν ἔχοι καὶ ὑμᾶς τοιαῦτα ποιεῖν. Εἰ δὲ ἐν τοῖς τοιούτοις τις πορευόμενος οὐκ ἐπέτυχε βασιλείας οὐρανῶν, τί ματαιοκοποῦμεν οἱ ματαιοκοποῦντες;

Ἀκούω γὰρ ἐν ὑμῖν, συγχωρήσατε μοι λέγοντι ὅτι ψευδολογίαι γίνονται. Καὶ διὰ τί; Ἀλλ’ ἢ διὰ μίαν κρᾶσιν οἴνου· ὁ γὰρ τυχὼν ἀπέρχεται εἰς τὸν κελλαρίτην, καὶ λαμβάνει ὅπερ ζητεῖ, καὶ κατέρχεται εἰς τὸν ἐσθιάτορα λέγων οὐκ ἔλαβον· εἶτα καὶ πρὸς τὸν νοσοκόμον ὡς μηδαμοῦ λαβὼν, αἴρει κἀκεῖθεν.

Βαβαὶ τοῦ φρονήματος, οὐχὶ διὰ μηδαμινὰ πράγματα ἀπόλλυμεν τὰς ψυχὰς ἡμῶν; Ναὶ λέγω ὑμῖν εἰ μὴ προσέχωμεν. Βλέπετε δὲ μὴ καὶ λαθροφαγία γίνωνται· φοβήθητε τὸν θεὸν μὴ ἀπολέσητε μετὰ τῶν ψυχῶν ὑμῶν καὶ τὴν μυριαπόλεστόν μου ψυχήν. Μὴ λαθροφαγοῦντί σοι λέγω, ἀλλ’ ἀσφαλιζόμενος διά σου πᾶσι. Μὴ λαθροφάγει ὀψοποιὲ, μὴ σὺ μάγκιψ. Μηδὲ συγκρύπτετε τὰ ἁμαρτήματα ἀλλήλων· ὃς μὴ ἀναγγείλῃ τὸ τοῦ ἀδελφοῦ ἰδὼν πταῖσμα, φονεύς ἐστι τοῦ ἀδελφοῦ αὐτοῦ, κατὰ τὸν ἄγιον Βασίλειον· καὶ τὰ ἐπιτίμια βαρέα ἐπ’ αὐτοῦ.

Ἀκούω δέ τινας ἄχθεσθαι ἐν ὑμῖν ἔν τισι πράγμασιν, ὧν οὐκ ἐπιμνημονεύειν εὔκαιρον. Ποιήσατέ με ὑποτακτίτην. Ἐγὼ κἂν παραφρονῶν λέγω, ἐπεὶ πεπείραμαι τοῦ πράγματος. Τί γὰρ τοῦ τοιούτου μακαριώτερον; Ὅλος ἐστὶ καθαρὸς· ὡς ἔξω, οὕτως καὶ ἔνδον φαινόμενος τῷ Πατρὶ αὐτοῦ, μηδὲν ἀνεξάγγελτον καταλιμπάνων· ὁ τοιοῦτος ἰσάγγελος· τοιούτου οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων. Ἐγὼ ὡς μέλη μου περικαίομαι ὑμᾶς· καὶ οὐ θέλω ἔν τινι παραβλάπτεσθαι ὑμᾶς, καὶ αὐτοὶ μωρολογεῖν με δοκεῖτε. Ἐλπίζω δὲ εἰς θεὸν ὅτι πάντες σωθῆναι θέλετε, καὶ πάντας σώους ὑμᾶς ἀπολήψεται Κύριος. Μὴ οὖν τέκνα μου, διὰ βραχείαν ἡδονὴν λοιπὸν, διὰ ὀλίγον αἰῶνα, μᾶλλον δὲ μικρὰς ἡμέρας, στερηθῶμεν τῆς τρυφῆς τοῦ παραδείσου, τῆς γλυκείας χοροστασίας τῶν ἁγίων καὶ δικαίων, τῆς ἐπισκοπῆς καὶ δόξης τοῦ Κυρίου, τῆς ἀειλαμποῦς φωτοδοσίας τῆς ἀειζώου ἀφθαρσίας τῶν ταγμάτων ἐκείνων, τῶν στάσεων καὶ παραστάσεων, τιμῶν τε καὶ δοξῶν, ἐνδοτέρων τε καὶ ἐξωτέρων, ἐγγιωτέρων τε καὶ μακροτέρων.

Πολλαὶ γὰρ μοναὶ παρὰ τοῦ Πατρός μου, φησὶν ὁ Κύριος. Ὁρῶ οὖν διὰ τοῦ νοός μου, πῶς περιεπέσετε εἰς ἀσθένειαν οἱ πολλοὶ, καὶ τὸ πῶς οἱ ἐναπομείναντες ἐν τῇ ὑπηρεσίᾳ ἀτονεῖτε· πῶς λειψαὶ αἱ τροφαὶ ὑμῶν, πῶς τὰ πότα στενὰ, τὰ ἐνδύματα οὐ ταλπικὰ, καὶ χαίρομαι καὶ λυποῦμαι· τὸ μὲν ὅτι ἐν ἴχνεσι τῶν ἁγίων περιπατεῖτε· τὸ δὲ διὰ τὸ σαρκίον τοῦτο τὸ περιπαθὲς, καὶ διὰ τὴν τῶν τινῶν ὀλιγοψυχίαν καὶ τῶν ἄλλων τὴν ἀήθειαν· πλὴν ὅτι οὐ μὴ ἀπολέσῃ ἕκαστος τὸν μισθὸν αὐτοῦ· ἀλλὰ δικαίᾳ κρίσει κατὰ τὴν ἑκάστου ἕξιν, καὶ θέσιν, καὶ ἀστειότητα, καὶ γνώμην, καὶ ζωὴν, καὶ ἀγωγὴν, καὶ πολιτείαν, δῴη ὁ θεὸς τὰς αἰωνίους ἀμοιβάς.

Πῶς θέλετε, τέκνα μου, οὐκ ἐν πᾶσιν ἀγαπᾶτε πατρικῶς ἡμᾶς πορεύεσθαι; πᾶσαι οὖν αἱ διακονίαι οὐχ ἑνὶ ἀποδίδοσθαί, φησιν, ἔχουσιν· ἀλλ’ ὁ μὲν τήνδε κρατεῖ· ὁ δὲ τήνδε· καὶ μεταβαλλόμενοι, οὐκέτι δυσχεραίνειν ὀφείλετε· καὶ προσεπιτιθεμένων τῶν διακονιῶν, χαίρειν προσήκει. Διὰ τοῦτο οὐ πάντες πρὸς τὰς προόδους, ἀλλ’ οὓς ἀπέταξα ἔσθωσαν· μηδὲ πρὸς τὰς διαπράσεις, μηδὲ πρὸς τὰς ἀγορασίας, λοιπὸν, τέκνα μου, στέργετε. Τὸ αὐτὸ καὶ ὁ κελλαρίτης λόγον ἀποδιδότω περὶ ὧν διανείμῃ τῇ ἀδελφότητι, τῷ οἰκονόμῳ· ὁ δὲ μάγκιψ, τῷ κελλαρίτῃ. Λοιπὸν μέτρῳ δεδόσθωσαν καὶ οἱ ἄρτοι· καὶ ὁ ὀψοποιὸς περὶ κόκκον ἀπολογείσθω τῷ αὐτῷ κελλαρίτῃ· ὅ τε βεστιάριος, ὅ τε σκυτεὺς, εἴ τις ἄλλος τῷ αὐτῷ οἰκονόμῳ. Καὶ τὸ πότε, καὶ τὸ πῶς, ἵνα τὸ ἀβλαβὲς καὶ τὸ ἀπαθὲς τῶν ψυχῶν ὑμῶν διαγινώσκηται. Ἐρωτῶ· καλῶς λέγω; Πάντως μοι συμφήσετε. Λοιπὸν μὴ βαρεῖσθε. Πᾶσαν οὖν εὐστάθειαν ἀγαθῶν τρόπων, πᾶσαν εὐλάβειαν, πᾶσαν σύνεσιν καὶ ἐπιστήμην χαρίσηται ὑμῖν ὁ Κύριος εἰς τὸ ἀπροσκόπως περιστᾷν τῷ θεῷ ὡς καθαρὰν θυσίαν τὴν πολιτείαν ὑμῶν. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΛΟΓΟΣ ΛΔʹ. Ἔχειν μέριμναν θανάτου καθημέραν. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Τί θέλετε ἀναγγεῖλαί με ὑμῖν; Πρὸς τοὺς ἀποσταλέντας παρὰ Ἰωάννου, καὶ ἐπερωτήσαντας· Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν; καθὼς εἶχεν ἡ ἀνάγνωσις, τί φησὶν ὁ Χριστὸς πρὸς αὐτούς; Ἀπαγγείλατε Ἰωάννῃ· τυφλοὶ βλέπουσι, κωφοὶ ἀκούουσι, λεπροὶ καθαρίζονται, νεκροὶ ἀνίστανται, καὶ μακάριός ἐστι, ὃς μὴ σκανδαλισθῇ ἐν ἐμοί.

Κἀγὼ τοίνυν λέγω ὑμῖν· οἱ προφῆται προεκήρυξαν, οἱ πατέρες ἐβεβαίωσαν προστάττοντες, ἀπειλοῦντες, ὑποδεικνύοντες τὰ φευκτέα, ἐνάγοντες πρὸς τὰ σωτήρια, παριστῶντες τὰ μέλλοντα. Μακάριος τοίνυν ἐστὶν, ὃς οὐκ ἀκροατὴς μόνον, ἀλλὰ καὶ τοῦ νόμου γενήσεται ποιητὴς· ὡς καὶ πάλιν ὁ Χριστός. Εἰ ταῦτα οἴδατε, μακάριοι ἐστὲ ἐὰν ποιῆτε αὐτά.

Εἰ δὲ καὶ πλεῖον τούτων θέλετέ με λέγειν οὐκ ἔχω πλὴν τῶν ἐμῶν ἁμαρτιῶν· ὅτι μυριόπτωτός εἰμι· ὅτι μόνος ἁμαρτωλὸς καὶ ὑπεύθυνος πάσης κολάσεως, νοῶ κατὰ τὸ δυνατὸν, τὸν φοβερὸν καὶ ἀκατανόητον θεὸν οἷον καὶ ἡλίκον ἐστι φῶς καταλάμπον πάντα νοῦν καὶ πᾶσαν ψυχὴν ἀνθρώπου, καὶ πᾶσαν κτίσιν ἀφανῆ τε καὶ φανερὰν, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ πράττων, ἀποτυφλοῦμαι ὁρᾶν αὐτὸν· ὃν πάντως μετὰ τὴν δύστηνον τοῦ σώματός μου ἀπαλλαγὴν ἴδω ὡς πῦρ φλογιζόμενον. Διαβλέπω τὰ κάλλη τοῦ παραδείσου τοῖς νοεροῖς ὀφθαλμοῖς καὶ τὴν ἀμήχανον τῶν ἐν αὐτοῖς ἐμφερομένων εὐφροσύνην· καὶ λῃστεύων τοῖς λογισμοῖς τὴν ψυχὴν, οὐχ εὑρίσκω τὴν φωνὴν ἀφιέναι τοῦ ἐκ δεξιῶν συσταυρωθέντος ἐπαινομένου λῃστοῦ. Τεθέαμαι ὁμοιοτρόπως τὰς τῶν ἁγίων ἀγγέλων χοροστασίας, καὶ τὰς τῶν ἁγίων ἁπάντων ἀποῤῥήτους εὐφροσύνας καὶ ἀγαλλιάσεις, καὶ δι’ ὧν ἐκεῖνοι τούτων ἐπέτυχον ἀπολιμπανόμενος, θυροκρουστῶ ἀποκεκλεισμένος τῆς βασιλείας τῶν οὐρανῶν καὶ ἀκούω· Ἀποχώρει πλάνε, οὐκ οἶδα σε. Εἰ δὲ καὶ τὰς κολάσεις εἴποιμι, βάλλομαι εἰς τὸ πῦρ τὸ ἄσβεστον κατὰ τὴν τῆς ἁμαρτίας μου φλόγα, καὶ καταδικάζομαι εἰς τὸ σκότος τὸ ἐξώτερον κατὰ τὸν ζόφον τῶν ἔργων μου.

Ὑπάγομαι τῷ ἀκοιμήτῳ σκόληκι, κατὰ τὸν γαργαλίζοντα καὶ κατατρωγόντα με ὄφιν τῆς ἁμαρτίας. Συνδεσμοῦμαι χεῖρας καὶ πόδας, καὶ ὑποπέμπομαι εἰς τὸ χάος τὸ μέγα κατὰ τὸν βυθὸν τῆς κακίας μου. Κατακρίνομαι εἰς τὸν τετρώδη βρυγμὸν τῶν ὀδόντων κατὰ τὸν τῶν παθῶν μου κλύδονα. Καὶ τέλος συνδεδεμένος τοῖς δαίμοσι, ὧν ἠσπασάμην τὸ θέλημα, ὑπὸ τῶν ἁγίων ἀγγέλων κατατύπτομαι καὶ καταμαστίζομαι συνωθούμενος ἐπὶ τὸ αὐτὸ κολαστήριον. Καὶ ταῦτα μόνος ἐν ἀνθρώποις διαλογίζομαι ὑποστῆναι, καθὸ μόνος τοσαῦτα πεπλημμέληκα. Εἰ μή τι ἄρα χάριτι σωθείην· ἥδε ἡ ἐμὴ οὐσία, ὦ τέκνα, καὶ τὸ ἐμὸν κακὸν πλοῦτος;

Ἀλλ’ ὑμεῖς ἀνανήψατε, ἀνακαινίσθητε, ἀναδράμετε, λάβετε πτέρυγας καὶ μετέλθετε· ἁγνίσατε τὰς ψυχάς τε καὶ τὰ σώματα· καθάρατε τὸν νοῦν καὶ τὴν διάνοιαν. Μὴ τοίνυν ὁ νέος ὁ μηλάκιος ὁ ἡβάσας ὡς ἀρνίον κατασκυρτώμενος δι’ ἀταξίας εὐθὺς ἄρτι τῇ τοῦ θανάτου μαχαίρᾳ κατασφαγῇ.

Εἴθε γὰρ ἵνα ὡς ἄλογον μετὰ τῶν ἐρίφων ἐκείνων καταταχθῆναι εἰς κολαστήριον· μηδὲ ὁ τελειοήλιξ καὶ ἀκρόγηρως, καὶ ὁ πολιοῦχος ἐν ἀμεριμνίᾳ διατελῶν καὶ ὑποθήκαις μακροβιώσεως ἀποβουκολούμενος ἀκούσῃ ἐκεῖνο·

Ἄφρον, ἄφρον, τῇ νυκτὶ ταύτῃ τὴν ψυχήν σου αἱροῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασα τίνι ἔσται; Μή τι τοιοῦτον ἐν ὑμῖν, ὦ τέκνα, πρὸς δὲ τοὺς πίπτοντας. Μὴ ὁ πίπτων οὐκ ἀναστήσει; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; Μὴ οὔκ ἐστι ῥητίνη ἢ μάλαγμα ἐν Γαλαὰδ, καθὼς ὁ Ἱερεμίας φάσκει; Μὴ οὐκ ἔσται μοτῶσαι καὶ συνοχοῦσαι δι’ ἐλέους τοῦ τῶν ψυχῶν ἰατροῦ, τὰ τραύματα; Μὴ οὐκ ἔσται σκυθρωπάσαι καὶ ἀκοῦσαι ἐκ θεοῦ· Ὅτι ἴδον σε στυγνὸν, καὶ ἰασάμην τὰς ὁδούς σου; Μικροὶ τοίνυν καὶ μεγάλοι, ὡς εἴρηται, πρεσβύται τε καὶ νέοι, πρῶτοι καὶ μέσοι, τελευταῖοι, ἐγείρεσθε· ἄγωμεν ἐντεῦθεν τῶν παθῶν τῆς ἁμαρτίας. Ὁδοιπορήσωμεν μικρὸν· ἐπὶ θύραις τὸ κατάλυμα. Πυκτεύσωμεν τρέχοντες· ἤγγικε γὰρ τὸ στάδιον. Κωπηλατήσωμεν μικρὸν· πρὸς αὐτὸ γὰρ τὰς εἰσόδους τοῦ ἀειζώου λιμένος ἐσμέν. Διατοῦτο πάντα ἡμῖν καὶ ῥητέα καὶ ποιητέα καὶ γνωστέα· καὶ εὐλαβηθῶμεν, καὶ ἡσυχάσωμεν καὶ ἀπαῤῥησιασώμεθα, ἀγρυπνήσωμεν, καὶ ἀνυμνήσωμεν, ἀλλοτριωθῶμι τῶν κατὰ σάρκα γονέων, ἀδελφῶν, συγγενῶν καὶ ἐξ αὐτῆς τῆς ψυχῆς· ἵνα μᾶλλον συγγειάσωμεν καὶ υἱοθετηθῶμεν Χριστῷ τῷ θεῷ ἡμῶν. Οὕτως γὰρ θέλει· οὕτως ἡμᾶς ἔπλασε.

Ἐκεῖνος ἡμῶν ὁ πρῶτος πατὴρ· ἐκεῖνος ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν· ἐκεῖνος ὁ δοὺς πνοὴν ζωῆς ἐν ἡμῖν. Ἴσως γνωρίζω ἐν τούτοις. Ἀλλ’ ἐγὼ ἄφρων ὢν ἠφρονευσάμην, ὡς καὶ πάντοθεν καὶ νῦν. Χριστὸς δὲ ὁ θεὸς ἡμῶν καθαρίει τὰ φρονήματα ἡμῶν, καὶ ζωώσει, καὶ σθενώσει, καὶ τελειώσει τῇ συνεργείᾳ τῶν εὐχῶν τῶν πατέρων ἡμῶν· καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ· ὅτι αὐτῷ τῷ κυρίῳ ἡμῶν ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΛΕʹ. Παθῶν κάθαρσιν τὴν μετάνοιαν λέγειν. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ. Τίς ὁ λόγος τῆς ἐμῆς ταπεινώσεως; Ἢ τί μέγα ποιῶ κατηχῶν ὑμᾶς; Οὐχὶ εἰς τοῦτο ἐξελέχθην παρ’ ἡμῶν; Οὐκ ἐν τούτῳ σκοπόν με τέθεικε, εἴπερ φέρει τὴν βλασφημίαν, ὁ θεὸς;

Ἀλλὰ τί ὅτι ἀναξίως, ὅτι σκοτεινῶς, ὅτι ἀπείρως; πλὴν ὅτι προθυμοῦμαι ἐκ τῶν σαρκῶν μου καὶ ἐκ τῶν ὀστέων μου τῶν ταπεινῶν προσφέρειν καὶ διατρέφειν ὑμῶν τὰς τιμίας ψυχὰς ἑκάστοτε. Ἐπεὶ οὖν εἰς τοῦτο τέταγμαι ἀνάγκη μοι εὐαγγελίζεσθαι, ἀπειλεῖν, ἐπιτιμᾷν, ἀναμιμνήσκειν, εἴ τι ἄλλο ἐπιτελεῖν εἰς ὁδηγίαν τοῦ κρείττονος. Μὴ δὴ φανῶμεν ἡμεῖς βαρυκάρδιοι καὶ δυσήκοοι καὶ ἀμείλικτοι καὶ δυσήνιοι· ἀλλ’ ὑποδεχώμεθα καὶ ἐνωτιζώμεθα καὶ μαλασσώμεθα καὶ εἴκωμεν καὶ πειθώμεθα πρὸς πᾶσαν βουλὴν θεοῦ καὶ πρᾶξιν εὐσεβείας. Ἤδη δὲ ἐστὲ τινές οἵους ζητεῖ ὁ λόγος, ἀλλ’ οὐχ οἱ πλείους· ἵνα τί δὲ μὴ οἱ πάντες συναναστῶμεν καὶ ὡς ἐξ ὕπνου βαθέος τῆς ἀμελείας ἐκνήψαντες ἴδωμεν φῶς γνώσεως, καὶ ἐπιθυμήσομεν ζωῆς αἰωνίου ἀπόλαυσιν.

Ἵνα τί μὴ νεκρώσομεν τὰ μέλη τὰ ἐπὶ γῆς, καθὼς διδάσκει ὁ ἀπόστολος, πορνείαν ἀκαθαρσίαν καὶ πᾶσαν ἐπιθυμίαν, καὶ γενώμεθα ναοὶ θεοῦ ζῶντος, σκεύη ἐκλογῆς, ἐν οἷς κατοικεῖ ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα; Ἵνα τί μὴ φυλάττομεν τὴν μοναδικὴν κατάστασιν παρατετηρημένως ἔργῳ τε καὶ λόγῳ, ὡς μήτε στρηνιᾷν, μήτε γελοιάζειν, μήτε πονηρεύεσθαι, μηδ’ αὖ γογγύζειν, μηδὲ ὑπεριφανεύεσθαι κατὰ τοῦ πλησίον· μηδὲ μεγαλοῤῥημονεῖν, ὡς ἂν λέγειν· ἦν μοι ποτὲ τὸ καὶ τὸ, καὶ τάδε μοι καὶ τάδε ὑπῆρχεν. Ἀλλ’ ἐσώμεθα ἄγγελοι ἐπὶ τῆς γῆς, καὶ φωστῆρες ἐν μέσῳ τῆς ἀδελφότητος ὠφελοῦντες καὶ ὠφελούμενοι, σωφρονίζοντες καὶ σωφρονιζόμενοι, διδάσκοντες καὶ διδασκόμενοι, καὶ ἀλλήλοις ὡς ἔπος εἰπεῖν στάθμαι καὶ κανόνες ὄντες. Ἕως πότε οὖν ὁ τῆς ἀργολογίας δαίμων καταλήψεται ἡμᾶς; Ἕως τίνος ὁ τῆς παρακοῆς ἀπατεὼν διαχειρίζεται ἡμᾶς; Ἕως πότε ὑψωθήσεται ἡ καρδία ἡμῶν κενοδοξοῦσα ἐν μικροῖς καὶ μηδαμινοῖς, καὶ παραπληκτίζουσα τὸν ἀδελφὸν, φυλαττομένη ἐν γοργολογίας ἀναγνώσεως ἢ ἐν πείρᾳ λέξεως, ἢ ἐν καταλήψει νοήματος, ἢ ἐν προφορᾷ διαλαλήσεως, ἢ ἐν εὐφυΐᾳ ἐγχειρήσεως, ἢ ἐν ἄλλοις τοιούτοις; Ἐπίβλεψον εἰσάκουσόν μου, κύριε, φώτισον τοὺς ὀφθαλμοὺς ἡμῶν, μήποτε ὑπνώσωμεν εἰς θάνατον· μήποτε εἴπῃ ὁ ἐχθρὸς· ἴσχυσα πρὸς αὐτούς. Ἐν γὰρ τοῖς σαλεύμασι τούτοις οἱ θλίβοντες ἡμᾶς ἀγαλλιάσονται.

Οἶδα ὅτι γελάσετε τὴν ἐμὴν ἄντικρυς βλέποντες πολυπάθειαν· καὶ τάχα ἐκεῖνο ἐρεῖτε ὁ λέγων μὴ μοιχεύειν, μοιχεύεις· ὁ ἀπειλὼν μὴ κλέπτειν, κλέπτεις. Ἰατρὲ πρῶτον θεράπευσον σεαυτόν. Ἀλλὰ μεθ’ ὑμῶν καὶ ἐμαυτῷ, τέκνα, ταῦτα ἐπᾴδω, καὶ τὴν κακίαν μου ἀποκλέομαι, καὶ θρηνῶ μου τὴν ἀπώλειαν καὶ τὴν ματαίαν ἀνάλωσιν τῶν ἡμερῶν. Καὶ τὸ πῶς οὐκ ἀγαπῶ θεὸν, ἀλλὰ διάβολον· καὶ τὸ πῶς οὐ τρέχω πρὸς τὸν ἥλιον τῆς δικαιοσύνης, ἀλλ’ εἰσδύομαι τὸ σκότος τῶν παθῶν. Ἐπεὶ τί κάλλιον καὶ τερπνότερον θεοῦ ζῶντος, λαμπρότητος ἀρετῶν, καὶ καθαρότητος ψυχῆς, ἐκλάμψεως νοὸς, καὶ ἐπάρσεως πρὸς τὰ ἄνω διανοίας. Ταῦτα ἀγαπητὰ εἰ καὶ ἐμοὶ φευκτέα.

Ποθῶ εἶναι ἐν τούτοις, καὶ οὐ ποθῶ τοὺς τρόπους ἔχειν, δι’ ὧν εἰς ταῦτά ἐστίν με ἐλθεῖν. Οὐχ ὑποδείκνυμι εἰ ἄρα ἔλαβον τόπον καὶ καιρὸν κατανύξεως καὶ προσευχῆς φωτεινῆς καὶ δακρύων καθαρτικῶν. Εἰ ἄρα ἐκολλήθη ἡ ψυχή μου ὀπίσω τῆς ἐντολῆς θεοῦ, καὶ ἐπορεύθην ἐν ὁδῷ ἀμώμῳ τῶν αὐτοῦ προσταγμάτων· εἰ ἄρα ἐπέβην ἐπάνω ὄφεων καὶ σκορπίων, τῶν πολυμόρφων παθῶν κατὰ τὴν ἀποστολικὴν ὁδὸν, ἐν ὁσιότητι πορευόμενος· εἰ ἄρα πᾶν μου μέλος κατήρτισα καὶ ἡγίασα εἰς δόξαν θεοῦ, ὥστε εἶναι τὴν μὲν γλῶσσάν μου πλῆκτρον θεοῦ, τὴν δὲ καρδίαν μου, ναὸν τοῦ ἁγίου Πνεύματος, τὰς δὲ βλέψεις μου ὁράσεις θεοῦ, τὰς δὲ ἐπινοίας μου ἐννοίας οὐρανῶν. Νῦν δὲ κινδυνεύω χαλεπῶς καὶ ὀλεθρίως διακείμενος. Ἀλλὰ δεῦτε, τέκνα, ἀκούσατέ μου· φόβον κυρίου ἀναλάβωμεν, καὶ δῶμεν ἀλλήλοις δεξιὰς ἐπὶ τῇ ἀλλήλων σωτηρίᾳ καὶ μηδεὶς ἔστω ὁ ἐναπομένων, ἐπεὶ ἐκβληθήσεται τῆς μονῆς, ὡς ὁ ἀπομακρυνόμενος τῶν συνοδιτῶν.

Ἕως οὖν ἐσμὲν ἐν σαρκὶ, ἕως ἐστι ὑπολειπαζόμενος ὁ καιρὸς τῆς παροικίας ἡμῶν, καὶ ἐφ’ ὅσον δέησις καὶ παράκλησις, δάκρυον καὶ μετάνοια, δράμωμεν, ἵνα καταλάβωμεν, ἵνα ᾖ πᾶς ἡμῖν κόσμος καταφρονούμενος, τὸ πᾶν φρόνημα τῆς σαρκὸς καταβαλλόμενον, τὰ πάντα ἡμῶν θελήματα ἀπονεκρούμενα, τὴν ὅλην ἔφεσιν εἰς ἀγαθὸν φέροντες καὶ ἄσχετον πρὸς τοὺς κατὰ σάρκα ἰδίους διαδεικνύοντες.

Μή τις εἴποι ἀδελφός μου καὶ πατὴρ, ἐξάδελφος θεῖος καὶ ἀνεψιὸς, φίλος καὶ γείτων καὶ ἀγχιστεύων. Ἐμὰ καὶ ἐμοῦ κλῆρος καὶ μερὶς καὶ ὕπαρξις καὶ τὰ τοιαῦτα ἦν ποτέ. Νῦν δὲ ἠλλοτρίωται· νῦν ἄλλη ζωὴ· ἄρτι ἄλλη γέννησις· ἄρτι ἀλλοία πολιτεία.

Διὰ τοῦτο γὰρ καὶ ἐπιλέγοιτε, ὅτε ἤμην ἐν τῷ κόσμῳ, καὶ ὡς ὑπὲρ τὸν κόσμον ὄντες, ταῦτα φάσκομεν. Ἢ δὲ τυχὸν παραλογίζεσθέ με· ἐγὼ δὲ τὰ τῆς καρδίας μου ἀναγγέλλω· ἐγὼ δὲ τὰ τοῦ θεοῦ δικαιώματα καὶ τὰ τῶν ἁγίων ἐντάλματα ἀγορεύω. Οὐδεμία μοι τῶν ἔξω γελώντων φροντίς· οὐδὲ τῶν ὁμοσχήμων τάχα ὁ περὶ τούτων κωμῳδισμὸς· ἕνα ἔχω σκοπὸν, εἷς μοι φόβος καὶ οὐκ ἀποδεχόμενος· πρὸς τοῦτον ὁρῶ, καὶ ὅτι οὐκ ἄρχων καὶ βασιλεὺς ὡς οἱ βασιλεῖς τῶν πολλῶν· ἀλλὰ θεὸς μόνος ἐξουσιαστὴς, μόνος κύριος τῶν κυρίων, μόνος βασιλεὺς τῶν βασιλέων, μόνος θεὸς τῶν θεῶν, ὁ σοφὸς καὶ ὑπέρσοφος, ὁ ἀθάνατος καὶ αἰώνιος, ὁ κριτὴς καὶ ἐξερευνητὴς καὶ κυριεύων πάσης σαρκὸς καὶ ἐξουσίας. Ἀλλὰ στήτω περὶ τούτων λόγος.

Ὑμᾶς δὲ ὁ αὐτὸς ὁ κύριος καὶ θεὸς, τοῦ πατρός μου χάριτι καὶ δωρεαῖς οὐρανίαις περιφυλάξειε, κατακοσμήσειε, περιφρουρίσειε, διαμορφώσειε, ζωοποιήσειε πρὸς τὸ αὐτοῦ εὐάρεστον· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.